CONTRA CELSUM (GREEK, PART 2 OF 2) Greek text from the Open Greek and Latin project (CC BY-SA 4.0) · SermonIndex Origen of Alexandria · c. AD 185–253 Source: Open Greek and Latin project, tlg2042.tlg001.perseus-grc1.xml. Licence CC BY-SA 4.0. BOOK 5: ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ [5.1] Οὐ τὴν ἀπηγορευμένην πολυλογίαν μεταδιώκοντες, ἀφ᾿ ἧς οὐκ ἔστι φυγεῖν τὴν „ἁμαρτίαν“, ἤδη πέμπτου ἀρχόμεθα βιβλίου πρὸς τὸ Κέλσου σύγγραμμα, ἱερὲ Ἀμβρόσιε, ἀλλ᾿ ὅση δύναμις πειρώμενοι μηδὲν τῶν ὑπ᾿ αὐτοῦ λεχθέντων παρελθεῖν ἀβασάνιστον, καὶ μάλιστα ἐν οἷς δόξαι ἄν τισι συνετῶς ἡμῶν ἢ Ἰουδαίων κατηγορηκέναι. καὶ εἰ μὲν οἷόν τ᾿ ἦν μετὰ τοῦ λόγου εἰσελθόντας εἰς τὴν παντὸς οὑτινοσοῦν συνείδησιν τῶν ἐντυγχανόντων τῷ ἐκείνου συγγράμματι ἕκαστον ἐξελκύσαι βέλος, τιτρῶσκον τὸν οὐ πάντῃ πεφραγμένον τῇ πανοπλίᾳ τοῦ θεοῦ, καὶ ἐπιθεῖναι λογικὸν φάρμακον, θεραπεῦον τὸ ἀπὸ Κέλσου τραῦμα, ποιοῦν μὴ ὑγιαίνειν „τῇ πίστει“ τοὺς προσέχοντας αὐτοῦ τοῖς λόγοις, τοῦτ᾿ ἂν πεποιήκειμεν. ἐπεὶ δὲ τοῦτο μὲν θεοῦ ἔργον ἐστὶν, ἀοράτως ἐπιδημεῖν κατὰ τὸ ἑαυτοῦ πνεῦμα μετὰ τοῦ πνεύματος Χριστοῦ οἷς κρίνει δεῖν ἐπιδημεῖν, ἡμῖν δὲ, διὰ λόγων καὶ συγγραμμάτων πειρωμένοις ἀνθρώπους πιστοποιεῖν, πρόκειται πάντα πράττειν ὑπὲρ τοῦ χρηματίσαι ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας „τὸν λόγον τῆς ἀληθείας“, ἓν δὲ τῶν πάντων εἶναι ἡμῖν φαίνεται καὶ τὰ πιθανὰ τοῦ Κέλσου κατὰ τὸ δυνατὸν ἡμῖν λῦσαι, πιστῶς ποιοῦσι τὸ προστεταγμένον ὑπὸ σοῦ· φέρ᾿ ἐκθέμενοι τὰ ἑξῆς τοῖς Κέλσου λόγοις, πρὸς οὓς φθάσαντες ἀπηντήσαμεν (κρινεῖ δὲ ὁ ἐντυγχάνων, εἰ καὶ ἀνετρέψαμεν), τὰ πρὸς αὐτὰ ἐπαγάγωμεν. θεὸς δὲ δῳη μὴ ψιλῷ καὶ γυμνῷ θειότητος τῷ ἡμετέρῳ νῷ καὶ λόγῳ (πρὸς) τὸ προκείμενον γενέσθαι· „ἵν᾿ ἡ πίστις“ τῶν, οὓς εὐχόμεθα ὠφεληθῆναι. „μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων,“ „νοῦν“ δὲ „Χριστοῦ“ λαβόντες ἀπὸ τοῦ μόνου διδόντος αὐτὸν πατρὸς αὐτοῦ καὶ πρὸς τὴν μετοχὴν τοῦ λόγου τοῦ θεοῦ βοηθηθέντες „πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ“ καθέλοιμεν καὶ τὸ οἴημα Κέλσου, καθ᾿ ἡμῶν καὶ κατὰ τοῦ Ἰησοῦ ἡμῶν ἐπαιρομένου ἔτι δὲ κατὰ Μωϋσέως καὶ τῶν προφητῶν· ἵνα τοῦ διδόντος „ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ“ καὶ ἡμῖν τοῦτ᾿ ἐπιχορηγοῦντος καὶ τὴν πολλὴν δύναμιν δωρουμένου, ἐγγένηται πίστις τοῖς ἐντευξομένοις ἐν λόγῳ καὶ δυνάμει τοῦ θεοῦ. [5.2] Πρόκειται οὖν νῦν τὴν οὕτως ἔχουσαν αὐτοῦ ἀνατρέψαι λέξιν· θεὸς μὲν. ὦ Ἰουδαῖοι καὶ Χριστιανοὶ, καὶ θεοῦ παῖς οὐδεὶς οὔτε κατῆλθεν οὔτε κατέλθοι. εἰ δέ τινας ἀγγέλους φατὲ, τίνας τούτους λέγετε, θεοὺς ἢ ἄλλο τι γένος; ἄλλο τι ὡς εἰκὸς, τοὺς δαίμονας. πρὸς ταῦτα δὲ παλιλλογοῦντι τῷ Κέλσῳ (ἀνωτέρω γὰρ ἤδη πολλάκις ταῦτ᾿ αὐτῷ λέλεκται) οὐκ ἀναγκαῖον ἐπὶ πλεῖον διαλεχθῆναι· ἀρκέσει γὰρ τὰ εἰς τοῦθ᾿ ἡμῖν λελεγμένα. ὀλίγα δ᾿ ἀπὸ πλειόνων, ἃ δοκοῦμεν εἶναι συνᾴδοντα μὲν τοῖς προειρημένοις οὐ τὸν αὐτὸν δὲ πάντῃ ἐκείνοις ἔχοντα νοῦν, ἐκθησόμεθα· ἐν οἷς παραστήσομεν ὅτι καθολικῶς ἀποφηνάμενος θεὸν οὐδένα πρὸς ἀνθρώπους κατεληλυθέναι ἢ θεοῦ παῖδα ἀναιρεῖ καὶ τὰ ὑπὸ τῶν πολλῶν περὶ θεοῦ ἐπιφανείας δοξαζόμενα καὶ ὑπ᾿ αὐτοῦ ἐν τοῖς ἀνωτέρω προειρημένα. εἰ γὰρ καθόλου λελεγμένον τὸ θεὸς καὶ θεοῦ παῖς οὐδεὶς κατῆλθεν οὐδὲ κατέλθοι ἀληθῶς τῷ Κέλσῳ εἴρηται, δηλονότι ἀνῄρηται τὸ εἶναι θεοὺς ἐπὶ γῆς, κατελθόντας ἐξ οὐρανοῦ. ἵνα ἤτοι μαντεύσωνται τοῖς ἀνθρώποις ἢ διὰ χρησμῶν θεραπεύσωσι, καὶ οὔτε ὁ Πύθιος οὔτ᾿ Ἀσκληπιὸς οὔτ᾿ ἄλλος τις τῶν νενομισμένων τὰ τοιαῦτα ποιεῖν θεὸς ἂν εἴη καταβὰς ἐξ οὐρανοῦ, ἢ θεὸς μὲν εἴη ἂν ἀεὶ δὲ λαχὼν οἰκεῖν τὴν γῆν καὶ ὡσπερεὶ φυγὰς τοῦ τόπου τῶν θεῶν, ἤ τις τῶν μὴ ἐξουσίαν ἐχόντων κοινωνεῖν τοῖς ἐκεῖ θείοις εἴη ἂν. ἢ οὐ θεοὶ εἶεν ὁ Ἀπόλλων καὶ ὁ Ἀσκληπιὸς καὶ ὅσοι ἐπὶ γῆς τι ποιεῖν πεπιστευμένοι εἰσὶν ἀλλά τινες δαίμονες, τῶν ἐν ἀνθρώποις σοφῶν καὶ ἐπὶ τὴν ἁψῖδα τοῦ οὐρανοῦ διὰ τὴν ἀρετὴν ἀναβαινόντων πολλῷ χείρους. [5.3] Ὅρα δὴ ὅτι βουλόμενος τὰ ἡμέτερα ἀνελεῖν ὁ μὴ ὁμολογήσας δι᾿ ὅλου τοῦ συγγράμματος Ἐπικούρειος εἶναι πρὸς τὸν Ἐπίκουρον αὐτομολῶν ἐλέγχεται. ὥρα δή σοι τῷ ἐντυγχάνοντι τοῖς Κέλσου λόγοις καὶ συγκατατιθεμένῳ τοῖς προκειμένοις ἤτοι ἀναιρεῖν τὸ θεὸν ἐπιδημεῖν, προνοούμενον ἀνθρώπων τῶν καθ᾿ ἕνα, ἢ τιθέντι τὸ τοιοῦτον ψευδοποιεῖν τὸν Κέλσου λόγον. εἰ μὲν οὖν πάντῃ πρόνοιαν ἀναιρεῖς, ψευδοποιήσεις αὐτοῦ τοὺς λόγους, ἐν οἷς τίθησι θεοὺς καὶ πρόνοιαν, ἵνα ταῦτα φήσῃς εἶναι ἀληθῆ· εἰ δὲ τίθης οὐδὲν ἧττον πρόνοιαν, ὡς οὐ συγκατατιθέμενος Κέλσῳ λέγοντι μήτε θεὸν μήτε θεοῦ παῖδα κατεληλυθέναι ἢ κατέρχεσθαι πρὸς ἀνθρώπους, διὰ τί οὐχὶ ἐπιμελῶς ἐξετάσεις ἐκ τῶν περὶ Ἰησοῦ ἡμῖν λελεγμένων καὶ τῶν περὶ αὐτοῦ προφητευομένων, τίνα μᾶλλον χρὴ νομίζειν θεὸν καὶ θεοῦ παῖδα κατεληλυθέναι πρὸς ἀνθρώπους, τὸν τοσαῦτα οἰκονομήσαντα καὶ ποιήσαντα Ἰησοῦν ἢ τοὺς προφάσει χρησμῶν καὶ μαντειῶν μὴ ἐπανορθοῦντας μὲν τὰ ἤθη τῶν θεραπευομένων καὶ προσέτι δ᾿ ἀποστάντας τῆς εἰλικρινοῦς καὶ καθαρᾶς πρὸς τὸν τῶν ὅλων ποιητὴν σεβασμίου τιμῆς καὶ σχίζοντας τὴν τῶν προσεχόντων αὐτοῖς ψυχὴν προφάσει τιμῆς πλειόνων θεῶν ἀπὸ τοῦ ἑνὸς καὶ μόνου ἐναργοῦς καὶ ἀληθινοῦ θεοῦ; [5.4] Ἐπεὶ δὲ μετὰ ταῦτα, ὡς ἀποκριναμένων ἂν Ἰουδαίων ἢ Χριστιανῶν περὶ τῶν πρὸς ἀνθρώπους καταβαινόντων ὅτι εἶεν ἄγγελοι, φησίν· εἰ δέ τινας ἀγγέλους φατὲ, καὶ προσεπερωτᾷ λέγων· τίνας τούτους λέγετε; θεοὺς ἢ ἄλλο τι γένος; εἶτα πάλιν οἱονεὶ ἀποκριναμένους ἄγει ὅτι ἄλλο τι ὡς εἰκὸς, τοὺς δαίμονας· φέρε καὶ ταῦτα κατανοήσωμεν. ὁμολογουμένως μὲν γὰρ καὶ ἀγγέλους φαμὲν, „λειτουργικὰ“ ὄντας „πνεύματα“ καὶ „εἰς διακονίας ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν“, ἀναβαίνειν μὲν προσάγοντας τὰς τῶν ἀνθρώπων ἐντεύξεις ἐν τοῖς καθαρωτάτοις τοῦ κόσμου χωρίοις ἐπουρανίοις ἢ καὶ τοῖς τούτων καθαρωτέροις ὑπερουρανίοις, καταβαίνειν δ᾿ αὖ ἐκεῖθεν φέροντας ἑκάστῳ κατ᾿ ἀξίαν τῶν ἀπὸ θεοῦ τι αὐτοῖς διακονεῖν τοῖς εὐεργετουμένοις προστασσομένων. τούτους δὴ ἀγγέλους ἀπὸ τοῦ ἔργου αὐτῶν μεμαθηκότες καλεῖν, εὑρίσκομεν αὐτοὺς διὰ τὸ θείους εἶναι καὶ „θεοὺς“ ἐν ταῖς ἱεραῖς ποτε ὀνομαζομένους γραφαῖς, ἀλλ᾿ οὐχ ὥστε προστάσσεσθαι ἡμῖν τοὺς διακονοῦντας καὶ φέροντας ἡμῖν τὰ τοῦ θεοῦ σέβειν καὶ προσκυνεῖν ἀντὶ τοῦ θεοῦ. πᾶσαν μὲν γὰρ δέησιν καὶ προσευχὴν καὶ ἔντευξιν καὶ εὐχαριστίαν ἀναπεμπτέον τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἐπὶ πάντων ἀγγέλων ἀρχιερέως, ἐμψύχου λόγου καὶ θεοῦ. δεησόμεθα δὲ καὶ αὐτοῦ τοῦ λόγου καὶ ἐντευξόμεθα αὐτῷ καὶ εὐχαριστήσομεν καὶ προσευξόμεθα δὲ, ἐὰν δυνώμεθα κατακούειν τῆς περὶ προσευχῆς κυριολεξίας καὶ καταχρήσεως. [5.5] Ἀγγέλους γὰρ καλέσαι μὴ ἀναλαβόντας τὴν ὑπὲρ ἀνθρώπους περὶ αὐτῶν ἐπιστήμην οὐκ εὔλογον. ἵνα δὲ καὶ καθ᾿ ὑπόθεσιν ἡ περὶ αὐτῶν ἐπιστήμη θαυμάσιός τις οὖσα καὶ ἀπόῤῥητος καταληφθῇ, αὕτη ἡ ἐπιστήμη, παραστήσασα τὴν φύσιν αὐτῶν καὶ ἐφ᾿ οἷς εἰσιν ἕκαστοι τεταγμένοι, οὐκ ἐάσει ἄλλῳ θαῤῥεῖν εὔχεσθαι ἢ τῷ πρὸς πάντα διαρκεῖ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ σωτῆρος ἡμῶν υἱοῦ θεοῦ· ὅς ἐστι „λόγος“ καὶ σοφία καὶ ἀλήθεια καὶ ὅσα ἄλλα λέγουσι περὶ αὐτοῦ αἱ τῶν προφητῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ Ἰησοῦ γραφαί. ἀρκεῖ δὲ πρὸς τὸ ἵλεως ἡμῖν τοὺς ἁγίους ἀγγέλους εἶναι τοῦ θεοῦ καὶ πάντα πράττειν αὐτοὺς ὑπὲρ ἡμῶν ἡ πρὸς τὸν θεὸν διάθεσις ἡμῶν, ὅση δύναμις ἀνθρωπίνῃ φύσει, μιμουμένη τὴν ἐκείνων προαίρεσιν, μιμουμένων αὐτῶν τὸν θεόν· καὶ ἡ πρὸς τὸν υἱὸν αὐτοῦ λόγον κατὰ τὸ ἐφικτὸν ἡμῖν διάληψις, οὐκ ἐναντιουμένη τῇ τρανοτέρᾳ περὶ αὐτοῦ διαλήψει τῶν ἁγίων ἀγγέλων ἀλλ᾿ ἐπ᾿ ἐκείνην ὁσημέραι τῇ τρανότητι καὶ διαρθρώσει σπεύδουσα. ὡς μὴ ἀναγνοὺς δὲ τὰς ἱερὰς ἡμῶν γραφὰς ὁ Κέλσος ἑαυτῷ ἀποκρίνεται ὡς ἀφ᾿ ἡμῶν ὅτι ἄλλο τι γένος παρὰ θεοῦ φαμεν τοὺς καταβαίνοντας ἐπ᾿ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀγγέλους καί φησιν ὡς τὸ εἰκὸς λεχθῆναι ἂν αὐτοὺς ὑφ᾿ ἡμῶν δαίμονας· οὐχ ὁρῶν ὅτι τὸ τῶν δαιμόνων ὄνομα οὐδὲ μέσον ἐστὶν ὡς τὸ τῶν ἀνθρώπων, ἐν οἷς τινὲς μὲν ἀστεῖοι τινὲς δὲ φαῦλοί εἰσιν, οὔτ᾿ ἀστεῖον, ὁποῖόν ἐστι τὸ τῶν θεῶν, τασσόμενον οὐκ ἐπὶ φαύλων, ἐπὶ δαιμονίων ἢ ἐπὶ ἀγαλμάτων ἢ ἐπὶ ζῴων. ἀλλ᾿ ὑπὸ τῶν τὰ θεοῦ ἐγνωκότων ἐπὶ τῶν ἀληθῶς θειοτέρων καὶ μακαρίων. ἀεὶ δ᾿ ἐπὶ τῶν φαύλων ἔξω τοῦ παχυτέρου σώματος δυνάμεων τάσσεται τὸ τῶν δαιμόνων ὄνομα, πλανώντων καὶ περισπώντων τοὺς ἀνθρώπους καὶ καθελκόντων ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὑπερουρανίων ἐπὶ τὰ τῇδε πράγματα. [5.6] Μετὰ ταῦτα δὲ τοιαύτην ἐκτίθεται περὶ Ἰουδαίων λέξιν· πρῶτον οὖν τῶν Ἰουδαίων θαυμάζειν ἄξιον, εἰ τὸν μὲν οὐρανὸν καὶ τοὺς ἐν τῷδε ἀγγέλους σέβουσι, τὰ σεμνότατα δὲ αὐτοῦ μέρη καὶ δυνατώτατα, ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ἀπλανεῖς τε καὶ πλανήτας, ταῦτα παραπέμπουσιν· ὡς ἐνδεχόμε νον τὸ μὲν ὅλον εἶναι θεὸν, τὰ δὲ μέρη αὐτοῦ μὴ θεῖα. ἢ τοὺς μὲν ἐν σκότῳ που ἐκ γοητείας οὐκ ὀρθῆς τυφλώττουσιν ἢ δι᾿ ἀμυδρῶν φασμάτων ὀνειρώττουσιν ἐγχρίμπτειν λεγομένους εὖ μάλα θρησκεύειν, τοὺς δ᾿ ἐναργῶς οὕτως καὶ λαμπρῶς ἅπασι προφητεύοντας, δι᾿ ὧν ὑετούς τε καὶ θάλπη καὶ νέφη καὶ βροντὰς, ἃς προσκυνοῦσι, καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας ταμιεύεσθαι, δι᾿ ὧν αὐτοῖς ἀνακαλύπτεσθαι τὸν θεὸν, τοὺς φανερωτάτους τῶν ἄνω κήρυκας, τοὺς ὡς ἀληθῶς οὐρανίους ἀγγέλους, τούτους ἡγεῖσθαι τὸ μηδέν, ἐν τούτοις δὲ δοκεῖ μοι συγκεχύσθαι ὁ Κέλσος καὶ ἀπὸ παρακουσμάτων ἃ μὴ ᾔδει γεγραφέναι· σαφὲς γὰρ τοῖς τὰ Ἰουδαίων ἐξετάζουσι καὶ τὰ Χριστιανῶν ἐκείνοις συνάπτουσιν ὅτι τῷ μὲν νόμῳ ἀκολουθοῦντες Ἰουδαῖοι, λέγοντι ἐκ προσώπου θεοῦ· „οὐκ ἔσονταί σοι (θεοὶ) ἕτεροι πλὴν ἐμοῦ, οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς,“ οὐδὲν ἄλλο σέβουσιν ἢ τὸν ἐπὶ πᾶσι θεὸν, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὰ λοιπὰ πάντα, δῆλον δ᾿ ὅτι οἱ κατὰ τὸν νόμον βιοῦντες σέβοντες τὸν ποιήσαντα τὸν οὐρανὸν οὐ συσσέβουσι τῷ θεῷ τὸν οὐρανόν, ἀλλὰ καὶ τοὺς ἐν τῷ οὐρανῷ ἀγγέλους οὐδεὶς τῶν δουλευόντων τῷ Μωϋσέως νόμῳ προσκυνεῖ· ὁμοίως δὲ τῷ μὴ προσκυνεῖν ἥλιον καὶ σελήνην καὶ τοὺς ἀστέρας, „τὸν κόσμον τοῦ οὐρανοῦ“, ἀπέχονται τοῦ προσκυνεῖν οὐρανὸν καὶ τοὺς ἐν αὐτῷ ἀγγέλους, πειθόμενοι τῷ λέγοντι νόμῳ· „καὶ μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, ἃ ἀπένειμε κύριος ὁ θεός σου αὐτὰ πᾶσι τοῖς ἔθνεσιν.“ [5.7] Ἀλλὰ καὶ ἑαυτῷ λαβὼν, ὡς ἄρα θεὸν νομίζουσι τὸν οὐρανὸν Ἰουδαῖοι, τούτῳ ὡς ἄτοπον ἐπιφέρει, ἐγκαλῶν τοῖς προσκυνοῦσι μὲν τὸν οὐρανὸν οὐχὶ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, ὅτι τοῦτο ποιοῦ σιν Ἰουδαῖοι ὡς ἐνδεχόμενον τὸ μὲν ὅλον εἶναι (θεὸν), τὰ μέρη δ᾿ αὐτοῦ μὴ θεῖα· καὶ ὅλον μὲν ἔοικε λέγειν τὸν οὐρανὸν μέρη δ᾿ αὐτοῦ ἥλιον καὶ σελήνην καὶ ἀστέρας. οὐ λέγουσι μὲν οὖν σαφῶς οὔτε Ἰουδαῖοι οὔτε Χριστιανοὶ τὸν οὐρανὸν θεόν. ἀλλὰ δεδόσθω κατ᾿ αὐτὸν λέγεσθαι ὑπὸ Ἰουδαίων θεὸν εἶναι τὸν οὐρανὸν, ἔστω δὲ καὶ μέρη τοῦ οὐρανοῦ ἥλιος καὶ σελήνη καὶ ἀστέρες (ὅπερ οὐ πάντως ἐστὶν ἀληθὲς. οὐδὲ γὰρ τὰ ἐπὶ γῆς ζῷα καὶ φυτὰ μέρη γῆς)· πόθεν δὴ καὶ καθ᾿ Ἕλληνας ἀληθὲς ὅτι, ἐὰν ὅλον τι θεὸς ᾖ, ἤδη καὶ τὰ μέρη αὐτοῦ ἐστι θεῖα; σαφῶς δὴ τὸν ὅλον κόσμον λέγουσιν εἶναι θεὸν, Στωϊκοὶ μὲν τὸν πρῶτον οἱ δ᾿ ἀπὸ Πλάτωνος τὸν δεύτερον τινὲς δ᾿ αὐτῶν τὸν τρίτον. ἆρ᾿ οὖν κατὰ τοὺς τοιούτους. ἐπεὶ τὸ ὅλον ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ τὰ μέρη αὐτοῦ θεῖα· ὡς εἶναι θεῖα οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ πάντα τὰ ἄλογα ζῷα. μέρη ὄντα τοῦ κόσμου, πρὸς δὲ τούτοις καὶ τὰ φυτά; εἰ δὲ μέρη τοῦ κόσμου καὶ τὰ ὄρη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι, ἆρ᾿ ἐπεὶ ὅλος ὁ κόσμος θεός ἐστιν, ἤδη καὶ οἱ ποταμοὶ καὶ αἱ θάλασσαι θεοί εἰσιν; ἀλλ᾿ οὐδὲ τοῦτο φήσουσιν Ἕλληνες· τοὺς δ᾿ ἐπιστατοῦντας εἰ ἄρα δαίμονας (ἢ θεοὺς, ὡς ἐκεῖνοι ὀνομάζουσι) ποταμοῖς καὶ θαλάσσαις, τούτους ἂν λέγοιεν θεούς· καὶ τὸ καθολικὸν Κέλσου γίνεται καὶ καθ᾿ Ἕλληνας, τοὺς τὴν πρόνοιαν εἰσάγοντας. ψεῦδος, ὅτι ἐάν τι ὅλον ᾖ θεὸς. πάντως τὰ μέρη τούτου ἐστὶ θεῖα. ἀκολουθεῖ δὲ τῷ Κέλσου λόγῳ. ἐὰν θεὸς ᾖ ὁ κόσμος, πάντα τὰ ἐν αὐτῷ εἶναι θεῖα, μέρη ὄντα τοῦ κόσμου. καὶ κατὰ τοῦτο θεῖα ἔσται ζῷα μυῖαι καὶ σκνίφες καὶ σκώληκες καὶ πᾶν τὸ τῶν ὄφεων εἶδος ἀλλὰ καὶ τὸ τῶν ὀρνέων καὶ τὸ τῶν ἰχθύων· ἅπερ οὐδ᾿ οἱ λέγοντες θεὸν εἶναι τὸν κόσμον φήσουσιν. οἱ (δὲ) κατὰ τὸν τοῦ Μωϋσέως νόμον βιοῦντες Ἰουδαῖοι, κἂν μηδὲν εἰδῶσιν ἐκδέχεσθαι κεκρυμμένως εἰρημένον τοῦ νόμου βούλημα καὶ ἀπόῤῥητόν τι ἐμφαῖνον, οὔτε τὸν οὐρανὸν φήσουσιν εἶναι θεὸν οὔτε τοὺς ἀγγέλους. [5.8] Ἐπεὶ δὲ φάσκομεν αὐτὸν συγκεχύσθαι ἔκ τινων παρακουσμάτων, φέρε καὶ ταῦτα ἡμεῖς κατὰ τὸ δυνατὸν ἡμῖν τρανώσωμεν καὶ παραστήσωμεν ὅτι, Κέλσου νομίζοντος Ἰουδαϊκὸν εἶναι τὸ προσκυνεῖν οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ ἀγγέλοις, οὐκ Ἰουδαϊκὸν μὲν τὸ τοιοῦτον, παραβατικὸν δὲ ἰουδαϊσμοῦ ἐστιν, ὥσπερ καὶ τὸ προσκυνεῖν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις ἀλλὰ καὶ τοῖς ἀγάλμασιν. εὑρήσεις γοῦν μάλιστα ἐν τῷ Ἱερεμίᾳ τὸν τοῦ θεοῦ λόγον, διὰ τοῦ προφήτου μεμφόμενον τῷ Ἰουδαίων λαῷ ὡς προσκυνοῦντι τὰ τοιαῦτα καὶ θύοντι „τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ“ καὶ „πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ.“ δηλοῦσι δὲ καὶ οἱ Χριστιανῶν λόγοι, κατηγοροῦντες τῶν ἐν Ἰουδαίοις ἁμαρτανομένων, ὅτι θεοῦ ἐγκαταλιπόντος τὸν λαὸν ἐκεῖνον ἐπί τισιν ἁμαρτήμασι καὶ ταῦτ᾿ αὐτοῖς ἡμαρτάνετο. ἐν μὲν γὰρ ταῖς Πράξεσι γέγραπται τῶν ἀποστόλων περὶ Ἰουδαίων ὅτι „ἔστρεψε δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, οἶκος Ἰσραὴλ, καὶ ἀνελάβετε τὴν σκηνὴν Μολὸχ καὶ τὸ ἄστρον τοῦ θεοῦ ῾Ρομφᾶ. τοὺς τύπους, οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς;“ παρὰ δὲ τῷ Παύλῳ, ἀκριβῶς τὰ Ἰουδαίων παιδευθέντι καὶ ὕστερον ἐκ παραδόξου ἐπιφανείας Ἰησοῦ χριστιανίσαντι. τοιαῦτ᾿ ἐν τῇ πρὸς Κολασσαεῖς λέλεκται· „μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ ἑώρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.“ ταῦτα δὲ μήτ᾿ ἀναγνοὺς μήτε μαθὼν ὁ Κέλσος οὐκ οἶδ᾿ ὅπως πεποίηκεν ὡς οὐ παρανομοῦντας Ἰουδαίους προσκυνεῖν τῷ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ ἀγγέλοις. [5.9] Ἔτι δ᾿ ὑποσυγκεχυμένος καὶ μὴ ἐπιμελῶς ἰδὼν τὰ κατὰ τὸν τόπον ᾠήθη ἀπὸ τῶν ἐν μαγγανείαις καὶ γοητείαις ἐπῳδῶν προτραπέντας Ἰουδαίους ἔκ τινων κατὰ τὰς ἐπῳδὰς φασμάτων ἐπιφαινομένων τοῖς ἐπᾴδουσι προσκυνεῖν τοὺς ἐν οὐρανῷ ἀγγέλους. οὐ συνιδὼν ὅτι καὶ τοῦτο παρὰ τὸν νόμον τοῖς γε ταῦτα ποιοῦσιν ἐγίνετο λέγοντα· „οὐκ ἐπακολουθήσετε ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε ἐκμιανθῆναι ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν.“ ἐχρῆν οὖν ἢ μηδ᾿ ὅλως ταῦτ᾿ εἰς Ἰουδαίους ἀναφέρειν τὸν τηροῦντα Ἰουδαίους ὡς φυλάσσοντας τὸν νόμον καὶ λέγοντα αὐτοὺς εἶναι τοὺς κατὰ τὸν νόμον βιοῦντας, ἢ ἀναφέροντα παραστῆσαι ὅτι τὰ τοιαῦτα οἱ παρανομοῦντες Ἰουδαῖοι ἐποίουν. ἀλλὰ πάλιν ὥσπερ παρανομοῦσιν οἱ τοὺς ἐν σκότῳ που καὶ ἐκ γοητείας θρησκεύοντες. τυφλώττοντες καὶ δι᾿ ἀμυδρῶν φασμάτων ὀνειρώττοντες, προσκυνοῦντες τοὺς ἐγχρίμπτειν λεγομένους καὶ τοῖς τοιούτοις· οὕτως καὶ οἱ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις θύοντες εὖ μάλα παρανομοῦσι. καὶ οὐκ ἦν κατὰ τὸν αὐτὸν λέγειν Ἰουδαίους καὶ φυλαττομένους προσκυνεῖν ἥλιον καὶ σελήνην καὶ ἄστρα, καὶ τὸ τοιοῦτον μὴ φυλαττομένους ἐπὶ οὐρανοῦ καὶ ἀγγέλων. [5.10] Εἰ δὲ χρὴ ἀπολογήσασθαι ἡμᾶς, ἐπ᾿ ἴσης μὴ προσκυνοῦντας ἀγγέλους καὶ ἥλιον καὶ σελήνην καὶ ἄστρα, περὶ τοῦ μηδὲ τοὺς λεγομένους ὑφ᾿ Ἑλλήνων ἐμφανεῖς θεοὺς καὶ αἰσθητοὺς προσκυνεῖν, φήσομεν ὅτι καὶ ὁ Μωϋσέως νόμος ἐπίσταται τούτους ἀπονεμηθέντας μὲν ὑπὸ τοῦ θεοῦ „πᾶσι τοῖς ἔθνεσιν ὑποκάτω τοῦ οὐρανοῦ“ οὐκέτι δὲ καὶ τοῖς εἰς ἐξαίρετον μερίδα ληφθεῖσι τῷ θεῷ παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη. γέγραπται γοῦν ἐν Δευτερονομίῳ· „καὶ μή ποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀ στέρας, πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς, α ἀπένειμε κύριος ὁ θεός σου πᾶσι τοῖς ἔθνεσι τοῖς ὑποκάτω παντὸς τοῦ οὐρανοῦ. ἡμᾶς δ᾿ ἔλαβε κύριος ὁ θεὸς καὶ ἐξήγαγεν ἡμᾶς ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, ἐξ Αἰγύπτου, εἶναι λαὸν αὐτῷ ἔγκληρον ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.“ „γένος“ τοίνυν „ἐκλεκτὸν“ καὶ „βασίλειον ἱεράτευμα“ καὶ „ἔθνος ἅγιον“ καὶ „λαὸς εἰς περιποίησιν“ κληθέντες ὑπὸ θεοῦ εἶναι ὁ Ἑβραίων λαὸς, περὶ ου τῷ Ἀβραὰμ προείρητο ἀπὸ τῆς πρὸς αὐτὸν τοῦ κυρίου φωνῆς· „ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν αὐτῷ· οὕτως. ἔσται τὸ σπέρμα σου,“ οὐκ ἔμελλε τὴν ἐλπίδα ἔχων οὕτω γενέσθαι ὡς οἱ ἐν οὐρανῷ ἀστέρες προσκυνεῖν ἐκείνους, οἷς ἐκ τοῦ συνιέναι καὶ τηρεῖν τὸν νόμον τοῦ θεοῦ ἐξομοιοῦσθαι ἔμελλον. καὶ γὰρ λέλεκται πρὸς αὐτούς· „κύριος ὁ θεὸς ὑμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδού ἐστε σήμερον ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει.“ καὶ ἐν τῷ Δανιὴλ δὲ προφητεύεται τοιαῦτα περὶ τῶν κατὰ τὴν ἀνάστασιν· „καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι.“ ὅθεν καὶ ὁ Παῦλος λαβὼν ἐν τοῖς περὶ ἀναστάσεώς φησι· „καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια· ἀλλ᾿ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα, ἑτέρα δὲ ἡ τῶν ἐπιγείων. ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ. οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν.“ οὐ τοίνυν ἦν εὔλογον τοὺς διδαχθέντας μεγαλοφυῶς ὑπεραναβαίνειν πάντα τὰ δημιουργήματα καὶ ἐλπίζειν τὰ ἄριστα περὶ αὐτῶν παρὰ τῷ θεῷ ἐπὶ τῷ καλλίστῳ βίῳ καὶ ἀκούσαντας τὸ „ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου“ καὶ τὸ „λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς,“ ἀσκοῦντας ἔχειν τὴν λαμπρὰν καὶ ἀμάραντον σοφίαν ἢ καὶ ἀνειληφότας αὐτὴν οὖσαν „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου,“ καταπλαγῆναι τὸ αἰσθητὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων φῶς ἐπὶ τοσοῦτον, ὥστε διὰ τὸ αἰσθητὸν φῶς ἐκείνων νομίσαι ἑαυτοὺς κάτω που εἶναι, ἔχοντας τηλικοῦτον νοητὸν γνώσεως φῶς καὶ „φῶς ἀληθινὸν“ καὶ „φῶς τοῦ κόσμου“ καὶ „φῶς τῶν ἀνθρώπων,“ κἀκείνοις προσκυνῆσαι· οὓς εἰ ἄρα προσκυνεῖσθαι ἐχρῆν. οὐ διὰ τὸ θαυμαζόμενον ὑπὸ τῶν πολλῶν αἰσθητὸν φῶς ἐχρῆν προσκυνεῖσθαι ἀλλὰ διὰ τὸ νοητὸν καὶ ἀληθινὸν, εἴπερ καὶ οἱ ἐν οὐρανῷ ἀστέρες ζῷά εἰσι λογικὰ καὶ σπουδαῖα καὶ ἐφωτίσθησαν τῷ φωτὶ τῆς γνώσεως ὑπὸ τῆς σοφίας, ἥτις ἐστὶν „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου.“ καὶ γὰρ τὸ μὲν αἰσθητὸν φῶς αὐτῶν ἔργον ἐστὶ τοῦ τῶν ὅλων δημιουργοῦ· τὸ δὲ νοητὸν τάχα καὶ αὐτῶν καὶ ἐκ τοῦ ἐν αὐτοῖς αὐτεξουσίου ἐληλυθός. [5.11] Οὐ χρὴ δὲ οὐδ᾿ αὐτὸ προσκυνεῖσθαι ὑπὸ τοῦ βλέποντος καὶ συνιέντος τὸ ἀληθινὸν φῶς, οὗ μετοχῇ καὶ ταυτὶ ἄρα πεφώτισται, οὐδ᾿ ὑπὸ τοῦ βλέποντος τὸν πατέρα τοῦ ἀληθινοῦ φωτὸς θεὸν. περὶ οὗ καλῶς λέλεκται τό· „ὁ θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.“ καὶ ὥσπερ οἱ διὰ τὸ φῶς αἰσθητὸν καὶ οὐράνιον εἶναι προσκυνοῦντες ἥλιον καὶ σελήνην καὶ ἄστρα οὐκ ἂν προσκυνήσαιεν σπινθῆρα πυρὸς ἢ λύχνον ἐπὶ γῆς, ὁρῶντες τὴν ἀσύγκριτον ὑπεροχὴν τῶν νομιζομένων ἀξίων προσκυνεῖσθαι παρὰ τὸ τῶν σπινθήρων καὶ τῶν λύχνων φῶς· οὕτως οἱ νοήσαντες, πῶς „ὁ θεὸς φῶς ἐστι,“ καταλαβόντες δὲ, πῶς ὁ υἱὸς τοῦ θεοῦ „φῶς ἀληθινόν“ ἐστιν, „ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον,“ συνιέντες δὲ καὶ, πῶς οὗτός φησι τό· „ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,“ οὐκ ἂν εὐλόγως προσκυνήσαιεν τὸν οἱονεὶ βραχὺν σπινθῆρα ὡς πρὸς φῶς τὸν θεὸν ἀληθινοῦ φωτὸς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις. καὶ οὐκ ἀτιμάζοντές γε τὰ τηλικαῦτα τοῦ θεοῦ δημιουργήματα οὐδ᾿ Ἀναξαγορείως „μύδρον διάπυρον“ λέγοντες εἶναι τὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας τοιαῦτά φαμεν περὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων, ἀλλ᾿ αἰσθανόμενοί τε τῆς ἀφάτῳ ὑπεροχῇ ὑπερεχούσης θειότητος τοῦ θεοῦ ἔτι δὲ καὶ τοῦ μονογενοῦς αὐτοῦ ὑπερέχοντος τὰ λοιπά. πειθόμενοι δὲ καὶ αὐτὸν ἥλιον καὶ σελήνην καὶ ἀστέρας εὔχεσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ, κρίνομεν μὴ δεῖν εὔχεσθαι τοῖς εὐχομένοις· ἐπεὶ καὶ αὐτοὶ ἀναπέμπειν ἡμᾶς βούλονται μᾶλλον ἐπὶ τὸν θεὸν, ᾧ εὔχονται. ἢ κατάγειν πρὸς ἑαυτοὺς ἢ μερίζειν ἡμῶν τὴν εὐκτικὴν δύναμιν ἀπὸ τοῦ θεοῦ καὶ πρὸς ἑαυτούς. χρήσομαι δὲ καὶ τούτῳ περὶ αὐτῶν κατὰ τὸν τόπον παραδείγματι· ὁ σωτὴρ ἡμῶν καὶ κύριος ἀκούσας ποτέ· „διδάσκαλε ἀγαθὲ,“ ἀναπέμπων τὸν λέγοντα τοῦτο ἐπὶ τὸν ἑαυτοῦ πατέρα φησί· „τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεὸς ὁ πατήρ.“ εἴπερ δὲ τοῦτ᾿ εὐλόγως ὡς „εἰκὼν“ τῆς ἀγαθότητος τοῦ θεοῦ τυγχάνων εἴρηκεν ὁ υἱὸς „τῆς ἀγάπης“ τοῦ πατρὸς, πῶς οὐχὶ εὐλογώτερον ἂν τοῖς προσκυνοῦ σιν εἶπεν ἥλιος· τί με προσκυνεῖς; „κύριον γὰρ τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις·“ ᾧ κἀγὼ καὶ πάντες οἱ σὺν ἐμοὶ προσκυνοῦμεν καὶ λατρεύομεν. κἂν μὴ τηλικοῦτος δέ τις ᾖ, οὐδὲν ἧττον καὶ ὁ τοιοῦτος εὐχέσθω τῷ λόγῳ τοῦ θεοῦ, δυναμένῳ αὐτὸν ἰάσασθαι, καὶ πολλῷ πλέον τῷ πατρὶ αὐτοῦ, ὃς καὶ τοῖς πρότερον δικαίοις „ἐξαπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.“ [5.12] Θεὸς οὖν κατὰ τὴν χρηστότητα αὐτοῦ οὐ τοπικῶς ἀλλὰ προνοητικῶς συγκαταβαίνει τοῖς ἀνθρώποις. καὶ ὁ τοῦ θεοῦ παῖς οὐ τότε μόνον ἀλλὰ καὶ ἀεὶ μετὰ τῶν ἰδίων μαθητῶν ἐστι, πληρῶν τὸ „ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος.“ καὶ εἴπερ „κλῆμα καρπὸν οὐ δύναται φέρειν,“ „ἐὰν μὴ ἐμμείνῃ τῇ ἀμπέλῳ,“ δῆλον ὅτι καὶ οἱ τοῦ λόγου μαθηταὶ, τὰ νοητὰ τῆς ἀληθινῆς ἀμπέλου τοῦ λόγου „κλήματα,“ οὐ δύνανται φέρειν τοὺς καρποὺς τῆς ἀρετῆς, ἐὰν μὴ μένωσιν ἐν τῇ ἀληθινῇ ἀμπέλῳ, τῷ Χριστῷ τοῦ θεοῦ καὶ μεθ᾿ ἡμῶν τῶν τοπικῶς κάτω ἐπὶ γῆς τυγχάνοντι, ὃς μετὰ τῶν πανταχοῦ προσπεφυκότων αὐτῷ ὢν, ἤδη δὲ καὶ μετὰ τῶν οὐκ εἰδότων αὐτὸν πανταχοῦ ἐστι. καὶ τοῦτό γε ὁ τὸ εὐαγγέλιον γράψας Ἰωάννης ἐκ προσώπου τοῦ βαπτιστοῦ Ἰωάννου δηλοῖ, λέγοντος· „μέσος ὑμῶν στήκει, ὃν ὑμεῖς οὐκ οἴδατε, ὀπίσω μου ἐρχόμενος.“ ἄτοπον δ᾿ ἐστὶν, τοῦ πληρώσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ εἰπόντος· „οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος“ ὄντος μεθ᾿ ἡμῶν καὶ πλησίον ἡμῶν τυγχάνοντος (πιστεύω γὰρ αὐτῷ λέγοντι· „θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ θεὸς πόῤῥωθεν. λέγει κύριος“), ζητεῖν εὔχεσθαι τῷ μὴ φθάνοντι ἐπὶ τὰ σύμπαντα ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν ἀστέρων. ἔστω δὲ, ἵνα αὐταῖς ταῖς λέξεσι Κέλσου χρήσωμαι, προφητεύοντας εἶναι ὑετοὺς καὶ θάλπη καὶ νέφη καὶ βροντὰς ἥλιον καὶ σελήνην καὶ ἀστέρας· ἆρ᾿ οὖν, εἰ προφητεύουσιν οὗτοι τὰ τηλικαῦτα, οὐχὶ μᾶλλον τῷ θεῷ, ᾧ ὑπουργοῦντες προφητεύουσι, προσκυνητέον κἀκεῖνον σεπτέον ἤπερ τοῖς προφήταις αὐτοῦ; προφητευέτωσαν οὖν καὶ ἀστραπὰς καὶ καρποὺς καὶ γονὰς ἁπάσας, καὶ πάντα ταμιευέσθωσαν τὰ τοιαῦτα· ἀλλ᾿ οὐ διὰ τοῦτο προσκυνήσομεν τοὺς προσκυνοῦντας ὡς οὐδὲ Μωϋσέα καὶ τοὺς μετ᾿ αὐτὸν ἐκ θεοῦ προφητεύσαντας τὰ κρείττονα ὑετῶν τε καὶ θάλπους καὶ νεφῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ καρπῶν καὶ πασῶν γονῶν αἰσθητῶν. ἀλλὰ κἂν ἔχωσιν ἥλιος καὶ σελήνη καὶ ἀστέρες προφητεύειν προφητείας κρείττονας ὑετῶν, οὐδ᾿ οὕτως αὐτοὺς ἀλλὰ τὸν πατέρα τῶν ἐν αὐτοῖς προφητειῶν καὶ τὸν διάκονον αὐτῶν λόγον τοῦ θεοῦ προσκυνήσομεν. ἀλλ᾿ ἔστω καὶ κήρυκας αὐτοῦ εἶναι καὶ ἀληθῶς οὐρανίους ἀγγέλους, πῶς οὖν οὐχὶ καὶ οὕτως τὸν κηρυσσόμενον ὑπ᾿ αὐτῶν θεὸν καὶ τὸν ἀγγελλόμενον μᾶλλον προσκυνητέον ἢ τοὺς κήρυκας καὶ τοὺς ἀγγέλους αὐτοῦ; [5.13] Ἑαυτῷ δὲ λαμβάνει Κέλσος ὅτι ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἡγούμεθα εἶναι τὸ μηδέν. περὶ ὧν ὁμολογοῦμεν ὅτι καὶ αὐτοὶ „τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ“ ἀπεκδέχονται, „τῇ“ τῶν ὑλικῶν σωμάτων „ματαιότητι“ ἐπὶ τοῦ παρόντος ὑποτεταγμένοι, „διὰ τὸν ἐπ᾿ ἐλπίδι ὑποτάξαντα.“ εἰ δ᾿ ἀνεγνώκει ὁ Κέλσος καὶ ἄλλα μὲν μυρία. ὅσα περὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων φαμὲν, καὶ τὸ „αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς“ καὶ τὸ „αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,“ οὐκ ἂν περὶ ἡμῶν ἀπεφήνατο ὅτι λέγομεν τὰ τηλικαῦτα, αἰνοῦντα μεγάλως τὸν θεὸν, εἶναι τὸ μηδέν. οὐκ οἶδε δ᾿ ὁ Κέλσος οὐδὲ τὸ „ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι, ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.“ καὶ ἐν τούτοις δὴ τέλος ἐχέτω ἡ περὶ τοῦ μὴ σέβειν ἡμᾶς ἥλιον καὶ σελήνην καὶ ἀστέρας ἀπολογία. ἐκθώμεθα δὲ καὶ τὴν ἑξῆς λέξιν, ἵνα μετὰ τοῦτο πρὸς αὐτὴν θεοῦ διδόντος εἴπωμεν τὰ ἀπὸ τοῦ τῆς ἀληθείας φωτὸς δοθησόμενα ἡμῖν. [5.14] Λέγει οὖν ταῦτα· ἠλίθιον δ᾿ αὐτῶν καὶ τὸ νομίζειν, ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ, τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν, οὐ μόνον τοὺς ζῶντας ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας αὐταῖς σαρξὶν ἐκείναις ἀπὸ τῆς γῆς ἀναδύντας, ἀτεχνῶς σκωλήκων ἡ ἐλπίς. ποία γὰρ ἀνθρώπου ψυχὴ ποθήσειεν ἔτι σῶμα σεσηπός; ὁπότε μηδ᾿ ὑμῶν τοῦτο τὸ δόγμα καὶ τῶν Χριστιανῶν ἐνίοις κοινόν ἐστι, καὶ τὸ σφόδρα μιαρὸν αὐτοῦ καὶ ἀπόπτυστον ἅμα καὶ ἀδύνατον ἀποφαίνειν· ποῖον γὰρ σῶμα πάντῃ διαφθαρὲν οἷόν τε ἐπανελθεῖν εἰς τὴν ἐξ ἀρχῆς φύσιν καὶ αὐτὴν ἐκείνην, ἐξ ἧς ἐλύθη, τὴν πρώτην σύστασιν; οὐδὲν ἔχοντες ἀποκρίνασθαι καταφεύγουσιν εἰς ἀτοπωτάτην ἀναχώρησιν, ὅτι πᾶν δυνατὸν τῷ θεῷ. ἀλλ᾿ οὔτι γε τὰ αἰσχρὰ ὁ θεὸς δύναται οὐδὲ τὰ παρὰ φύσιν βούλεται· οὐδ᾿ ἂν σύ τι ἐπιθυμήσῃς κατὰ τὴν σαυτοῦ μοχθηρίαν βδελυρὸν, ὁ θεὸς τοῦτο δυνήσεται, καὶ χρὴ πιστεύειν εὐθὺς ὅτι ἔσται. οὐ γὰρ τῆς πλημμελοῦς ὀρέξεως οὐδὲ τῆς πεπλανημένης ἀκοσμίας ἀλλὰ τῆς ὀρθῆς καὶ δικαίας φύσεως ὁ θεός ἐστιν ἀρχηγέτης. καὶ ψυχῆς μὲν αἰώνιον βιοτὴν δύναιτ᾿ ἂν παρασχεῖν· „νέκυες δὲ,“ φησὶν Ἡράκλειτος, „κοπρίων ἐκβλητότεροι.“ σάρκα δὴ, μεστὴν ὧν οὐδὲ εἰπεῖν καλὸν, αἰώνιον ἀποφῆναι παραλόγως οὔτε βουλήσεται ὁ θεὸς οὔτε δυνήσεται. αὐτὸς γάρ ἐστιν ὁ πάντων τῶν ὄντων λόγος· οὐδὲν οὖν οἷός τε παράλογον οὐδὲ παρ᾿ ἑαυτὸν ἐργάσασθαι. [5.15] Ὅρα δὴ ἐντεῦθεν ἀπ᾿ ἀρχῆς πῶς τὴν καὶ παρ᾿ Ἑλλήνων τισὶν οὐκ εὐκαταφρονήτως φιλοσοφήσασιν εἰσαγομένην τοῦ κόσμου ἐκπύρωσιν μετὰ χλεύης διαβάλλων θέλει ἡμᾶς ὡσπερεὶ μάγειρον ποιοῦντας τὸν θεὸν εἰσάγειν τὰ περὶ τῆς ἐκπυρώσεως· οὐ συνιδὼν ὅτι, ὥσπερ Ἑλλήνων τισὶν ἔδοξε (τάχα παρὰ τοῦ ἀρχαιοτάτου ἔθνους Ἑβραίων λαβοῦσι), τὸ πῦρ καθάρσιον ἐπάγεται τῷ κόσμῳ εἰκὸς δ᾿ ὅτι καὶ ἑκάστῳ τῶν δεομένων τῆς διὰ τοῦ πυρὸς δίκης ἅμα καὶ ἰατρείας· καίοντος μὲν καὶ οὐ κατακαίοντος τοὺς μὴ ἔχοντας ὕλην δεομένην ἀναλοῦσθαι ὑπ᾿ ἐκείνου τοῦ πυρὸς, καίοντος δὲ καὶ κατακαίοντος τοὺς ἐν τῇ διὰ τῶν πράξεων καὶ λόγων καὶ νοημάτων τροπικῶς λεγομένῃ οἰκοδομῇ „ξύλα, χόρτον ἢ καλάμην“ οἰκοδομήσαντας. φασὶ δ᾿ οἱ θεῖοι λόγοι τὸν κύριον „ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποίαν πλυνόντων“ ἑκάστῳ τῶν δεομένων ἐπιδημήσειν διὰ τὸ ἀναμεμῖχθαι οἱονεὶ φαύλην χυτὴν ὕλην τὴν ἀπὸ τῆς κακίας, δεομένων δὲ λέγω πυρὸς, οἱονεὶ χωνεύοντος τοὺς ἀναμεμιγμένους „χαλκῷ“ „καὶ κασσιτέρῳ καὶ μολίβδῳ.“ καὶ ταῦτα τὸν βουλόμενον ἔστιν ἀπὸ τοῦ προφήτου Ἰεζεκιὴλ μαθεῖν. ὅτι δὲ οὐχ ὡς μάγειρόν φαμεν τὸ πῦρ ἐπιφέρειν τὸν θεὸν ἀλλ᾿ ὡς θεὸν εὐεργέτην τῶν χρῃζόντων πόνου καὶ πυρὸς, μαρτυρήσει καὶ ὁ προφήτης ῾Πσαΐας ἐν ᾧ γέγραπται λελέχθαι πρός τι ἔθνος ἁμαρτωλόν· „ὅτι ἔχεις ἄνθρακας πυρὸς, καθίσαι ἐπ᾿ αὐτοῖς· οὗτοι ἔσονταί σοι βοήθεια.“ οἰκονομούμενος δ᾿ ὁ λόγος ἁρμόζοντα πλήθεσιν ἐντευξομένοις τῇ γραφῇ ἐπικεκρυμμένως μετὰ σοφίας λέγει τὰ σκυθρωπὰ εἰς φόβον τῶν μὴ δυναμένων ἄλλως ἐπιστρέψειν ἀπὸ τῆς χύσεως τῶν ἁμαρτημάτων· πλὴν καὶ οὕτως ὁ τηρῶν εὑρήσει ἐμφαινόμενον τὸ ἀπὸ τῶν σκυθρωπῶν καὶ ἐπιπόνων ἐπαγόμενον τοῖς ἀλγοῦσι τέλος. ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι ἀπὸ τοῦ Ἡσαΐου τό· „ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σὲ, ἵνα μὴ ἐξολοθρεύσω σε.“ ἠναγκάσθημεν δὲ τὰ μὴ ἁρμόζοντα τοῖς ἁπλούστερον πιστεύουσι καὶ δεομένοις τῆς ἁπλουστέρας ἐν λόγοις οἰκονομίας αἰνίξασθαι, ἵνα μὴ δοκῶμεν ἀνεξέλεγκτον ἐᾶν τὴν τοῦ Κέλσου κατηγορίαν, λέγοντος· ἐπειδὰν ὁ θεὸς ὥσπερ μάγειρος ἐπενέγκῃ τὸ πῦρ. [5.16] Ἐκ δὲ τῶν εἰρημένων τοῖς συνετώτερον ἀκούουσι δῆλον, πῶς ἀπαντητέον καὶ πρὸς τό· τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν. οὐ θαυμαστὸν δ᾿ εἰ τοιαῦτα νενόηκε „τὰ“ ἐν ἡμῖν ὑπὸ τοῦ λόγου „μωρὰ τοῦ κόσμου“ ὀνομαζόμενα καὶ „ἀγενῆ“ καὶ „ἐξουδενωμένα“ καὶ „μὴ ὄντα,“ ἅτινα „διὰ τῆς μωρίας τοῦ κηρύγματος εὐδόκησεν ὁ θεὸς σῶσαι τοὺς πιστεύοντας αὐτῷ, ἐπεὶ μὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεὸν,“ οὐ δυνάμενα διαρθρῶσαι τὰ κατὰ τοὺς τόπους οὐδὲ βουληθέντα σχολάσαι τῇ ἐρεύνῃ τῆς γραφῆς, καίτοι γε τοῦ Ἰησοῦ λέγοντος· „ἐρευνᾶτε τὰς γραφὰς,“ καὶ τοιαῦτα ὑπείληφε περὶ τοῦ ἐπαγομένου πυρὸς ὑπὸ τοῦ θεοῦ καὶ περὶ τῶν συμβησομένων τοῖς ἁμαρτήσασι. καὶ τάχα ὥσπερ τοῖς παισὶν ἁρμόζει τινὰ λέγεσθαι κατάλληλα τῇ νηπιότητι αὐτῶν πρὸς τὸ ὡς παῖδας κομιδῇ νηπίους ἐπιστρέφειν αὐτοὺς ἐπὶ τὸ βέλτιον, οὕτως οἷς ὠνόμασεν ὁ λόγος μωροῖς τοῦ κόσμου καὶ ἀγενέσι καὶ ἐξουδενωμένοις ἡ πρόχειρος ἁρμόζει περὶ τῶν κολάσεων ἐκδοχὴ, οὐ χωροῦσιν ἄλλην ἢ τὴν διὰ φόβου καὶ φαντασίας τῶν κολάσεων ἐπιστροφὴν καὶ τῶν πολλῶν κακῶν ἀποχήν. ὁ λόγος οὖν μόνους μὲν ἀγεύστους τοῦ πυρὸς καὶ τῶν κολάσεών φησι διαμενεῖν τοὺς τὰ δόγματα καὶ τὰ ἤθη καὶ τὸ ἡγεμονικὸν ἄκρως κεκαθαρμένους· τοὺς δὲ μὴ τοιούτους, κατὰ τὴν ἀξίαν χρῄζοντας τῆς διὰ πυρὸς κολάσεως οἰκονομίας, ἐν τούτοις ἐπί τινι τέλει φησὶν ἔσεσθαι, ὃ τῷ θεῷ ἁρμόζει ἐπάγειν τοῖς „κατ᾿ εἰκόνα“ αὐτοῦ πεποιημένοις καὶ παρὰ τὸ βούλημα τῆς „κατ᾿ εἰκόνα“ φύσεως βεβιωκόσι. καὶ ταῦτα δὲ πρὸς τό· τὸ μὲν ἄλλο πᾶν ἐξοπτήσεσθαι γένος, αὐτοὺς δὲ μόνους διαμενεῖν. [5.17] Εἶτα τούτοις ἑξῆς παρακούσας ἤτοι τῶν ἱερῶν γραμμάτων ἢ τῶν μὴ νενοηκότων τὰ ἱερὰ γράμματά φησιν ὑφ᾿ ἡμῶν λέγεσθαι μόνους διαμενεῖν κατὰ τὸν καιρὸν τοῦ ἐπαχθησομένου τῷ κόσμῳ διὰ πυρὸς καθαρσίου οὐ μόνον τοὺς ζῶντας τότε ἀλλὰ καὶ τοὺς πάλαι ποτὲ ἀποθανόντας· οὐχ ὑπολαβὼν μετά τινος ἀποῤῥήτου σοφίας λελέχθαι παρὰ τῷ ἀποστόλῳ τοῦ Ἰησοῦ τό· „οὐ πάντες κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ ἐχρῆν δ᾿ αὐτὸν ἐπιστῆσαι, τί νοήσας ὁ λέγων ταῦτα ὡς οὐδαμῶς νεκρὸς χωρίσας ἑαυτὸν ἀπ᾿ ἐκείνων καὶ τοὺς παραπλησίους ἑαυτῷ ἔλεγε μετὰ τὸ „καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι“· „καὶ ἡμεῖς ἀλλαγησόμεθα.“ εἰς δὲ βεβαίωσιν τοῦ τοιαῦτά τινα νενοηκότα τὸν ἀπόστολον γεγραφέναι. ἃ παρεθέμην ἐκ τῆς πρὸς Κορινθίους προτέρας, παραθήσομαι καὶ τὰ ἐκ τῆς πρὸς Θεσσαλονικεῖς προτέρας, ἐν ᾗ φησιν ὁ Παῦλος ὡς ζῶν καὶ ἐγρηγορὼς καὶ ἕτερος ὢν τῶν κοιμηθέντων τοιαῦτα· „τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ καταβήσεται ἀπ᾿ οὐρανοῦ.“ εἶτα πάλιν ἑξῆς τούτοις ἄλλους ἐπιστάμενος τοὺς ἐν Χριστῷ νεκροὺς παρ᾿ ἑαυτὸν καὶ τοὺς παραπλησίους αὐτῷ ἐπιφέρει λέγων· „οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα.“ [5.18] Ἐπεὶ δ᾿ ἐπὶ πλέον κεκωμῴδηκε τὴν κεκηρυγμένην μὲν τῆς σαρκὸς ἀνάστασιν ἐν ταῖς ἐκκλησίαις ὑπὸ δὲ τῶν συνετωτέρων τρανότερον νενοημένην. καὶ οὐ χρὴ αὖθις ἐκτίθεσθαι τὴν λέξιν αὐτοῦ ἅπαξ προειρημένην· φέρε καὶ περὶ τοῦ προβλήματος τούτου. ὡς ἐν τῇ πρὸς ἀλλότριον τῆς πίστεως ἀπολογίᾳ γραφομένῃ διὰ τοὺς ἔτι νηπίους καὶ κλυδωνιζομένους καὶ περιφερομένους „παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, (ἐν πανουργίᾳ) πρὸς τὴν μεθοδίαν τῆς πλάνης.“ ὀλίγα ἐστοχασμένως τῶν ἐντευξομένων κατὰ τὸ δυνατὸν ἡμῖν ἐκθώμεθα καὶ παραστήσωμεν. οὔτε μὲν οὖν ἡμεῖς οὔτε τὰ θεῖα γράμματα αὐταῖς φησι σαρξὶ, μηδεμίαν μεταβολὴν ἀνειληφυίαις τὴν ἐπὶ τὸ βέλτιον, ζήσεσθαι τοὺς πάλαι ἀποθανόντας, ἀπὸ τῆς γῆς ἀναδύντας· ὁ δὲ Κέλσος ἡμᾶς συκοφαντεῖ ταῦτα λέγων. ἀκούομεν γὰρ καὶ πολλῶν γραφῶν περὶ ἀναστάσεως ἀξίως θεοῦ λεγουσῶν, ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος τὴν Παύλου παραθέσθαι ἀπὸ τῆς πρὸς Κορινθίους προτέρας λέξιν, φάσκοντος· „ἀλλ᾿ ἐρεῖ τις· πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; ἄφρον. σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπερίρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν· ὁ δὲ θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα.“ ὅρα γὰρ τίνα τρόπον ἐν τούτοις „οὐ τὸ γενησόμενον σῶμά“ φησι σπείρεσθαι, ἀλλ᾿ ἀπὸ τοῦ σπειρομένου καὶ γυμνοῦ βαλλομένου ἐπὶ τὴν γῆν λέγει διδόντος τοῦ θεοῦ „ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα“ οἱονεὶ ἀνάστασιν γίνεσθαι, ἀπὸ τοῦ καταβεβλημένου σπέρματος ἐγειρομένου στάχυος ἐν τοῖς τοιοῖσδε, οἱονεὶ ἐν νάπυϊ ἢ ἐπὶ μείζονος δένδρου ἐν ἐλαίας πυρῆνι ἤ τινι τῶν ἀκροδρύων. [5.19] „Ὁ θεὸς“ οὖν „δίδωσιν“ „ἑκάστῳ“ „σῶμα, καθὼς ἐθέ λησεν,“ ὥσπερ ἐπὶ τῶν σπειρομένων οὕτω καὶ ἐπὶ τῶν οἱονεὶ σπειρομένων ἐν τῷ ἀποθνῄσκειν καὶ καιρῷ ἐπιτηδείῳ ἀναλαμβανόντων ἐκ τῶν σπειρομένων τὸ περιτιθέμενον ἑκάστῳ κατὰ τὴν ἀξίαν „σῶμα“ ὑπὸ τοῦ θεοῦ. ἀκούομεν δὲ καὶ τοῦ διὰ πλειόνων διδάσκοντος λόγου τὴν διαφορὰν τοῦ οἱονεὶ σπειρομένου πρὸς τὸ ὡσπερεὶ ἐγειρόμενον ἀπ᾿ αὐτοῦ καὶ λέγοντος· „σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.“ ὁ δὲ δυνάμενος ἔτι καταλαμβανέτω, τί νενόηται τῷ λέγοντι· „οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.“ καίτοι δὲ βουλόμενος κρύπτειν ὁ ἀπόστολος τὰ κατὰ τὸν τόπον ἀπόῤῥητα καὶ μὴ ἁρμόζοντα τοῖς ἁπλουστέροις καὶ τῇ πανδήμῳ ἀκοῇ τῶν διὰ τοῦ πιστεύειν ἀγομένων ἐπὶ τὸ βέλτιον, ὅμως ἠναγκάσθη ὕστερον ὑπὲρ τοῦ μὴ παρακοῦσαι ἡμᾶς τῶν λόγων αὐτοῦ εἰπεῖν μετὰ τὸ „φορέσωμεν τὴν εἰκόνα τοῦ ἐπουρανίου“ τὸ „τοῦτο δέ φημι, ἀδελφοὶ, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδ᾿ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ.“ εἶτ᾿ ἐπιστάμενος ἀπόῤῥητόν τι καὶ μυστικὸν κατὰ τὸν τόπον, ὡς ἔπρεπε διὰ γραμμάτων καταλιπόντι τοῖς μετ᾿ αὐτὸν τὰ νενοημένα εἰρημένα ἐπιφέρει καὶ λέγει· „ἰδοὺ μυστήριον ὑμῖν λέγω,“ ὅ τι περ ἔθος ἐστὶν ἐπιφέρεσθαι τοῖς βαθυτέροις καὶ μυστικωτέροις καὶ καθηκόντως ἀπὸ τῶν πολλῶν κρυπτομένοις· ὥσπερ καὶ ἐν τῷ Τωβὴτ γέγραπται· „μυστήριον βασιλέως καλόν ἐστι κρύπτειν,“ πρὸς δὲ τὸ ἔνδοξον καὶ ἁρμόζον τοῖς πολλοῖς μετὰ τοῦ οἰκονομικῶς ἀληθοῦς „τὰ ἔργα τοῦ θεοῦ ἀνακαλύπτειν ἐνδόξως“ „καλόν.“ οὐ σκωλήκων οὖν ἡ ἐλπὶς ἡμῶν οὐδὲ ποθεῖ ἡμῶν ἡ ψυχὴ τὸ σεσηπὸς σῶμα, ἀλλὰ, κἂν δέηται σώματος διὰ τὰς τοπικὰς μεταβάσεις, νοεῖ ἡ μεμελετηκυῖα τὴν „σοφίαν“ κατὰ τὸ „στόμα δικαίου μελετήσει σοφίαν“ διαφορὰν ἐπιγείου οἰκίας, ἐν ᾗ ἐστι τὸ σκῆνος, καταλυομένης καὶ σκήνους, ἐν ᾧ „οἱ ὄντες“ δίκαιοι στενάζουσι „βαρούμενοι,“ μὴ θέλοντες τὸ σκῆνος ἀπεκδύσασθαι ἀλλὰ τῷ σκήνει „ἐπενδύσασθαι,“ ἵν᾿ ἐκ τοῦ „ἐπενδύσασθαι“ „καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς.“ „δεῖ γὰρ“ τῷ πᾶσαν φύσιν σώματος εἶναι φθαρτὴν „τὸ φθαρτὸν τοῦτο“ σκῆνος „ἐνδύσασθαι ἀφθαρσίαν,“ καὶ τὸ ἕτερον αὐτοῦ, τυγχάνον „θνητὸν“ καὶ δεκτικὸν τοῦ ἐπακολουθοῦντος τῷ ἁμαρτάνειν θανάτου, „ἐνδύσασθαι ἀθανασίαν“· ἵν᾿, ὅτε „τὸ φθαρτὸν“ „ἐνδύσεται τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν τὴν ἀθανασίαν. τότε γενήσεται“ τὸ πάλαι ὑπὸ τῶν προφητῶν προειρημένον. ἀναίρεσις τῆς νίκης τοῦ θανάτου, καθὸ νικήσας ἡμᾶς ἑαυτῷ ὑπέταξε, καὶ τοῦ ἀπ᾿ αὐτοῦ κέντρου, ᾧ κεντῶν τὴν οὐ πάντῃ πεφραγμένην ψυχὴν ἐμποιεῖ αὐτῇ τὰ ἀπὸ τῆς ἁμαρτίας τραύματα. [5.20] Ἀλλ᾿ ἐπεὶ τὰ μὲν ἡμέτερα περὶ ἀναστάσεως, ὡς ἐνεχώρει, ἀπὸ τοῦ μέρους ἐπὶ τοῦ παρόντος λέλεκται (συντέτακται γὰρ ἡμῖν περὶ ἀναστάσεως ἐν ἄλλοις, ἐπὶ πλεῖον ἐξετάσασι τὰ κατὰ τὸν τόπον). τὰ δὲ τοῦ Κέλσου νῦν χρὴ κατὰ τὸ εὔλογον διαλαβεῖν, μήτε νοήσαντος τὸ παρ᾿ ἡμῖν γεγραμμένον μήτε κρῖναι δυναμένου ὅτι οὐ δεῖ τὸ βούλημα τῶν σοφῶν ἐκείνων ἀνδρῶν νομίζειν πρεσβεύεσθαι ὑπὸ τῶν πλεῖον πίστεως μηδὲν ἐπαγγελλομένων τῆς πρὸς τὸν Χριστιανῶν λόγον· φέρε παραστήσωμεν ὅτι ἀνδράσιν οὐκ εὐκαταφρονήτοις τῆς λογικῆς ἕνεκεν θεωρίας καὶ τῶν διαλεκτικῶν σκεμμάτων σφόδρα ἀπεμφαίνοντα λέλεκται. καὶ εἰ χρὴ μυχθίζειν ὡς ταπεινοὺς καὶ γραώδεις λόγους, ἐκείνους μᾶλλον χρὴ ἢ τοὺς ἡμετέρους. φασὶ δὴ οἱ ἀπὸ τῆς Στοᾶς κατὰ περίοδον ἐκπύρωσιν τοῦ παντὸς γίνεσθαι καὶ ἑξῆς αὐτῇ διακόσμησιν, πάντ᾿ ἀπαράλλακτα ἔχουσαν ὡς πρὸς τὴν προτέραν διακόσμησιν. ὅσοι δ᾿ αὐτῶν ᾐδέσθησαν το δόγμα, ὀλίγην εἰρήκασι παραλλαγὴν καὶ σφόδρα βραχεῖαν γίνεσθαι κατὰ περίοδον τοῖς ἐπὶ τῆς πρὸ αὐτῆς περιόδου. οὗτοι δ᾿ οἱ ἄνδρες φασὶ τῇ ἑξῆς περιόδῳ τοιαῦτα ἔσεσθαι, καὶ Σωκράτην μὲν πάλιν Σωφρονίσκου υἱὸν καὶ Ἀθηναῖον ἔσεσθαι, καὶ τὴν Φαιναρέτην γημαμένην Σωφρονίσκῳ πάλιν αὐτὸν γεννήσειν. κἂν μὴ ὀνομάζωσιν οὖν τὸ τῆς ἀναστάσεως ὄνομα, τὸ πρᾶγμά γε δηλοῦσιν, ὅτι Σωκράτης ἀπὸ σπερμάτων ἀρξάμενος ἀναστήσεται τῶν Σωφρονίσκου καὶ ἐν τῇ ὑστέρᾳ Φαιναρέτης διαπλασθήσεται καὶ ἀνατραφεὶς Ἀθήνῃσι φιλοσοφήσει, οἱονεὶ καὶ τῆς πρότερον φιλοσοφίας ἀνισταμένης καὶ ὁμοίως ἀπαραλλάκτου τῇ προτέρᾳ ἐσομένης. καὶ Ἄνυτος δὲ καὶ Μέλητος ἀναστήσονται πάλιν Σωκράτους κατήγοροι, καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ καταδικάσεται τὸν Σωκράτην. τὸ δὲ τούτων γελοιότερον, τὰ ἀπαράλλακτα ἱμάτια τοῖς ὡς πρὸς τὴν προτέραν περίοδον Σωκράτης ἐνδύσεται, ἐν ἀπαραλλάκτῳ πενίᾳ καὶ ἀπαραλλάκτῳ πόλει ταῖς Ἀθήναις τῇ πρὸς τὴν προτέραν περίοδον ἐσόμενος. καὶ Φάλαρις μὲν τυραννήσει πάλιν, ὁ δὲ χάλκεος αὐτοῦ ταῦρος τῶν ἀπαραλλάκτων τῇ προτέρᾳ ἀνθρώπων περιόδῳ κατακριθέντων μυκήσεται ἀπὸ τῆς τῶν ἔνδον φωνῆς. Ἀλέξανδρός τε ὁ Φεραῖος πάλιν τυραννήσει, τὴν ἀπαράλλακτον ἔχων ὠμότητα τῇ προτέρᾳ καὶ τοὺς ἀπαραλλάκτους καταδικάζων ὡς καὶ τοὺς προτέρους. καὶ τί με δεῖ καταλέγειν τὸ περὶ τῶν τοιούτων δόγμα τοῖς ἀπὸ τῆς Στοᾶς πεφιλοσοφημένον καὶ μὴ γελώμενον ὑπὸ Κέλσου ἀλλὰ τάχα καὶ σεμνυνόμενον, ἐπεὶ δοκεῖ αὐτῷ ὁ Ζήνων τοῦ Ἰησοῦ εἶναι σοφώτερος; [5.21] Καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου δὲ καὶ Πλάτωνος εἰ καὶ δοκοῦσιν ἄφθαρτον τηρεῖν τὸν κόσμον, ἀλλὰ τοῖς παραπλησίοις γε περιπίπτουσι. τῶν γὰρ ἀστέρων κατά τινας περιόδους τεταγμένας τοὺς αὐτοὺς σχηματισμοὺς καὶ σχέσεις πρὸς ἀλλήλους λαμβανόντων, πάντα τὰ ἐπὶ γῆς ὁμοίως ἔχειν φασὶ τοῖς ὅτε τὸ αὐτὸ σχῆμα τῆς σχέσεως τῶν ἀστέρων περιεῖχεν ὁ κόσμος. ἀνάγκη τοίνυν κατὰ τοῦτον τὸν λόγον τῶν ἀστέρων ἐκ μακρᾶς περιόδου ἐλθόντων ἐπὶ τὴν αὐτὴν σχέσιν πρὸς ἀλλήλους, ὁποίαν εἶχον ἐπὶ Σωκράτους, πάλιν Σωκράτη γενέσθαι ἐκ τῶν αὐτῶν καὶ τὰ αὐτὰ παθεῖν, κατηγορούμενον ὑπὸ Ἀνύτου καὶ Μελήτου καὶ καταδικαζόμενον ὑπὸ τῆς ἐξ Ἀρείου πάγου βουλῆς. καὶ Αἰγυπτίων δὲ οἱ λόγιοι τοιαῦτα παραδιδόντες σεμνοί εἰσι καὶ οὐ γελῶνται ὑπὸ Κέλσου καὶ τῶν παραπλησίων, ἡμεῖς δὲ κατὰ τὴν ἀναλογίαν τῆς σχέσεως τῶν ἐφ᾿ ἡμῖν ἑκάστου οἰκονομεῖσθαι ὑπὸ τοῦ θεοῦ λέγοντες τὸ πᾶν καὶ ἀεὶ ἄγεσθαι κατὰ τὸ ἐνδεχόμενον ἐπὶ τὸ βέλτιον καὶ τὴν τοῦ ἐφ᾿ ἡμῖν φύσιν γινώσκοντες ἐνδεχομένου ἃ ἐνδέχεται (οὐ γὰρ δύναται χωρῆσαι τὸ πάντῃ ἄτρεπτον τοῦ θεοῦ) οὐ δοκοῦμεν ἄξια λέγειν βασάνου καὶ ἐξετάσεως: [5.22] Μὴ ὑπονοείτω δέ τις ἡμᾶς ταῦτα λέγοντας ἀπ᾿ ἐκείνων εἶναι τῶν λεγομένων μὲν Χριστιανῶν ἀθετούντων δὲ τὸ περὶ ἀναστάσεως κατὰ τὰς γραφὰς δόγμα. ἐκεῖνοι μὲν γὰρ τὸν οἱονεὶ ἀπὸ κόκκου „σίτου ἤ τινος τῶν λοιπῶν“ ἀνιστάμενον στάχυν ἢ δένδρον οὐδαμῶς παραστῆσαι ἔχουσιν. ὅσον ἐπὶ τῷ ἀρέσκοντι ἑαυτῶν· ἡμεῖς δὲ πειθόμενοι ὅτι τὸ σπειρόμενον „οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ,“ “καὶ ὅτι „οὐ τὸ γενησόμενον σῶμα“ σπείρεται (ὁ γὰρ „θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε,“ μετὰ τὸ σπαρῆναι „ἐν φθορᾷ“ ἐγείρων αὐτὸ „ἐν ἀφθαρσίᾳ“ καὶ μετὰ τὸ σπαρῆναι „ἐν ἀτιμίᾳ“ ἐγείρων αὐτὸ „ἐν δόξῃ“ καὶ μετὰ τὸ σπαρῆναι „ἐν ἀσθενείᾳ“ ἐγείρων αὐτὸ „ἐν δυνάμει“ καὶ μετὰ τὸ σπαρῆναι „σῶμα ψυχικὸν“ ἐγείρων αὐτὸ „πνευματικὸν“), τηροῦμεν καὶ τὸ βούλημα τῆς ἐκκλησίας τοῦ Χριστοῦ καὶ τὸ μέγεθος τῆς ἐπαγγελίας τοῦ θεοῦ, παριστάντες αὐτοῦ καὶ τὸ δυνατὸν οὐκ ἀποφάσει ἀλλὰ καὶ λόγῳ· εἰδότες ὅτι κἂν „οὐρανὸς καὶ γῆ“ παρέλθῃ καὶ τὰ ἐν αὐτοῖς, ἀλλ᾿ οἱ περὶ ἑκάστου „λόγοι“ ὄντες ὡς ἐν ὅλῳ μέρη ἢ ὡς ἐν γένει εἴδη τοῦ „ἐν ἀρχῇ“ λόγου „πρὸς τὸν θεὸν“ θεοῦ λόγου οὐδαμῶς παρελεύσονται. θέλομεν γὰρ ἀκούειν τοῦ εἰπόντος· „ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.“ [5.23] Ἡμεῖς μὲν οὖν οὔ φαμεν τὸ διαφθαρὲν σῶμα ἐπανέρχεσθαι εἰς τὴν ἐξ ἀρχῆς φύσιν, ὡς οὐδὲ τὸν διαφθαρέντα „κόκκον“ τοῦ „σίτου“ ἐπανέρχεσθαι εἰς τὸν „κόκκον“ τοῦ „σίτου.“ λέγομεν γὰρ, ὥσπερ ἐπὶ τοῦ κόκκου τοῦ „σίτου“ ἐγείρεται στάχυς. οὕτως λόγος τις ἔγκειται τῷ σώματι, ἀφ᾿ οὗ μὴ φθειρομένου „ἐγείρεται“ τὸ σῶμα „ἐν ἀφθαρσίᾳ.“ οἱ μέντοι ἀπὸ τῆς Στοᾶς τὸ πάντῃ διαφθαρὲν σῶμά φασιν ἐπανέρχεσθαι εἰς τὴν ἐξ ἀρχῆς φύσιν διὰ τὰ δεδογμένα αὐτοῖς περὶ τῶν κατὰ περίοδον ἀπαραλλάκτων, καὶ αὐτὴν ἐκείνην, ἐξ ἧς ἐλύθη, τὴν πρώτην σύστασιν πάλιν φασὶ συστήσεσθαι, διαλεκτικαῖς (ὡς οἴονται) ἀνάγκαις ταῦτα παριστάντες. καὶ οὐκ εἰς ἀτοπωτάτην γε ἀναχώρησιν ἀναχωροῦμεν λέγοντες ὅτι πᾶν δυνατὸν τᾷ θεῷ· οἴδαμεν γὰρ ἀκούειν τοῦ πᾶν οὐκ ἐπὶ τῶν ἀνυπάρκτων οὐδ᾿ ἐπὶ τῶν ἀδιανοήτων. φαμὲν δὲ καὶ ὅτι οὐ δύναται αἰσχρὰ ὁ θεὸς, ἐπεὶ ἔσται ὁ θεὸς δυνάμενος μὴ εἶναι θεός· εἰ γὰρ αἰσχρόν τι δρᾷ θεὸς, οὐκ ἔστι θεός. ἐπεὶ δὲ τίθησιν ὅτι καὶ τὰ παρὰ φύσιν ὁ θεὸς οὐ βούλεται, διαστελλόμεθα τὸ λεγόμενον· ὅτι εἰ μὲν παρὰ φύσιν τὴν κακίαν τις λέγει, καὶ ἡμεῖς λέγομεν ὅτι οὐ βούλεται τὰ παρὰ φύσιν ὁ θεὸς, οὔτε τὰ ἀπὸ κακίας οὔτε τὰ ἀλόγως γινόμενα· εἰ δὲ τὰ κατὰ λόγον θεοῦ καὶ βούλησιν αὐτοῦ γινόμενα, ἀναγκαῖον εὐθέως εἶναι μὴ παρὰ φύσιν· οὐ (γὰρ) παρὰ φύσιν τὰ πραττόμενα ὑπὸ τοῦ θεοῦ, κἂν παράδοξα ᾖ ἢ δοκοῦντά τισι παράδοξα. εἰ δὲ χρὴ βεβιασμένως ὀνομάσαι, ἐροῦμεν ὅτι ὡς πρὸς τὴν κοινοτέραν νοουμένην φύσιν ἐστί τινα ὑπὲρ τὴν φύσιν, ἃ ποιήσαι ἄν ποτε θεὸς, ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἀναβιβάζων τὸν ἄνθρωπον καὶ ποιῶν αὐτὸν μεταβάλλειν ἐπὶ φύσιν κρείττονα καὶ θειοτέραν καὶ τηρῶν τοιοῦτον, ὅσον καὶ ὁ τηρούμενος δι᾿ ὧν πράττει παρίστησιν ὅτι βούλεται. [5.24] Ἅπαξ δ᾿ εἰπόντες ὅτι οὐδὲν μὴ πρέπον ἑαυτῷ ὁ θεὸς βούλεται, ἀναιρετικὸν τυγχάνον τοῦ εἶναι αὐτὸν θεὸν, φήσομεν ὅτι, ἐάν τι κατὰ τὴν μοχθηρίαν ἑαυτοῦ ἄνθρωπος βδελυρὸν βούληται, τοῦτο οὐ δυνήσεται ὁ θεός. οὕτω δὲ οὐκ ἐσμὲν φιλόνεικοι πρὸς τὰ ὑπὸ Κέλσου λεγόμενα, ἀλλὰ φιλαλήθως αὐτὰ ἐξετάζοντες συμφήσομεν ὅτι οὐκ ἔστι τῆς πλημμελοῦς ὀρέξεως οὐδὲ τῆς πεπλανημένης ἀκοσμίας ἀλλὰ τῆς ὀρθῆς καὶ δικαίας φύσεως ὁ θεὸς, ἅτε ἀρχηγέτης τυγχάνων παντὸς καλοῦ· καὶ ἄλλο ὅτι ψυχῆς αἰώνιον βιοτὴν δύναται παρασχεῖν ὁμολογοῦμεν, καὶ οὐ μόνον δύναται ἀλλὰ καὶ παρέχει. οὐδὲν δὲ μάλιστα διὰ τὰ προειρημένα λυπεῖ ἡμᾶς οὐδὲ τὸ ὑπὸ Ἡρακλείτου λεγόμενον, ὅπερ Κέλσος παρείληφεν, ὅτι „νέκυές εἰσι κοπρίων ἐκβλητότεροι“· καίτοι γε εἴποι τις ἂν καὶ περὶ τούτου ὅτι τὰ μὲν κόπρια ἐκβλητά ἐστιν, οἱ δ᾿ ἐξ ἀνθρώπου νέκυες διὰ τὴν ἐνοικήσασαν ψυχὴν, καὶ μάλιστα ἐὰν ᾖ ἀστειοτέρα, οὐκ ἐκβλητοί. κατὰ γὰρ τοὺς ἀστειοτέρους τῶν νόμων μετὰ τῆς ἐνδεχομένης ὡς πρὸς τὰ τοιαῦτα τιμῆς ταφῆς ἀξιοῦνται· ἵνα μὴ ὑβρίζωμεν τῇ δυνάμει τὴν ἐνοικήσασαν ψυχὴν, ἀποῤῥιπτοῦντες μετὰ τὸ ἐξελθεῖν ἐκείνην τὸ σῶμα ὡς καὶ τὰ τῶν κτηνῶν σώματα. μὴ βουλέσθω οὖν ὁ θεὸς παραλόγως αἰώνιον ἀποφῆναι μήτε τὸν τοῦ „σίτου“ „κόκκον“ ἀλλ᾿ ἢ ἄρα τὸν ἐξ αὐτοῦ στάχυν, μηδὲ τὸ σπειρόμενον „ἐν φθορᾷ“ ἀλλὰ τὸ ἀπ᾿ αὐτοῦ ἐγειρόμενον „ἐν ἀφθαρσίᾳ.“ ἀλλὰ καὶ ὁ τῶν πάντων λόγος ἐστὶ κατὰ μὲν Κέλσον αὐτὸς ὁ θεὸς, κατὰ δὲ ἡμᾶς ὁ υἱὸς αὐτοῦ· περὶ οὗ φιλοσοφοῦντες λέγομεν τό· „ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.“ ἀλλὰ καὶ καθ᾿ ἡμᾶς οὐδὲν οἷός τε παράλογον οὐδὲ παρ᾿ ἑαυτὸν ἐργάσασθαί ἐστιν ὁ θεός. [5.25] Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς τοῦ Κέλσου λέξιν, οὕτως ἔχουσαν· Ἰουδαῖοι μὲν οὖν ἔθνος ἴδιον γενόμενοι καὶ κατὰ τὸ ἐπιχώριον νόμους θέμενοι καὶ τούτους ἐν σφίσιν ἔτι νῦν περιστέλλοντες καὶ θρησκείαν ὁποίαν δὴ, πάτριον δ᾿ οὖν, φυλάσσοντες ὅμοια τοῖς ἄλλοις ἀνθρώποις δρῶσιν, ὅτι ἕκαστοι τὰ πάτρια, ὁποῖά ποτ᾿ ἂν τύχῃ (καθεστηκότα), περιέπουσι. δοκεῖ δ᾿ οὕτως καὶ συμφέρειν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ δεῖ φυλάττειν τὰ ἐς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. καὶ δὴ τὰ παρ᾿ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα, ὅπῃ ἐκείνοις φίλον· παραλύειν δὲ οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα. ἐν τούτοις δὴ ὁ Κέλσος ἐμφαίνει ὅτι οἱ πάλαι Αἰγύπτιοι Ἰουδαῖοι ὕστερον ἔθνος ἐγίνοντο ἴδιον, καὶ νόμους θέμενοι τούτους περιστέλλουσι. καὶ ἵνα μὴ ἐπαναλάβωμεν τὰς ἐκκειμένας τοῦ Κέλσου λέξεις, φησὶ καὶ συμφέρειν τούτοις τὰ πάτρια θρησκεύειν ὁμοίως τοῖς ἄλλοις ἔθνεσι τὰ ἴδια περιέπουσι. καὶ βαθυτέραν τινὰ ἐκτίθεται περὶ τοῦ συμφέρειν Ἰουδαίοις περιέπειν τὰ πάτρια αἰτίαν, αἰνισσόμενος ὅτι τοὺς ἑκάστων νόμους οἱ λαχόντες ἐπόπται εἶναι τῆς γῆς τῶν νομοθετουμένων συνεργοῦντες τοῖς νομοθέταις ἔθεντο. ἔοικεν οὖν δηλοῦν ὅτι καὶ τὴν Ἰουδαίων χώραν καὶ τὸ ἐπ᾿ αὐτῆς ἔθνος ἐποπτεύει τις ἤ τινες, ὑφ᾿ οὗ ἢ ὑφ᾿ ὧν οἱ Ἰουδαίων νόμοι συνεργοῦντος ἢ συνεργούντων Μωϋσεῖ ἐτέθησαν. [5.26] Καὶ χρὴ, φησὶ, τοὺς νόμους τηρεῖν, οὐ μόνον καθότι ἐπὶ νοῦν ἦλθεν ἄλλοις ἄλλως νομίσαι καὶ ὅτι δεῖ φυλάσσειν τὰ ἐς κοινὸν κεκυρωμένα, ἀλλὰ καὶ ὅτι ὡς εἰκὸς τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα καὶ κατά τινας ἐπικρατείας διειλημμένα ταύτῃ καὶ διοικεῖται. εἶθ᾿ ὡσπερεὶ ἐπιλαθόμενος ὁ Κέλσος ὧν εἶπε κατὰ Ἰουδαίων, νῦν ἐν τῷ καθολικῷ περὶ πάντων τῶν τὰ πάτρια τηρούντων ἐπαίνῳ καὶ τούτους περιλαμβάνει λέγων· καὶ δὴ τὰ παρ᾿ ἑκάστοις ὀρθῶς ἂν πράττοιτο ταύτῃ δρώμενα, ὅπῃ ἐκείνοις φίλον. καὶ ὅρα εἰ μὴ ἄντικρυς τὸ ὅσον ἐφ᾿ ἑαυτῷ τὸν Ἰουδαῖον ἐν τοῖς ἰδίοις νόμοις βούλεται βιοῦντα μὴ ἀφίστασθαι αὐτῶν, ὡς οὐχ ὅσιον πράττοντα, ἐὰν ἀποστῇ· λέγει γὰρ ὅτι παραλύειν οὐχ ὅσιον εἶναι τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα. ἐβουλόμην δὲ πρὸς ταῦτα αὐτοῦ ἢ τῶν συμφρονούντων αὐτῷ πυθέσθαι, τίς ἄρα εἴη ὁ τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις διανείμας καὶ δηλονότι τὴν Ἰουδαίων χώραν καὶ τοὺς Ἰουδαίους τῷ λαχόντι ἢ τοῖς λαχοῦσιν αὐτήν. ἆρα γὰρ. ὡς ὀνομάσαι ἂν ὁ Κέλσος, ὁ Ζεύς τινι ἤ τισι διένειμε τὸ Ἰουδαίων ἔθνος καὶ τὴν χώραν αὐτῶν καὶ ἐβούλετο τὸν λαχόντα τὴν Ἰουδαίαν τοιούτους θέσθαι ἐν Ἰουδαίοις νόμους; ἢ παρὰ τὸ βούλημα αὐτοῦ τὸ τοιοῦτον γεγένηται; ὡς δ᾿ ἂν ἀποκρίνηται. ὁρᾷς ὅτι ὁ λόγος στενοχωρηθήσεται. εἰ δὲ μὴ ἀπό τινος ἑνὸς διανενέμηται τὰ μέρη τῆς γῆς τοῖς ἐπόπταις αὐτῶν, ἄρα ἀποκληρωτικῶς καὶ χωρὶς ἐπιστάτου ἕκαστος ὡς ἔτυχε διενείματο τὴν γῆν· ἀλλὰ καὶ τοῦτ᾿ ἄτοπον καὶ μετρίως τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ προνοίας ἀναιρετικόν ἐστι. [5.27] Πῶς δὲ καὶ κατὰ τίνας ἐπικρατείας διειλημμένα τὰ μέρη τῆς γῆς διοικεῖται ὑπὸ τῶν ἐποπτευόντων αὐτὰ, ὁ βουλόμενος διηγησάσθω· ἀπαγγειλάτω δὲ ἡμῖν καὶ πῶς ὀρθῶς πράττεται τὰ παρ᾿ ἑκάστοις δρώμενα, ὅπῃ τοῖς ἐπόπταις ἐστὶ φίλον, καὶ εἰ ὀρθῶς ἔχουσι φέρ᾿ εἰπεῖν οἱ Σκυθῶν περὶ ἀναιρέσεως πατέρων νόμοι ἢ οἱ Περσῶν, μὴ κωλύοντες γαμεῖσθαι τοῖς (οἰκείοις) παισὶ τὰς μητέρας μηδὲ ὑπὸ τῶν πατέρων τὰς ἑαυτῶν θυγατέρας. καὶ τί με δεῖ ἐπιλεγόμενον ἀπὸ τῶν πραγματευσαμένων περὶ τῶν ἐν τοῖς διαφόροις ἔθνεσι νόμων προσαπορεῖν, πῶς παρ᾿ ἑκάστοις ὀρθῶς πράττονται, καθὼς τοῖς ἐπόπταις φίλον, οἱ νόμοι; λεγέτω δ᾿ ἡμῖν ὁ Κέλσος, πῶς οὐχ ὅσιον παραλύειν νόμους πατρίους περὶ τοῦ γαμεῖν μητέρας καὶ θυγατέρας. ἢ περὶ τοῦ μακάριον εἶναι ἀγχόνῃ τὸν βίον ἐξελθεῖν, ἢ πάντως καθαίρεσθαι τοὺς ἑαυτοὺς παραδιδόντας τῷ πυρὶ καὶ τῇ διὰ πυρὸς ἀπαλλαγῇ τῇ ἀπὸ τοῦ βίου· καὶ πῶς οὐχ ὅσιον παραλύειν νόμους τοὺς φέρ᾿ εἰπεῖν παρὰ Ταύροις περὶ τοῦ ἱερεῖα τοὺς ξένους προσάγεσθαι τῇ Ἀρτέμιδι, ἢ παρὰ Λιβύων τισὶ περὶ τοῦ καταθύειν τὰ τέκνα τῷ Κρόνῳ. πλὴν ἀκολουθεῖ τῷ Κέλσῳ τὸ μὴ ὅσιον εἶναι Ἰουδαίοις παραλύειν νόμους πατρίους τοὺς περὶ τοῦ μὴ δεῖν ἄλλον τινὰ σέβειν θεὸν παρὰ τὸν τῶν ὅλων δημιουργόν. καὶ ἔσται κατ᾿ αὐτὸν οὐ φύσει τὸ ὅσιον ἀλλά τινι θέσει καὶ νομίσει θεῖον· ὅσιον γὰρ παρὰ τοῖσδε μὲν σέβειν κροκόδειλον καὶ ἐσθίειν τῶν παρ᾿ ἄλλοις τι προσκυνουμένων, καὶ ὅσιον ἑτέροις τὸ σέβειν τὸν μόσχον, καὶ παρ᾿ ἄλλοις τὸν τράγον νομίζειν θεόν. οὕτως δ᾿ ἔσται (ὁ) αὐτὸς ὅσια μὲν ποιῶν ὡς πρὸς τούσδε τοὺς νόμους, ἀνόσια δὲ ὡς πρὸς ἑτέρους· ὅπερ ἐστὶ πάντων ἀτοπώτατον. [5.28] Ἀλλ᾿ εἰκὸς ὅτι φήσουσι πρὸς ταῦτα ὅσιον εἶναι τὸν τὰ πάτρια φυλάττοντα καὶ μηδαμῶς ἀνόσιον, ἐπεὶ μὴ (καὶ) τὰ ἑτέρων οὐ τηρεῖ· πάλιν τε αὖ τὸν νομισθέντα ἀνόσιον εἶναι παρὰ τοῖσδέ τισι μὴ εἶναι ἀνόσιον, ὅταν κατὰ τὰ πάτρια τὰ μὲν ἴδια σέβῃ τὰ δὲ παρὰ τοῖς ἐναντίους ἔχουσι νόμους προσπολεμῇ καὶ καταθοινᾶται. ταῦτα δὲ ὅρα εἰ μὴ πολλὴν ἐμφαίνει τὴν περὶ τοῦ δικαίου καὶ ὁσίου καὶ εὐσεβείας ταραχὴν, οὐ διαρθρουμένης οὐδὲ φύσιν τινὰ ἰδίαν ἐχούσης καὶ εὐσεβεῖς εἶναι χαρακτηριζούσης τοὺς τὰ κατ᾿ αὐτὴν πράττοντας. εἴπερ οὖν ἡ εὐσέβεια καὶ ἡ ὁσιότης καὶ ἡ δικαιοσύνη τῶν πρός τι ἐστὶν, ὡς τὸ αὐτὸ εἶναι ὅσιον καὶ ἀνόσιον παρὰ τὰς διαφόρους σχέσεις καὶ τοὺς νόμους, ὅρα εἰ μὴ καὶ ἡ σωφροσύνη τῶν πρός τι ἀκολούθως ἔσται καὶ ἡ ἀνδρεία καὶ ἡ φρόνησις καὶ ἡ ἐπιστήμη καὶ αἱ λοιπαὶ ἀρεταί· ὧν οὐδὲν ἂν εἴη ἀτοπώτερον. ἁπλούστερον μὲν οὖν καὶ κοινότερον ἱσταμένοις πρὸς τὰς Κέλσου ἐκκειμένας λέξεις αὐτάρκη τὰ εἰρημένα· ἐπεὶ δὲ νομίζομεν καὶ τῶν ἐξεταστικωτέρων τινὰς ἐντεύξεσθαι τῇδε τῇ γραφῇ, φέρε ὀλίγα τῶν βαθυτέρων παρακινδυνεύοντες ἐκθώμεθα, ἔχοντά τινα μυστικὴν καὶ ἀπόῤῥητον θεωρίαν, περὶ τοῦ ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμῆσθαι χωρία τῶν ἐπὶ γῆς· καὶ τῶν κατειλεγμένων ἀτόπων φέρε ὅση δύναμις καθαρὸν παραστήσωμεν τὸν λόγον. [5.29] Δοκεῖ δή μοι παρακηκοέναι τινῶν ὁ Κέλσος περὶ τῆς διανεμήσεως τῶν ἐπὶ γῆς μυστικωτέρων λόγων, ὧν ἐφάπτεται μέν πως καὶ ἡ Ἑλληνικὴ ἱστορία, εἰσαγαγοῦσά τινας τῶν νομιζομένων θεῶν περὶ τῆς Ἀττικῆς πρὸς ἀλλήλους ἡμιλλῆσθαι, ποιοῦσα δὲ παρὰ τοῖς ποιηταῖς τινας τῶν λεγομένων θεῶν ὁμολογεῖν τινας τόπους οἰκειοτέρους αὐτοῖς. καὶ ἡ βαρβαρικὴ δὲ ἱστορία καὶ μάλιστα ἡ Αἰγυπτίων τοιαῦτά τινα ἐμφαίνει περὶ τοῦ μερισμοῦ τῶν τῆς Αἰγύπτου καλουμένων νομῶν, λέγουσα ὅτι ἡ λαχοῦσα τὴν Σάϊν Ἀθηνᾶ ἡ αὐτὴ ἔχει καὶ τὴν Ἀττικήν. Αἰγυπτίων δὲ οἱ λόγιοι μυρία ὅσα τοιαῦτα φήσουσιν, οὐκ οἶδα δ᾿ εἰ καὶ Ἰουδαίους συμπαραλαμβάνοντες καὶ τὴν χώραν αὐτῶν τῇ πρός τινα διανεμήσει. ἀλλὰ περὶ μὲν τῶν ἔξω τοῦ θείου λόγου λεγομένων εἰς ταῦτα ἅλις ἐπὶ τοῦ παρόντος. φαμὲν δ᾿ ὅτι ὁ καθ᾿ ἡμᾶς προφήτης τοῦ θεοῦ καὶ γνήσιος θεράπων αὐτοῦ Μωϋσῆς ἐν τῇ τοῦ Δευτερονομίου ᾠδῇ ἐκτίθεται περὶ τοῦ μερισμοῦ τῶν ἐπὶ γῆς τοιαῦτα λέγων· „ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.“ τὰ δὲ περὶ τῆς διανεμήσεως τῶν ἐθνῶν ὁ αὐτὸς Μωϋσῆς ἐν τῷ ἐπιγεγραμμένῳ βιβλίῳ Γένεσις ἐν ἱστορίας τρόπῳ φησὶν οὕτως· „καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπ᾿ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ“· καὶ μετ᾿ ὀλίγα· „κατέβη, φησὶ, κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν αὐτῶν. ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον αὐτοῦ. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος ὁ θεὸς τὰ χείλη πάσης τῆς γῆς, κἀκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.“ καὶ ἐν τῇ ἐπιγεγραμμένῃ δὲ Σολομῶντος Σοφίᾳ περὶ τῆς σοφίας καὶ τῶν κατὰ τὴν σύγχυσιν τῶν διαλέκτων, ἐν ᾗ γεγένηται ὁ μερισμὸς τῶν ἐπὶ τῆς γῆς, γῆς. τοιαῦτα περὶ τῆς σοφίας εἴρηται· „αὕτη καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐθνῶν συγχυθέντων ἔγνω τὸν δίκαιον, καὶ ἐφύλαξεν αὐτὸν ἄμεμπτον τῷ θεῷ καὶ ἐπὶ τέκνου σπλάγχνοις ἰσχυρὸν ἐφύλαξε.“ πολὺς δ᾿ ὁ λόγος καὶ μυστικὸς ὁ περὶ τούτων, ᾧ ἁρμόζει τό· „μυστήριον βασιλέως κρύπτειν καλόν“· ἵνα μὴ εἰς τὰς τυχούσας ἀκοὰς ὁ περὶ ψυχῶν οὐκ ἐκ μετενσωματώσεως εἰς σῶμα ἐνδουμένων λόγος ῥιπτῆται, μηδὲ τὰ ἅγια διδῶται „τοῖς κυσὶ,“ μηδ᾿ οἱ μαργαρῖται παραβάλλωνται χοίροις. ἀσεβὲς γὰρ τὸ τοιοῦτο, προδοσίαν περιέχον τῶν ἀποῤῥήτων τῆς τοῦ θεοῦ σοφίας λογίων, περὶ ἧς καλῶς γέγραπται· „εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.“ ἀρκεῖ δὲ τὰ κεκρυμμένως ὡς ἐν ἱστορίας τρόπῳ εἰρημένα κατὰ τὸν τῆς ἱστορίας παραστῆσαι τρόπον, ἵν᾿ οἱ δυνάμενοι ἑαυτοῖς ἐπεξεργάσωνται τὰ κατὰ τὸν τόπον. [5.30] Νοείσθωσαν τοίνυν πάντες οἱ ἐπὶ γῆς μιᾷ τινι διαλέκτῳ θείᾳ χρώμενοι, καὶ ὅσον γε συμφωνοῦσι πρὸς ἀλλήλους τηρείσθωσαν ἐν τῇ θείᾳ διαλέκτῳ· καὶ ἔστωσαν ἀκίνητοι „τῶν ἀνατολῶν.“ ἐς ὅσον εἰσὶ τὰ τοῦ φωτὸς καὶ τοῦ ἀπὸ „φωτὸς ἀϊδίου“ ἀπαυγάσματος φρονοῦντες. καὶ οὗτοι, ἐπὰν κινήσωσιν „ἀπὸ τῶν ἀνατολῶν“ ἑαυτοὺς ἀλλότρια „ἀνατολῶν“ φρονοῦντες, εὑρισκέτωσαν „πεδίον ἐν γῇ Σενναὰρ,“ ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμὸς κατὰ σύμβολον τοῦ ἀπολλύναι αὐτοὺς τὰ δι᾿ ὧν τρέφονται, καὶ κατοικείτωσαν ἐκεῖ. εἶτα τὰ τῆς ὕλης συναγαγεῖν θέλοντες καὶ κολλᾶν τὰ μὴ πεφυκότα κολλᾶσθαι οὐρανῷ, ἵνα διὰ τῶν ὑλικῶν ἐπιβουλεύσωσι τοῖς ἀΰλοις, λεγέτωσαν· „δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί.“ ὡς οὖν κρατύνοντες καὶ πηγνύντες τὰ πήλινα καὶ ὑλικὰ καὶ τὴν πλίνθον λίθον ποιεῖν θέλοντες καὶ τὸν πηλὸν ἄσφαλτον καὶ διὰ τούτων οἰκοδομεῖν „πόλιν καὶ πύργον, οὗ“ ὅσον ἐπὶ τῇ ὑπολήψει αὐτῶν „ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ“ κατὰ τὰ ὑπεραιρόμενα ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ, παραδιδόσθωσαν ἕκαστος κατὰ τὴν ἀναλογίαν τῆς „ἀπὸ ἀνατολῶν“ κινήσεως, ἐπὶ πλεῖον ἢ ἐπ᾿ ἔλαττον αὐτοῖς γεγενημένης, καὶ κατὰ τὴν ἀναλογίαν τῆς κατασκευῆς τῶν πλίνθων εἰς λίθους καὶ τοῦ πηλοῦ εἰς ἄσφαλτον καὶ τῆς ἐκ τούτων οἰκοδομῆς ἀγγέλοις, ἐπὶ πλεῖον ἢ ἐπ᾿ ἔλαττον χαλεπωτέροις καὶ τοιοῖσδε ἢ τοιοῖσδε, ἕως τίσωσι δίκας ἐφ᾿ οἷς τετολμήκασι· καὶ ὑπὸ τῶν ἀγγέλων ἀγέσθωσαν ἕκαστος τῶν ἐμποιησάντων τὴν οἰκείαν ἑαυτοῖς διάλεκτον ἐπὶ τὰ μέρη τῆς γῆς κατὰ τὴν ἑαυτῶν ἀξίαν, οἵδε μὲν ἐπὶ τὴν φέρ᾿ εἰπεῖν καυσώδη χώραν ἄλλοι δ᾿ ἐπὶ τὴν διὰ τὸ κατεψῦχθαι κολάζουσαν τοὺς ἐνοικοῦντας, καὶ οἱ μὲν ἐπὶ τὴν δυσγεωργητοτέραν ἄλλοι δὲ ἐπὶ τὴν ἔλαττον τοιαύτην, καὶ οἱ μὲν ἐπὶ τὴν πεπληρωμένην θηρίων οἱ δὲ ἐπὶ τὴν ἔλαττον ἔχουσαν αὐτά. [5.31] Εἶτα εἴ τις δύναται ὡς ἐν ἱστορίας σχήματι, ἐχούσης μέν τι καὶ καθ᾿ αὑτὴν ἀληθὲς ἐμφαινούσης δέ τι καὶ ἀπόῤῥητον, ἰδέτω καὶ τοὺς τὴν ἐξ ἀρχῆς διάλεκτον τετηρηκότας, τῷ μὴ κεκινηκέναι „ἀπ᾿ ἀνατολῶν“ μένοντας ἐν τῇ ἀνατολῇ καὶ τῇ ἀνατολικῇ διαλέκτῳ· καὶ νοείτω τούτους μόνους γεγονέναι μερίδα κυρίου καὶ λαὸν αὐτοῦ τὸν καλούμενον „Ἰακὼβ,“ γεγονέναι δὲ καὶ „σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ“· καὶ οὗτοι μόνοι ἐπιστατείσθωσαν ὑπὸ ἄρχοντος, οὐκ ἐπὶ κολάσει παρειληφότος τοὺς ὑπ᾿ αὐτῷ ὥσπερ οἱ ἄλλοι. βλεπέτω δ᾿ ὁ δυνάμενος ὡς ἐν ἀνθρώποις ἐν τῇ τούτων πολιτείᾳ τῶν τεταγμένων κατὰ τὴν διαφέρουσαν μερίδα τῷ κυρίῳ γινομένας ἁμαρτίας, πρότερον μὲν ἀνεκτὰς καὶ τοιαύτας, ὡς μὴ πάντῃ ἀξίους εἶναι αὐτοὺς τοῦ ἐγκαταλείπεσθαι, ὕστερον δὲ πλείονας μὲν ἀλλ᾿ ἔτι ἀνεκτάς· καὶ τοῦτ᾿ ἐπὶ πλείονα χρόνον νοῶν γινόμενον καὶ ἀεὶ θεραπείαν προσαγομένην καὶ ἐκ διαλειμμάτων τούτους ἐπιστρέφοντας, ὁράτω αὐτοὺς καταλειπομένους κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτανομένων τοῖς λαχοῦσι τὰς ἄλλας χώρας, πρότερον μὲν ἐπὶ τὸ ἔλαττον αὐτοὺς κολασθέντας καὶ τίσαντας δίκην, ὡσπερεὶ παιδευθέντας, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα· ὕστερον δὲ βλεπέτω αὐτοὺς παραδιδομένους χαλεπωτέροις ἄρχουσιν, ὡς ἂν ὀνομάσαιεν αἱ γραφαὶ, Ἀσσυρίοις εἶτα Βαβυλωνίοις. εἶτα προσαγομένων θεραπειῶν ὁράτω τούτους οὐδὲν ἧττον αὔξοντας τὰ ἁμαρτανόμενα καὶ διὰ τοῦτ᾿ ἐπισπειρομένους ὑπὸ τῶν διαρπαζόντων αὐτοὺς ἀρχόντων τῶν λοιπῶν ἐθνῶν ταῖς ἄλλαις μερίσιν. ὁ δ᾿ ἄρχων αὐτῶν ἐπίτηδες παροράτω διαρπαζομένους αὐτοὺς ὑπὸ τῶν ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀρχόντων· ἵνα καὶ αὐτὸς εὐλόγως, ὡσπερεὶ ἑαυτὸν ἐκδικῶν, λαβὼν ἐξουσίαν ἀποσπάσαι τῶν λοιπῶν ἐθνῶν οὓς ἂν δύνηται, τὸ τοιοῦτο ποιήσῃ καὶ νόμους τε αὐτοῖς θῆται καὶ βίον ὑποδείξῃ καθ᾿ ὃν βιωτέον· ἵνα αὐτοὺς ἀναγάγῃ ἐπὶ τέλος, ἐφ᾿ ὅπερ ἀνῆγε τοὺς μὴ ἁμαρτάνοντας ἀπὸ τοῦ προτέρου ἔθνους. [5.32] Καὶ διὰ τούτου μανθανέτωσαν οἱ δυνάμενοι τὰ τηλικαῦτα βλέπειν ὅτι πολλῷ δυνατώτερος ὁ λαχὼν τοὺς πρότερον μὴ ἡμαρτηκότας τῶν λοιπῶν ἐστιν· ἐπεὶ δεδύνηται ἀπὸ τῆς πάντων μερίδος ἐπιλέκτους λαβὼν ἀποστῆσαι μὲν αὐτοὺς τῶν ἐπὶ κολάσει παρειληφότων, προσαγαγεῖν δὲ νόμοις καὶ βίῳ συμβαλλομένῳ εἰς ἀμνηστίαν τῶν προημαρτημένων αὐτοῖς. ἀλλ᾿ ὡς προείπομεν, ταῦτα ἡμῖν ἐπικεκρυμμένως λελέχθω. παριστᾶσιν ὧν παρήκουσαν οἱ φήσαντες τὰ μέρη τῆς γῆς ἐξ ἀρχῆς ἄλλα ἄλλοις ἐπόπταις νενεμημένα, κατά τινας ἐπικρατείας διειλημμένα, ταύτῃ διοικεῖσθαι· ἀφ᾿ ων καὶ ὁ Κέλσος (λαβὼν) τὰς ἐκκειμένας εἶπε λέξεις. ἐπεὶ δ᾿ οἱ κινήσαντες „ἀπ᾿ ἀνατολῶν“ δι᾿ ἃ ἥμαρτον παρεδόθησαν „εἰς ἀδόκιμον νοῦν“ καὶ „εἰς πάθη ἀτιμίας“ καὶ „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν,“ ἵνα κορεσθέντες τῆς ἁμαρτίας μισήσωσιν αὐτὴν, οὐχ ὑποκεισόμεθα τῷ Κέλσου ἀρέσκοντι φάσκοντος διὰ τοὺς νενεμημένους ἐπόπτας τοῖς μέρεσι τῆς γῆς τὰ παρ᾿ ἑκάστοις ὀρθῶς πράττεσθαι, ἀλλὰ καὶ βουλόμεθα οὐχ ὅπῃ ᾖ ἐκείνοις φίλον ποιεῖν τὰ (παρ᾿) ἐκείνων. ὁρῶμεν γὰρ ὅτι ὅσιον μὲν τὰ ἐξ ἀρχῆς κατὰ τόπους νενομισμένα λύειν ἐστὶ νόμοις κρείττοσι καὶ θειοτέροις, οἷς ὡς δυνατώτατος ἔθετο Ἰησοῦς, ἐξελόμενος „ἡμᾶς ἀπὸ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ“ καὶ „τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων“· ἀνόσιον δὲ τὸ μὴ ἐπιῤῥῖψαι αὑτὸν τῷ πάντων ἀρχόντων φανέντι καὶ ἀποδειχθέντι (καθαρωτέρῳ καὶ) δυνατωτέρῳ. πρὸς ὃν εἶπεν ὁ θεὸς, ὡς οἱ προφῆται πρὸ πολλῶν προεῖπον γενεῶν· „αἴτησαι παρ᾿ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.“ καὶ γὰρ „αὐτὸς“ γέγονε „προσδοκία“ ἡμῶν. τῶν ἀπὸ „ἐθνῶν“ πιστευσάντων εἰς αὐτὸν καὶ τὸν ἐπὶ πᾶσι θεὸν πατέρα αὐτοῦ. [5.33] Ταῦτα δὲ οὐ μόνον πρὸς τὰ ἐκκείμενα περὶ τῶν ἐποπτῶν ἡμῖν λέλεκται, ἀλλὰ καὶ μετρίως προλαμβάνουσι τὰ ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς λεγόμενα. ἐν οἷς φησιν· ἴτω δὲ ὁ δεύτερος· ἐρήσομαι δὲ αὐτοὺς, πόθεν ἥκουσιν ἢ τίνα ἔχουσιν ἀρχηγέτην πατρίων νόμων. οὐδένα φήσουσιν, οἵ γε ἐκεῖθεν μὲν ὥρμηνται καὶ αὐτοὶ καὶ τὸν διδάσκαλόν τε καὶ χοροστάτην οὐκ ἄλλοθέν ποθεν φέρουσιν· ὅμως δ᾿ ἀφεστήκασιν Ἰουδαίων. ἥκομεν οὖν ἡμεῖς ἕκαστος „ἐν ταῖς ἐσχάταις ἡμέραις,“ ὅτε ὁ Ἰησοῦς ἡμῶν ἐπιδεδήμηκεν, εἰς „τὸ ἐμφανὲς ὄρος κυρίου,“ τὸν „ὑπεράνω“ παντὸς λόγου λόγον, καὶ εἰς τὸν οἶκον „τοῦ θεοῦ.“ ὅς „ἐστιν ἐκκλησία θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας.“ καὶ ὁρῶμεν τίνα τρόπον οὗτος οἰκοδομεῖται „ἐπὶ ἄκρων τῶν ὀρέων,“ πάντων τῶν προφητικῶν λόγων, οἵτινες αὐτοῦ θεμέλιός εἰσιν. ὑψοῦται δ᾿ οὗτος „ὁ οἶκος“ „ὑπεράνω τῶν βουνῶν,“ τῶν δοκούντων τι ἐξαίρετον παρὰ ἀνθρώποις ἐν σοφίᾳ καὶ ἀληθείᾳ ἐπαγγέλλεσθαι. καὶ ἐρχόμεθα „πάντα τὰ ἔθνη“ ἐπ᾿ αὐτὸ, καὶ πορευόμεθα τὰ πολλὰ ἔθνη, καὶ λέγομεν ἀλλήλοις, προτρέποντες ἐπὶ τὴν „ἐν ἐσχάταις ἡμέραις“ ἀναλάμψασαν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν· „δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ. καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ.“ ἐξῆλθε γὰρ ἀπὸ τῶν ἐν „Σιὼν“ „νόμος“ καὶ μετέστη ἐφ᾿ ἡμᾶς πνευματικός. ἀλλὰ καὶ „ὁ λόγος κυρίου“ ἐξῆλθεν ἀπ᾿ ἐκείνης τῆς „Ἱερουσαλὴμ,“ ἵνα πανταχοῦ νεμηθῇ καὶ κρίνῃ „ἀνὰ μέσον τῶν ἐθνῶν,“ ἐκλεγόμενος μὲν οὓς ὁρᾷ εὐπειθεῖς ἐλέγχῃ δὲ „λαὸν πολὺν“ τὸν ἀπειθῆ. καί φαμεν γὲ πρὸς τοὺς ἐρομένους ἡμᾶς, πόθεν ἥκομεν ἢ τίνα ἔχομεν ἀρχηγέτην, ὅτι ἤλθομεν κατὰ τὰς Ἰησοῦ ὑποθήκας συγκόψαι „τὰς“ πολεμικὰς ἡμῶν λογικὰς „μαχαίρας“ καὶ ὑβριστικὰς „εἰς ἄροτρα,“ καὶ „τὰς“ κατὰ τὸ πρότερον ἡμῶν μάχιμον „ζιβύνας εἰς δρέπανα“ μετασκευάζομεν. οὐκέτι γὰρ λαμβάνομεν „ἐπ᾿ ἔθνος μάχαιραν“ οὐδὲ μανθάνομεν „ἔτι πολεμεῖν,“ γενόμενοι διὰ τὸν Ἰησοῦν υἱοὶ τῆς εἰρήνης, ὅς ἐστιν ἡμῶν ἀρχηγὸς, ἀντὶ τῶν πατρίων, ἐν οἷς „ξένοι τῶν διαθηκῶν“ ἐτυγχάνομεν, λαμβάνοντες νόμον, ἐφ᾿ ᾧ χάριτας ὁμολογοῦντες τῷ ἡμᾶς ῥυσαμένῳ ἀπὸ τῆς πλάνης λέγομεν· „ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων.“ ὁ χοροστάτης οὖν ἡμῶν καὶ διδάσκαλος ἀπὸ Ἰουδαίων ἐξελθὼν ὅλην νέμεται τῷ λόγῳ τῆς διδασκαλίας, ἑαυτοῦ τὴν οἰκουμένην. καὶ ταῦτα μὲν προλαβόντες πολλοῖς ἐπιφερομένην τοῦ Κέλσου λέξιν ὅση δύναμις ἀνετρέψαμεν, συνάπτοντες τοῖς ἐκκειμένοις αὐτοῦ ῥητοῖς. [5.34] Ἵνα δὲ μὴ παρέλθωμεν τὰ ἐν τοῖς μεταξὺ λελεγμένα τῷ Κέλσῳ, φέρ᾿ ἐκθώμεθα καὶ ταῦτα. χρήσαιτο δ᾿ ἄν τις καὶ Ἡροδότῳ πρὸς τόδε μάρτυρι, λέγοντι ὧδε· „οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ. αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱερὰ θρησκείῃ, βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι, ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι· οἰκέειν γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐχ ὁμολογέειν αὐτοῖσι, βούλεσθαί τε πάντων σφίσιν ἐξεῖναι γεύεσθαι. ὁ δὲ θεὸς οὐκ ἔα σφέας ποιέειν ταῦτα, φὰς Αἴγυπτον εἶναι ταύτην, τὴν ὁ Νεῖλος ἐπιὼν ἄρδει. καὶ Αἰγυπτίους εἶναι τούτους, οἳ ἔνερθεν Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσιν.“ Ἡροδότῳ μὲν τάδε ἱστόρηται. ὁ δ᾿ Ἄμμων οὐδέν τι κακίων διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὥστε οὐδὲν ἄδικον ἑκάστους τὰ σφέτερα νόμιμα θρησκεύειν. ἀμέλει πλεῖστον αὐτῶν εὑρήσομεν κατα ἔθνη τὸ διαφέρον, καὶ ὅμως ἕκαστοι αὐτοὶ μάλιστα ευ νομίζειν δοκοῦσιν· Αἰθιόπων μὲν οἱ Μερόην οἰκοῦντες „Δία καὶ Διόνυσον μόνους“ σέβοντες, Ἀράβιοι δὲ τὴν Οὐρανίαν καὶ Διόνυσον τούτους μόνους. Αἰγύπτιοι δὲ πάντες μὲν Ὄσιρίν τε καὶ Ἶσιν, Σαῗται δὲ Ἀθηνᾶν, Ναυκρατῖται δὲ, οὐ πάλαι ἀρξάμενοι, ὠνόμασαν Σάραπιν, καὶ οἱ λοιποὶ κατὰ νομοὺς ὡς ἕκαστοι. καὶ οἱ μὲν ὀΐων ἀπέχονται, σέβοντες ὡς ἱεροὺς, οἱ δὲ αἰγῶν, οἱ δὲ κροκοδείλων. οἱ δὲ βοῶν θηλειῶν, συῶν δὲ ἀπέχονται βδελυττόμενοι. Σκύθαις γε μὴν καὶ ἀνθρώπους δαίνυσθαι καλόν· Ἰνδῶν δέ εἰσιν οἳ καὶ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι. καὶ που φησὶν ὁ αὐτὸς Ἡρόδοτος· χρήσομαι δὲ αὖθις αὐταῖς ἐκείνου λέξεσι πίστεως εἵνεκα· ἱστορεῖ δὲ ὧδε· „εἰ γάρ τις προθείη πᾶσιν ἀνθρώποισιν ἐκλέξασθαι κελεύων νόμους τοὺς καλλίστους ἐκ (τῶν) πάντων νόμων, διασκεψάμενοι ἂν ἑλοίατο (ἕκαστοι τοὺς ἑωυτῶν· οὕτω νομίζουσι) πολλόν τι καλλίστους (τοὺς) ἑωυτῶν νόμους ἕκαστοι εἶναι. οὔκων εἰκός ἐστιν ἄλλον γε ἢ μαινόμενον ἄνδρα (γέλωτα) τὰ τοιαῦτα τίθεσθαι. ὡς δ᾿ οὕτως νενομίκασι τὰ περὶ τοὺς νόμους οἱ πάντες ἄνθρωποι, πολλοῖσι καὶ ἄλλοισι τεκμηρίοισι πάρεστι σταθμώσασθαι, ἐν δὲ δὴ καὶ (τῷδε). Δαρεῖος ἐπὶ τῆς ἑωυτοῦ ἀρχῆς καλέσας Ἑλλήνων τοὺς παρεόντας εἴρετο ἐπὶ κόσῳ ἂν χρήματι βουλοίατο τοὺς πατέρας ἀποθνῄσκοντας κατασιτέεσθαι· οἱ δὲ ἔφασαν ἐπ᾿ οὐδενὶ ἕρδειν ἂν τοῦτο. Δαρεῖος δὲ μετὰ ταῦτα καλέσας Ἰνδῶν τοὺς καλεομένους Καλατίας, οἳ τοὺς γονέας κατεσθίουσιν, εἴρετο, παρεόντων τῶν Ἑλλήνων καὶ δι᾿ ἑρμηνέος μανθανόντων τὰ λεγόμενα, ἐπὶ τίνι χρήματι δεξαίατ᾿ ἂν τελευτέοντας τοὺς πατέρας κατακαίειν πυρί· οἱ δὲ ἀμβώσαντες μέγα εὐφημέειν μιν ἐκέλευον. οὕτω μὲν νῦν ταῦτα νενόμισται, καὶ ὀρθῶς μοι δοκέει Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι.“ [5.35] Διὰ τούτων δὲ ὁδεύειν δοκεῖ τῷ Κέλσῳ ὁ λόγος ἐπὶ τὸ δεῖν πάντας ἀνθρώπους κατὰ τὰ πάτρια ζῆν, οὐκ ἂν μεμφθέντας ἐπὶ τούτῳ· Χριστιανοὺς δὲ τὰ πάτρια καταλι πόντας καὶ οὐχ ἕν τι τυγχάνοντας ἔθνος ὡς Ἰουδαῖοι ἐγκλήτως προστίθεσθαι τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ. λεγέτω ουν ἡμῖν, πότερον καθηκόντως οἱ φιλοσοφοῦντες καὶ διδασκόμενοι μὴ δεισιδαιμονεῖν καταλείψουσι τὰ πάτρια, ὡς καὶ φαγεῖν τῶν ἀπηγορευμένων ἐν ταῖς πατρίσιν αὐτῶν, ἢ παρὰ τὸ καθῆκον τοῦτο πράξουσιν; εἰ μὲν γὰρ διὰ φιλοσοφίαν καὶ τὰ κατὰ δεισιδαιμονίας μαθήματα οὐ φυλάττοντες τὰ πάτρια καὶ φάγοιεν ἂν τῶν ἀπηγορευμένων αὐτοῖς ἐκ πατέρων, διὰ τί οὐχὶ καὶ Χριστιανοὶ, λόγου αἱροῦντος μὴ τευτάζειν περὶ τὰ ἀγάλματα καὶ τὰ ἱδρύματα ἢ καὶ περὶ τὰ δημιουργήματα τοῦ θεοῦ ἀλλ᾿ ὑπεραναβαίνειν καὶ τὴν ψυχὴν παριστάνειν τῷ δημιουργῷ, τὸ ἀνάλογον ποιοῦντες τοῖς φιλοσοφοῦσιν ἀνεγκλήτως τοῦτο πράττοιεν; εἰ δ᾿ ὑπὲρ τοῦ φυλάξαι τὴν προκειμένην ἑαυτῷ ὑπόθεσιν ὁ Κέλσος ἐρεῖ ἢ οἱ εὐδοκοῦντες τοῖς αὐτοῦ ὅτι καὶ φιλοσοφήσας τις τηρήσει τὰ πάτρια· ὥρα φιλοσόφους γελοιοτάτους φέρ᾿ εἰπεῖν ἐν Αἰγυπτίοις γενέσθαι φυλαττομένους ἐμφαγεῖν κρομύου, ἵνα τὰ πάτρια τηρῶσιν, ἢ μορίων τινῶν τοῦ σώματος οἷον κεφαλῆς καὶ ὤμου, ἵνα μὴ παραβαίνωσι τὰ ὑπὸ πατέρων αὐτοῖς παραδοθέντα. καὶ οὔπω λέγω περὶ τῶν τὰς τοῦ σώματος φλυαρίας ἐν φύσαις φριττόντων τῶν Αἰγυπτίων ὅτι, ἐὰν ἀπὸ τῶν τοιούτων τις φιλοσοφήσῃ καὶ τηρήσῃ τὰ πάτρια, γελοῖος ἂν εἴη φιλόσοφος ἀφιλόσοφα πράττων. οὕτως οὖν καὶ ὁ ὑπὸ τοῦ λόγου προσαχθεὶς ἐπὶ τὸ σέβειν τὸν τῶν ὅλων θεὸν καὶ διὰ τὰ πάτρια κάτω που μένων παρὰ τοῖς ἀγάλμασι καὶ τοῖς ἀνθρωπίνοις ἱδρύμασι καὶ μὴ βουλόμενος ἀναβῆναι τῇ προαιρέσει πρὸς τὸν δημιουργὸν παραπλήσιος ἂν γένοιτο τοῖς μαθοῦσι μὲν τὰ φιλοσοφίας φοβουμένοις δὲ τὰ μὴ φοβερὰ καὶ νομίζουσιν ἀσέβειαν εἶναι τὸ τοιῶνδε ἐμφαγεῖν. [5.36] Οἷος δὲ καὶ ὁ τοῦ Ἡροδότου ἐστὶν Ἄμμων, οὗ τὰς λέξεις ὁ Κέλσος παρείληφεν, ὡς εἰς ἀπόδειξιν περὶ τοῦ δεῖν ἕκαστον τὰ πάτρια τηρεῖν; ὁ γὰρ Ἄμμων αὐτῶν τοῖς τῶν ἀπὸ Μαρέης πόλεως καὶ Ἄπιος οἰκοῦσι τὰ πρόσουρα τῇ Λιβύῃ οὐκ ἐᾷ ἀδιαφορεῖν πρὸς τὴν χρῆσιν τῶν θηλέων βοῶν· ὅπερ πρᾶγμα οὐ μόνον τῇ φύσει ἑαυτοῦ ἀδιάφορόν ἐστιν, ἀλλὰ καὶ οὐ κωλύει καλὸν καὶ ἀγαθὸν εἶναί τινα. καὶ εἰ μὲν ὁ Ἄμμων αὐτῶν ἀπηγόρευε τὴν χρῆσιν τῶν θηλειῶν βοῶν διὰ τὸ εἰς γεωργίαν τοῦ ζῴου χρήσιμον καὶ πρὸς τούτῳ διὰ τὸ διὰ τῶν θηλέων μάλιστα αὔξειν τὸ γένος αὐτῶν, τάχα ἂν εἶχε πιθανότητα ὁ λόγος· νυνὶ δὲ ἅπαξ βούλεται αὐτοὺς ἐμπίνοντας τοῦ Νείλου δεῖν τηρεῖν τοὺς Αἰγυπτίων περὶ θηλειῶν βοῶν νόμους. καὶ ἐπὶ τούτῳ γε τωθάζων ὁ Κέλσος τοὺς παρὰ Ἰουδαίοις ἀγγέλους πρεσβεύοντας τὰ τοῦ θεοῦ οὐ κακίονα ἔφησεν εἶναι τὸν Ἄμμωνα πρὸς τὸ διαπρεσβεῦσαι τὰ δαιμόνια ἢ οἱ Ἰουδαίων ἄγγελοι· ὧν οὐκ ἐξήτασε τοὺς λόγους καὶ τὰς ἐπιφανείας, τί βούλονται. ἑωράκει γὰρ ἂν ὅτι οὐ „τῶν βοῶν μέλει τῷ θεῷ,“ ἔνθα καὶ δοκεῖ περὶ βοῶν ἢ ἀλόγων ζῴων νομοθετεῖν, ἀλλὰ τὰ δι᾿ ἀνθρώπους γραφέντα ἐν προσχήματι τῷ περὶ ἀλόγων ζῴων φυσιολογίαν τινὰ περιέχει. Κέλσος μὲν οὖν οὐδὲν ἄδικόν φησι ποιεῖν ἕκαστον, τὰ σφέτερα νόμιμα θρησκεύειν ἐθέλοντα· καὶ ἀκολουθεῖ κατ᾿ αὐτὸν μηδὲν ἄδικον ποιεῖν Σκύθας, ἐπεὶ κατὰ τὰ πάτρια δαίνυνται ἀνθρώπους. καὶ Ἰνδῶν δὲ οἱ τοὺς πατέρας ἐσθίοντες ὅσια δρᾶν νομίζουσι, καὶ κατὰ τὸν Κέλσον, ἢ οὐκ ἄδικά γε. ἐκτίθεται γοῦν Ἡροδότου λέξιν συναγορεύουσαν τὸ ἕκαστον τοῖς πατρίοις νόμοις καθηκόντως χρῆσθαι, καὶ ἔοικεν ἀποδεχομένῳ τοὺς ἐπὶ Δαρείου Καλατίας καλουμένους Ἰνδοὺς τοὺς γονεῖς κατεσθίοντας, ἐπεὶ πρὸς τὸν Δαρεῖον πυνθανόμενον, ἐπὶ πόσῳ χρήματι ἀποθέσθαι τοῦτον τὸν νόμον βούλονται, ἀναβοήσαντες μέγα εὐφημεῖν αὐτὸν ἐκέλευον. [5.37] Δύο τοίνυν νόμων προκειμένων γενικῶς, καὶ τοῦ μὲν ὄντος τῆς φύσεως νόμου, ὃν θεὸς ἂν νομοθετήσαι, ἑτέρου δὲ τοῦ ἐν ταῖς πόλεσι γραπτοῦ, καλὸν ὅπου μὲν μὴ ἐναντιοῦται ὁ γραπτὸς νόμος τῷ τοῦ θεοῦ μὴ λυπεῖν τοὺς πολίτας προφάσει ξένων νόμων· ἔνθα δὲ τὰ ἐναντία τῷ γραπτῷ νόμῳ προστάσσει ὁ τῆς φύσεως τουτέστι τοῦ θεοῦ, ὅρα εἰ μὴ ὁ λόγος αἱρεῖ μακρὰν μὲν χαίρειν εἰπεῖν τοῖς γεγραμμένοις καὶ τῷ βουλήματι τῶν νομοθετῶν, ἐπιδιδόναι δὲ ἑαυτὸν τῷ θεῷ νομοθέτῃ καὶ κατὰ τὸν τούτου λόγον αἱρεῖσθαι βιοῦν, κἂν μετὰ κινδύνων καὶ μυρίων πόνων καὶ θανάτων καὶ ἀδοξίας τοῦτο δέῃ ποιεῖν. καὶ γὰρ ἄτοπον, τῶν ἀρεσκόντων τῷ θεῷ ἑτέρων ὄντων παρὰ τὰ ἀρέσκοντά τισι τῶν ἐν ταῖς πόλεσι νόμων, καὶ ἀμηχάνου τυγχάνοντος ἀρέσκειν θεῷ καὶ τοῖς πρεσβεύουσι τοὺς τοιούσδε νόμους, καταφρονεῖν μὲν πράξεων, δι᾿ ὧν ἀρέσει τις τῷ τῶν ὅλων δημιουργῷ, αἱρεῖσθαι δὲ ἐκείνας, ἐξ ὧν ἀπάρεστος μέν τις ἔσται τῷ θεῷ, ἀρεστὸς δὲ τοῖς οὐ νόμοις νόμοις καὶ τοῖς τούτων φίλοις. εἴπερ δὲ εὔλογον ἐπὶ τῶν ἄλλων τὸν τῆς φύσεως προτιμᾶν νόμον, ὄντα νόμον τοῦ θεοῦ, παρὰ τὸν γεγραμμένον καὶ ὑπὸ τῶν ἀνθρώπων ἐναντίως τῷ νόμῳ τοῦ θεοῦ νενομοθετημένον. πῶς οὐχὶ τοῦτο μᾶλλον ἐν τοῖς περὶ θεοῦ νόμοις ποιητέον; καὶ οὔτε ὡς Αἰθίοπες, [ὡς] οἱ τὰ περὶ τὴν Μερόην οἰκοῦντες, Δία καὶ Διόνυσον, ὡς ἐκείνοις ἀρέσκει, μόνους προσκυνήσομεν, ἀλλ᾿ οὐδ᾿ ὅλως Αἰθιοπικοὺς θεοὺς Αἰθιοπικῶς τιμήσομεν· οὔθ᾿ ὡς οἱ Ἀράβιοι τὴν Οὐρανίαν καὶ τὸν Διόνυσον μόνους ἡγησόμεθα θεοὺς, ἀλλ᾿ οὐδ᾿ ὅλως θεοὺς. ἐν οἷς τὸ θῆλυ καὶ τὸ ἄῤῥεν δεδόξασται (ὡς θήλειαν γὰρ Ἀράβιοι τὴν Οὐρανίαν προσκυνοῦσι καὶ ὡς ἄῤῥενα τὸν Διόνυσον)· ἀλλ᾿ οὐδ᾿ ὡς πάντες Αἰγύπτιοι θεοὺς νομίσομεν Ὄσιριν καὶ Ἶσιν. οὐδὲ τούτοις συγκατατάξομεν κατὰ τὰ τοῖς Σαΐταις (δοκοῦντα) τὴν Ἀθηνᾶν. εἰ δὲ καὶ Ναυκρατίταις ἄλλα μὲν ἔδοξε σέβειν τοῖς πρεσβυτέροις. τὸν Σάραπιν δὲ τοῖς χθὲς καὶ πρώην ἀρξαμένοις. τὸν οὐ πώποτε γενόμενον θεὸν, προσκυνεῖν· οὐ παρὰ τοῦτο καὶ ἡμεῖς νέον τὸν οὐ πρότερον ὄντα θεὸν οὐδὲ γνωσθέντα τοῖς ἀνθρώποις φήσομεν εἶναι. ὁ γὰρ τοῦ θεοῦ υἱὸς, ὁ „πρωτότοκος πάσης κτίσεως,“ εἰ καὶ νεωστὶ ἐνηνθρωπηκέναι ἔδοξεν. ἀλλ᾿ οὔτι γε διὰ τοῦτο νέος ἐστί. πρεσβύτατον γὰρ αὐτὸν πάντων τῶν δημιουργημάτων ἴσασιν οἱ θεῖοι λόγοι, καὶ αὐτῷ τὸν θεὸν περὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας εἰρηκέναι· „ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν.“ [5.38] Βούλομαι δὲ παραστῆσαι, τίνα τρόπον οὐκ εὐλόγως ὁ Κέλσος φησὶν ἕκαστον τὰ οἰκεῖα καὶ πάτρια σέβειν. φησὶ γὰρ οὗτος τοὺς οἰκοῦντας τὴν Μερόην Αἰθίοπας δύο μόνους εἰδέναι θεοὺς, Δία καὶ Διόνυσον, καὶ αὐτοὺς μόνους σέβειν τοὺς δ᾿ Ἀραβίους καὶ αὐτοὺς δύο μόνους, Διόνυσον μὲν ὡς καὶ Αἰθίοπες, Οὐρανίαν δὲ ἰδίαν. κατὰ τὴν ἱστορίαν αὐτοῦ οὔτ᾿ Αἰθίοπες Οὐρανίαν σέβουσιν οὔτε Ἀράβιοι Δία. ἆρ᾿ οὖν ἐάν τις Αἰθιόπων, ἔκ τινος περιστάσεως γενόμενος παρὰ τοῖς Ἀραβίοις, ἀσεβὴς εἶναι νομισθῇ ὡς τὴν Οὐρανίαν οὐ σέβων καὶ παρὰ τοῦτο τὴν ἐπὶ θανάτῳ κινδυνεύῃ, καθήξει τῷ Αἰθίοπι ἀποθανεῖν ἢ παρὰ τὰ πάτρια ποιεῖν καὶ προσκυνεῖν τὴν Οὐρανίαν; εἰ μὲν γὰρ παρὰ τὰ πάτρια ποιεῖν αὐτὸν καθήξει, οὐχ ὅσιον ποιήσει ὅσον ἐπὶ τοῖς τοῦ Κέλσου λόγοις· εἰ δὲ τὴν ἐπὶ θανάτῳ ἀπαχθείη, παραστησάτω τὸ εὔλογον τοῦ αἱρεῖσθαι θάνατον, οὐκ οἶδα εἰ τοῦ Αἰθιόπων λόγου φιλοσοφεῖν διδάσκοντος περὶ ψυχῆς ἀθανασίας καὶ τιμῆς τῆς ἐπὶ εὐσεβείᾳ, εἰ (κατὰ) τοὺς πατρίους νόμους σέβοιεν νομιζομένους θεούς. τὸ δ᾿ ὅμοιον ἔστιν εἰπεῖν καὶ περὶ Ἀραβίων, ἔκ τινος περιστάσεως ἐπιδημησάντων Αἰθίοψι τοῖς περὶ Μερόην. καὶ οὗτοι γὰρ μόνους διδαχθέντες σέβειν Οὐρανίαν καὶ Διόνυσον οὐ προσκυνήσουσι τὸν Δία μετὰ τῶν Αἰθιόπων· καὶ ἀσεβεῖν νομισθέντες εἰ τὴν ἐπὶ θανάτῳ [ἂν] ἀπάγοιντο, τί ἂν εὐλόγως ποιήσαιεν, λεγέτω ὁ Κέλσος. τοὺς δὲ περὶ Ὄσιριν καὶ Ἶσιν μύθους περισσόν ἐστιν ἡμῖν νῦν καταλέγειν καὶ οὐκ εὔκαιρον. κἂν τροπολογῶνται δὲ οἱ μῦθοι. τὸ ἄψυχον ἡμᾶς ὕδωρ σέβειν διδάξουσι καὶ τὴν ὑποκειμένην ἀνθρώποις καὶ πᾶσι ζῴοις γῆν. οὕτω γὰρ οἶμαι μεταλαμβάνουσι τὸν μὲν Ὄσιριν εἰς ὕδωρ τὴν δὲ Ἶσιν εἰς γῆν. περὶ δὲ Σαράπιδος πολλὴ καὶ διά φωνος ἱστορία, χθὲς καὶ πρώην εἰς μέσον ἐλθόντος κατά τινας μαγγανείας τοῦ βουληθέντος Πτολεμαίου οἱονεὶ ἐπιφανῆ δεῖξαι τοῖς ἐν Ἀλεξανδρείᾳ θεόν. ἀνέγνωμεν δὲ παρὰ Νουμηνίῳ τῷ Πυθαγορείῳ περὶ τῆς κατασκευῆς αὐτοῦ, ὡς ἄρα πάντων τῶν ὑπὸ φύσεως διοικουμένων μετέχει οὐσίας ζῴων καὶ φυτῶν· ἵνα δόξῃ μετὰ τῶν ἀτελέστων τελετῶν καὶ τῶν καλουσῶν δαίμονας μαγγανειῶν οὐχ ὑπὸ ἀγαλματοποιῶν μόνων κατασκευάζεσθαι θεὸς ἀλλὰ καὶ ὑπὸ μάγων καὶ φαρμακῶν καὶ τῶν ἐπῳδαῖς αὐτῶν κηλουμένων δαιμόνων. [5.39] Χρὴ οὖν ζητεῖν τὸ ἁρμοζόντως τῷ λογικῷ καὶ ἡμέρῳ ζῴῳ καὶ λελογισμένως πάντα πράττοντι βρωτὸν καὶ οὐ βρωτὸν. καὶ μὴ κατὰ ἀποκλήρωσιν σέβειν ὄϊς ἢ αἶγας ἢ τὰς θηλείας βοῦς. καὶ τούτων μὲν ἀπέχεσθαι μέτριον, πολὺ γὰρ χρήσιμον ἀπὸ τούτων τῶν ζῴων ἀνθρώποις γίνεται· τὸ δὲ καὶ κροκοδείλων φείδεσθαι, καὶ εἶναι ἱεροὺς αὐτοὺς οὐκ οἶδα τίνος μυθολογουμένου θεοῦ, πῶς οὐκ ἔστι πάντων ἠλιθιώτατον; σφόδρα γὰρ ἐμβροντήτων ἐστὶ τὸ φείδεσθαι ζῴων οὐ φειδομένων καὶ περιέπειν ζῷα ἀνθρώπους καταθοινώμενα. ἀλλὰ Κέλσῳ ἀρέσκουσι μὲν οἱ κατά τινα πάτρια κροκοδείλους σέβοντες καὶ περιέποντες, καὶ οὐδεὶς λόγος κατ᾿ ἐκείνων αὐτῷ γέγραπται· ψεκτοὶ δ᾿ εἶναι φαίνονται Χριστιανοὶ, τὴν κακίαν βδελύσσεσθαι διδασκόμενοι καὶ τὰ ἀπὸ κακίας ἔργα ἐκτρέπεσθαι, τὴν δ᾿ ἀρετὴν σέβειν καὶ τιμᾶν ὡς ὑπὸ τοῦ θεοῦ γεγενημένην καὶ οὖσαν υἱὸν θεοῦ. οὐ γὰρ παρὰ τὸ θηλυκὸν ὄνομα καὶ τῇ οὐσίᾳ θήλειαν νομιστέον εἶναι τὴν σοφίαν καὶ τὴν δικαιοσύνην, ἅπερ καθ᾿ ἡμᾶς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὡς ὁ γνήσιος αὐτοῦ μαθητὴς παρέστησε λέγων περὶ αὐτοῦ· „ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.“ κἂν δεύτερον οὖν λέγωμεν θεὸν, ἴστωσαν ὅτι τὸν δεύτερον θεὸν οὐκ ἄλλο τι λέγομεν ἢ τὴν περιεκτικὴν πασῶν ἀρετῶν ἀρετὴν καὶ τὸν περιεκτικὸν παντὸς οὑτινοσοῦν λόγου τῶν κατὰ φύσιν καὶ προηγουμένως γεγενημένων καὶ εἰς χρήσιμον τοῦ παντὸς λόγον· ὅντινα τῇ Ἰησοῦ μάλιστα παρὰ πᾶσαν ψυχὴν ᾠκειῶσθαι καὶ ἡνῶσθαί φαμεν, μόνου τελείως χωρῆσαι δεδυνημένου τὴν ἄκραν μετοχὴν τοῦ αὐτολόγου καὶ τῆς αὐτοσοφίας καὶ τῆς αὐτοδικαιοσύνης. [5.40] Ἐπεὶ δὲ τοιαῦτα εἰπὼν ὁ Κέλσος περὶ τῶν διαφόρων νόμων ἐπιφέρει ὅτι ὀρθῶς μοι δοκεῖ Πίνδαρος ποιῆσαι, νόμον πάντων βασιλέα φήσας εἶναι, φέρε καὶ περὶ τούτου διαλεχθῶμεν. τίνα φῂς, ὦ οὗτος, νόμον πάντων εἶναι βασιλέα; εἰ μὲν τοὺς κατὰ πόλιν, ψεῦδος τὸ τοιοῦτον· οὐ γὰρ ὑπὸ τοῦ αὐτοῦ νόμου πάντες βασιλεύονται· καὶ χρῆν, εἰ ἄρα, λελέχθαι· νόμοι πάντων βασιλεῖς, ἑκάστου γὰρ ἔθνους τῶν πάντων νόμος τις βασιλεύς. εἰ δὲ κυρίως ἀκούεις τοῦ νόμου, ὁ φύσει βασιλεὺς τῶν πάντων οὗτός ἐστιν· εἰ καί τινες δίκην λῃστῶν, ἀποστάντων τοῦ νόμου. τοῦτον μὲν ἀρνοῦνται λῃστρικῶς δὲ καὶ ἀδικητικῶς διαζῶσιν. ἡμεῖς οὖν οἱ Χριστιανοὶ τὸν τῇ φύσει πάντων βασιλέα ἐπιγνόντες νόμον, τὸν αὐτὸν ὄντα τῷ νόμῳ τοῦ θεοῦ, κατ᾿ αὐτὸν βιοῦν πειρώμεθα, μακρὰν χαίρειν φράσαντες τοῖς οὐ νόμοις νόμοις. [5.41] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς τῷ Κέλσῳ λεγόμενα. ἐν οἷς σφόδρα μὲν ἐλάχιστά ἐστι τὰ περὶ Χριστιανῶν πλεῖστα δὲ ὅσα περὶ Ἰουδαίων. φησὶν οὖν· εἰ μὲν δὴ κατὰ ταῦτα περιστέλλοιεν Ἰουδαῖοι τὸν ἴδιον νόμον, οὐ μεμπτὰ αὐτῶν, ἐκείνων δὲ μᾶλλον, τῶν καταλιπόντων τὰ σφέτερα καὶ τὰ Ἰουδαίων προσποιουμένων. εἰ δ᾿ ὥς τι σοφώτερον εἰδότες σεμνύνονταί τε καὶ τὴν ἄλλων κοινωνίαν (ὡς) οὐκ ἐξ ἴσου καθαρῶν ἀποστρέφονται, ἤδη ἀκηκόασιν ὅτι οὐδὲ τὸ περὶ οὐρανοῦ δόγμα ἴδιον λέγουσιν ἀλλ᾿, ἵνα πάντα ἐάσω, καὶ Πέρσαις, ὥς που δηλοῖ καὶ Ἡρόδοτος, πάλαι δεδογμένον. „νομίζουσι γὰρ,“ φησὶ, „Διῒ μὲν ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντες θυσίας ἔρδειν, τὸν κύκλον πάντα τοῦ οὐρανοῦ Δία καλέοντες.“ οὐδὲν οὖν οἶμαι διαφέρειν Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαὼθ ἢ Ἀμοῦν, ὡς Αἰγύπτιοι, ἢ Παπαῖον, ὡς Σκύθαι. οὐ μὴν οὐδὲ κατὰ ταῦτα ἁγιώτεροι τῶν ἄλλων ἂν εἶεν. ὅτι περιτέμνονται· τοῦτο γὰρ Αἰγύπτιοι καὶ Κόλχοι πρότεροι· οὐδ᾿ ὅτι συῶν ἀπέχονται· καὶ γὰρ τοῦτ᾿ Αἰγύπτιοι, καὶ προσέτι αἰγῶν τε καὶ οἰῶν καὶ βοῶν (τε) καὶ ἰχθύων, καὶ κυάμων γε Πυθαγόρας τε καὶ οἱ μαθηταὶ καὶ ἐμψύχων ἁπάντων. οὐ μὴν οὐδ᾿ εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων τούτους εἰκὸς, καὶ πέμπεσθαι μόνοις αὐτοῖς ἐκεῖθεν ἀγγέλους. οἷον δή τινα μακάρων χώραν λαχοῦσιν· ὁρῶμεν γὰρ αὐτούς τε καὶ τὴν χώραν τίνων ἠξίωνται. οὗτος μὲν οὖν ὁ χορὸς ἀπίτω δίκην ἀλαζονείας ὑποσχὼν, οὐκ εἰδὼς τὸν μέγαν θεὸν ἀλλ᾿ ὑπὸ τῆς Μωϋσέως γοητείας ὑπαχθείς τε καὶ ψευσθεὶς κἀκείνης οὐκ ἐπ᾿ ἀγαθῷ τέλει γεγονὼς μαθητής. [5.42] Δῆλον δ᾿ ὅτι ἐν τούτοις ἐγκαλεῖ Ἰουδαίοις ὡς ψευδῶς ὑπολαμβάνουσιν ἑαυτοὺς εἶναι ἐκλεκτὴν μερίδα παρὰ πάντα τὰ ἔθνη τοῦ ἐπὶ πᾶσι θεοῦ. καὶ ἀλαζονείας γοῦν αὐτῶν κατηγορεῖ ὡς αὐχούντων μὲν τὸν μέγαν θεὸν, οὐκ εἰδότων δ᾿ αὐτὸν ἀλλ᾿ ὑπαχθέντων τῇ Μωϋσέως γοητείᾳ καὶ ψευσθέντων ὑπ᾿ αὐτοῦ, οὐκ ἐπ᾿ ἀγαθῷ τέλει μαθητευθέντων αὐτῷ. ἀπὸ μέρους μὲν οὖν ἡμῖν ἐν τοῖς πρὸ τούτων λέλεκται τὰ τῆς σεμνῆς καὶ ἐξαιρέτου Ἰουδαίων πολιτείας, ἡνίκα αὐτοῖς συνειστήκει τὸ σύμβολον τῆς τοῦ θεοῦ πόλεως καὶ τοῦ ναοῦ αὐτοῦ καὶ τῆς παρ᾿ αὐτῷ καὶ τῷ θυσιαστηρίῳ ἱερατικῆς λατρείας· εἰ δέ τις ἐπερείσας τὴν διάνοιαν τῷ τοῦ νομοθέτου βουλήματι καὶ τῇ κατ᾿ αὐτὸν πολιτείᾳ ἐξετάζων τὰ κατ᾿ αὐτοὺς συγκρίνοι τῇ νῦν ἀγωγῇ τῶν λοιπῶν ἐθνῶν, οὐδένας μᾶλλον ἂν θαυμάσαι ὡς ἐν ἀνθρώποις πάντα μὲν τὰ μὴ χρήσιμα τῷ γένει τῶν ἀνθρώπων περιῃρημένους μόνα δὲ τὰ εὔχρηστα παραδεξαμένους. διὸ οὐδ᾿ ἀγῶνες ἦσαν γυμνικοὶ ἢ θυμελικοὶ ἢ ἱππικοὶ παρ᾿ αὐτοῖς, οὐδὲ γυναῖκες πιπράσκουσαι τὴν ὥραν παντὶ τῷ βουλομένῳ σπείρειν κενῶς καὶ ἐνυβρίζειν τῇ φύσει τῶν ἀνθρωπίνων σπερμάτων. ὁποῖον δ᾿ ἦν παρ᾿ αὐτοῖς τὸ ἐξ ἔτι ἁπαλῶν ὀνύχων διδάσκεσθαι ὑπεραναβαίνειν μὲν πᾶσαν τὴν αἰσθητὴν φύσιν καὶ μηδαμοῦ αὐτῆς νομίζειν ἱδρῦσθαι τὸν θεὸν, ἄνω δὲ καὶ ὑπὲρ τὰ σώματα ζητεῖν αὐτόν; πηλίκον δὲ τὸ σχεδὸν ἅμα γενέσει καὶ συμπληρώσει τοῦ λόγου διδάσκεσθαι αὐτοὺς τὴν τῆς ψυχῆς ἀθανασίαν καὶ τὰ ὑπὸ γῆν δικαιωτήρια καὶ τὰς τιμὰς τῶν καλῶς βεβιωκότων; ἅπερ ἔτι μυθικώτερον μὲν παισὶ καὶ τὰ παίδων φρονοῦσιν αὐτοῖς ἐκηρύσσετο, ἤδη δὲ ζητοῦσι τὸν λόγον καὶ βουλομένοις ἐν αὐτῷ προκόπτειν οἱ τέως μῦθοι, ἵν᾿ οὕτως ὀνομάσω. μετεμορφοῦντο εἰς τὴν ἐναποκεκρυμμένην αὐτοῖς ἀλήθειαν. ἐγὼ δὲ νομίζω ἀξίως τοῦ χρηματίζειν αὐτοὺς μερίδα θεοῦ πάσης μὲν μαντείας ὡς μάτην κηλούσης τοὺς ἀνθρώπους καταπεφρονηκέναι, καὶ ἀπὸ δαιμόνων μοχθηρῶν μᾶλλον ἢ ἀπό τινος κρείττονος φύσεως ἐρχομένης. ζητεῖν δὲ τὴν τῶν μελλόντων γνῶσιν ἐν ψυχαῖς. δι᾿ ἄκραν καθαρότητα παραδεξαμέναις πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ. [5.43] Τὸ δὲ μὴ ἐξεῖναι δουλεύειν τὸν ἀπὸ τῶν αὐτῶν ὁρμώμενον δογμάτων πλεῖον ἐτῶν ἓξ πῶς ἐστι λελογισμένον καὶ οὔτε τὸν δεσπότην οὔτε τὸν δοῦλον ἀδικοῦν, τί χρὴ λέγειν; οὐ κατὰ τὰ αὐτὰ οὖν τοῖς λοιποῖς ἔθνεσι περιστέλλοιεν ἂν Ἰουδαῖοι τὸν ἴδιον νόμον. μεμπτὸν γάρ ἐστιν αὐτοῖς καὶ ἀναισθησίας ἔγκλημα ἐπάγον τῆς περὶ τῆς τῶν νόμων ὑπεροχῆς. εἰ νομίζοιεν αὐτοὺς ὁμοίως τοῖς ἄλλοις γεγράφθαι τοῖς κατὰ τὰ ἔθνη. κἂν μὴ βούληται δὲ Κέλσος, σοφώτερόν τι εἰσὶν εἰδότες Ἰουδαῖοι οὐ μόνον τῶν πολλῶν ἀλλὰ καὶ τῶν φιλοσοφεῖν δοκούντων. ὅτι οἱ μὲν φιλοσοφοῦντες μετὰ τοὺς σεμνοὺς ἐν φιλοσοφίᾳ λόγους καταπίπτουσιν ἐπὶ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, Ἰουδαίων δὲ καὶ ὁ ἔσχατος μόνῳ ἐνορᾷ τῷ ἐπὶ πᾶσι θεῷ· καὶ καλῶς γε ὅσον ἐπὶ τούτῳ σεμνύνονται καὶ τὴν τῶν ἄλλων ὡς ἐναγῶν καὶ ἀσεβῶν ἐκτρέπονται κοινωνίαν. καὶ εἴθε αὐτοῖς μὴ ἡμάρτητο παρανομήσασι καὶ πρότερον μὲν „τοὺς προφήτας“ ἀποκτείνασιν ὕστερον δὲ καὶ τῷ Ἰησοῦ ἐπιβουλεύσασιν· ἵν᾿ ἔχωμεν παράδειγμα πόλεως οὐρανίας, ἣν ἐζήτησε μὲν διαγράψαι καὶ Πλάτων οὐκ οἶδα δὲ εἰ τοσοῦτον δεδύνηται, ὅσον Μωϋσῆς ἴσχυσε καὶ οἱ μετ᾿ αὐτὸν, „γένος τι ἐκλεκτὸν“ καὶ „ἔθνος ἅγιον“ καὶ θεῷ ἀνακείμενον ἐντρέφοντες λόγοις καθαροῖς ἀπὸ πάσης δεισιδαιμονίας. [5.44] Ἐπεὶ δὲ βούλεται Κέλσος κοινοποιεῖν τὰ σεμνὰ Ἰουδαίων ἐθνῶν τινων νόμοις. φέρε καὶ ταῦτα θεωρήσωμεν. νομίζει τοίνυν τὸ περὶ οὐρανοῦ δόγμα μηδὲν διαφέρειν τοῦ περὶ τοῦ θεοῦ καί φησι παραπλησίως τοῖς Ἰουδαίοις τοὺς Πέρσας τῷ Διῒ θυσίας ἐπιτελεῖν. ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων ἀναβαίνοντας οὐχ ὁρῶν ὅτι Ἰουδαῖοι ὡς ἕνα θεὸν ἠπίσταντο. οὕτως ἕνα τὸν τῆς προσευχῆς ἅγιον οἶκον καὶ ἓν τὸ τῶν ὁλοκαρπωμάτων θυσιαστήριον καὶ ἓν τὸ τῶν θυμιαμάτων θυμιατήριον καὶ ἕνα τὸν τοῦ θεοῦ ἀρχιερέα. οὐδὲν οὖν κοινὸν πρὸς Πέρσας ἦν Ἰουδαίοις, ἐπὶ τὰ ὑψηλότατα τῶν ὀρέων, πλειόνων ὄντων, ἀναβαίνοντας καὶ θυσίας ἐπιτελοῦντας, οὐδὲν παραπλήσιον ἐχούσας ταῖς κατὰ τὸν Μωϋσέως νόμον· καθ᾿ ὃν „ὑποδείγματι καὶ σκιᾷ“ ἐλάτρευον „τῶν ἐπουρανίων“ οἱ Ἰουδαίων ἱερεῖς, ἐν ἀποῤῥήτῳ διηγούμενοι τὸ τοῦ νόμου περὶ τῶν θυσιῶν βούλημα καὶ ὧν σύμβολα ἦσαν αὗται. Πέρσαι τοίνυν πάντα τὸν τοῦ οὐρανοῦ κύκλον Δία καλείτωσαν, ἡμεῖς δὲ οὔτε Δία οὔτε τὸν θεόν φαμεν εἶναι τὸν οὐρανὸν, οἵ γε ἐπιστάμεθα καὶ τινα τῶν ἡττόνων τοῦ θεοῦ ὑπεραναβεβηκέναι τοὺς οὐρανοὺς καὶ πᾶσαν αἰσθητὴν φύσιν. καὶ οὕτω γε συνίεμεν τοῦ· „αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.“ [5.45] Ἀλλ᾿ ἐπεὶ Κέλσος οἴεται μηδὲν διαφέρειν Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαὼθ ἢ, ὡς Αἰγύπτιοι, Ἀμοῦν ἢ, ὡς Σκύθαι, Παπαῖον, φέρε καὶ περὶ τούτων ὀλίγα διαλεχθῶμεν, ὑπομιμνήσκοντες ἅμα τὸν ἐντυγχάνοντα καὶ τῶν ἀνωτέρω εἰς τὸ τοιοῦτον πρόβλημα εἰρημένων, ὅτ᾿ ἐκάλεσεν ἡμᾶς ἡ Κέλσου λέξις ἐπὶ τὰ τοιαῦτα. καὶ νῦν οὖν φαμεν ὅτι ἡ τῶν ὀνομάτων φύσις οὐ θεμένων εἰσὶ νόμοι, ὡς Ἀριστοτέλης οἴεται. οὐδὲ γὰρ ἀπὸ ἀνθρώπων τὴν ἀρχὴν ἔχουσιν αἱ ἐν ἀνθρώποις διάλεκτοι, ὡς δῆλον τοῖς ἐφιστάνειν δυναμένοις φύσει ἐπῳδῶν, οἰκειουμένων κατὰ τὰς διαφόρους διαλέκτους καὶ τοὺς διαφόρους φθόγγους τῶν ὀνομάτων τοῖς πατράσι τῶν διαλέκτων· περὶ ὧν ἐν τοῖς ἀνωτέρω ἐπ᾿ ὀλίγον διειλήφαμεν, λέγοντες ὅτι καὶ μεταλαμβανόμενα εἰς ἄλλην διάλεκτον τὰ πεφυκότα δύνασθαι ἐν τῇ δεῖνα διαλέκτῳ οὐκέτι ἀνύει τι, ὡς ἤνυσεν ἐν ταῖς οἰκείαις φωναῖς. ἤδη δὲ καὶ ἐπ᾿ ἀνθρώπων τὸ τοιοῦτον εὑρίσκεται· τὸν γὰρ ἀπὸ γενέσεως Ἑλλάδι διαλέκτῳ καλούμενον τὸν δεῖνα οὐκ ἂν μεταλαβόντες εἰς διάλεκτον Αἰγυπτίων ἢ Ῥωμαίων ἤ τινος ἄλλου ποιήσαιμεν παθεῖν ἢ δρᾶσαι, ἅπερ πάθοι ἢ δράσαι ἂν καλούμενος τῇ πρώτῃ θέσει τοῦ ὀνόματος αὐτοῦ. ἀλλ᾿ οὐδὲ τὸν ἐξ ἀρχῆς Ῥωμαίων κληθέντα φωνῇ εἰ μεταλάβοιμεν ἐπὶ τὴν Ἑλλάδα διάλεκτον, ποιήσαιμεν ἂν, ὅπερ ποιεῖν ἐπαγγέλλεται ἡ ἐπῳδὴ, τηροῦσα τὸ κατονομασθὲν αὐτῷ πρῶτον ὄνομα. εἰ δὲ ταῦτα περὶ ἀνθρωπίνων ὀνομάτων λεγόμενά ἐστιν ἀληθῆ, τί χρὴ νομίζειν ἐπὶ τῶν δι᾿ ἡνδήποτε αἰτίαν ἀναφερομένων ἐπὶ τὸ θεῖον ὀνομάτων; μεταλαμβάνεται γάρ (τι) φέρ᾿ εἰπεῖν εἰς Ἑλλάδα φωνὴν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος καὶ σημαίνεταί τι ἀπὸ τῆς Ἰσαὰκ προσηγορίας καὶ δηλοῦταί τι ἀπὸ τῆς Ἰακὼβ φωνῆς. καὶ ἐὰν μὲν ὁ καλῶν ἢ ὁ ὁρκῶν ὀνομάζῃ θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακὼβ, τόδε τι ποιήσαι ἂν ἤτοι διὰ τὴν τούτων (τῶν ὀνομάτων) φύσιν ἢ καὶ δύναμιν αὐτῶν, καὶ δαιμόνων νικωμένων καὶ ὑποταττομένων τῷ λέγοντι ταῦτα· ἐὰν δὲ λέγῃ· ὁ θεὸς πατρὸς ἐκλεκτοῦ τῆς ἠχοῦς καὶ ὁ θεὸς τοῦ γέλωτος καὶ ὁ θεὸς τοῦ πτερνιστοῦ, οὕτως οὐδὲν ποιεῖ τὸ ὀνομαζόμενον ὡς οὐδ᾿ ἄλλο τι τῶν μηδεμίαν δύναμιν ἐχόντων. οὕτω δὲ κἂν μὲν μεταλάβωμεν τὸ Ἰσραὴλ ὄνομα εἰς Ἑλλάδα ἢ ἄλλην διάλεκτον, οὐδὲν ποιήσομεν· ἐὰν δὲ τηρήσωμεν αὐτὸ, προσάπτοντες οἷς οἱ περὶ ταῦτα δεινοὶ συμπλέκειν αὐτὸ ᾠήθησαν, τότε γένοιτ᾿ ἄν τι κατὰ τὴν ἐπαγγελίαν τῶν τοιωνδὶ ἐπικλήσεων ἐκ τῆς τοιασδὶ φωνῆς. τὸ δ᾿ ὅμοιον ἐροῦμεν καὶ περὶ τῆς Σαβαὼθ φωνῆς, πολλαχοῦ τῶν ἐπῳδῶν παραλαμβανομένης, ὅτι μεταλαμβάνοντες μὲν τὸ ὄνομα εἰς τὸ „κύριος τῶν δυνάμεων“ ἢ „κύριος στρατιῶν“ ἢ „παντοκράτωρ“ (διαφόρως γὰρ αὐτὸ ἐξεδέξαντο οἱ ἑρμηνεύοντες αὐτὸ), οὐδὲν ποιήσομεν· τηροῦντες δ᾿ αὐτὸ ἐν τοῖς ἰδίοις φθόγγοις, ποιήσομέν τι, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί. τὸ δ᾿ ὅμοιον ἐροῦμεν καὶ περὶ τοῦ Ἀδωναΐ. εἴπερ οὖν οὔτε τὸ Σαβαὼθ οὔτε τὸ Ἀδωναῒ, μεταλαμβανόμενα εἰς ἃ δοκεῖ σημαίνειν ἐν Ἑλλάδι φωνῇ, ἀνύει τι, πόσῳ πλέον οὐδὲν ἂν ποιήσαι οὐδὲ δυνηθείη παρὰ τοῖς μηδὲν διαφέρειν οἰομένοις Δία Ὕψιστον καλεῖν ἢ Ζῆνα ἢ Ἀδωναῖον ἢ Σαβαώθ; [5.46] Ταῦτα δὴ καὶ τὰ τούτοις ἀνάλογον ἀπόῤῥητα ἐπιστάμενοι Μωϋσῆς καὶ οἱ προφῆται ἀπαγορεύουσιν „ὄνομα θεῶν ἑτέρων“ ὀνομάζειν ἐν στόματι, μελετήσαντι τῷ ἐπὶ πᾶσι μόνῳ εὔχεσθαι θεῷ, καὶ ἀναμνημονεύειν ἐν καρδίᾳ, διδασκομένῃ καθαρεύειν ἀπὸ πάσης ματαιότητος νοημάτων καὶ λέξεων. καὶ διὰ τὰ τοιαῦτα πᾶσαν αἰκίαν ὑπομένειν μᾶλλον αἱρούμεθα ἢ τὸν Δία ὁμολογῆσαι θεόν. οὐ γὰρ τὸν αὐτὸν εἶναι ὑπολαμβάνομεν Δία καὶ Σαβαὼθ, ἀλλ᾿ οὐδ᾿ ὅλως θεῖόν τι τὸν Δία, δαίμονα δέ τινα χαίρειν οὕτως ὀνομαζόμενον, οὐ φίλον ἀνθρώποις οὐδὲ τῷ ἀληθινῷ θεῷ. κἂν Αἰγύπτιοι δὲ τὸν Ἀμοῦν ἡμῖν προτείνωσιν κόλασιν ἀπειλοῦντες, τεθνηξόμεθα μᾶλλον ἢ τὸν Ἀμοῦν ἀναγορεύσομεν θεὸν, παραλαμβανόμενον ὡς εἰκὸς ἔν τισιν Αἰγυπτίαις καλούσαις τὸν δαίμονα τοῦτον ἐπῳδαῖς. λεγέτωσαν δὲ καὶ Σκύθαι τὸν Παπαῖον θεὸν εἶναι τὸν ἐπὶ πᾶσιν· ἀλλ᾿ ἡμεῖς οὐ πεισόμεθα. τιθέντες μὲν τὸν ἐπὶ πᾶσι θεὸν. ὡς δὲ φίλον τῷ λαχόντι τὴν Σκυθῶν ἐρημίαν καὶ τὸ ἔθνος αὐτῶν καὶ τὴν διάλεκτον οὐκ ὀνομάζοντες τὸν θεὸν ὡς κυρίῳ ὀνόματι τῷ Παπαῖον. Σκυθιστὶ γὰρ τὸ προσηγορικὸν τὸν θεὸν καὶ Αἰγυπτιστὶ καὶ πάσῃ διαλέκτῳ, ᾗ ἕκαστος ἐντέθραπται. ὀνομάζων οὐχ ἁμαρτήσεται. [5.47] Τὸ δ᾿ αἴτιον τῆς Ἰουδαίων περιτομῆς οὐ ταὐτὸν ἐστι τῷ αἰτίῳ τῆς Αἰγυπτίων περιτομῆς ἢ Κόλχων· διὸ οὐχ ἡ αὐτὴ νομισθείη ἂν περιτομή. καὶ ὥσπερ ὁ θύων οὐ τῷ αὐτῷ θύει, εἰ καὶ ὁμοίως θύειν δοκεῖ. καὶ ὁ εὐχόμενος οὐ τῷ αὐτῷ εὔχεται, εἰ καὶ τὰ αὐτὰ ἐν ταῖς εὐχαῖς ἀξιοῖ· οὕτως οὐδ᾿ εἴ τις περιτέμνεται, ἀδιαφορεῖ πάντως τῆς πρὸς ἕτερον περιτομῆς. ἡ γὰρ πρόθεσις καὶ ὁ νόμος καὶ τὸ βούλημα τοῦ περιτέμνοντος ἀλλοῖον ποιεῖ τὸ πρᾶγμα. ἵνα δ᾿ ἔτι μᾶλλον νοηθῇ τὸ κατὰ τὸν τόπον, λεκτέον ὅτι τὸ τῆς δικαιοσύνης ὄνομα ταὐτὸν μέν ἐστι παρὰ πᾶσιν Ἕλλησιν· ἤδη δὲ ἀποδείκνυται ἄλλη μὲν ἡ κατ᾿ Ἐπίκουρον δικαιοσύνη, ἄλλη δὲ ἡ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς, ἀρνουμένους τὸ τριμερὲς τῆς ψυχῆς, ἄλλη δὲ κατὰ τοὺς ἀπὸ Πλάτωνος, ἰδιοπραγίαν τῶν μερῶν τῆς ψυχῆς φάσκοντας εἶναι τὴν δικαιοσύνην. οὕτω δὲ καὶ ἄλλη μὲν ἡ Ἐπικούρου ἀνδρεία, ὑπομένοντος πόνους διὰ φυγὴν πόνων πλειόνων, ἄλλη δ᾿ ἡ τοῦ ἀπὸ τῆς Στοᾶς, δι᾿ αὐτὴν αἱρουμένου πᾶσαν ἀρετὴν. ἄλλη δ᾿ ἡ ἀπὸ Πλάτωνος, τοῦ θυμικοῦ μέρους τῆς ψυχῆς φάσκοντος αὐτὴν εἶναι ἀρετὴν καὶ ἀποτάσσοντος αὐτῇ τόπον τὸν περὶ τὸν θώρακα. οὕτως δ᾿ εἴη ἂν κατὰ τὰ διάφορα τῶν περιτεμνομένων δόγματα διάφορος ἡ περιτομὴ, περὶ ἧς ἐν τοιούτῳ συγγράμματι οὐκ ἀναγκαῖον νῦν λέγειν· ὅτῳ γὰρ φίλον ἰδεῖν τὰ κινήσαντα ἡμᾶς εἰς τὸν τόπον, ἀναγνώτω περὶ αὐτοῦ ἐν τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐπιστολὴν Παύλου πραγματευθεῖσιν ἡμῖν. [5.48] Κἂν σεμνύνωνται τοίνυν Ἰουδαῖοι τῇ περιτομῇ, χωρίσουσιν αὐτὴν οὐ μόνον τῆς Κόλχων καὶ Αἰγυπτίων περιτομῆς ἀλλὰ καὶ τῆς Ἰσμαηλιτῶν Ἀράβων, καίτοι γε ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἀβραὰμ τοῦ Ἰσμαὴλ γεγενημένου καὶ σὺν ἐκείνῳ περιτεμνομένου. λέγουσι δὲ Ἰουδαῖοι τὴν μὲν ὀκταήμερον περιτομὴν εἶναι τὴν προηγουμένην, τὴν δὲ μὴ τοιαύτην ἐκ περιστάσεως· καὶ τάχα διά τινα πολέμιον τῷ Ἰουδαίων ἔθνει ἄγγελον αὐτὴ ἐτελεῖτο, δυνάμενον μὲν σίνεσθαι τοὺς μὴ περιτεμνομένους αὐτῶν, ἀτονοῦντα δὲ ἐν τοῖς περιτεμνομένοις. ὅπερ φήσει τις δηλοῦσθαι ἐκ τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων, ἐν οἷς ὁ ἄγγελος πρὸ μὲν τῆς ιπερτομῆς τοῦ Ἐλιάζαρ ἐνεργεῖν ἐδύνατο κατὰ Μωϋσέως, περιτμηθέντος δ᾿ αὐτοῦ οὐδὲν ἴσχυσε. καὶ τοιαῦτά γε μαθοῦσα ἡ „Σεπφώρα λαβοῦσα ψῆφον περιέτεμε“ τὸ παιδίον ἑαυτῆς, κατὰ μὲν τὰ κοινὰ τῶν ἀντιγράφων λέγειν ἀναγεγραμμένη τό· „ἔστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου,“ κατὰ δὲ τὸ Ἑβραϊκὸν αὐτό· „νυμφίος αἱμάτων σύ μοι.“ ᾔδει γὰρ τὸν περὶ τοῦ τοιουδὶ ἀγγέλου λόγον, δυναμένου πρὸ τοῦ αἵματος καὶ παυομένου διὰ τὸ τῆς περιτομῆς αἷμα· ἐφ᾿ ᾧ καὶ ἐλέχθη αὐτῷ τό· „νυμφίος αἱμάτων σύ μοι.“ ἀλλὰ ταῦτα μὲν περιεργότερά πως εἶναι δοκοῦντα καὶ οὐ κατὰ τὴν τῶν πολλῶν ἀκοὴν παρακεκινδυνευμένως ἐπὶ τοσοῦτον λελέχθω, οἷς ἔτι ἓν ὡς Χριστιανῷ πρέπον προσθεὶς ἐπὶ τὰ ἑξῆς μεταβήσομαι. ἐδύνατο γὰρ οὗτος οἶμαι ὁ ἄγγελος κατὰ τῶν μὴ περιτεμνομένων ἀπὸ τοῦ λαοῦ καὶ ἁπαξαπλῶς πάντων τῶν σεβόντων μόνον τὸν δημιουργὸν, καὶ ἐπὶ τοσοῦτόν γε ἐδύνατο, ὅσον οὐκ ἀνειλήφει σῶμα ὁ Ἰησοῦς. ὅτε δ᾿ ἀνείληφε, καὶ περιετέμνετο τὸ ἐκείνου σῶμα, καθῃρέθη πᾶσα ἡ κατὰ τῶν ἐν τῇ θεοσεβείᾳ ταύτῃ περιτεμνομένων δύναμις αὐτοῦ· ἀφάτῳ γὰρ θειότητι καθεῖλεν ἐκεῖνον ὁ Ἰησοῦς. διὸ τοῖς μαθηταῖς αὐτοῦ ἀπείρηται περιτέμνεσθαι καὶ λέγεται αὐτοῖς· „ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.“ [5.49] Ἀλλ᾿ οὐδὲ ἐπὶ τῷ συῶν ἀπέχεσθαι ὡς μεγάλῳ τινὶ Ἰουδαῖοι σεμνύνονται, ἐπὶ δὲ τῷ τὴν καθαρῶν καὶ ἀκαθάρτων ζῴων φύσιν μεμαθηκότες καὶ τὴν τούτου αἰτίαν ἐγνωκέναι καὶ τὸν σῦν ἐν ἀκαθάρτοις τετάχθαι. καὶ ταῦτα δὲ σύμβολά τινων ἦν μέχρι τῆς Ἰησοῦ ἐπιδημίας, μεθ᾿ ὃν τῷ μαθητῇ αὐτοῦ λέλεκται, μηδέπω νοοῦντι τὸν περὶ τούτων λόγον καὶ φάσκοντι· „οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου,“ τό· „ἃ ὁ θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου.“ οὔτ᾿ οὖν πρὸς Ἰουδαίους οὔτε πρὸς ἡμᾶς ἐστι τὸ οὐ μόνον συῶν ἀλλὰ προσέτι αἰγῶν καὶ οἰῶν καὶ βοῶν καὶ ἰχθύων ἀπέχεσθαι τοὺς Αἰγυπτίων ἱερεῖς. ἀλλ᾿ ἐπεὶ „οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.“ καὶ „βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ,“ οὐ μέγα φρονοῦμεν μὴ ἐσθίοντες οὐδ᾿ ἀπὸ γαστριμαργίας ἥκομεν ἐπὶ τὸ ἐσθίειν. διόπερ τὸ ὅσον ἐφ᾿ ἡμῖν οἱ ἀπὸ Πυθαγόρου ἐμψύχων ἀπεχόμενοι χαιρόντων. ὅρα δὲ καὶ τὴν διαφορὰν τοῦ αἰτίου τῆς τῶν ἐμψύχων ἀποχῆς τῶν ἀπὸ τοῦ Πυθαγόρου καὶ τῶν ἐν ἡμῖν ἀσκητῶν. ἐκεῖνοι μὲν γὰρ διὰ τὸν περὶ ψυχῆς μετενσωματουμένης μῦθον ἐμψύχων ἀπέχονται· καὶ τίς φίλον υἱὸν ἀείρας σφάξει ἐπευχόμενος μέγα νήπιος; ἡμεῖς δὲ κἂν τὸ τοιοῦτο πράττωμεν, ποιοῦμεν αὐτὸ, ἐπεὶ ὑπωπιάζομεν „τὸ σῶμα“ καὶ δουλαγωγοῦμεν καὶ βουλόμεθα νεκροῦν „τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. πορνείαν, ἀκαθαρσίαν, ἀσέλγειαν, πάθος, ἐπιθυμίαν κακήν“· καὶ πάντα γε πράττομεν, ἵνα „τὰς πράξεις τοῦ σώματος“ θανατώσωμεν. [5.50] Ἔτι δὲ περὶ Ἰουδαίων ἀποφαινόμενος ὁ Κέλσος φησίν· οὐδ᾿ εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων τούτους εἰκὸς, καὶ πέμπεσθαι μόνοις αὐτοῖς ἐκεῖθεν ἀγγέλους, οἷον δή τινα μακάρων χώραν λαχοῦσιν· ὁρῶμεν γὰρ αὐτοὺς καὶ τὴν χώραν τίνων ἠξίωνται. ἐλέγξομεν οὖν καὶ τοῦτο, λέγοντες ὅτι τὸ εὐδοκιμηκέναι τὸ ἔθνος τοῦτο παρὰ θεῷ δηλοῦται καὶ ἐκ τοῦ τὸν ἐπὶ πᾶσι θεὸν καὶ ὑπὸ τῶν ἀλλοτρίων τῆς ἡμετέρας πίστεως Ἑβραίων καλεῖσθαι θεόν. καὶ ὡς εὐδοκιμοῦντές γε ὅσον οὐκ ἐγκατελείποντο, καίτοι γε ὀλίγοι τυγχάνοντες τὸν ἀριθμὸν, διετέλουν φρουρούμενοι ὑπὸ θείας δυνάμενως, ὡς μηδ᾿ ἐπὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος παθεῖν τι αὐτοὺς ὑπ᾿ αὐτοῦ, καίτοι γε μὴ βουληθέντας διά τινας συνθήκας καὶ ὅρκους ἀναλαμβάνειν ὅπλα κατὰ τοῦ Δαρείου. τότε φασὶ καὶ τὸν Ἰουδαίων ἀρχιερέα ἐνδύντα τὴν ἱερατικὴν στολὴν προσκεκυνῆσθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, φάσκοντος ὦφθαι αὐτῷ τούτῳ τῷ σχήματι † ἑωρακέναι τινὰ, ἐπαγγελλόμενον αὐτῷ „κατὰ τοὺς ὕπνους“ ὑποτάξειν τὴν Ἀσίαν ὅλην. ἡμεῖς οὖν οἱ Χριστιανοί φαμεν τὸ μὲν εὐδοκιμεῖν παρὰ τῷ θεῷ καὶ στέργεσθαι διαφόρως τι τῶν ἄλλων πάνυ ἐκείνοις συμβεβηκέναι, ταύτην δὲ τὴν οἰκονομίαν μεταβεβηκέναι καὶ τὴν χάριν ἐφ᾿ ἡμᾶς, μεταστήσαντος τὴν ἐν Ἰουδαίοις δύναμιν ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύσαντας (αὐ)τῷ Ἰησοῦ. διὸ πολλὰ βουληθέντες Ῥωμαῖοι κατὰ Χριστιανῶν ἐπὶ τῷ κωλῦσαι αὐτοὺς ἔτι εἶναι οὐ δεδύνηνται· ἦν γὰρ ὑπερμαχοῦσα αὐτῶν θεία χεὶρ καὶ βουλομένη τὸν τοῦ θεοῦ λόγον ἀπὸ μιᾶς τῆς κατὰ τὴν Ἰουδαίαν γῆν γωνίας ἐπισπεῖραι ὅλῳ τῷ γένει τῶν ἀνθρώπων. [5.51] Ἀλλ᾿ ἐπεὶ κατὰ τὸ δυνατὸν ἡμῖν λέλεκται πρὸς τὸν Κέλσον κατηγοροῦντα Ἰουδαίων καὶ τοῦ λόγου αὐτῶν τὰ ἐκκείμενα. φέρε τὰ ἑξῆς ἐκθέμενοι παραστήσωμεν ὅτι οὔτε ἀλαζονευόμεθα ἐπαγγελλόμενοι εἰδέναι τὸν μέγαν θεὸν οὔτε γοητείᾳ. ὡς Κέλσος οἴεται. ὑπήχθημεν Μωϋσέως ἢ καὶ αὐτοῦ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ἀλλ᾿ ἐπ᾿ ἀγαθῷ τέλει καὶ τοῦ ἐν Μωϋσεῖ θεοῦ ἀκούομεν καὶ τὸν μαρτυρούμενον ὑπ᾿ αὐτοῦ θεὸν Ἰησοῦν ὡς υἱὸν θεοῦ παρεδεξάμεθα, τὰ ἄριστα ἐλπίζοντες, ἐπὰν κατὰ τὸν λόγον αὐτοῦ βιώσωμεν. ἑκόντες δ᾿ ὑπερβησόμεθα εἰπεῖν εἰς ἃ προλαβόντες ἐξεθέμεθα. διδάσκοντες πόθεν ἥκομεν καὶ τίνα ἀρχηγὸν ἔχομεν, καὶ τίς ὁ ἀπὸ τούτου νόμος. κἂν βούληταί γε ἡμᾶς μηδὲν διαφέρειν τῶν τὸν τράγον ἢ τὸν κριὸν ἢ τὸν κροκόδειλον ἢ τὸν βοῦν ἢ τὸν ἵππον ποτάμιον ἢ τὸν κυνοκέφαλον ἢ αἴλουρον σεβόντων Αἰγυπτίων ὁ Κέλσος, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις αὐτῷ περὶ τούτου ὁμοδοξεῖ. ἡμεῖς δὲ ὅση δύναμις διὰ πολλῶν ἐν τοῖς πρὸ τούτων περὶ τῆς εἰς τὸν Ἰησοῦν ἡμῶν τιμῆς ἀπελογησάμεθα, δεικνύντες ὅτι κρεῖττον εὕρομεν· καὶ μόνοι ἡμεῖς τὸ καθαρῶς καὶ ἀμιγὲς πρὸς τὸ ψεῦδος ἀληθὲς ἐν τῇ Ἰησοῦ Χριστοῦ διδασκαλίᾳ ἀποφαινόμενοι εἶναι οὐχ αὑτοὺς ἀλλὰ τὸν διδάσκαλον συνίσταμεν, ὑπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ διὰ πλειόνων μαρτυρηθέντα καὶ τῶν προφητικῶν ἐν Ἰουδαίοις λόγων καὶ αὐτῆς τῆς ἐναργείας· δείκνυται γὰρ οὐκ ἀθεεὶ τὰ τηλικαῦτα δεδυνημένος. [5.52] Ἥν δὲ βουλόμεθα ἐξετάσαι νῦν τοῦ Κέλσου λέξιν οὕτως ἔχει· καὶ δὴ παραλείπομεν ὅσα περὶ τοῦ διδασκάλου διελέγχονται. καὶ δοκείτω τις ὡς ἀληθῶς ἄγγελος. ἧκε δὲ πότερον οὗτος πρῶτος καὶ μόνος, ἢ καὶ ἄλλοι πρότερον; εἰ μὲν φαῖεν ὅτι μόνος, ἐλέγχοιντο ἂν ἐναντία σφίσι ψευδόμενοι. ἐλθεῖν γὰρ καὶ ἄλλους λέγουσι πολλάκις, καὶ ὁμοῦ γε ἑξήκοντα ἢ ἑβδομήκοντα· οὓς δὴ γενέσθαι κακοὺς καὶ κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ, ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα. καὶ μὴν καὶ πρὸς τὸν αὐτοῦ τοῦ τοῦδε τάφον ἐλθεῖν ἄγγελον, οἱ μὲν ἕνα, οἱ δὲ δύο, τοὺς ἀποκρινομένους ταῖς γυναιξὶν ὅτι ἀνέστη. ὁ γὰρ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ᾿ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. ἔτι μὴν καὶ ὑπὲρ τῆς Μαρίας κυούσης πρὸς τὸν τέκτονα ἧκεν ἄγγελος, καὶ ὑπὲρ τοῦ τὸ βρέφος ἐξαρπάσαντας φυγεῖν ἄλλος ἄγγελος. καὶ τί δεῖ πάντα ἀκριβολογεῖσθαι καὶ τοὺς Μωϋσεῖ τε καὶ ἄλλοις αὐτῶν πεμφθῆναι λεγομένους ἀπαριθμεῖν; εἰ τοίνυν ἐπέμφθησαν καὶ ἄλλοι, δῆλον ὅτι καὶ ὅδε παρὰ τοῦ αὐτοῦ θεοῦ. πλεῖον δέ τι ἀγγέλλειν δοκείτω, φέρε, ὥσπερ πλημμελούντων τι Ἰουδαίων ἢ παραχαραττόντων τὴν εὐσέβειαν ἢ οὐχ ὅσια δρώντων· ταῦτα γὰρ αἰνίττονται. [5.53] Ἤρκει μὲν οὖν τὰ προειρημένα ἐν τοῖς ἰδίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐξετασθεῖσι πρὸς τὰς Κέλσου λέξεις· ἵνα δὲ μὴ δοκῶμεν τόπον τινὰ αὐτοῦ τῆς γραφῆς ὑπερβαίνειν ἑκόντες ὡς μὴ δεδυνημένοι λέγειν πρὸς αὐτὸν, φέρε, εἰ καὶ ταυτολογεῖν μέλλομεν, ἐπὶ τοῦτο ἡμᾶς τοῦ Κέλσου προκαλουμένου, ὅση δύναμις ἐπιτεμώμεθα τὸν λόγον, ἐὰν ἄρα τι ὑποπέσῃ περὶ τῶν αὐτῶν ἢ ἐναργέστερον ἢ καινότερον. φησὶ δὴ παραλιπεῖν ὅσα περὶ τοῦ διδασκάλου Χριστιανοὶ διελέγχονται, οὐ παραλιπών (τι) ὧν ἐδύνατο λέγειν· ὅπερ ἐστὶ φανερὸν ἐκ τῶν ἀνωτέρω αὐτῷ λελεγμένων· ἄλλως δὲ ῥητορικῇ ἐγχειρήσει κατακολουθῶν τὸ τοιοῦτο ποιεῖ. ἀλλὰ καὶ ὅτι οὐ διελεγχόμεθα περὶ τοῦ τηλικούτου σωτῆρος ἡμῶν, κἂν δοκῇ ὁ ἐγκαλῶν διελέγχειν, δῆλον ἔσται τοῖς φιλαλήθως καὶ ἐξεταστικῶς ὅλοις τοῖς περὶ αὐτοῦ προφητευομένοις καὶ ἀναγεγραμμένοις ἐντυγχάνουσιν. ἑξῆς δὲ, ἐπεὶ νομίζεται συγχωρητικῶς λέγειν περὶ τοῦ σωτῆρος οτι δοκείτω τις ὡς ἀληθῶς ἄγγελος οὗτος εἶναι, φαμὲν ὅτι τοῦτ᾿ οὐχ ὡς συγχωρούμενον ἀπὸ Κέλσου λαμβάνομεν, τῷ δ᾿ ἔργῳ αὐτοῦ ἐνορῶντες ὅλῳ τῷ γένει τῶν ἀνθρώπων ἐπιδεδημηκότος κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν διδασκαλίαν, ὡς ἕκαστος ἐχώρει τῶν προσιεμένων αὐτόν. ὅπερ ἔργον ἦν τοῦ, ὡς ὠνόμασεν ἡ περὶ αὐτοῦ προφητεία, οὐχ ἁπαξαπλῶς ἀγγέλου ἀλλὰ τοῦ τῆς „μεγάλης βουλῆς“ ἀγγέλου· ἤγγελλε γὰρ ἀνθρώποις τὴν μεγάλην τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων περὶ αὐτῶν βουλὴν, εἰκόντων μὲν τῷ βιοῦν ἐν καθαρᾷ θεοσεβείᾳ ὡς ἀναβαινόντων διὰ τῶν μεγάλων πράξεων πρὸς τὸν θεὸν, μὴ προσιεμένων δὲ ὡς ἑαυτοὺς μακρυνόντων ἀπὸ τοῦ θεοῦ καὶ ἐπὶ τὴν ἀπώλειαν διὰ τῆς περὶ θεοῦ ἀπιστίας ὁδευόντων. εἶθ᾿ ἑξῆς φησιν· εἰ καὶ ἄγγελος οὗτος πρὸς ἀνθρώπους ἦλθεν. ἆρα πρῶτος ἧκε καὶ μόνος, ἤ καὶ ἄλλοι πρότερον; καὶ πρὸς ἑκάτερον δὲ διὰ πλειόνων οἴεται ἀπαντᾶν, οὐδενὸς δὴ τῶν ὡς ἀληθῶς Χριστιανῶν λέγοντος μόνον τὸν Χριστὸν ἐπιδεδημηκέναι τῷ (γένει τῶν ἀνθρώπων·) καὶ ἄλλους ὦφθαί φησιν ἀνθρώποις ὁ Κέλσος, εἰ μὲν δὴ φαῖεν ὅτι μόνος. [5.54] Εἶτ᾿ ἀπαντᾷ ἑαυτῷ, ὡς βούλεται· οὕτω δ᾿ οὐ μόνος ἱστόρηται ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ὡς καὶ τοὺς προφάσει τῆς διδασκαλίας τοῦ ὀνόματος Ἰησοῦ ἀποστάντας τοῦ δημιουργοῦ ὡς ἐλάττονος καὶ προσεληλυθότας ὡς κρείττονί τινι θεῷ καὶ πατρὶ τοῦ ἐπιδημήσαντος φάσκειν ὅτι καὶ πρὸ τούτου ἐπεδήμησάν τινες ἀπὸ τοῦ δημιουργοῦ τῷ γένει τῶν ἀνθρώπων. ἐπεὶ δὲ φιλαλήθως τὰ κατὰ τὸν τόπον ἐξετάζομεν, φήσομεν ὅτι ὁ Μαρκίωνος γνώριμος Ἀπελλῆς, αἱρέσεώς τινος γενόμενος πατὴρ καὶ μῦθον ἡγούμενος εἶναι τὰ Ἰουδαίων γράμματα. φησὶν ὅτι μόνος οὗτος ἐπιδεδήμηκε τῷ γένει τῶν ἀνθρώπων. οὐδὲ πρὸς ἐκεῖνον οὖν, λέγοντα μόνον ἐπιδεδημηκέναι τὸν Ἰησοῦν ἀπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις, εὐλόγως ἂν ὁ Κέλσος φέροι τὰ περὶ τοῦ καὶ ἄλλους ἐληλυθέναι, ἀπιστοῦντα. ὡς προείπομεν, ταῖς παραδοξότερα ἀπαγγελλούσαις Ἰουδαίων γραφαῖς· πολλῷ δὲ πλέον οὐ προσήσεται ἅπερ ἔοικε παρακούσας ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων τεθεικέναι ὁ Κέλσος. οὐδεὶς τοίνυν ἐλέγχει ἡμᾶς ψευδομένους καὶ τὰ ἐναντία τιθέντας, ὅτι τε μόνος ἦλθεν ὁ σωτὴρ ἡμῶν καὶ ὅτι, ἐπεὶ ἄλλοι πολλοὶ πολλάκις ἐληλύθασι. πάνυ δὲ συγκεχυμένως ἐν τῇ περὶ τῶν ἐληλυθότων πρὸς ἀνθρώπους ἀγγέλων ἐξετάσει τίθησι τὰ ἀτρανώτως ἐλθόντα εἰς αὐτὸν ἀπὸ τῶν ἐν τῷ Ἐνὼχ γεγραμμένων· ἅτινα οὐδ᾿ αὐτὰ φαίνεται ἀναγνοὺς οὐδὲ γνωρίσας ὅτι ἐν ταῖς ἐκκλησίαις οὐ πάνυ φέρεται ὡς θεῖα τὰ ἐπιγεγραμμένα τοῦ Ἐνὼχ βιβλία· ὅθεν νομισθείη ἂν ἐῤῥιφέναι τὸ ὁμοῦ ἑξήκοντα ἢ ἑβδομήκοντα καταβεβηκέναι, κακοὺς γενομένους. [5.55] Ἀλλ᾿ ἵνα καὶ εὐγνωμονέστερον αὐτῷ δῶμεν ἃ μὴ ἑώρακεν ἀπὸ τῶν ἐν τῇ Γενέσει γεγραμμένων. ὅτι „ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο“· οὐδὲν ἧττον καὶ περὶ τούτων τοῖς δυναμένοις ἀκούειν προφητικοῦ βουλήματος πείσομεν ὅτι καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον, ἐν ἐπιθυμίᾳ γενομένων τοῦ· ἐν σώματι ἀνθρώπων βίου. ἅπερ τροπολογῶν ἔφασκε λελέχθαι „θυγατέρας ἀνθρώπων.“ πλὴν ὅπως ποτ᾿ ἂν ἔχῃ καὶ τὰ περὶ τοὺς ἐπιθυμήσαντας θυγατέρων ἀνθρώπων υἱοὺς θεῶν, οὐδὲν αὐτῷ συμβάλλεται ὁ λόγος πρὸς τὸ μὴ μόνον τὸν Ἰησοῦν ὡς ἄγγελον ἐπιδεδημηκέναι τοῖς ἀνθρώποις, σωτῆρα καὶ εὐεργέτην ἐναργῶς πάντων τῶν μεταβαλλόντων ἀπὸ τῆς χύσεως τῆς κακίας γεγενημένον. εἶτα φύρων καὶ συγχέων ἃ ὅπως ποτὲ ἤκουσε καὶ τὰ ὅπου ποτ᾿ οὖν γεγραμμένα, εἴτε δεδογμένα θεῖα εἶναι παρὰ Χριστιανοῖς εἴτε καὶ μὴ, φησὶ τοὺς ὁμοῦ καταβεβηκότας ἑξήκοντα ἢ ἑβδομήκοντα κολάζεσθαι δεσμοῖς ὑποβληθέντας ἐν γῇ. καὶ φέρει ὡς ἀπὸ τοῦ Ἐνὼχ, οὐκ ὀνομάζων αὐτὸν, τό· ὅθεν καὶ τὰς θερμὰς πηγὰς εἶναι τὰ ἐκείνων δάκρυα, πρᾶγμα οὔτε λεγόμενον οὔτ᾿ ἀκουόμενον ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ. οὐδὲ γὰρ ἀνόητος οὕτως τις ἦν. ἵνα σωματοποιήσῃ δάκρυα παραπλήσια τοῖς τῶν ἀνθρώπων ἐν τοῖς καταβεβηκόσιν ἐξ οὐρανοῦ ἀγγέλοις. καὶ εἰ χρή γε παίζειν πρὸς τὰ καθ᾿ ἡμῶν σπουδαζόμενα τῷ Κέλσῳ, λεκτέον ὅτι οὐκ ἄν τις εἶπε τὰς θερμὰς πηγὰς, ὧν αἱ πλεῖσται γλυκεῖαί εἰσι, δάκρυα εἶναι τῶν ἀγγέλων, ἐπεὶ ἡ φύσις τῶν δακρύων ἐστὶν ἁλμυρά· εἰ μὴ ἄρα οἱ κατὰ τὸν Κέλσον ἄγγελοι γλυκέα δακρύουσιν. [5.56] Εἶτα ἑξῆς τὰ ἄμικτα καὶ ἀνόμοια μιγνὺς καὶ ἐξομοιῶν ἀλλήλοις ἐπιφέρει τῷ περὶ τῶν, ὥς φησι, καταβεβηκότων ἑξήκοντα ἢ ἑβδομήκοντα ἀγγέλων λόγῳ. πηγὰς θερμῶν κατὰ αὐτὸν δακρυσάντων, ὅτι καὶ πρὸς αὐτοῦ τοῦ Ἰησοῦ τὸν τάφον ἱστόρηνται ἐληλυθέναι ὑπό τινων μὲν ἄγγελοι δύο ὑπό τινων δὲ εἷς· οὐκ οἶμαι τηρήσας Ματθαῖον μὲν καὶ Μάρκον ἕνα ἱστορηκέναι, Λουκᾶν δὲ καὶ Ἰωάννην δύο. ἅπερ οὐκ ἦν ἐναντία. οἱ μὲν γὰρ ἀναγράφαντες ἕνα τὸν ἀποκυλίσαντα „τὸν λίθον“ ἀπὸ τοῦ μνημείου τοῦτόν φασιν εἶναι, οἱ δὲ τοὺς δύο τοὺς ἐπιστάντας „ἐν ἐσθῆτι ἀστραπτούσῃ“ ταῖς γενομέναις ἐπὶ τὸ μνημεῖον γυναιξὶν ἢ τοὺς θεωρηθέντας ἔνδον „ἐν λευκοῖς καθεζομένους.“ ἕκαστον δὲ τούτων νῦν παραδεικνύναι δυνατὸν καὶ γεγενημένον καὶ δηλωτικόν τινος εἶναι τροπολογίας, τῆς περὶ τῶν προφαινομένων τοῖς τὴν ἀνάστασιν τοῦ λόγου θεωρεῖν παρεσκευασμένοις, οὐ τῆς παρούσης ἐστὶ πραγματείας ἀλλὰ μᾶλλον τῶν τοῦ εὐαγγελίου ἐξηγητικῶν. [5.57] Παράδοξα δὲ πράγματα τοῖς ἀνθρώποις ἐπιφαίνεσθαί ποτε καὶ τῶν Ἑλλήνων ἱστόρησαν οὐ μόνον οἱ ὑπονοηθέντες αν ὡς μυθοποιοῦντες ἀλλὰ καὶ (οἱ) οἷον πολὺ ἐπιδειξάμενοι γνησίως φιλοσοφεῖν καὶ φιλαλήθως ἐκτίθεσθαι τὰ εἰς αὐτοὺς φθάσαντα. τοιαῦτα δ᾿ ἀνέγνωμεν παρὰ τῷ Σολεῖ Χρυσίππῳ, τινὰ δὲ παρὰ Πυθαγόρᾳ, ἤδη δὲ καὶ παρά τισι τῶν νεωτέρων καὶ χθὲς καὶ πρώην γεγενημένων, ὥσπερ παρὰ τῷ Χαιρωνεῖ Πλουτάρχῳ ἐν τοῖς περὶ ψυχῆς καὶ τῷ Πυθαγορείῳ Νουμηνίῳ ἐν τῷ δευτέρῳ περὶ ἀφθαρσίας ψυχῆς. ἢ Ἕλληνες μὲν ἐὰν τοιαῦτα διηγῶνται καὶ μάλιστα οἱ ἐν αὐτοῖς φιλοσοφοῦντες, οὐ χλεύη οὐδὲ γέλως τὰ λεγόμενα οὐδὲ πλάσματα καὶ μῦθοί εἰσιν, ἐὰν δ᾿ οἱ τῷ θεῷ τῶν ὅλων ἀνακείμενοι καὶ ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ψεῦδος εἰπεῖν περὶ τοῦ θεοῦ πᾶσαν αἰκίαν μέχρι θανάτου ἀναδεχόμενοι ὡς ἰδόντες ἀπαγγέλλωσιν ἀγγέλων ἐπιφανείας, οὐκ ἄξιοι τοῦ πιστεύεσθαι κρίνονται οὐδὲ οἱ λόγοι αὐτῶν ἐν ἀληθέσι κατατάττονται; ἀλλ᾿ οὐκ εὔλογον οὕτω κρίνειν τὰ περὶ ἀληθευόντων ἢ ψευδομένων. οἱ γὰρ τὸ ἀνεξαπάτητον ἀσκοῦντες μετὰ πολλῆς καὶ ἀκριβοῦς ἐρεύνης καὶ ἐξετάσεως τῶν κατὰ τοὺς τόπους βράδιον καὶ ἀσφαλῶς ἀποφαίνονται περὶ τοῦ τοὺς τοιουσδὶ μὲν ἀληθεύειν τοὺς τοιουσδὶ δὲ ψεύδεσθαι ἐν οἷς ἱστοροῦσι παραδόξοις, οὔτε πάντων τὸ τοῦ πιστεύεσθαι ἄξιον ἐπιδεικνυμένων οὔτε πάντων [τῶν] ἐναργῶς ἀποδεικνυμένων πλάσματα καὶ μύθους τοῖς ἀνθρώποις παραδεδωκέναι. ἔτι δὲ περὶ τῆς τοῦ Ἰησοῦ ἐκ νεκρῶν ἀναστάσεως καὶ ταῦτα λεκτέον, ὅτι τότε μὲν ἕνα ἢ δεύτερον ὦφθαι ἄγγελον, ἀγγέλλοντα αὐτὸν ἐγηγέρθαι καὶ προνοεῖσθαι τῶν ἐπὶ ὠφελείᾳ ἑαυτῶν περὶ τοῦ τοιούτου πιστευόντων, οὐ θαυμαστόν· ἀεὶ δὲ τοὺς τοιούτους τῷ ἐγηγέρθαι τὸν Ἰησοῦν πιστεύοντας, καρπὸν τοῦ πιστεύειν οὐκ εὐκαταφρόνητον ἐπιδεικνυμένους τὸν ἐῤῥωμένον βίον καὶ τὴν ἀπὸ τῆς χύσεως τῶν κακῶν μεταβολὴν, οὐ χωρὶς ἐφαπτομένων τῶν βοηθούντων αὐτῶν τῇ πρὸς θεὸν ἐπιστροφῇ ἀγγέλων γίνεσθαι, οὐκ ἄλογον εἶναί μοι φαίνεται. [5.58] Κατηγορεῖ δ᾿ ὁ Κέλσος καὶ τοῦ φάσκοντος λόγου ἄγγελον ἀποκεκυλικέναι τοῦ τάφου, ἔνθα ἦν τὸ Ἰησοῦ σῶμα, „τὸν λίθον“ ὥσπερ μειράκιον, ἐν διατριβῇ λαβὸν τοπικῶς κατηγορῆσαί τινος, καί φησιν ὡς σοφόν τι κατὰ τοῦ λόγου εὑρὼν [καί φησιν] ὅτι ὁ τοῦ θεοῦ παῖς, ὡς ἔοικεν, οὐκ ἐδύνατο ἀνοῖξαι τὸν τάφον, ἀλλ᾿ ἐδεήθη ἄλλου ἀποκινήσοντος τὴν πέτραν. καὶ ἵνα γε μηδὲν περιεργάσωμαι περὶ τῶν κατὰ τὸν τόπον μηδὲ τροπολογίαν ἐπὶ τοῦ παρόντος ἐκτιθέμενος δόξω ἀκαίρως εἰς ταῦτα φιλοσοφεῖν, περὶ αὐτῆς ἐρῶ τῆς ἱστορίας ὅτι σεμνότερον αὐτόθεν φαίνεται τὸ τὸν ἐλάττονα καὶ ὑπηρέτην ἀποκεκυλικέναι „τὸν λίθον“ ἢ τὸν ἐπὶ ὠφελείᾳ ἀνθρώπων ἀνιστάμενον τοῦτο πεποιηκέναι. οὐ λέγω δ᾿ ὅτι οἱ μὲν τῷ λόγῳ ἐπιβουλεύοντες καὶ ἀποκτεῖναι αὐτὸν βουληθέντες καὶ δεῖξαι πᾶσι νεκρὸν καὶ τὸ μηδὲν τυγχάνοντα βούλονται αὐτοῦ μηδαμῶς ἀνοιχθῆναι τὸν τάφον, ἵνα μηδεὶς τὸν λόγον μετὰ τὴν ἐπιβουλὴν αὐτῶν ζῶντα θεάσηται· ὁ δὲ ὑπὲρ σωτηρίας ἀνθρώπων ἐπιδημῶν συνεργὸς τοῦ ἀγγέλου ἄγγελος θεοῦ ἰσχυρότερος ὢν τῶν ἐπιβουλευόντων ἀποκυλίει τὸν βαρὺν λίθον· ἵνα πεισθῶσιν οἱ νομίζοντες τεθνηκέναι τὸν λόγον ὅτι „οὐκ ἔστι“ „μετὰ τῶν νεκρῶν“ ἀλλὰ ζῇ καὶ „προάγει“ τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν, ἵνα ἐπιδείξηται τὰ ἑξῆς οἷς ἐπεδείξατο πρότερον, τοῖς μὴ χωροῦσί πω αὐτῶν μείζονα κατὰ τὸν πρότερον τῆς εἰσαγωγῆς αὐτῶν χρόνον. εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως μετὰ ταῦτα παραῤῥίπτει, οὐκ οἶδα εἰς τί τῇ προθέσει αὐτοῦ χρήσιμον εἶναι δοκοῦν, τὸ περὶ τῆς Μαρίας κυούσης ἐληλυθέναι πρὸς τὸν Ἰωσὴφ ἄγγελον καὶ πάλιν ὑπὲρ τοῦ τὸ βρέφος γεννηθὲν καὶ ἐπιβου λευόμενον ἐξαρπάσαντας φυγεῖν εἰς Αἴγυπτον. περὶ τούτων δὲ καὶ ἐν τοῖς ἀνωτέρω πρὸς τὰ ὑπ᾿ αὐτοῦ εἰρημένα διελέχθημεν. τί δὲ βούλεται Κέλσῳ (τὸ) καὶ Μωϋσεῖ καὶ τοῖς ἄλλοις ἱστορεῖσθαι κατὰ τὰς γραφὰς ἀγγέλους πέμπεσθαι; οὐδὲν γάρ μοι φαίνεται συμβάλλεσθαι αὐτῷ πρὸς ὃ βούλεται, καὶ μάλιστα ἐπεὶ οὐδεὶς μὲν ἐκείνων περὶ τοῦ γένους τῶν ἀνθρώπων ἠγωνίσατο, ἵν᾿ αὐτὸ ἐπιστρέψῃ ὅση δύναμις ἀπὸ τῶν ἁμαρτημάτων. καὶ ἄλλοι οὖν πεπέμφθωσαν ἀπὸ τοῦ θεοῦ, καὶ οὗτός τι πλέον ἀπαγγελλέτω, καὶ πλημμελούντων Ἰουδαίων καὶ μεταχαραττόντων τὴν εὐσέβειαν καὶ οὐχ ὅσια δρώντων τὴν βασιλείαν τοῦ θεοῦ μεταδεδωκέτω „ἄλλοις γεωργοῖς,“ τοῖς πανταχοῦ ἐν ταῖς ἐκκλησίαις ἑαυτῶν ἐπιμελουμένοις καὶ πάντα πράττουσιν ὑπὲρ τοῦ τὰς ἀπὸ τῆς διδασκαλίας τοῦ Ἰησοῦ ἀφορμὰς προσαγαγεῖν διὰ βίου καθαροῦ καὶ λόγου ἀκολούθου τῷ βίῳ πρὸς τὸν τῶν ὅλων θεόν. [5.59] Εἶθ᾿ ἑξῆς φησιν ὁ Κέλσος· οὐκοῦν ὁ αὐτὸς θεὸς Ἰουδαίοις τε καὶ τοῖσδε, δῆλον δ᾿ ὅτι τοῖς Χριστιανοῖς· καὶ ὡσπερεὶ τὸ οὐκ ἂν διδόμενον συνάγων τοῦτό φησι· σαφῶς γε τῶν ἀπὸ μεγάλης ἐκκλησίας τοῦτο ὁμολογούντων καὶ τὰ τῆς παρὰ Ἰουδαίοις φερομένης κοσμογονίας προσιεμένων ὡς ἀληθῆ περί γε τῶν ἓξ ἡμερῶν καὶ τῆς ἑβδόμης, ἐν ᾗ, ὡς μὲν ἡ γραφὴ λέγει, „κατέπαυσεν“ „ἀπὸ τῶν ἔργων ἑαυτοῦ“ ὁ θεὸς ἀναχωρῶν εἰς τὴν ἑαυτοῦ περιωπὴν, ὡς δ᾿ ὁ Κέλσος μὴ τηρήσας τὰ γεγραμμένα μηδὲ συνιεὶς αὐτά φησιν, ἀναπαυσάμενος, ὅπερ οὐ γέγραπται. περὶ δὲ τῆς κοσμοποιΐας καὶ τοῦ μετ᾿ αὐτὴν ἀπολειπομένου σαββατισμοῦ τῷ λαῷ τοῦ θεοῦ „πολὺς“ ἂν εἴη καὶ μυστικὸς καὶ βαθὺς καὶ „δυσερμήνευτος λόγος.“ εἶτα δοκεῖ μοι τὸ βιβλίον συμπληρῶσαι θέλων καὶ μέγα δοκεῖν εἶναι ποιῶν εἰκῇ προστιθέναι τινὰ, ὁποῖά ἐστι καὶ τὰ κατὰ τὸν πρῶτον ἄνθρωπον, ὡς ἄρα λέγομεν τὸν αὐτὸν εἶναι ὡς καὶ Ἰουδαῖοι καὶ τὴν ἀπ᾿ ἐκείνου διαδοχὴν ὁμοίως αὐτοῖς γενεαλογοῦμεν. ἀλλὰ καὶ εἰς ἀλλήλους μὲν ἐπιβουλὴν ἀδελφῶν οὐκ ἴσμεν, τὸν δὲ Κάϊν ἐπιβεβουλευκέναι τῷ Ἄβελ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ· οὐ γὰρ Ἄβελ τῷ Κάϊν ἐπεβούλευσεν οὐδὲ ὁ Ἰακὼβ τῷ Ἠσαῦ· ὅπερ εἰ ἐγεγόνει, ἀκολούθως ἂν εἶπεν ὁ Κέλσος τὰς εἰς ἀλλήλους τῶν ἀδελφῶν ἐπιβουλὰς τὰς αὐτὰς ἡμᾶς Ἰουδαίοις ἱστορεῖν. ἔστω δὲ καὶ τὴν εἰς Αἴγυπτον ἡμᾶς ἀποδημίαν τὴν αὐτὴν λέγειν ἐκείνοις καὶ τὴν ἐκεῖθεν ἐπάνοδον καὶ οὐ φυγὴν, ὡς ὁ Κέλσος νομίζει· τί οὖν ταῦτα συμβάλλεται πρὸς τὴν καθ᾿ ἡμῶν ἢ κατὰ Ἰουδαίων κατηγορίαν; ἔνθα μὲν οὖν ᾤετο χλευάσειν ἡμᾶς ἐν τῷ περὶ τῶν Ἑβραίων λόγῳ, φυγὴν ὠνόμαζεν· ὅπου δ᾿ ἦν τὸ πραγματικὸν ἐξετάσαι περὶ τῶν ἀναγεγραμμένων μαστίγων ἐπεληλυθέναι τῇ Αἰγύπτῳ ἀπὸ τοῦ θεοῦ, τοῦθ᾿ ἑκὼν ἐσιώπησεν. [5.60] Εἰ δ᾿ ἀκριβῶς χρὴ ἡμᾶς λέγειν τὰ πρὸς τὸν Κέλσον, οἰόμενον τὰ αὐτὰ ἡμᾶς Ἰουδαίοις περὶ τῶν ἐκκειμένων δοξάζειν, φήσομεν ὅτι τὰ μὲν βιβλία θείῳ γεγράφθαι πνεύματι ὁμολογοῦμεν ἀμφότεροι, περὶ δὲ τῆς ἐκδοχῆς τῶν ἐν τοῖς βιβλίοις οὐκέτι τὰ ὅμοιά φαμεν, οἵ γε οὐδὲ βιοῦμεν ὡς Ἰουδαῖοι τῷ φρονεῖν οὐ τὴν κατὰ τὸ ῥητὸν ἐκδοχὴν τῶν νόμων εἶναι τὴν περιέχουσαν τὸ βούλημα τῆς νομοθεσίας. καὶ λέγομεν δ᾿ ὅτι, „ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν κεῖται“ τῷ τοῖς τὴν διὰ Ἰησοῦ Χριστοῦ μὴ ἀσπασαμένοις ὁδὸν ἐπικεκρύφθαι τὸ βούλημα τοῦ Μωϋσέως νόμου. ἴσμεν δ᾿ ὅτι, „ἐὰν ἐπιστρέψῃ τις πρὸς τὸν κύριον“ („ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι“), περιαιρεθεὶς „τὸ κάλυμμα“ „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν“ ἐν τοῖς κεκρυμμένοις νοήμασι κατὰ τὰ γράμματα „δόξαν τοῦ κυρίου“ ὡσπερεὶ κατοπτρίζεται καὶ μεταλαμβάνει τῆς καλουμένης θείας δόξης εἰς τὴν ἑαυτοῦ δόξαν (τροπικῶς μὲν λεγομένου προσώπου γυμνότερον δ᾿, ὡς ἂν ὀνομάσαι τις, τοῦ νοῦ). ἐν ᾧ ἐστι τὸ [τοῦ] „κατὰ τὸν ἔσω ἄνθρωπον“ πρόσωπον, πληρούμενον φωτὸς καὶ δόξης ἀπὸ τῆς περὶ τῶν κατὰ τοὺς νόμους ἀληθείας. [5.61] Ἑξῆς δὲ τούτοις φησί· μή με οἰηθῇ τις ἀγνοεῖν, ὡς οἱ μὲν αὐτῶν συνθήσονται τὸν αὐτὸν εἶναι σφίσιν ὅνπερ Ἰουδαίοις θεὸν, οἱ δ᾿ ἄλλον, ᾧ τοῦτον ἐναντίον, παρ᾿ ἐκείνου τε ἐλθεῖν τὸν υἱόν. εἴπερ δὲ τὸ εἶναι αἱρέσεις πλείονας ἐν Χριστιανοῖς κατηγορίαν οἴεται χριστιανισμοῦ εἶναι, διὰ τί οὐχὶ καὶ φιλοσοφίας κατηγορία κατὰ τὸ ἀνάλογον νομισθείη ἂν ἡ ἐν ταῖς αἱρέσεσι τῶν φιλοσοφούντων διαφωνία οὐ περὶ μικρῶν καὶ τῶν τυχόντων ἀλλὰ περὶ τῶν ἀναγκαιοτάτων; ὥρα δὲ καὶ ἰατρικὴν κατηγορεῖσθαι διὰ τὰς ἐν αὐτῇ αἱρέσεις. ἔστωσαν οὖν ἐν ἡμῖν οἱ μὴ τὸν αὐτὸν λέγοντες τῷ Ἰουδαίων θεῷ θεόν· ἀλλ᾿ οὔ τι γε παρὰ τοῦτο κατηγορητέοι οἱ ἀπὸ τῶν αὐτῶν γραμμάτων ἀποδεικνύντες ὅτι εἷς καὶ ὁ αὐτὸς θεὸς Ἰουδαίων ἐστὶ καὶ ἐθνῶν· ὡς καὶ τὸν Παῦλον λέγειν σαφῶς, ἀπὸ Ἰουδαίων προσελθόντα χριστιανισμῷ· „χάριν ἔχω τῷ θεῷ μου, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει.“ ἔστω δέ τι καὶ τρίτον γένος τῶν ὀνομαζόντων ψυχικούς τινας καὶ πνευματικοὺς ἑτέρους· οἶμαι δ᾿ αὐτὸν λέγειν τοὺς ἀπὸ Οὐαλεντίνου. καὶ τί τοῦτο πρὸς ἡμᾶς τοὺς ἀπὸ τῆς ἐκκλησίας, κατηγοροῦντας τῶν εἰσαγόντων φύσεις ἐκ κατασκευῆς σῳζομένας ἢ ἐκ κατασκευῆς ἀπολλυμένας; ἔστωσαν δέ τινες καὶ ἐπαγγελλόμενοι εἶναι Γνωστικοὶ, ἀνάλογον τοῖς ἑαυτοὺς ἀναγορεύουσι φιλοσόφους Ἐπικουρείοις. ἀλλ᾿ οὔτε οἱ τὴν πρόνοιαν ἀναιροῦντες φιλόσοφοι εἶεν ἂν ἀληθῶς, οὔτε οἱ τὰ ἀλλόκοτα ἀναπλάσματα καὶ μὴ ἀρέσκοντα τοῖς τῆς ἀπὸ τοῦ Ἰησοῦ διαδοχῆς ἐπεισαγαγόντες εἶεν ἂν Χριστιανοί. ἔστωσαν δέ τινες καὶ τὸν Ἰησοῦν ἀποδεχόμενοι ὡς παρὰ τοῦτο Χριστιανοὶ εἶναι αὐχοῦντες, ἔτι δὲ καὶ κατὰ τὸν Ἰουδαίων νόμον ὡς τὰ Ἰουδαίων πλήθη βιοῦν ἐθέλοντες· οὗτοι δ᾿ εἰσὶν οἱ διττοὶ Ἐβιωναῖοι, ἤτοι ἐκ παρθένου ὁμολογοῦντες ὁμοίως ἡμῖν τὸν Ἰησοῦν ἢ οὐχ οὕτω γεγεννῆσθαι ἀλλὰ ὡς τοὺς λοιποὺς ἀνθρώπους· τί τοῦτο φέρει ἔγκλημα τοῖς ἀπὸ τῆς ἐκκλησίας, οὓς ἀπὸ τοῦ πλήθους ὠνόμασεν ὁ Κέλσος; εἶπε δέ τινας εἶναι καὶ Σιβυλλιστὰς, τάχα παρακούσας τινῶν ἐγκαλούντων τοῖς οἰομένοις προφῆτιν γεγονέναι τὴν Σίβυλλαν καὶ Σιβυλλιστὰς τοὺς τοιούτους καλεσάντων. [5.62] Εἶτα σωρὸν καταχέων ἡμῶν ὀνομάτων φησὶν εἰδέναι τινὰς καὶ Σιμωνιανοὺς, οἳ τὴν Ἑλένην ἤτοι διδάσκαλον Ἕλενον σέβοντες Ἑλενιανοὶ λέγονται. ἀλλὰ λανθάνει τὸν Κέλσον ὅτι οὐδαμῶς τὸν Ἰησοῦν ὁμολογοῦσιν υἱὸν θεοῦ Σιμωνιανοὶ, ἀλλὰ δύναμιν θεοῦ λέγουσι τὸν Σίμωνα, τερατευόμενοι περὶ αὐτοῦ τινα, οἰηθέντος ὅτι, ἐὰν τὰ παραπλήσια προσποιήσηται οἷς ἔδοξε προσπεποιῆσθαι τὸν Ἰησοῦν, δυνήσεται καὶ αὐτὸς παρ᾿ ἀνθρώποις τοσοῦτον ὅσον Ἰησοῦς τοῖς πολλοῖς. ἀλλ᾿ οὔτε Κέλσος οὔτε Σίμων ἐδυνήθησαν νοῆσαι, πῶς Ἰησοῦς ὡς καλὸς „γεωργὸς“ λόγου θεοῦ δεδύνηται τὴν πολλὴ Ἑλλάδα καὶ τὴν πολλὴν βάρβαρον ἐπισπεῖραι καὶ πληρῶσαι λόγων, μετατιθέντων τὴν ψυχὴν ἀπὸ παντὸς κακοῦ καὶ ἀναγόντων πρὸς τὸν τῶν ὅλων δημιουργόν. Κέλσος μὲν οὖν οἶδε καὶ Μαρκελλιανοὺς ἀπὸ Μαρκελλίνας καὶ Ἁρποκρατιανοὺς ἀπὸ Σαλώμης καὶ ἄλλους ἀπὸ Μαριάμμης καὶ ἄλλους ἀπὸ Μάρθας· ἡμεῖς δὲ οἱ διὰ τὴν κατὰ τὸ δυνατὸν ἡμῖν φιλομάθειαν οὐ μόνα τὰ ἐν τῷ λόγῳ καὶ τὰς διαφορὰς τῶν ἐν αὐτῷ ἐξετάσαντες, ἀλλ᾿ ὅση δύναμις καὶ τὰ τῶν φιλοσοφησάντων φιλαλήθως ἐρευνήσαντες οὐδέ ποτε τούτοις ὡμιλήσαμεν. ἐμνήσθη δ᾿ ὁ Κέλσος καὶ Μαρκιωνιστῶν, προϊσταμένων Μαρκίωνα. [5.63] Εἶθ᾿ ἵνα δοκῇ καὶ ἄλλους εἰδέναι παρ᾿ οὓς ὠνόμασε, φησὶν ἑαυτῷ συνήθως ὅτι ἄλλοι ἄλλον διδάσκαλόν τε καὶ δαίμονα, κακῶς πλαζόμενοι καὶ καλινδούμενοι κατὰ σκότον πολὺν τῶν Ἀντίνου τοῦ κατ᾿ Αἴγυπτον θιασωτῶν ἀνομώτερόν τε καὶ μιαρώτερον. καὶ δοκεῖ μοι ἐπαφώμενος τῶν πραγμάτων ἀληθές τι εἰρηκέναι, ὅτι τινὲς ἄλλοι ἄλλον δαίμονα κακῶς πλαζόμενοι καὶ καλινδούμενοι εὕραντο προστάτην κατὰ πολὺν τὸν τῆς ἀγνοίας σκότον. περὶ δὲ τῶν κατὰ τὸν Ἀντίνουν, παραβαλλόμενον ἡμῶν τῷ Ἰησοῦ, ἐν τοῖς πρὸ τούτων εἰπόντες οὐ παλιλλογήσομεν. καὶ βλασφημοῦσι δὲ, φησὶν, εἰς ἀλλήλους οὗτοι πάνδεινα ῥητὰ καὶ ἄῤῥητα· καὶ οὐκ ἂν εἴξαιεν οὐδὲ καθ᾿ ὁτιοῦν εἰς ὁμόνοιαν, πάντῃ ἀλλήλους ἀποστυγοῦντες. καὶ πρὸς ταῦτα δ᾿ ἡμῖν εἴρηται ὅτι καὶ ἐν φιλοσοφίᾳ ἔστιν εὑρεῖν αἱρέσεις αἱρέσεσι πολεμούσας καὶ ἐν ἰατρικῇ. οἱ μέντοι τῷ λόγῳ τοῦ Ἰησοῦ ἀκολουθοῦντες καὶ μεμελετηκότες αὐτοῦ τοὺς λόγους φρονεῖν καὶ λέγειν καὶ ποιεῖν „λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν·“ καὶ οὐκ ἂν ῥητὰ καὶ ἄῤῥητα λέγοιμεν τοὺς ἄλλα δοξάζοντας παρ᾿ ἃ ὑπειλήφαμεν· ἀλλ᾿, εἰ μὲν δυνάμεθα, πάντα ἂν πράττοιμεν ὑπὲρ τοῦ αὐτοὺς μεταστῆσαι ἐπὶ τὸ βέλτιον διὰ τοῦ προσανέχειν μόνῳ τῷ δημιουργῷ καὶ πάντα πράττειν ὡς κριθησομένους. εἰ δὲ μὴ πείθοιντο οἱ ἑτερόδοξοι, τηροῦμεν τὸν προστάξαντα αὐτοῖς λόγον τοιαῦτα· „αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.“ ἔτι δὲ (οἱ) τὸ „μακάριοι οἱ εἰρηνοποιοὶ“ νοήσαντες καὶ τὸ „μακάριοι οἱ πρᾳεῖς“ οὐκ ἂν ἀποστυγήσαιεν τοὺς παραχαράττοντας τὰ χριστιανισμοῦ οὐδὲ Κίρκας καὶ κύκηθρα αἱμύλα λέγοιεν τοὺς πεπλανημένους. [5.64] Παρακηκοέναι δέ μοι φαίνεται τῆς τε ἀποστολικῆς λέξεως φασκούσης· „ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν οἰκείαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς ἔκτισεν εἰς μετάληψιν μετ᾿ εὐχαριστίας τοῖς πιστοῖς,“ παρακηκοέναι δὲ καὶ τῶν ταύταις τοῦ ἀποστόλου ταῖς λέξεσι χρησαμένων κατὰ τῶν παραχαραξάντων τὰ χριστιανισμοῦ· διόπερ εἶπεν ὁ Κέλσος ἀκοῆς καυστήριά τινας ὀνομάζεσθαι παρὰ Χριστιανοῖς. αὐτὸς δέ φησι τινὰς καλεῖσθαι αἰνίγματα, ὅπερ ἡμεῖς οὐχ ἱστορήσαμεν. ἀληθῶς δὲ τὸ τοῦ σκανδάλου ὄνομα πολὺ ἐν τοῖς γράμμασι τούτοις ἐστὶν, ὅπερ εἰώθαμεν λέγειν περὶ τῶν διαστρεφόντων ἀπὸ τῆς ὑγιοῦς διδασκαλίας τοὺς ἁπλουστέρους καὶ εὐεξαπατήτους. Σειρῆνας δέ τινας ἐξορχουμένας καὶ σοφιστρίας, κατασφραγιζομένας τὰ ὦτα καὶ ἀποσυοκεφαλούσας τοὺς πειθομένους. ἡμεῖς οὐκ ἴσμεν ὀνομαζομένους, οἶμαι δ᾿ ὅτι οὐδ᾿ ἄλλος τις τῶν ἐν τῷ λόγῳ οὐδ᾿ ἐν ταῖς αἱρέσεσιν. ἀλλ᾿ οὗτος ὁ πάντ᾿ εἰδέναι ἐπαγγελλόμενος καὶ τοιαῦτά φησι· πάντων δὲ, φησὶν, ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων καὶ σφᾶς αὐτοὺς ταῖς ἔρισιν αἴσχιστα διελεγχόντων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ.“ τοῦτο γὰρ μόνον ἀπὸ τοῦ Παύλου ἔοικεν ἐμνημονευκέναι ὁ Κέλσος· διὰ τί γὰρ οὔ φαμεν καὶ ἄλλα μυρία τῶν γεγραμμένων ὡς τό· „ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων, λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ“; [5.65] Ἐπεὶ δέ φησιν ὅτι πάντων ἀκούσει τῶν ἐπὶ τοσοῦτον διεστηκότων λεγόντων τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ,“ καὶ τοῦτο ψεῦδος διελέγξομεν. εἰσὶ γάρ τινες αἱρέσεις τὰς Παύλου ἐπιστολὰς τοῦ ἀποστόλου μὴ προσιέμεναι, ὥσπερ Ἐβιωναῖοι ἀμφότεροι καὶ οἱ καλούμενοι Ἐγκρατηταί. οὐκ ἂν οὖν οἱ μὴ χρώμενοι τῷ ἀποστόλῳ ὡς μακαρίῳ τινὶ καὶ σοφῷ λέγοιεν τό· „ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ“· διὸ καὶ ἐν τούτῳ ὁ Κέλσος ψεύδεται. καὶ ἐπιδιατρίβει γε κατηγορῶν τῆς ἐν ταῖς αἱρέσεσι διαφορᾶς· οὐ πάνυ δέ μοι δοκεῖ διαρθροῦν ἃ λέγει οὐδ᾿ ἐπιμελῶς αὐτὰ τεθεωρηκέναι οὐδὲ κατανενοηκέναι, πῶς πλεῖον Ἰουδαίων ἐπίστασθαι λέγουσιν ἑαυτοὺς οἱ ἐν τοῖς λόγοις διαβεβηκότες Χριστιανοὶ, καὶ πότερον τοῖς μὲν βιβλίοις συγκατατιθέμενοι τὸν δὲ νοῦν ἀντεξηγούμενοι, ἢ οὐδὲ συγκατατιθέμενοι τοῖς ἐκείνων γράμμασιν· ἑκάτερα γὰρ εὕροιμεν ἂν ἐν ταῖς αἱρέσεσι. μετὰ ταῦτά φησι· φέρ᾿ οὖν, εἰ καὶ μηδεμίαν ἀρχὴν τοῦ δόγματος ἔχουσιν, αὐτὸν ἐξετάσωμεν τὸν λόγον· πρότερον δὲ ὅσα παρακηκοότες ὑπ᾿ ἀγνοίας διαφθείρουσιν, οὐκ ἐμμελῶς ἐν ἀρχαῖς εὐθὺς ἀπαυθαδιαζόμενοι περὶ ὧν οὐκ ἴσασι, λεκτέον· ἔστι δὲ τάδε. καὶ εὐθέως λέξεσί τισι, τοῖς πιστεύουσι τῷ Χριστιανῶν λόγῳ συνεχῶς ὀνομαζομέναις, ἀντιπαρατίθησιν ἀπὸ τῶν φιλοσόφων, βουλόμενος τὰ καλὰ τῶν νομιζομένων Κέλσῳ παρὰ Χριστιανοῖς λέγεσθαι καὶ βέλτιον καὶ τρανότερον εἰρῆσθαι παρὰ τοῖς φιλοσοφοῦσιν, ἵνα περισπάσῃ ἐπὶ φιλοσοφίαν τοὺς ἁλισκομένους ὑπὸ τῶν αὐτόθεν ἐμφαινόντων δογμάτων τὸ καλὸν καὶ τὸ εὐσεβές. καὶ τὸν πέμπτον δὴ τόμον αὐτόθι καταπαύσαντες ἀρξώμεθα τοῦ ἕκτου ἀπὸ τῶν ἑξῆς. BOOK 6: ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΠΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΚΤΟΣ [6.1] Εκτον τοῦτον ἐνιστάμενοι λόγον πρὸς τὰς Κέλσου κατὰ Χριστιανῶν κατηγορίας χρῄζομεν ἐν αὐτῷ, ἱερὲ Ἀμβρόσιε. ἀγωνίσασθαι οὐ πρὸς τὰ ἀπὸ φιλοσοφίας ὑπ᾿ αὐτοῦ ἐκτιθέμενα, ὡς οἰηθείη ἄν τις. παρέθετο γὰρ πλείονα μάλιστα Πλάτωνος ὁ Κέλσος, κοινοποιῶν τὰ δυνάμενα ἑλεῖν τινα καὶ συνετὸν ἐκ τῶν ἱερῶν γραμμάτων, φάσκων βέλτιον αὐτὰ παρ᾿ Ἕλλησιν εἰρῆσθαι καὶ χωρὶς ἀνατάσεως καὶ ἐπαγγελίας τῆς ὡς ἀπὸ θεοῦ ἢ υἱοῦ θεοῦ. φαμὲν οὖν ὅτι, εἴπερ τὸ προκείμενόν ἐστι τοῖς πρεσβεύουσι (τὰ) τῆς ἀληθείας πλείους ὅση δύναμις ὠφελεῖν καὶ προσάγειν, ὡς οἷόν τε ἐστὶν, αὐτῇ διὰ φιλανθρωπίαν πάνθ᾿ ὅντιν᾿ οὖν οὐ μόνον ἐντρεχῆ ἀλλὰ καὶ ἀνόητον, πάλιν δ᾿ αἶ οὐχὶ Ἕλληνας μὲν οὐχὶ δὲ καὶ βαρβάρους πολὺ δὲ τὸ ἥμερον, ἐὰν καὶ τοὺς ἀγροικοτάτους καὶ ἰδιώτας οἷός τε τις γένηται ἐπιστρέφειν· δῆλόν ἐστιν ὅτι (καὶ) χαρακτῆρος ἐν τῷ λέγειν φροντιστέον αὐτῷ κοινωφελοῦς καὶ δυναμένου πᾶσαν ἐπαγαγέσθαι ἀκοήν. ὅσοι δὲ, πολλὰ χαίρειν φράσαντες ὡς ἀνδραπόδοις τοῖς ἰδιώταις καὶ μὴ οἵοις τε κατακούειν τῆς ἐν φράσει λόγων καὶ τάξει ἀπαγγελλομένων ἀκολουθίας, μόνων ἐφρόντισαν τῶν ἀνατραφέντων ἐν λόγοις καὶ μαθήμασιν, οὗτοι τὸ κοινωνικὸν εἰς κομιδῇ στενὸν καὶ βραχὺ συνήγαγον. [6.2] Ταῦτα δέ μοι λέλεκται ἀπολογουμένῳ περὶ τῆς κατηγορουμένης ὑπὸ Κέλσου καὶ ἑτέρων ἐν λέξεσιν εὐτελείας τῶν γραφῶν, ἀμαυροῦσθαι δοκούσης ὑπὸ τῆς ἐν συνθέσει λέξεως λαμπρότητος· ἐπεὶ οἱ καθ᾿ ἡμᾶς προφῆται Ἰησοῦς τε καὶ οἱ ἀπόστολοι αὐτοῦ ἐνεῖδον τρόπῳ ἀπαγγελίας, οὐ τὰ ἀληθῆ μόνον περιεχούσης ἀλλὰ καὶ δυναμένης ἐπαγαγέσθαι τοὺς πολλοὺς, ἕως προτραπέντες καὶ εἰσαχθέντες ἕκαστος κατὰ δύναμιν ἀναβῶσιν ἐπὶ τὰ ἐν ταῖς δοκούσαις εἶναι εὐτελέσι λέξεσιν ἀποῤῥήτως εἰρημένα. καὶ εἰ χρή γε τολμήσαντα εἰπεῖν, ὀλίγους μὲν ὤνησεν, εἴ γε ὤνησεν, ἡ περικαλλὴς καὶ ἐπιτετηδευμένη Πλάτωνος καὶ τῶν παραπλησίως φρασάντων λέξις· πλείονας δὲ ἡ τῶν εὐτελέστερον ἅμα καὶ πραγματικῶς καὶ ἐστοχασμένως τῶν πολλῶν διδαξάντων καὶ γραψάντων. ἔστι γοῦν ἰδεῖν τὸν μὲν Πλάτωνα ἐν χερσὶ τῶν δοκούντων εἶναι φιλολόγων μόνον, τὸν δὲ Ἐπίκτητον καὶ ὑπὸ τῶν τυχόντων καὶ ῥοπὴν πρὸς τὸ ὠφελεῖσθαι ἐχόντων θαυμαζόμενον, αἰσθομένων τῆς ἀπὸ τῶν λόγων αὐτοῦ βελτιώσεως. καὶ ταῦτά γε οὐκ ἐγκαλοῦντες Πλάτωνί φαμεν (ὁ γὰρ πολὺς τῶν ἀνθρώπων κόσμος χρησίμως καὶ τοῦτον ἤνεγκεν) ἀλλὰ καὶ δεικνύντες τὸ βούλημα τῶν εἰπόντων τό· „καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ᾿ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως, ἵν᾿ ἡ πίστις ἡμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ᾿ ἐν δυνάμει θεοῦ.“ φησὶ δ᾿ ὁ θεῖος λόγος οὐκ αὔταρκες εἶναι τὸ λεγόμενον, κἂν καθ᾿ αὐτὸ ἀληθὲς καὶ πιστικώτατον ᾖ, πρὸς τὸ καθικέσθαι ἀνθρωπίνης ψυχῆς, ἐὰν μὴ καὶ δύναμίς τις θεόθεν δοθῇ τῷ λέγοντι καὶ χάρις ἐπανθήσῃ τοῖς λεγομένοις, καὶ αὕτη οὐκ ἀθεεὶ ἐγγινομένη τοῖς ἀνυσίμως λέγουσι. φησὶ γοῦν ὁ προφήτης ἐν ἑξηκοστῷ καὶ ἑβδόμῳ ψαλμῷ ὅτι „κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.“ ἵν᾿ οὖν ἐπί τινων δοθῇ τὰ αὐτὰ δόγματα εἶναι Ἕλλησι καὶ τοῖς ἀπὸ τοῦ λόγου ἡμῶν, ἀλλ᾿ οὔτι γε καὶ τὰ αὐτὰ δύναται πρὸς τὸ ὑπαγαγέσθαι καὶ διαθεῖναι ψυχὰς κατὰ ταῦτα. διόπερ οἱ ἰδιῶται ὡς πρὸς φιλοσοφίαν Ἑλληνικὴν μαθηταὶ τοῦ Ἰησοῦ ἐκπεριῆλθον πολλὰ ἔθνη τῆς οἰκουμένης, διατιθέντες, ὡς ὁ λόγος ἐβούλετο, κατ᾿ ἀξίαν ἕκαστον τῶν ἀκουόντων· (οἳ) καὶ ἀνάλογον τῇ ῥοπῇ τοῦ αὐτεξουσίου αὐτῶν πρὸς ἀποδοχὴν τοῦ καλοῦ πολλῷ βελτίους ἐγένοντο. [6.3] Παλαιοὶ τοίνυν ἄνδρες καὶ σοφοὶ δηλούσθωσαν τοῖς ἐπίστασθαι δυναμένοις, καὶ δὴ καὶ Πλάτων ὁ τοῦ Ἀρίστωνος τὰ περὶ τοῦ πρώτου ἀγαθοῦ διασημαινέτω ἔν τινι τῶν ἐπιστολῶν καὶ φασκέτω μηδαμῶς εἶναι „ῥητὸν“ τὸ πρῶτον ἀγαθὸν, „ἀλλ᾿ ἐκ πολλῆς συνουσίας“ ἐγγινόμενον καὶ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ“· ὧν καὶ ἡμεῖς ἀκούσαντες συγκατατιθέμεθα ὡς καλῶς λεγομένοις, „ὁ θεὸς γὰρ αὐτοῖς“ ταῦτα καὶ ὅσα καλῶς λέλεκται „ἐφανέρωσε.“ διὰ τοῦτο δὲ καὶ τοὺς τὰ ἀληθῆ περὶ θεοῦ ὑπολαβόντας καὶ μὴ τὴν ἀξίαν τῆς περὶ αὐτοῦ ἀληθείας θεοσέβειαν ἀσκήσαντάς φαμεν ὑποκεῖσθαι ταῖς τῶν ἁμαρτανόντων κολάσεσιν. αὐταῖς γὰρ λέξεσί φησι περὶ τῶν τοιούτων ὁ Παῦλος ὅτι „ἀποκαλύπτεται ὀργὴ θεοῦ ἀπ᾿ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε. τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ καὶ „ἀλήθειαν“ γοῦν κατέχουσιν, ὡς καὶ ὁ ἡμέτερος μαρτυρεῖ λόγος, οἱ φρονοῦντες ὅτι „ῥητὸν οὐδαμῶς ἐστι“ τὸ πρῶτον ἀγαθὸν καὶ λέγοντες ὡς „ἐκ πολλῆς συνουσίας γινομένης περὶ τὸ πρᾶγμα αὐτὸ καὶ τοῦ συζῆν ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος ἐξαφθὲν φῶς ἐν τῇ ψυχῇ γενόμενον αὐτὸ ἑαυτὸ ἤδη τρέφει.“ [6.4] Ἀλλ᾿ οἱ τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ γράψαντες καταβαίνουσιν „εἰς Πειραιέα,“ προσευξόμενοι ὡς θεῷ τῇ Ἀρτέμιδι καὶ ὀψόμενοι τὴν ὑπὸ ἰδιωτῶν ἐπιτελουμένην πανήγυριν· καὶ τηλικαῦτά γε φιλοσοφήσαντες περὶ τῆς ψυχῆς καὶ τὴν διαγωγὴν τῆς καλῶς βεβιωκυΐας διεξελθόντες, καταλιπόντες τὸ μέγεθος ὧν „αὐτοῖς“ „ὁ θεὸς“ „ἐφανέρωσεν“ εὐτελῆ φρονοῦσι καὶ μικρὰ, „ἀλεκτρυόνα“ „τῷ Ἀσκληπιῷ“ ἀποδιδόντες· καὶ „τὰ“ „ἀόρατα“ τοῦ θεοῦ καὶ τὰς ἰδέας φαντασθέντες „ἀπὸ τῆς κτίσεως τοῦ κόσμου“ καὶ τῶν αἰσθητῶν, ἀφ᾿ ὧν ἀναβαίνουσιν ἐπὶ τὰ νοούμενα, τήν τε ἀΐδιον αὐτοῦ δύναμιν καὶ θειότητα οὐκ ἀγεννῶς ἰδόντες οὐδὲν ἧττον „ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν,“ καὶ ὡς „ἀσύνετος αὐτῶν (ἡ) καρδία“ ἐν σκότῳ καὶ ἀγνοίᾳ καλινδεῖται τῇ περὶ τοῦ θεραπεύειν τὸ θεῖον. καὶ ἔστιν ἰδεῖν τοὺς ἐπὶ σοφίᾳ μέγα φρονοῦντας καὶ θεολογίᾳ „ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου“ προσκυνοῦντας, εἰς τιμήν φησιν ἐκείνου, ἔσθ᾿ ὅτε δὲ καὶ καταβαίνοντας μετ᾿ Αἰγυπτίων ἐπὶ τὰ πετεινὰ ἢ τετράποδα ἢ ἑρπετά. ἵνα δὲ καὶ δοκῶσί τινες ταῦτα ὑπεραναβεβηκέναι, ἀλλ᾿ εὑρεθήσονται ἀλλάξαντες „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει“ καὶ σέβοντες καὶ λατρεύοντες „τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ διόπερ τῶν ἐν Ἕλλησι σοφῶν καὶ πολυμαθῶν τοῖς ἔργοις περὶ τὸ θεῖον πλανωμένων „ἐξελέξατο ὁ θεὸς“ „τὰ μωρὰ τοῦ κόσμου,“ „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ „καὶ τὰ ἀγενῆ“ „καὶ τὰ ἀσθενῆ“ „καὶ τὰ ἐξουθενημένα“ καὶ „τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ“· καὶ ἀληθῶς, ἵνα „μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.“ πρῶτον δὲ ἡμῶν σοφοὶ, Μωϋσῆς ὁ ἀρχαιότατος καὶ οἱ ἑξῆς αὐτῷ προφῆται, „οὐδαμῶς“ „ῥητὸν“ ἐπιστάμενοι τὸ πρῶτον ἀγαθὸν ἔγραψαν μὲν, ὡς θεοῦ (ἑαυτὸν) ἐμφανίζοντος τοῖς ἀξίοις καὶ ἐπιτηδείοις, ὅτι „ὤφθη“ ὁ θεὸς (φέρ᾿ εἰπεῖν) τῷ Ἀβραὰμ ἢ τῷ Ἰσαὰκ ἢ τῷ Ἰακώβ. τίς δὲ ὢν ὤφθη καὶ ποταπὸς καὶ τίνα τρόπον καὶ τίνι τῶν ἐν ἡμῖν, καταλελοίπασιν ἐξετάζειν τοῖς δυναμένοις ἑαυτοὺς ἐμπαρέχειν παραπλησίους ἐκείνοις, οἷς ὤφθη ὁ θεός· ὀφθεὶς αὐτῶν οὐ τοῖς τοῦ σώματος ὀφθαλμοῖς ἀλλὰ τῇ καθαρᾷ καρδίᾳ. καὶ γὰρ κατὰ τὸν Ἰησοῦν ἡμῶν „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“ [6.5] Τὸ δ᾿ „ἐξαίφνης οἷον ἀπὸ πυρὸς πηδήσαντος“ ἐξάπτεσθαι „φῶς ἐν τῇ ψυχῇ“ πρότερος οἶδεν ὁ λόγος, εἰπὼν ἐν τῷ προφήτῃ· „φωτίσατε ἑαυτοῖς φῶς γνώσεως.“ καὶ Ἰωάννης δὲ ὕστερον ἐκείνου γενόμενος λέγει ὅτι „ὃ γέγονεν“ ἐν τῷ λόγῳ „ζωὴ“ ἦν, „καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,“ ὅπερ „φῶς ἀληθινὸν“ „φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν“ ἀληθινὸν καὶ νοητὸν „κόσμον,“ καὶ ποιεῖ αὐτὸν „φῶς τοῦ κόσμου.“ „ἔλαμψε“ γὰρ τοῦτο τὸ φῶς „ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Χριστοῦ.“ διό φησιν ἀρχαιότατος προφήτης πρὸ πολλῶν γενεῶν τῆς Κύρου βασιλείας προφητεύσας (ὑπὲρ τὰς τεσσαρεσκαίδεκα γὰρ γενεὰς πρεσβύτερος αὐτοῦ ἦν) τό· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;“ καί· „λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου,“ καί· „ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε,“ καί· „ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.“ καὶ ἐπὶ τὸ φῶς τοῦτο προτρέπων ἡμᾶς ὁ ἐν τῷ Ἡσαΐᾳ λόγος φησί· „φωτίζου, φωτίζου Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνέτειλεν.“ ὁ δ᾿ αὐτὸς οὗτος προφητεύων περὶ τῆς τοῦ Ἰησοῦ ἐπιδημίας, ἀφιστάντος τῆς ἀπὸ τῶν εἰδώλων καὶ ἀγαλμάτων καὶ δαιμόνων θεραπείας, φησὶν ὅτι „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς,“ καὶ πάλιν· „λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα.“ ὅρα οὖν τὴν διαφορὰν τοῦ καλῶς λελεγμένου ὑπὸ τοῦ Πλάτωνος περὶ τοῦ πρώτου ἀγαθοῦ καὶ τῶν εἰρημένων ἐν τοῖς προφήταις περὶ τοῦ φωτὸς τῶν μακαρίων· καὶ ὅρα ὅτι ἡ μὲν ἐν Πλάτωνι περὶ τούτου ἀλήθεια οὐδὲν ὡς πρὸς εἰλικρινῆ εὐσέβειαν ὤνησε τοὺς ἐντυγχάνοντας ἀλλ᾿ οὐδ᾿ αὐτὸν τὸν τοιαῦτα περὶ τοῦ πρώτου ἀγαθοῦ φιλοσοφήσαντα, ἡ δὲ τῶν θείων γραμμάτων εὐτελὴς λέξις ἐνθουσιᾶν πεποίηκε τοὺς γνησίως ἐντυγχάνοντας αὐτῇ· παρ᾿ οἷς τρέφεται τοῦτο τὸ φῶς τῷ ἔν τινι παραβολῇ εἰρημένῳ ἐλαίῳ, τηροῦντι τῶν δᾴδων τὸ φῶς ἐν ταῖς φρονίμοις πέντε παρθένοις. [6.6] Ἐπεὶ δὲ καὶ ἄλλην λέξιν οὕτως ἔχουσαν ἐκτίθεται ἀπὸ τῆς Πλάτωνος ἐπιστολῆς ὁ Κέλσος· „εἰ δέ μοι ἐφαίνετο γραπτέα τε ἱκανῶς εἶναι πρὸς τοὺς πολλοὺς καὶ ῥητὰ, τί κάλλιον ἐπέπρακτο ἂν ἡμῖν ἐν τῷ βίῳ ἢ τοῖς τε ἀνθρώποις μέγα ὄφελος γράψαι καὶ τὴν φύσιν εἰς φῶς τοῖς πᾶσι προαγαγεῖν;“ φέρε καὶ περὶ τούτου βραχέα διαλεχθῶμεν, πότερον μὲν εἶχέ τι Πλάτων σεμνότερον ὧν ἔγραψε καὶ θειότερον ὧν κατέλιπεν ἢ μὴ, καταλιπόντες ἑκάστῳ ἐξετάζειν κατὰ τὸ δυνατὸν, δεικνύντες (δ᾿) ὅτι καὶ οἱ καθ᾿ ἡμᾶς προφῆται ἐφρόνουν τινὰ μείζονα γραμμάτων, ἅπερ οὐκ ἔγραψαν. ὁ μὲν γὰρ Ἰεζεκιὴλ κεφαλίδα λαμβάνει „βιβλίου,“ γεγραμμένην „ἔμπροσθεν“ καὶ ὄπισθεν, ἐν ᾗ „θρῆνος“ ἦν „καὶ μέλος καὶ οὐαὶ,“ καὶ προστάξαντος αὐτῷ τοῦ λόγου κατεσθίει τὴν βίβλον, ἵν᾿ αὐτὴν μὴ γράψῃ καὶ προδῷ ἀναξίοις· καὶ ὁ Ἰωάννης δὲ τὸ παραπλήσιον ἀναγέγραπται ἑωρακέναι καὶ πεποιηκέναι· ἀλλὰ καὶ ὁ Παῦλος „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.“ ὁ δὲ πάντων τούτων κρείσσων Ἰησοῦς ὅτι μὲν „ἐλάλει“ τὸν τοῦ θεοῦ λόγον „τοῖς μαθηταῖς“ „κατ᾿ ἰδίαν“ καὶ μάλιστα ἐν ταῖς ἀναχωρήσεσιν εἴρηται, τίνα δ᾿ ἦν ἃ ἔλεγεν, οὐκ ἀναγέγραπται. οὐ γὰρ „ἐφαίνετο“ αὐτοῖς „γραπτέα ἱκανῶς εἶναι“ ταῦτα „πρὸς τοὺς πολλοὺς“ οὐδὲ „ῥητά.“ καὶ, εἰ μὴ φορτικὸν εἰπεῖν περὶ τῶν τηλικούτων ἀνδρῶν τὸ ἀληθὲς, φημὶ ὅτι μᾶλλον Πλάτωνος οὗτοι ἑώρων ἀφ᾿ ὧν ἐλάμβανον χάριτι θεοῦ νοημάτων, τίνα μὲν τὰ „γραπτέα“ καὶ πῶς „γραπτέα“ τίνα δὲ οὐδαμῶς „γραπτέα“ τοὺς πολλοὺς,“ καὶ τίνα μὲν „ῥητὰ“ τίνα δὲ οὐ τοιαῦτα. πάλιν τε αὖ ὁ Ἰωάννης, διδάσκων ἡμᾶς γραπτέων καὶ οὐ γραπτέων διαφορὰν, ἑπτὰ βροντῶν φησιν ἀκηκοέναι περί τινων διδασκουσῶν αὐτὸν καὶ ἀπαγορευουσῶν γραφῇ παραδοῦναι τοὺς λόγους αὐτῶν. [6.7] Πολλὰ δ᾿ ἂν καὶ παρὰ τῷ Μωϋσεῖ εὑρεθείη καὶ τοῖς προφήταις, οὐ μόνον Πλάτωνος ἀλλὰ καὶ Ὁμήρου καὶ τῆς τῶν παρ᾿ Ἕλλησι γραμμάτων εὑρέσεως πρεσβυτέροις, ἄξια τῆς εἰς αὐτοὺς χάριτος τοῦ θεοῦ καὶ μεγαλονοίας πεπληρωμένα· οἵτινες οὐχ, ὡς οἴεται Κέλσος, παρακούσαντες τοῦ Πλάτωνος τοιαῦτ᾿ εἰρήκασι. πῶς γὰρ οἷόν τ᾿ ἦν τοῦ μηδέπω γενομένου αὐτοὺς ἀκηκοέναι; ἵνα δὲ καὶ ἐπὶ τοὺς Ἰησοῦ ἀποστόλους τις, νεωτέρους γενομένους Πλάτωνος, ἀναγάγῃ τὸν Κέλσου λόγον, ὅρα εἰ μὴ αὐτόθεν ἀπίθανόν ἐστι τὸ λέγειν Παῦλον τὸν σκηνοποιὸν καὶ Πέτρον τὸν ἁλιέα καὶ Ἰωάννην τὸν καταλιπόντα τὰ δίκτυα τοῦ πατρὸς, παρακούσαντας τῶν Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς εἰρημένων, τοιαῦτα περὶ τοῦ θεοῦ παραδεδωκέναι. πολλάκις δὲ ἤδη ὁ Κέλσος θρυλήσας ὡς ἀξιούμενον εὐθέως πιστεύειν, ὡς καινόν τι παρὰ τὰ πρότερον εἰρημένα πάλιν αὐτό φησιν· ἀρκεῖ δ᾿ ἡμῖν τὰ εἰς ταῦτα λελεγμένα. ἐπεὶ δὲ καὶ ἄλλην λέξιν ἐκτίθεται Πλάτωνος δι᾿ ὧν φησιν, „ἐρωτήσεσι καὶ ἀποκρίσεσι χρωμένων“ ἐλλάμπειν φρόνησιν τοῖς κατ᾿ αὐτὸν φιλοσοφοῦσι, φέρε παραδείξωμεν ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι προτρέπει καὶ ὁ θεῖος λόγος ἡμᾶς ἐπὶ διαλεκτικὴν, ὅπου μὲν Σολομῶντος λέγοντος· „παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται,“ ὅπου δὲ τοῦ τὸ σύγγραμμα τὴν Σοφίαν ἡμῖν καταλιπόντος Ἰησοῦ υἱοῦ Σιρὰχ φάσκοντος· „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.“ εὐμενεῖς οὖν ἔλεγχοι παρ᾿ ἡμῖν εἰσι μᾶλλον. τοῖς μαθοῦσιν ὅτι δεῖ τὸν προϊστάμενον τοῦ λόγου δυνατὸν εἶναι „τοὺς ἀντιλέγοντας ἐλέγχειν.“ εἰ δὲ ῥᾳθυμοῦσί τινες, οὐκ ἀσκοῦντες προσέχειν ταῖς θείαις ἀναγνώσεσι καὶ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ κατὰ τὴν ἐντολὴν τοῦ Ἰησοῦ ζητεῖν τὴν διάνοιαν τῶν γραφῶν καὶ αἰτεῖν περὶ αὐτῶν ἀπὸ τοῦ θεοῦ καὶ κρούειν αὐτῶν τὰ κεκλεισμένα, οὐ παρὰ τοῦτο ὁ λόγος κενός ἐστι σοφίας. [6.8] Εἶτά φησι μετὰ ἄλλας λέξεις Πλατωνικὰς, δηλούσας ὅτι „ὀλίγοις“ ἐστὶ γνωστὸν τὸ ἀγαθὸν, ἐπεὶ οἱ πολλοὶ μετὰ „καταφρονήσεως οὐκ ὀρθῆς“ „ὑψηλῆς καὶ χαύνης ἐλπίδος“ πληρωθέντες „ὡς σεμνὰ ἄττα“ μεμαθηκότες λέγουσί τινα ὡς ἀληθῆ, ὅτι ταῦτα προειρηκὼς ὁ Πλάτων ὅμως οὐ τερατεύεται οὐδ᾿ ἀποφράττει τοῦ προαιρεῖσθαι βουλομένου, τί ποτε ἐστὶν ὃ ἐπαγγέλλεται, τὴν γλῶτταν, οὐδ᾿ αὐτόθεν κελεύει φθάσαντας πιστεύειν ὅτι τοιόσδε ἐστὶν ὁ θεὸς καὶ υἱὸν ἔχει τοιόνδε, καὶ οὗτος κατελθὼν ἐμοὶ διελέξατο. καὶ πρὸς ταῦτά φημι ὅτι περὶ μὲν Πλάτωνος Ἀρίστανδρος οἶμαι ἀνέγραψεν ὡς οὐκ Ἀρίστωνος υἱοῦ ἀλλὰ φάσματος, ἐν Ἀπόλλωνος εἴδει προσελθόντος τῇ Ἀμφικτιόνῃ· καὶ ἄλλοι δὲ πλείονες τῶν Πλατωνικῶν ἐν τῷ Πλάτωνος βίῳ τοιαῦτ᾿ εἰρήκασι· περὶ δὲ Πυθαγόρου, πλεῖστα ὅσα τερατευσαμένου καὶ δείξαντος μὲν ἐν πανηγύρει Ἑλλήνων ἐλεφάντινον τὸν μηρὸν ἀνεγνωρικέναι δὲ φήσαντος τὴν ἀσπίδα, ᾗ ἐχρῆτο, ὅτ᾿ Εὔφορβος ἦν, καὶ ἐν μιᾷ λεγομένου ἡμέρᾳ ἐν δύο πεφηνέναι πόλεσι, τί χρὴ καὶ λέγειν; ὁ δὲ βουλόμενος κατηγορεῖν ὡς τερατείας ἱστορουμένης περὶ Πλάτωνος καὶ Σωκράτους ἐκθήσεται καὶ τὸν συνιστάμενον Σωκράτει καθ᾿ ὕπνον κύκνον καὶ τὸν διδάσκαλον εἰπόντα ἐπὶ τῇ συστάσει τοῦ νεανίσκου· „οὗτος ἄρα ὁ κύκνος ἦν.“ ἀλλὰ καὶ ὃν τρίτον εἶδεν ὀφθαλμὸν ἑαυτὸν ἔχοντα ὁ Πλάτων εἰς τερατείαν ἀναλήψεται. οὐ λείψει δὲ τοὺς κακοήθεις καὶ κακηγορεῖν βουλομένους τὰ τοῖς κρείττοσι παρὰ τοὺς πολλοὺς ἐπιφανέντα, διαβολὴ καὶ κακηγορία· οἵτινες καὶ τὸ Σωκράτους δαιμόνιον ὡς πλάσμα χλευάσουσιν. οὐ τερατευόμεθα οὖν τὰ περὶ τοῦ Ἰησοῦ διηγούμενοι, οὐδ᾿ οἱ γνήσιοι αὐτοῦ μαθηταὶ τοιούτους ἀνέγραψαν λόγους περὶ αὐτοῦ. ὁ δὲ πάντ᾿ ἐπαγγελλόμενος εἰδέναι Κέλσος καὶ πολλὰ τῶν Πλάτωνος παρατιθέμενος ἑκὼν οἶμαι σιωπᾷ τὸν περὶ υἱοῦ θεοῦ λόγον, τὸν παρὰ Πλάτωνι λελεγμένον ἐν τῇ πρὸς Ἑρμείαν καὶ Κορίσκον ἐπιστολῇ. οὕτω δὲ ἔχει ἡ τοῦ Πλάτωνος λέξις· „καὶ τὸν τῶν πάντων θεὸν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων, τοῦ τε ἡγεμονικοῦ καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας· ὃν, ἂν ὄντως φιλοσοφῶμεν, εἰσόμεθα πάντες (σαφῶς) εἰς δύναμιν ἀνθρώπων εὐδαιμόνων.“ [6.9] Καὶ ἄλλην δὲ τοῦ Πλάτωνος λέξιν ἐκτίθεται ὁ Κέλσος οὕτως ἔχουσαν· „ἔτι δὲ μακρότερα περὶ αὐτῶν ἐν νῷ μοι γέγονεν εἰπεῖν· τάχα γὰρ ἂν ὧν πέρι λέγω σαφέστερον ἂν εἴη τι λεχθέντων αὐτῶν· ἔστι γάρ τις λόγος ἀληθὴς, ἐναντίος τῷ τολμήσαντι γράφειν τῶν τοιούτων (καὶ) ὁτιοῦν, πολλάκις μὲν ὑπ᾿ ἐμοῦ καὶ πρότερον λεχθεὶς, ἔοικε δ᾿ οὖν εἶναι καὶ νῦν λεκτέος. ἔστι τῶν ὄντων ἑκάστῳ, δι᾿ ὧν τὴν ἐπιστήμην ἀνάγκη παραγίνεσθαι, τρία, τέταρτον δὲ αὕτη, πέμπτον δὲ αὐτὸ τιθέναι δεῖ, ὅ δὴ γνωστόν τε καὶ ἀληθές ἐστιν· ὧν ἓν μὲν ὄνομα, δεύτερον δὲ λόγος, τὸ δὲ τρίτον εἴδωλον, τὸ τέταρτον δὲ ἐπιστήμη.“ καὶ κατὰ ταῦτα δὲ εἴποιμεν ἂν ὅτι „φωνὴ μὲν βοῶντος ἐν τῇ ἐρήμῳ“ εἰσῆκται ὁ Ἰωάννης πρὸ τοῦ Ἰησοῦ ἀνάλογον τῷ παρὰ Πλάτωνι ὀνόματι, δεύτερος δὲ μετὰ τὸν Ἰωάννην δεικνύμενος ὑπ᾿ αὐτοῦ ὁ Ἰησοῦς, ᾧ ἐφαρμόζει τὸ „ὁ λόγος σὰρξ ἐγένετο“, ἀνάλογον ὂν τῷ παρὰ Πλάτωνι λόγῳ. Πλάτων μὲν οὖν τὸ τρίτον φησὶν εἴδωλον. ἡμεῖς δὲ τὸ ὄνομα τοῦ εἰδώλου ἐπ᾿ ἄλλου τάττοντες τρανότερον φήσομεν ἐν τῇ ψυχῇ γινόμενον μετὰ τὸν λόγον τῶν τραυμάτων τύπον, τοῦτον εἶναι τὸν ἐν ἑκάστῳ Χριστὸν ἀπὸ Χριστοῦ λόγου. εἰ δὲ καὶ ἀνάλογόν ἐστι τῷ τετάρτῳ ὄντι ἐπιστήμη ἡ „ἐν τοῖς“ καθ᾿ ἡμᾶς „τελείοις“ σοφία ὁ Χριστὸς, ἐπιστήσει ὁ δυνάμενος. [6.10] Εἶτά φησιν ὅτι ὁρᾷς ὅπως Πλάτων, καίτοι διαβεβαιωσάμενος ὅτι „ῥητὸν“ οὐκ ἔστιν, ὅμως, ἵνα μὴ εἰς ἀνεξέλεγκτον ἀναχωρεῖν δόξῃ, λογισμὸν ὑπέχει ταύτης τῆς ἀπορίας· εἴη γὰρ ἂν τυχὸν „ῥητὸν“ καὶ τὸ μηδέν. ἀλλ᾿ ἐπεὶ τοῦτο φέρει εἰς κατασκευὴν τοῦ δεῖν μὴ ἁπλῶς πιστεύειν ἀλλὰ λογισμὸν ὑπέχειν τῶν πιστευομένων, χρησόμεθα καὶ ἡμεῖς τοῦ Παύλου λέξει ἐγκαλούσῃ τῷ εἰκῇ πιστεύοντι, ἐν ᾗ φησιν· „ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε.“ τὸ ὅσον δ᾿ ἐπ᾿ αὐτῷ ἀναγκάζει ἡμᾶς ταυτολογεῖν ταυτολογῶν ὁ Κέλσος, λέγων μετὰ τὰς εἰρημένας ὥσπερ ἀλαζόνων ἀλαζονείας ὅτι ὁ Πλάτων οὐκ ἀλαζονεύεται καὶ ψεύδεται φάσκων αὐτὸς καινόν τι εὑρίσκειν ἢ ἀπ᾿ οὐρανοῦ παρὼν ἀγγέλλειν, ἀλλ᾿ ὁπόθεν ἐστὶ ταῦθ᾿ ὁμολογεῖ. εἴποι ἄν τις οὖν καὶ πρὸς ταῦτα. βουλόμενος ἀπαντᾶν τῷ Κέλσῳ, ὅτι καὶ Πλάτων ἀλαζονεύεται ἐν τῇ τοῦ Διὸς κατὰ τὸν Τίμαιον δημηγορίᾳ λέγων· „θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς καὶ πατὴρ“, καὶ τὰ ἑξῆς. ἀλλ᾿ εἰ ἀπολογήσεταί τις περὶ τούτων διὰ τὸν νοῦν τοῦ δημηγοροῦντος παρὰ τῷ Πλάτωνι Διὸς, διὰ τί ὁ ἐξετάζων τὸν νοῦν τῶν λόγων τοῦ υἱοῦ τοῦ θεοῦ ἢ τῶν ἐν τοῖς προφήταις τοῦ δημιουργοῦ οὐχὶ καὶ πλεῖόν τι ἐρεῖ παρὰ τὴν ἐν τῷ Τιμαίῳ τοῦ Διὸς δημηγορίαν; τὸ γὰρ χαρακτηρίζον τὴν θεότητα ἡ περὶ μελλόντων ἐστὶν ἀπαγγελία, οὐ κατ᾿ ἀνθρωπίνην φύσιν λεγομένων καὶ ταῖς ἐκβάσεσι κρινομένων ὅτι θεῖον πνεῦμα ἦν τὸ ταῦτα ἀπαγγέλλον. οὐ πρὸς πάντα οὖν τὸν προσιόντα φαμὲν ὅτι πρῶτον πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, ἀλλ᾿ ἑκάστῳ κατὰ τὸ πρέπον αὐτοῦ τῷ ἤθει καὶ τῇ καταστάσει προσάγομεν τὸν λόγον, μαθόντες „εἰδέναι, πῶς δεῖ ἡμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι.“ καὶ εἰσὶν οἷς πλεῖον μὴ δυναμένοις τοῦ προτραπῆναι εἰς τὸ πιστεύειν τοῦτο κηρύττομεν, ἄλλοις δὲ ὅση δύναμις ἀποδεικτικῶς δι᾿ ἐρωτήσεων καὶ ἀποκρίσεων προσερχόμεθα. ἀλλ᾿ οὐδὲ λέγομεν τὸ μετὰ χλεύης ὑπὸ τοῦ Κέλσου εἰρημένον. ὅτι πίστευσον ὃν εἰσηγοῦμαί σοι τοῦτον εἶναι υἱὸν θεοῦ, κἂν ᾖ δεδεμένος ἀτιμότατα ἢ κεκολασμένος αἴσχιστα, κἂν χθὲς καὶ πρώην ἐν τοῖς πάντων ὀφθαλμοῖς ἐπονειδιστότατα κεκαλινδημένος. οὐδέ φαμεν· ταύτῃ καὶ μᾶλλον πίστευσον. εἰς ἕκαστον γὰρ πειρώμεθα λέγειν καὶ πλείονα ὧν ἐν τοῖς ἀνωτέρω ἐξεθέμεθα. [6.11] Μετὰ ταῦτά φησιν ὁ Κέλσος ὅτι, ἐὰν οἵδε μὲν (λέγων Χριστιανοὺς) εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον, εἰ σωθῆναι θέλεις, ἢ ἄπιθι· τί ποιήσουσιν οἱ ἀληθῶς σῴζεσθαι θέλοντες; ἦ κύβους ἀναῤῥίψαντες μαντεύσονται, ποῖ τράπωνται καὶ τίσι προσθῶνται; καὶ πρὸς τοῦτο δὲ ἀπὸ τῆς ἐναργείας ὁρμώμενοι ταῦτα φήσομεν· εἰ μὲν πλείους ἦσαν ὁμοίως τῷ Ἰησοῦ ἱστορούμενοι τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδεδημηκέναι ὡς υἱοὶ θεοῦ, καὶ ἕκαστος αὐτῶν περισπάσας τινὰς εἰς αὑτὸν, ὥστ᾿ ἀμφήριστον εἶναι διὰ τὴν ὁμοιότητα τῆς ἐπαγγελίας περὶ τοῦ υἱὸν εἶναι θεοῦ τὸν ὑπὸ τῶν πιστευόντων αὐτῷ μαρτυρούμενον. χώραν ἂν εἶχε τὸ ἐὰν οἵδε μὲν εἰσηγῶνται τόνδε, ἄλλοι δὲ ἄλλον, καὶ κοινὸν δὲ πάντων ᾖ καὶ πρόχειρον· πίστευσον. εἰ σωθῆναι θέλεις. ἢ ἄπιθι καὶ τὰ ἑξῆς· νυνὶ δὲ εἰς πᾶσαν τὴν οἰκουμένην Ἰησοῦς κεκήρυκται. ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων μόνος υἱὸς θεοῦ. οἱ γὰρ ὁμοίως Κέλσῳ ὑπολαβόντες τετερατεῦσθαι καὶ διὰ τοῦτο βουληθέντες ὁμοίως τερατεύσασθαι, ὡς καὶ αὐτοὶ παραπλησίως κρατήσοντες τῶν ἀνθρώπων, τὸ οὐδὲν εἶναι ἐξηλέγχθησαν. Σίμων τε ὁ Σαμαρεὺς μάγος καὶ Δοσίθεος ὁ ἀπὸ τῆς αὐτῆς χώρας ἐκείνῳ τυγχάνων. ἐπεὶ ὁ μὲν ἔφασκεν αὑτὸν εἶναι δύναμιν θεοῦ τὴν καλουμένην μεγάλην. ὁ δὲ καὶ αὐτὸς υἱὸς τοῦ θεοῦ. οὐδαμοῦ γὰρ τῆς οἰκουμένης Σιμωνιανοί· καίτοι γε ὑπὲρ τοῦ πλείονας ὑπαγαγέσθαι ὁ Σίμων τὸν περὶ τοῦ θανάτου κίνδυνον. ὃν Χριστιανοὶ αἱρεῖσθαι ἐδιδάχθησαν, περιεῖλε τῶν μαθητῶν, ἐναδιαφορεῖν αὐτοὺς διδάξας πρὸς τὴν εἰδωλολατρείαν. ἀλλ᾿ οὐδὲ τὴν ἀρχὴν Σιμωνιανοὶ ἐπεβουλεύθησαν· ᾔδει γὰρ ὁ ἐπιβουλεύων δαίμων πονηρὸς τῇ τοῦ Ἰησοῦ διδασκαλίᾳ οὐδὲν τῶν ἰδίων παραλυθησόμενον βούλημα ἐκ τῶν Σίμωνος μαθημάτων. οἱ δὲ Δοσιθεηνοὶ οὐδὲ πρότερον ἤκμασαν· νῦν δὴ παντελῶς ἐπιλελοίπασιν, ὥστε τὸν ὅλον αὐτῶν ἱστορεῖσθαι ἀριθμὸν οὐκ εἶναι ἐν τοῖς τριάκοντα. καὶ „Ἰούδας“ δὲ „ὁ Γαλιλαῖος“, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἔγραψεν, ἐβουλήθη ἑαυτόν τινα εἰπεῖν μέγαν, καὶ πρὸ ἐκείνου „Θευδᾶς“· ἀλλ᾿ ἐπεὶ οὐκ ἦν ἐκ θεοῦ αὐτῶν ἡ διδαχὴ, ἀνῃρέθησαν, „καὶ πάντες ὅσοι ἐπείθοντο“ αὐτοῖς παραχρῆμα διεσκεδάσθησαν. οὐ κύβους οὖν ἀναῤῥιπτοῦντες μαντευόμεθα, ποῖ τραπώμεθα καὶ τίνι προσθώμεθα, ὡς δυναμένων πλειόνων περισπάσαι ἡμᾶς τῇ ἐπαγγελίᾳ τοῦ θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων. ἀλλὰ γὰρ καὶ περὶ τούτων ἅλις. [6.12] Διὸ μεταβαίνομεν ἐπ᾿ ἄλλην Κέλσου κατηγορίαν. οὐδὲ τὰς λέξεις ἡμῶν εἰδότος ἀλλ᾿ ἐκ παρακουσματίων φήσαντος ὅτι φαμὲν τὴν ἐν ἀνθρώποις σοφίαν μωρίαν εἶναι παρὰ θεῷ, τοῦ Παύλου λέγοντος· „ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστι.“ καί φησιν ὁ Κέλσος ὅτι ἡ τούτου αἰτία καὶ πάλαι εἴρηται. οἴεται δὲ αἰτίαν εἶναι τὸ βούλεσθαι ἡμᾶς διὰ τῆς λέξεως ταύτης τοὺς ἀπαιδεύτους καὶ ἠλιθίους προσάγεσθαι μόνους. ἀλλ᾿ ὡς καὶ αὐτὸς ἐσημειώσατο, ταὐτὸ εἶπεν ἀνωτέρω, καὶ ἡμεῖς πρὸς τὸν λόγον κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν. ὅμως μέντοι ἐβουλήθη καὶ τοῦτο δεῖξαι πεπλασμένον ἡμῖν καὶ ληφθὲν ἀπὸ τῶν παρ᾿ Ἕλλησι σοφῶν. ἄλλην μὲν εἶναι φησάντων τὴν ἀνθρωπίνην σοφίαν ἄλλην δὲ τὴν θείαν. καὶ ἐκτίθεταί γε Ἡρακλείτου λέξεις, μίαν μὲν, ἐν ᾗ φησιν· „ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει,“ ἑτέραν δέ· „ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκως περ παῖς πρὸς ἀνδρός.“ ἐκτίθεται δὲ καὶ ἀπὸ τῆς Πλάτωνος γεγραμμένης Σωκράτους ἀπολογίας ταῦτα· „ἐγὼ γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ σοφίαν τοῦτο τὸ ὄνομα ἔσχηκα. ποίαν δὲ σοφίαν ταύτην; ἥπερ ἐστὶν ἴσως ἀνθρωπίνη σοφία· τῷ ὄντι γὰρ κινδυνεύω ταύτην εἶναι σοφός.“ ἃ μὲν οὖν ἐκτίθεται ὁ Κέλσος ταῦτά ἐστιν. ἐγὼ δὲ ἀπὸ τῆς πρὸς Ἑρμείαν καὶ Ἔραστον καὶ Κορίσκον Πλάτωνος ἐπιστολῆς καὶ ταῦτα παραθήσομαι· „Ἐράστῳ δὲ καὶ Κορίσκῳ πρὸς τῇ τῶν εἰδῶν σοφίᾳ τῇ καλῇ ταύτῃ φημὶ ἐγὼ καίπερ γέρων ὢν προσδεῖν σοφίας τῆς περὶ τοὺς πονηροὺς καὶ ἀδίκους φυλακτικῆς καί τινος ἀμυντικῆς δυνάμεως. ἄπειροι γάρ εἰσι διὰ τὸ μεθ᾿ ἡμῶν μετρίων ὄντων καὶ οὐ κακῶν συχνὸν διατετριφέναι τοῦ βίου· διὸ δὴ τούτων προσδεῖν εἶπον, ἵνα μὴ ἀναγκάζωνται τῆς ἀληθινῆς μὲν ἀμελεῖν σοφίας, τῆς δ᾿ ἀνθρωπίνης τε καὶ ἀναγκαίας ἐπιμελεῖσθαι μειζόνως ἢ δεῖ.“ [6.13] Οὐκοῦν κατὰ ταῦτα ἡ μέν τις θεία σοφία ἐστὶν, ἡ δ᾿ ἀνθρωπίνη. καὶ ἡ μὲν ἀνθρωπίνη ἐστὶν ἡ καθ᾿ ἡμᾶς λεγομένη „σοφία τοῦ κόσμου“. ἥτις ἐστὶ „μωρία παρὰ τῷ θεῷ“· ἡ δὲ θεία καὶ ἑτέρα παρὰ τὴν ἀνθρωπίνην, εἴπερ ἐστὶ θεία, χάριτι θεοῦ δωρουμένου αὐτὴν τοῖς ἑαυτοὺς ἐπιτηδείους πρὸς παραδοχὴν αὐτῆς κατασκευάσασι παραγίνεται, καὶ μάλιστα τοῖς ἐκ τοῦ ἐγνωκέναι τὴν διαφορὰν ἑκατέρας σοφίας πρὸς τὴν ἑτέραν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς λέγουσι· „κἂν γάρ τις τέλειος ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ σοφίας ἀπούσης εἰς οὐδὲν λογισθήσεται.“ καὶ γυμνάσιον μέν φαμεν εἶναι τῆς ψυχῆς τὴν ἀνθρωπίνην σοφίαν, τέλος δὲ τὴν θείαν· ἥτις καὶ „στερεὰ“ λέγεται τῆς ψυχῆς εἶναι „τροφὴ“ παρὰ τῷ φήσαντι· „τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.“ καὶ ἀρχαία μὲν ἀληθῶς ἐστιν ἥδε ἡ δόξα. οὐχ, ὡς οἴεται δὲ Κέλσος, τῆς περὶ αὐτῶν ἀρχαιότητος εἰς Ἡράκλειτον καὶ Πλάτωνα ἀναφερομένης. ἀνωτέρω γὰρ τούτων οἱ προφῆται διέστειλαν τὸ περὶ ἑκατέρας σοφίας· ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος εἰπεῖν ἀπὸ τῶν λόγων τοῦ Δαυῒδ τὸ περὶ τοῦ κατὰ τὴν θείαν σοφίαν σοφοῦ λεγόμενον, ὅστις „οὐκ ὄψεται καταφθορὰν,“ φησὶν, „ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.“ ἡ θεία τοίνυν σοφία, ἑτέρα οὖσα τῆς πίστεως, πρῶτόν ἐστι τῶν καλουμένων· „χαρισμάτων“ τοῦ θεοῦ, καὶ μετ᾿ ἐκείνην δεύτερον τοῖς ἀκριβοῦν τὰ τοιαῦτα ἐπισταμένοις ἡ καλουμένη γνῶσις, καὶ τρίτον, ἐπεὶ σῴζεσθαι χρὴ καὶ τοὺς ἁπλουστέρους προσιόντας κατὰ δύναμιν τῇ θεοσεβείᾳ, ἡ πίστις. διὸ λέγεται παρὰ τῷ Παύλῳ· „ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι.“ διόπερ οὐ τοὺς τυχόντας εὕροις ἂν μετειληφότας τῆς θείας σοφίας ἀλλὰ τοὺς ὑπερέχοντας καὶ διαφέροντας πάντων τῶν χριστιανισμῷ προσεχόντων, οὐδὲ τοῖς ἀπαιδευτοτάτοις ἢ ἀνδραπόδοις ἢ ἀμαθεστάτοις διέξεισί τις τὰ περὶ τῆς θείας σοφίας. [6.14] Καίτοι γε ἄλλους μέν φησιν ἀπαιδευτοτάτους εἶναι καὶ ἀνδράποδα καὶ ἀμαθεστάτους ὁ Κέλσος, τοὺς μὴ ἐπισταμένους αὐτοῦ τὰ προστάγματα μηδὲ παιδευθέντας τὰ Ἑλλήνων μαθήματα· ἡμεῖς δὲ ἀπαιδευτοτάτους φαμὲν τοὺς μὴ αἰσχυνομένους ἐν τῷ τοῖς ἀψύχοις προσλαλεῖν καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλουμένους περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῦντας περὶ δ᾿ ἐπικουρίας τὸ ἀπορώτατον ἱκετεύοντας. κἄν τινες δὲ μὴ ταῦτα φῶσιν εἶναι τοὺς θεοὺς ἀλλὰ μιμήματα τῶν ἀληθινῶν κἀκείνων σύμβολα. οὐδὲν ἧττον καὶ οὗτοι. ἐν βαναύσων χερσὶ τὰ μιμήματα τῆς θειότητος φανταζόμενοι εἶναι. ἀπαίδευτοί εἰσι καὶ ἀνδράποδα καὶ ἀμαθεῖς· ὡς τοὺς ἐσχάτους τῶν ἐν ἡμῖν ἀπηλλάχθαι ταύτης τῆς ἀπαιδευσίας καὶ τῆς ἀμαθίας, καὶ φρονιμωτάτοις δὲ τὴν θείαν ἐλπίδα νοεῖσθαι καὶ καταλαμβάνεσθαί φαμεν. λέγομεν δὲ καὶ οὐχ οἷόν τ᾿ εἶναι μὴ ἐγγυμνασάμενον τῇ ἀνθρωπίνῃ σοφίᾳ χωρεῖν τὴν θειοτέραν, καὶ μωρίαν πᾶσαν τὴν ἀνθρωπίνην σοφίαν ὡς πρὸς τὴν θείαν ὁμολογοῦμεν. εἶτα δέον αὐτὸν ἀγωνίζεσθαι περὶ τοῦ λόγου, ὁ δὲ γόητας ἡμᾶς καλεῖ καί φησιν ὅτί φεύγομεν τοὺς χαριεστέρους προτροπάδην ὡς οὐχ ἑτοίμους ἀπατᾶσθαι. παλεύομεν δὲ τοὺς ἀγροικοτέρους. οὐ γὰρ εἶδεν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ τοῖς ἔξωθεν μαθήμασι πεπαιδευμένους τοὺς παρ᾿ ἡμῖν σοφοὺς, Μωϋσέα μὲν „πάσῃ Αἰγυπτίων σοφίᾳ,“ Δανιὴλ δὲ καὶ Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ πᾶσι τοῖς Ἀσσυρίων γράμμασιν, ὥστ᾿ αὐτοὺς εὑρεθῆναι πάντων τῶν ἐκεῖ σοφῶν δεκαπλασίους. καὶ νῦν δὲ αἱ ἐκκλησίαι ἔχουσι μὲν ἀνάλογον τοῖς πλήθεσιν ὀλίγους σοφοὺς προσελθόντας καὶ ἀπὸ τῆς καλουμένης παρ᾿ ἡμῖν „κατὰ σάρκα“ σοφίας, ἔχουσι δὲ καὶ τοὺς διαβεβηκότας ἀπ᾿ ἐκείνης ἐπὶ τὴν θείαν σοφίαν. [6.15] Εἶτα μετὰ ταῦτα ὁ Κέλσος ὡς περιηχηθεὶς τὰ περὶ ταπεινοφροσύνης καὶ μὴ ἐπιμελῶς αὐτὴν νοήσας βούλεται μὲν τὴν παρ᾿ ἡμῖν κακολογεῖν. οἴεται δ᾿ αὐτὴν παράκουσμα εἶναι τῶν Πλάτωνος λόγων, ὅς φησι ποὺ ἐν τοῖς Νόμοις· „ὁ μὲν δὴ θεὸς, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ᾿ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολελειμμένων τοῦ θείου νόμου τιμωρὸς, ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος“· οὐχ ὁρῶν ὅτι παρὰ τοῖς πολὺ Πλάτωνος ἀρχαιοτέροις λέλεκται ἐν εὐχῇ τό· „κύριε, οὐχ ὑψώθη μου ἡ καρδία, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμὲ, εἰ μὴ ἐταπεινοφρόνουν.“ ἅμα δὲ δηλοῦται διὰ τούτων ὅτι οὐ πάντως ὁ ταπεινοφρονῶν ἀσχημόνως καὶ ἀπαισίως ταπεινοῦται, χαμαιπετὴς ἐπὶ τῶν γονάτων καὶ πρηνὴς ἐῤῥιμμένος. ἐσθῆτα δυστήνων ἀμφισκόμενος καὶ κόνιν ἐπαμώμενος. ὁ γὰρ κατὰ τὸν προφήτην ταπεινοφρονῶν, πορευόμενος „ἐν μεγάλοις καὶ θαυμασίοις“ τοῖς ὑπὲρ αὐτὸν, τοῖς ἀληθῶς „μεγάλοις“ δόγμασι καὶ τοῖς „θαυμασίοις“ νοήμασι, ταπεινοῖ ἑαυτὸν „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ.“ εἰ δέ τινες διὰ τὴν ἰδιωτείαν μὴ τρανώσαντες τὸ περὶ τῆς ταπεινοφροσύνης δόγμα τοιαῦτα ποιοῦσιν, οὐ τὸν λόγον αἰτιατέον, ἀλλὰ τῇ ἰδιωτείᾳ τῶν προθεμένων μὲν τὰ κρείττονα διὰ δὲ τὸν ἰδιωτισμὸν ἀποτυγχανόντων συγγνωστέον. μᾶλλον γὰρ τοῦ κατὰ Πλάτωνα ταπεινοῦ καὶ κεκοσμημένου „ταπεινὸς καὶ κεκοσμημένος“ ἐστὶν ὁ κεκοσμημένος μὲν διὰ τὸ πορεύεσθαι „ἐν μεγάλοις“ καὶ „θαυμασίοις“ ὑπὲρ αὐτόν· ταπεινὸς δὲ, ἐπεὶ καὶ ἐν τούτοις ὢν ταπεινοῦται ἑκὼν. οὐχ ὑπὸ τὸν τυχόντα ἀλλ᾿ „ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ,“ διὰ τοῦ διδασκάλου τῶν τοιούτων μαθημάτων Ἰησοῦ· „ὃς“ „οὐχ ἁρπαγμὸν ἡγήσατο εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν,“ „καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.“ καὶ οὕτω μέγα δόγμα τὸ περὶ ταπεινοφροσύνης ἐστὶν, ὡς μὴ τὸν τυχόντα διδάσκαλον ἔχειν περὶ αὐτοῦ, ἀλλ᾿ αὐτὸν λέγειν τὸν τηλικοῦτον ἡμῶν σωτῆρα· „μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.“ [6.16] Μετὰ ταῦτα τὴν κατὰ τῶν πλουσίων ἀπόφασιν τοῦ Ἰησοῦ, εἰπόντος· „εὐκοπώτερον κάμηλον εἰσελθεῖν διὰ τρήματος ῥαφίδος ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ,“ φησὶν ἄντικρυς ἀπὸ Πλάτωνος εἰρῆσθαι, τοῦ Ἰησοῦ παραφθείροντος τὸ Πλατωνικὸν, ἐν οἷς εἶπεν ὁ Πλάτων ὅτι „ἀγαθὸν ὄντα διαφόρως καὶ πλούσιον εἶναι διαφερόντως εἶναι ἀδύνατον.“ τίς δ᾿ οὐκ ἂν καὶ μετρίως ἐφιστάνειν τοῖς πράγμασι δυνάμενος τὸν Κέλσον γελάσαι, οὐ τῶν πιστευόντων τῷ Ἰησοῦ μόνων ἀλλὰ καὶ τῶν λοιπῶν ἀνθρώπων. ἀκούων ὅτι Ἰησοῦς ὁ παρὰ Ἰουδαίοις γεγενημένος καὶ ἀνατεθραμμένος καὶ Ἰωσὴφ „τοῦ τέκτονος“ νομισθεὶς εἶναι υἱὸς καὶ μηδὲ γράμματα μεμαθηκὼς οὐ μόνον τὰ Ἑλλήνων ἀλλ᾿ οὐδὲ τὰ Ἑβραίων, ὅπερ καὶ αἱ φιλαλήθεις μαρτυροῦσι γραφαὶ τῶν περὶ αὐτὸν, ἀνέγνω Πλάτωνα καὶ ἀρεσθεὶς τῇ περὶ τῶν πλουσίων ἀποφαινομένῃ αὐτοῦ λέξει, ὡς „ἀδύνατόν ἐστιν ἀγαθὸν εἶναι διαφερόντως καὶ πλούσιον,“ παρέφθειρεν αὐτὴν καὶ πεποίηκε τὸ „εὐκοπώτερον κάμηλον διὰ τρήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ“; εἰ δὲ μὴ μετὰ τοῦ μισεῖν καὶ ἀπεχθάνεσθαι ἐντυχὼν τοῖς εὐαγγελίοις φιλαλήθης ἦν ὁ Κέλσος, ἐπέστησεν ἂν, τί δή ποτε παρελήφθη κάμηλος, τὸ τῶν ζῴων ὅσον ἐπὶ τῇ κατασκευῇ σκολιὸν, παραβαλλόμενον τῷ πλουσίῳ, καὶ τί αὐτῷ ἐβούλετο ἡ στενὴ „τῆς ῥαφίδος“ τρυμαλιὰ, στενὴν φάσκοντι εἶναι καὶ τεθλιμμένην τὴν ὁδὸν τὴν ἀπάγουσαν „εἰς τὴν ζωὴν,“ καὶ τὸ κατὰ τὸν νόμον δὲ „ἀκάθαρτον“ τὸ ζῷον ἀναγεγράφθαι τοῦτο, ἔχον μέν τι ἀποδεκτὸν τὸ μαρυκᾶσθαι, ἔχον δὲ καὶ ψεκτὸν τὸ μὴ διχηλεῖν· ἐξήτασεν ἂν καὶ ὁσάκις ἐν ταῖς θείαις παρελήφθη κάμηλος γραφαῖς καὶ ἐπὶ τίνων, ἵνα θεωρήσῃ τὸ περὶ τῶν πλουσίων τοῦ λόγου βούλημα· οὐκ εἴασεν ἂν ἀβασάνιστον καὶ τὸ μακαρίζεσθαι μὲν τοὺς πτωχοὺς ὑπὸ τοῦ Ἰησοῦ ταλανίζεσθαι δὲ τοὺς πλουσίους πότερον ἐπὶ τῶν αἰσθητῶν αὐτῷ ταῦτα . . . . πτωχῶν καὶ πλουσίων, ἢ οἶδέ τινα πτωχείαν πάντως μακαριζομένην ὁ λόγος καὶ πλοῦτον πάντως ψεκτόν· οὐκ ἂν γὰρ οὐδ᾿ ὁ τυχὼν ἀκρίτως τοὺς πτωχοὺς ἐπῄνεσεν, ὧν οἱ πολλοὶ καὶ φαυλόττοί εἰσι τὰ ἤθη. ἀλλὰ ταῦτα μὲν ταύτῃ. [6.17] Ἐπεὶ δ᾿ ἑξῆς ἐξευτελίσαι βουλόμενος τὰ περὶ βασιλείας θεοῦ γεγραμμένα παρ᾿ ἡμῖν τούτων μὲν οὐδὲν παρέθετο ὡς οὐδὲ τῆς παρ᾿ αὐτῷ ἄξιον ἀναγραφῆς, τάχα ἐπεὶ μηδὲ ᾔδει αὐτὰ, Πλάτωνος δὲ λέξεις ἐκτίθεται ἀπό τε τῶν ἐπιστολῶν καὶ τοῦ Φαίδρου, ὡς τούτων μὲν ἐνθέως εἰρημένων, οὐδὲν δὲ τοιοῦτον ἐχόντων τῶν ἡμετέρων γραμμάτων· φέρε ὀλίγα παραβάλωμεν παραθέσεως ἕνεκεν τῆς πρὸς τὰ Πλάτωνι οὐκ ἀπιθάνως μὲν εἰρημένα, οὐ μὴν καὶ διαθέντα τὸν φιλόσοφον ἀξίως κἂν αὐτῷ ἀναστραφῆναι ἐν τῇ πρὸς τὸν ποιητὴν τῶν ὅλων εὐσεβείᾳ· ἣν ἐχρῆν μὴ νοθεύειν μηδὲ μιαίνειν τῇ, ὡς ἡμεῖς ὀνομάζομεν, εἰδωλολατρείᾳ. ὡς δὲ καὶ οἱ πολλοὶ λέγοιεν ἂν χρώμενοι τῷ ὀνόματι, καὶ τῇ δεισιδαιμονίᾳ. τρόπῳ δὴ Ἑβραϊκῷ τινι λέγεται περὶ τοῦ θεοῦ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ ὅτι „ἔθετο σκότος ἀποκρυφὴν ὁ θεός“· ἵνα δηλωθῇ ὅτι ἀφανῆ καὶ ἄγνωστά ἐστι τὰ κατ᾿ ἀξίαν νοηθέντα ἄν περὶ τοῦ θεοῦ, ἀποκρύψαντος ἑαυτὸν οἱονεὶ ἐν σκότῳ τοῖς μὴ φέρουσι τὰς τῆς γνώσεως αὐτοῦ μαρμαρυγὰς μηδὲ δυναμένοις αὐτὸν ὁρᾶν πῇ μὲν διὰ τὸν μιασμὸν τοῦ νοῦ, σώματι „ταπεινώσεως“ ἀνθρώπων ἐνδεδεμένου, πῇ δὲ διὰ τὴν βραχυτέραν δύναμιν αὐτοῦ τῆς κατανοήσεως τοῦ θεοῦ. ἵνα δὲ δηλωθῇ τὸ σπανίως εἰς ἀνθρώπους φθάνον καὶ ἐν πάνυ ὀλίγοις εὑρισκόμενον τῆς γνώσεως τοῦ θεοῦ, Μωϋσῆς ἀναγέγραπται εἰσεληλυθέναι „εἰς τὸν γνόφον, ὅπου ἦν ὁ θεός“· καὶ περὶ Μωϋσέως πάλιν· „ἐγγιεῖ Μωϋσῆς μόνος πρὸς τὸν θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι.“ πάλιν τε αὖ ἵνα τὸ βάθος παραστήσῃ ὁ προφήτης τῶν περὶ θεοῦ δογμάτων, ἄληπτον τυγχάνον τοῖς μὴ ἔχουσι „πνεῦμα“ τὸ πάντ᾿ ἐρευνῶν, ἐρευνῶν δὲ „καὶ τὰ βάθη τοῦ θεοῦ,“ εἶπε τό· „ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ.“· ἀλλὰ καὶ ὁ σωτὴρ ἡμῶν καὶ κύριος λόγος τοῦ θεοῦ τὸ μέγεθος παριστὰς τῆς γνώσεως τοῦ πατρὸς. ὅτι κατ᾿ ἀξίαν προηγουμένως αὐτῷ μόνῳ. λαμβάνεται καὶ γινώσκεται. δευτέρως δὲ τοῖς ἐλλαμπομένοις τὸ ἡγεμονικὸν ὑπ᾿ αὐτοῦ τοῦ λόγου καὶ θεοῦ, φησίν· „οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.“ οὔτε γὰρ τὸν ἀγένητον καὶ πάσης γενητῆς φύσεως πρωτότοκον κατ᾿ ἀξίαν εἰδέναι τις δύναται ὡς ὁ γεννήσας αὐτὸν πατὴρ, οὔτε τὸν πατέρα ὡς ὁ ἔμψυχος λόγος καὶ σοφία αὐτοῦ καὶ ἀλήθεια· οὗ μετοχῇ περιαιροῦντος ἀπὸ τοῦ πατρὸς τὸ λεγόμενον „σκότος,“ ὃ „ἔθετο ἀποκρυφὴν αὐτοῦ,“ καὶ τὸ λεγόμενον „περιβόλαιον“ αὐτοῦ, τὴν ἄβυσσον, καὶ ἀποκαλύπτοντος οὕτω τὸν πατέρα ὅστις ποτ᾿ ἂν χωρῇ γινώσκειν αὐτὸν γινώσκει. [6.18] Ταῦτα δ᾿ ἡγησάμην βραχέα ἀπὸ πλείστων ὅσων τῶν περὶ θεοῦ τοῖς ἱεροῖς ἀνδράσι νενοημένων παραθέσθαι, δεικνὺς ὅτι τῶν θαυμασθέντων ὑπὸ Κέλσου Πλατωνικῶν λόγων ἔχει τι σεμνότερον τοῖς ἔχουσιν ὀφθαλμοὺς, βλέπειν τὰ σεμνὰ τῶν γραφῶν δυναμένους, τὰ ἱερὰ τῶν προφητῶν γράμματα. ἔχει δ᾿ ἡ Πλάτωνος λέξις, ἣν ὁ Κέλσος ἐξέθετο, τοῦτον τὸν τρόπον· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ, καὶ ἐκείνου ἕνεκα πάντα, καὶ ἐκεῖνο αἴτιον ἁπάντων καλῶν. δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα. ἡ οὖν ἀνθρωπίνη ψυχὴ περὶ αὐτὰ ὀρέγεται μαθεῖν, ποῖα ἄττα ἐστὶ, βλέπουσα εἰς τὰ αὑτῆς συγγενῆ, ὧν οὐδὲν ἱκανῶς ἔχει. τοῦ δὴ βασιλέως πέρι καὶ ὧν εἶπον, οὐδέν ἐστι τοιοῦτον.“ ἐδυνάμην δὲ παραθέσθαι τὰ περὶ τῶν παρ᾿ Ἑβραίοις καλουμένων „σεραφὶμ,“ ἀναγεγραμμένων ἐν τῷ Ἡσαΐᾳ, καλυπτόντων „τὸ πρόσωπον“ καὶ „τοὺς πόδας“ τοῦ θεοῦ, καὶ τὰ περὶ τῶν. ὀνομαζομένων „χερουβὶμ,“ ἃ διέγραψεν ὁ Ἰεζεκιὴλ, καὶ τῶν ὡσανεὶ σχημάτων αὐτῶν, καὶ τίνα τρόπον ὀχεῖσθαι λέγεται ἐπὶ τῶν χερουβὶμ ὁ θεός· ἀλλ᾿ ἐπεὶ πάνυ κεκρυμμένως εἴρηται διὰ τοὺς ἀναξίους καὶ ἀσέμνους, μὴ δυναμένους παρακολουθῆσαι μεγαλονοίᾳ καὶ σεμνότητι θεολογίας, οὐχ ἡγησάμην πρέπον εἶναι ἐν τῷ συγγράμματι τούτῳ περὶ αὐτῶν διαλεχθῆναι. [6.19] Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος παρακούσαντάς τινας Χριστιανοὺς Πλατωνικῶν λέξεων αὐχεῖν τὸν ὑπερουράνιον θεὸν, ὑπεραναβαίνοντας τὸν Ἰουδαίων οὐρανόν. ἐν τούτοις δὲ οὐ διασαφεῖ, πότερον καὶ τὸν Ἰουδαίων θεὸν ὑπεραναβαίνουσιν ἢ μόνον ὃν ὀμνύουσιν οὐρανόν. περὶ μὲν οὖν τῶν ἕτερον ἐπαγγελλομένων θεὸν παρὰ τὸν καὶ ὑπὸ Ἰουδαίων προσκυνούμενον οὐ πρόκειται νῦν ἡμῖν λέγειν, περὶ δὲ ἑαυτῶν ἀπολογεῖσθαι καὶ δεικνύναι ὅτι οὐ δύνανται οἱ παρ᾿ ἡμῖν Ἰουδαίων προφῆται ἀπὸ Πλάτωνός τι εἰληφέναι· πρεσβύτεροι γὰρ ἦσαν αὐτοῦ. οὔτ᾿ οὖν τὴν φάσκουσαν λέξιν· „περὶ τὸν πάντων βασιλέα πάντ᾿ ἐστὶ. καὶ ἐκείνου ἕνεκα πάντα“ ἀπὸ Πλάτωνος εἰλήφαμεν, ἀλλὰ τούτων κρειττόνως εἰρημένα ἀπὸ τῶν προφητῶν μεμαθήκαμεν, σαφηνίσαντος τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ τὸ βούλημα τοῦ ἐν τοῖς προφήταις πνεύματος (ὅπερ οὐκ ἄλλο ἦν τοῦ πνεύματος τοῦ Χριστοῦ), οὔτε τὰ περὶ τοῦ ὑπερουρανίου τόπου πρῶτος ὁ φιλόσοφος παρίστησιν, ἀλλὰ Δαυῒδ τὴν βαθύτητα τοῦ πλήθους τῶν ἐν τοῖς ὑπεραναβεβηκόσι τὰ αἰσθητὰ τῶν περὶ θεοῦ θεωρημάτων πάλαι παρέστησεν εἰπὼν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν· „αἰνεῖτε τὸν θεὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· αἰνεσάτωσαν τὸ ὄνομα κυρίου.“ ἐγὼ δὲ οὐκ ἀπογινώσκω τὰς ἀπὸ τοῦ Φαίδρου λέξεις ἀπό τινων Ἑβραίων μεμαθηκότα τὸν Πλάτωνα, ὡς δέ τινες ἀνέγραψαν, ἔτι καὶ τοῖς προφητικοῖς ἐντυχόντα λόγοις ἐκτεθεῖσθαι, ἐν οἷς ἔλεγεν· „τὸν ὑπερουράνιον τόπον οὔτε τις ὕμνησε τῶν τῇδε ποιητὴς οὔτε ὑμνήσει κατ᾿ ἀξίαν“ καὶ τὰ ἑξῆς, ἐν οἷς ἐστι καὶ τὸ„ἡ γὰρ ἀχρώματός τε καὶ ἀσχημάτιστος καὶ ἀναφὴς οὐσία ὄντως οὖσα ψυχῆς κυβερνήτῃ νῷ μόνῳ θεατὴ, περὶ ὅν τὸ τῆς ἀληθοῦς ἐπιστήμης γένος τοῦτον ἔχει τὸν τόπον.“ καὶ ἀπ᾿ ἐκείνων γε τῶν λόγων παιδευθεὶς ὁ Παῦλος ἡμῶν καὶ ποθῶν τὰ ὑπερκόσμια καὶ ὑπερου ράνια καὶ δι᾿ ἐκεῖνα πάντα πράττων, ἵν᾿ αὐτῶν τύχῃ, φησὶν ἐν τῇ δευτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ· „τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ᾿ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.“ [6.20] Ἄντικρυς γὰρ τοῖς ἀκούειν δυναμένοις παρίστησι τὰ μὲν αἰσθητὰ λέγων αὐτὰ „βλεπόμενα,“ τὰ δὲ νοητὰ καὶ νῷ μόνῳ καταληπτὰ ὀνομάζων „μὴ βλεπόμενα.“ οὗτος δὲ καὶ „πρόσκαιρα“ μὲν οἶδε τὰ αἰσθητὰ καὶ „βλεπόμενα,“ „αἰώνια“ δὲ τὰ νοητὰ καὶ „μὴ βλεπόμενα“· καὶ βουλόμενος πρὸς τῇ ἐκείνων θέᾳ γενέσθαι ὑπὸ τοῦ πρὸς ἐκεῖνα πόθου βοηθούμενος πᾶσαν θλῖψιν τὸ οὐδὲν καὶ ἐλαφράν τινα ἐνόμιζεν εἶναι· καὶ παρ᾿ αὐτὸν τὸν „τῆς θλίψεως“ καὶ τῶν πόνων καιρὸν μηδαμῶς μὲν βαρούμενος ὑπ᾿ αὐτῶν, ἐπελαφρίζων δὲ διὰ τὴν περὶ ἐκεῖνα θέαν πᾶσαν περίστασιν· ἐπεὶ καὶ ἔχομεν ἡμεῖς „ἀρχιερέα μέγαν“ τῷ μεγέθει τῆς δυνάμεως καὶ τοῦ νοῦ αὐτοῦ „διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,“ ἐπαγγειλάμενον τοῖς γνησίως μαθοῦσι τὰ θεῖα καὶ ἀξίως αὐτῶν βιώσασι προάξειν αὐτοὺς ἐπὶ τὰ ὑπερκόσμια· φησὶ γάρ· „ἵν᾿ ὅπου ἐγὼ ὑπάγω καὶ ὑμεῖς ἦτε.“ διὰ τοῦτο ἡμεῖς μετὰ τοὺς ἐνταῦθα πόνους καὶ τοὺς ἀγῶνας ἐλπίζομεν πρὸς ἄκροις γενέσθαι τοῖς οὐρανοῖς, καὶ πηγὰς „ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον“ ἀναλαβόντες κατὰ τὴν Ἰησοῦ διδασκαλίαν ποταμούς τε χωρήσαντες τῶν θεωρημάτων σὺν τοῖς λεγομένοις ὕδασιν „ὑπεράνω τῶν οὐρανῶν.“ αἰνοῦσι „τὸ ὄνομα κυρίου,“ ἔσεσθαι. καὶ ὅσον γε αἰνοῦμεν αὐτὸν, οὐ περιαχθησόμεθα ἀπὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς, ἀεὶ δὲ πρὸς τῇ θέᾳ ἐσόμεθα τῶν ἀοράτων τοῦ θεοῦ, οὐκέτι „ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι“ νοουμένων ἡμῖν, ἀλλ᾿ ὡς ὠνόμασεν ὁ γνήσιος τοῦ Ἰησοῦ μαθητὴς λέγων· „τότε δὲ πρόσωπον πρὸς πρόσωπον“ καὶ τό· „ἐὰν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.“ [6.21] Ἑπτὰ δὲ οὐρανοὺς ἢ ὅλως περιωρισμένον ἀριθμὸν αὐτῶν αἱ φερόμεναι ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ οὐκ ἀπαγγέλλουσι γραφαὶ, ἀλλ᾿ οὐρανοὺς, εἴτε τὰς σφαίρας τῶν παρ᾿ Ἕλλησι λεγομένων πλανήτων εἴτε καὶ ἄλλο τι ἀποῤῥητότερον ἐοίκασι διδάσκειν οἱ λόγοι. καὶ τὸ ὁδὸν δὲ εἶναι ταῖς ψυχαῖς ἐς γῆν καὶ ἀπὸ γῆς Κέλσος μὲν κατὰ Πλάτωνά φησι γίνεσθαι διὰ τῶν πλανήτων· Μωϋσῆς δὲ, ὁ ἀρχαιότατος ἡμῶν προφήτης. ἐν ὄψει τοῦ πατριάρχου ἡμῶν Ἰακώβ φησιν ἑωρᾶσθαι θεῖον ἐνύπνιον, κλίμακα „εἰς οὐρανὸν“ φθάνουσαν καὶ ἀγγέλους „τοῦ θεοῦ“ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ᾿ αὐτῆς, τὸν δὲ κύριον ἐπεστηριγμένον ἐπὶ τοῖς ἄκροις αὐτῆς, εἴτε ταῦτα εἴτε τινὰ μείζονα τούτων αἰνιττόμενος ἐν τῷ περὶ τῆς κλίμακος λόγῳ· περὶ ἧς καὶ τῷ Φίλωνι συντέτακται βιβλίον, ἄξιον φρονίμου καὶ συνετῆς παρὰ τοῖς φιλαλήθεσιν ἐξετάσεως. [6.22] Ἑξῆς δὲ τούτοις βουλόμενος ὁ Κέλσος πολυμάθειαν ἑαυτοῦ ἐπιδείξασθαι ἐν τῷ καθ᾿ ἡμῶν λόγῳ ἐκτίθεταί τινα καὶ Περσικὰ μυστήρια ἐν οἷς φησιν· αἰνίττεται ταῦτα καὶ ὁ Περσῶν λόγος, καὶ ἡ τοῦ Μίθρου τελετὴ, (ἣ) παρ᾿ αὐτοῖς ἐστιν. ἔστι γάρ τι ἐν αὐτῇ σύμβολον τῶν δύο τῶν ἐν οὐρανῷ περιόδων, τῆς τε ἀπλανοῦς καὶ τῆς εἰς τοὺς πλανήτας αὖ νενεμημένης, καὶ τῆς δι᾿ αὐτῶν τῆς ψυχῆς διεξόδου. τοιόνδε τὸ σύμβολον· κλῖμαξ ἑπτάπυλος, ἐπὶ δ᾿ αὐτῇ πύλη ὀγδόη. ἡ πρώτη τῶν πυλῶν μολίβδου, ἡ δευτέρα κασσιτέρου, ἡ τρίτη χαλκοῦ, ἡ τετάρτη σιδήρου, ἡ πέμπτη κεραστοῦ νομίσματος, ἡ ἕκτη ἀργύρου, χρυσοῦ δὲ ἡ ἑβδόμη. τὴν πρώτην τίθενται Κρόνου, τῷ μολίβδῳ τεκμηριούμενοι τὴν βραδυτῆτα τοῦ ἀστέρος, τὴν δευτέραν Ἀφροδίτης, παραβάλλοντες αὐτῇ τὸ φαιδρόν τε καὶ μαλακὸν τοῦ κασσιτέρου, τὴν τρίτην τοὺ Διὸς, τὴν χαλκοβατῆ καὶ στεῤῥὰν, τὴν τετάρτην Ἑρμοῦ, τλήμονα γὰρ ἔργων ἁπάντων καὶ χρηματιστὴν καὶ πολύκμητον εἶναι τόν τε σίδηρον καὶ τὸν Ἑρμῆν, τὴν πέμπτην Ἄρεος, τὴν ἐκ τοῦ κράματος ἀνώμαλόν τε καὶ ποικίλην, ἕκτην Σελήνης τὴν ἀργυρᾶν, ἑβδόμην Ἡλίου τὴν χρυσῆν, μιμούμενοι τὰς χρόας αὐτῶν. ἑξῆς ἐξετάζει τὴν αἰτίαν τῆς οὕτω κατειλεγμένης τάξεως τῶν ἀστέρων, δηλουμένης διὰ συμβόλων ἐν τοῖς ὀνόμασι τῆς λοιπῆς ὕλης, καὶ μουσικοὺς λόγους προσάπτει ᾗ ἐκτίθεται Περσῶν θεολογίᾳ· προσφιλοτιμεῖται δὲ τούτοις καὶ δευτέραν ἐκθέσθαι διήγησιν, πάλιν ἐχομένην μουσικῶν θεωρημάτων. ἔδοξε δέ μοι τὸ ἐκθέσθαι τὴν λέξιν ἐν τούτοις τοῦ Κέλσου ἄτοπον εἶναι καὶ ὅμοιον ᾧ αὐτὸς πεποίηκεν, εἰς τὴν περὶ Χριστιανῶν καὶ Ἰουδαίων κατηγορίαν ἀκαίρως παραλαβὼν οὐ μόνον τὰ Πλάτωνος, ὡς ἐκείνοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τὰ, ὥς φησι, Περσῶν τοῦ Μίθρου μυστήρια καὶ τὴν διήγησιν αὐτῶν. ὅπως ποτὲ γὰρ ἐχέτω ταῦτα, εἴτε ψευδῶς εἴτ᾿ ἀληθῶς, τοῖς τὰ τοῦ Μίθρου πρεσβεύουσι καὶ Πέρσαις· τί δὴ οὖν μᾶλλον ταῦτ᾿ ἐξέθετο ἤ τι τῶν λοιπῶν μυστηρίων μετὰ τῆς διηγήσεως αὐτῶν; οὐ γὰρ δοκεῖ παρ᾿ Ἕλλησιν εἶναι ἐξαίρετα τὰ τοῦ Μίθρου παρὰ τὰ Ἐλευσίνια ἢ τὰ παραδιδόμενα τοῖς ἐν Αἰγίνῃ μυουμένοις τὰ τῆς Ἑκάτης. τί δὲ μᾶλλον εἴπερ βαρβαρικὰ ἐβούλετο μυστήρια ἐκτίθεσθαι μετὰ τῆς διηγήσεως αὐτῶν, οὐ μᾶλλον τὰ Αἰγυπτίων, ἐν οἷς πολλοὶ σεμνύνονται, ἢ τὰ Καππαδοκῶν περὶ τῆς ἐν Κομάνοις Ἀρτέμιδος ἢ τὰ Θρᾳκῶν ἢ καὶ τὰ Ῥωμαίων αὐτῶν, τελούντων τοὺς εὐγενεστάτους τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς; ἀλλ᾿ εἰ ἄκαιρον αὐτῷ ἔδοξεν ἐκείνων τι παραβαλεῖν ὡς μηδαμῶς συμβαλλόμενον εἰς τὴν Ἰουδαίων ἢ Χριστιανῶν κατηγορίαν, πῶς οὐχὶ τὸ αὐτὸ ἄκαιρον καὶ ἐπὶ τῆς ἐκθέσεως τῶν Μιθραϊκῶν αὐτῷ ἐφαίνετο; [6.23] Εἰ δέ τις βούλοιτο μὴ ἀφ᾿ ἧς παρέθετο αἱρέσεως ἀσημοτάτης ἀλλὰ ἀπὸ βιβλίων πῇ μὲν Ἰουδαϊκῶν καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν ἀναγινωσκομένων, ἅπερ Χριστιανοὶ προσίενται, πῇ δὲ Χριστιανῶν μόνων λαβεῖν ἀφορμὰς τῆς μυστικωτέρας περὶ εἰσόδου ψυχῶν εἰς τὰ θεῖα θεωρίας, ἀναγνώτω τὰ ἐπὶ τέλει τῆς τοῦ Ἰεζεκιὴλ προφητείας ἑωραμένα τῷ προφήτῃ, ἐν οἷς διάφοροι πύλαι καταγεγραμμέναι εἰσὶν, αἰνισσόμεναί τινα περὶ τῆς διαφόρου εἰσόδου τῶν θειοτέρων ψυχῶν ἐπὶ τὰ κρείττονα· ἀναγνώτω δὲ καὶ ἐκ τῆς Ἰωάννου Ἀποκαλύψεως τὰ περὶ τῆς πόλεως τοῦ θεοῦ Ἱερουσαλὴμ ἐπουρανίον καὶ τῶν θεμελίων καὶ τῶν πυλῶν αὐτῆς. εἰ δὲ δύναται διὰ συμβόλων καὶ τὴν ὁδὸν δεδηλωμένην τῶν ὁδευσόντων ἐπὶ τὰ θεῖα μαθεῖν, ἀναγνώτω τοὺς ἐπιγεγραμμένους Ἀριθμοὺς Μωϋσέως καὶ ζητησάτω τὸν δυνάμενον αὐτὸν μυσταγωγῆσαι ἐπὶ τὰ περὶ τῶν παρεμβολῶν τῶν υἱῶν Ἰσραὴλ ἀναγεγραμμένα, ποῖαι μὲν κατὰ τὰ ἀνατολικὰ τεταγμέναι εἰσὶ μέρη ὡς πρῶται, ποῖαι δὲ ἐπὶ τὰ κατὰ λίβα (ἢ) κατὰ νότον, καὶ τίνες αἱ κατὰ θάλασσαν, καὶ τίνες αἱ τελευταῖαι κατὰ βοῤῥᾶν. ὄψεται γὰρ θεωρήματα οὐκ εὐκαταφρόνητα ἐν τοῖς τόποις οὐδ᾿, ὡς Κέλσος οἴεται, μωρῶν τινων ἀκροατῶν καὶ ἀνδραπόδων δεόμενα· διαλήψεται γὰρ, τίνες ἐν αὐτοῖς, καὶ (τίνα) τὰ περὶ τῆς φύσεως τῶν κατειλεγμένων ἐν αὐτοῖς ἀριθμῶν καὶ ἐφαρμοσθέντων ἑκάστῃ φυλῇ, περὶ ὧν νῦν ἡμῖν ἐκθέσθαι ἔδοξεν οὐκ εὔκαιρον εἶναι. ἴστω δὲ Κέλσος καὶ οἱ ἐντυγχάνοντες αὐτοῦ τῷ βιβλίῳ ὅτι οὐδαμοῦ τῶν γνησίων καὶ θείων πεπιστευμένων γραφῶν ἑπτὰ εἴρηνται οὐρανοί· οὔτ᾿ ἀπὸ Περσῶν ἢ Καβείρων λαβόντες ἡμῶν οἱ προφῆται λέγουσί τινα οὐδ᾿ οἱ τοῦ Ἰησοῦ ἀπόστολοι οὐδ᾿ αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ. [6.24] Ἑξῆς δὲ τῷ ἀπὸ τῶν Μιθραϊκῶν ληφθέντι λόγῳ ἐπαγγέλλεται ὁ Κέλσος τελετήν τινα Χριστιανῶν τελετῇ προειρημένῃ Περσῶν τὸν βουλόμενον συνεξετάσαι, ταῦτα ἀλλήλοις παραβαλόντα καὶ γυμνώσαντα καὶ τὰ Χριστιανῶν, οὕτω θεάσασθαι τὴν διαφορὰν αὐτῶν. καὶ ὅπου μὲν ᾔδει ὀνόματα εἰπεῖν αἱρέσεων, οὐκ ὤκνησεν ἐκθέσθαι ἃς ἐδόκει εἰδέναι· ὅπου δὲ μᾶλλον ἐχρῆν, εἴπερ ἠπίστατο, τοῦτο ποιῆσαι καὶ διδάξαι, ποία αἵρεσις χρῆται τῷ διατυπωθέντι διαγράμματι, τοῦτ᾿ οὐ πεποίηκε. δοκεῖ δέ μοι καὶ ἐκ τούτων ἐκ παρακουσμάτων ἀσημοτάτης αἱρέσεως Ὀφιανῶν οἶμαι ἐκτεθεῖσθαι τὰ τοῦ διαγράμματος ἀπὸ μέρους. τούτῳ δ᾿ ἡμεῖς κατὰ τὸ φιλομαθὲς ἡμῶν περιτετεύχαμεν, ἐν ᾧ εὕρομεν πλάσματα ἀνθρώπων, ὡς ὁ Παῦλος ὠνόμασεν, ἐνδυνόντων „εἰς τὰς οἰκίας καὶ“ αἰχμαλωτιζόντων „γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.“ οὕτω δὲ πᾶσαν ἀπιθανότητα εἶχε τὸ διάγραμμα, ὡς μηδὲ τὰ εὐεξαπάτητα „γυναικάρια“ μηδὲ τοὺς ἀγροικοτάτους καὶ ὑφ᾿ οὑτινοσοῦν πιθανοῦ ἑτοίμως ἔχοντας ἄγεσθαι συγκατατεθεῖσθαι τῷ διαγράμματι. οὐδενὶ γοῦν, καίτοι γε πολλοὺς ἐκπεριελθόντες τόπους τῆς γῆς καὶ τοὺς πανταχοῦ ἐπαγγελλομένους τι εἰδέναι ζητήσαντες, περιτετεύχαμεν πρεσβεύοντι τὰ τοῦ διαγράμματος. [6.25] Ἐν ᾧ ἦν διαγραφὴ κύκλων, ἀπολελυμένων μὲν ἀπ᾿ ἀλλήλων δέκα συνδουμένων δὲ ὑφ᾿ ἑνὸς κύκλου, ὃς ἐλέγετο εἶναι ἡ τῶν ὅλων ψυχὴ καὶ ὠνομάζετο Λευϊαθὰν, ὅντινα αἱ Ἰουδαίων γραφαὶ ὅ τι ποτ᾿ οὖν αἰνισσόμεναι ἔλεγον πεπλάσθαι ὑπὸ τοῦ θεοῦ παίγνιον. ἐν γὰρ ψαλμοῖς εὕρομεν· „πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ πλοῖα διαπορεύονται, ζῷα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.“ ἀντὶ δὲ τοῦ „δράκων“ Λευϊαθὰν ἦν ἐν τῷ Ἑβραϊκῷ. τὸ τοίνυν ἀσεβὲς διάγραμμα τὸν σαφῶς οὕτως κατηγορηθέντα ἐν τῷ προφήτῃ Λευϊαθὰν ἔλεγεν εἶναι τὴν διὰ τῶν ὅλων πεφοιτηκυῖαν ψυχήν. εὕρομεν δ᾿ ἐν αὐτῷ καὶ τὸν Βεημὼν ὀνομαζόμενον ὡσπερεὶ τεταγμένον τινὰ μετὰ τὸν κατωτάτω κύκλον. τοῦτον δὲ τὸν Λευϊαθὰν ὁ τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἀναπλάσας ἐπὶ τοῦ κύκλου καὶ τοῦ κέντρου αὐτοῦ κατέγραψε, δὶς ἐκθέμενος αὐτοῦ τὸ ὄνομα. ἔτι δὲ ὁ Κέλσος μελαίνῃ γραμμῇ παχείᾳ φησὶ διειλημμένον εἶναι τὸ διάγραμμα, καὶ ταύτην ἔφασκεν εἰρῆσθαι αὐτῷ τὴν Γέενναν, οὖσαν καὶ Τάρταρον. τὴν δὲ Γέενναν ἡμεῖς ἐν τῷ εὐαγγελίῳ γεγραμμένην ὡς κολαστήριον εὑρόντες, ἐζητήσαμεν, εἴ που τῶν παλαιῶν γραμμάτων ὠνομάσθη, καὶ μάλιστα ἐπείπερ καὶ Ἰουδαῖοι χρῶνται τῷ ὀνόματι. εὕρομεν δὲ ὅπου μὲν Φάραγξ „υἱοῦ Ἐννὸμ“ ὀνομαζομένην ἐν τῇ γραφῇ, ἐν δὲ τῷ Ἑβραϊκῷ ἀντὶ τοῦ Φάραγξ μεμαθήκαμεν ὅτι κατὰ τοῦ αὐτοῦ ὑποκειμένου ἐλέγετο ἡ Φάραγξ Ἐννὸμ καὶ ἡ Γέεννα. ἐπιτηροῦντες δὲ τὰ ἀναγνώσματα εὑρίσκομεν καὶ ἐν τῷ κλήρῳ τῆς φυλῆς Βενιαμὶν τὴν Γέενναν ἢ Φάραγγα Ἐννὸμ κατειλεγμένην, οὗ ἦν καὶ Ἱερουσαλήμ. καὶ ἐξετάζοντες τὴν ἀκολουθίαν τοῦ εἶναι ἐπουράνιον Ἰερουσαλὴμ ἀπὸ τοῦ κλήρου Βενιαμὶν καὶ τῆς Φάραγγος Ἐννὸμ εὑρίσκομέν τι εἰς τὸν περὶ κολάσεων τόπον, μεταλαμβα νομένων εἰς τὴν μετὰ βασάνου κάθαρσιν τῶν τοιωνδὶ ψυχῶν κατὰ τὸ „ἰδοὺ κύριος εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποία πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων (ὡς) τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον“ [6.26] καὶ κατὰ τὸ περὶ τὴν Ἱερουσαλὴμ γίνεσθαι κολάσεις χωνευομένων, τῶν ἀναλαβόντων εἰς τὴν ἑαυτῶν τῆς ψυχῆς ὑπόστασιν τὰ ἀπὸ κακίας, τροπικῶς που ὀνομαζομένης μολίβδου· διὸ ἡ ἀνομία παρὰ τῷ Ζαχαρίᾳ ἐπὶ „τάλαντον μολίβδου“ ἐκαθέζετο. Ὅσα δ᾿ εἰς τὸν τόπον λεχθείη ἂν, οὔτε πᾶσιν οὔτε τοῦ παρόντος καιροῦ ἐστι διηγήσασθαι· ἀλλ᾿ οὐδ᾿ ἀκίνδυνον τὴν τῶν τοιούτων σαφήνειαν πιστεῦσαι γραφῇ. ἅτε τῶν πολῶν οὐ χρῃζόντων πλείονος διδασκαλίας παρὰ τὴν περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων κολάσεως. εἰς γὰρ τὰ ὑπερέκεινα αὐτῆς οὐ χρήσιμον ἀναβαίνειν διὰ τοὺς μόγις φόβῳ τῆς αἰωνίου κολάσεως κἂν συστέλλοντας ἐπὶ ποσὸν τῆς κακίας καὶ τῶν ἀπ᾿ αὐτῆς ἁμαρτανομένων χύσιν. οὔτ᾿ οὖν τὸ διάγραμμα οὔτε Κέλσος οἶδε τὸν περὶ Γεέννης λόγον· ἐπεὶ οὔτ᾿ ἂν ἐκεῖνοι ζωγραφίας καὶ διαγράμματα ἐσεμνοποίουν ὡς δι᾿ αὐτῶν παριστάντες τὸ ἀληθὲς. οὔτ᾿ ἂν ὁ Κέλσος ἐν τῷ κατὰ Χριστιανῶν συγγράμματι τὰ μηδαμῶς ὑπὸ Χριστιανῶν λεγόμενα ἀλλά τινων, τάχα οὐδ᾿ ἔτι ὄντων ἀλλὰ πάντῃ ἐκλελοιπότων καὶ εἰς πάνυ ὀλίγους καὶ εὐαριθμήτους καταστάντων, ἐνετίθει ταῖς κατὰ Χριστιανῶν κατηγορίαις. καὶ ὥσπερ οὐ καθήκει τοῖς τὰ Πλάτωνος φιλοσοφοῦσιν ἀπολογεῖσθαι περὶ Ἐπικούρου καὶ τῶν ἀσεβῶν αὐτοῦ δογμάτων, οὕτως οὐδ᾿ ἡμῖν περὶ τῶν ἐν τῷ διαγράμματι καὶ τῶν κατ᾿ αὐτοῦ λεγομένων ὑπὸ Κέλσου. διόπερ ὡς περισσὰ καὶ μάτην ἐκκείμενα ἐῶμεν τὰ ὑπὸ Κέλσου εἰς ταῦτα λελεγμένα· μᾶλλον γὰρ Κέλσου ἡμεῖς αὐτῶν παρὰ τοῖς κεκρατημένοις ὑπὸ τοιούτων λόγων κατηγορήσομεν. [6.27] Ἑξῆς δὲ τοῖς περὶ τοῦ διαγράμματος μηδὲ παρακούσας τῶν περὶ τῆς καλουμένης παρὰ τοῖς ἐκκλησιαστικοῖς σφραγῖδος ἑαυτῷ τινα ἐκτίθεται ἀλλόκοτα καὶ ἀμοιβαίας φωνὰς, ὡς τοῦ μὲν τὴν σφραγῖδα περιτιθέντος καλουμένου πατρὸς, τοῦ δὲ σφραγιζομένου λεγομένου νέου καὶ υἱοῦ καὶ ἀποκρινομένου· κέχρισμαι χρίσματι λευκῷ ἐκ ξύλου ζωῆς, ὅπερ οὐδ᾿ ἐν τοῖς ἀπὸ τῶν αἱρέσεων ἠκούσαμεν γίνεσθαι. εἶτα καὶ ἀριθμὸν ὁρίζει λεγόμενον ὑπὸ τῶν παραδιδόντων τὴν σφραγῖδα ἀγγέλων ἑπτὰ, ἑκατέρωθεν τῇ ψυχῇ τοῦ ἀπαλλαττομένου σώματος ἐφισταμένων, τῶν μὲν τοῦ φωτὸς ἑτέρων δὲ τῶν ὀνομαζομένων ἁρχοντικῶν, καὶ λέγει τὸν ἄρχοντα τῶν ὀνομαζομένων ἀρχοντικῶν λέγεσθαι θεὸν κατηραμένον. εἶτ᾿ ἐπιλαβόμενος τῆς λέξεως εὐλόγως κατηγορεῖ τῶν τοῦτο τολμώντων λέγειν· τούτου δ᾿ ἕνεκα καὶ ἡμεῖς συναγανακτοῦμεν τοῖς μεμφομένοις τοὺς τοιούτους. εἰ δή τινες εἰσὶ λέγοντες θεὸν κατηραμένον τὸν Ἰουδαίων, τὸν ὕοντα καὶ βροντῶντα καὶ τοῦδε τοῦ κόσμου δημιουργὸν καὶ Μωϋσέως καὶ τῆς κατ᾿ αὐτὸν κοσμοποιΐας θεόν. ἀλλ᾿ ἔοικε βεβουλῆσθαί τι διὰ τούτων ὁ Κέλσος οὐκ εὔγνωμον ἀλλ᾿ ἀπὸ τοῦ καθ᾿ ἡμῶν ἀφιλοσόφου μίσους πάνυ ἀγνωμονέστατον. ἐβουλήθη γὰρ τοὺς ἀπείρους τῶν ἡμετέρων ἐντυχόντας αὐτοῦ τῇ γραφῇ πολεμῶσαι πρὸς ἡμᾶς, ὡς θεὸν κατηραμένον λέγοντας τὸν τοῦδε τοῦ κόσμου καλὸν δημιουργόν. καὶ δοκεῖ μοι παραπλήσιον Ἰουδαίοις πεποιηκέναι, τοῖς κατὰ τὴν ἀρχὴν (τῆς) τοῦ χριστιανισμοῦ διδασκαλίας κατασκεδάσασι δυσφημίαν τοῦ λόγου, ὡς ἄρα καταθύσαντες παιδίον μεταλαμβάνουσιν αὐτοῦ τῶν σαρκῶν, καὶ πάλιν ὅτι οἱ ἀπὸ τοῦ λόγου τὰ τοῦ σκότου πράττειν βουλόμενοι σβεννύουσι μὲν τὸ φῶς. ἕκαστος δὲ τῇ παρατυχούσῃ μίγνυται· ἥτις δυσφημία παραλόγως πάλαι μὲν πλείστων ὅσων ἐκράτει πείθουσα τοὺς ἀλλοτρίους τοῦ λόγου ὅτι τοιοῦτοί εἰσι Χριστιανοὶ, καὶ νῦν δὲ ἔτι ἀπατᾷ τινας ἀποτρεπομένους διὰ τὰ τοιαῦτα κἂν εἰς κοινωνίαν ἁπλουστέραν λόγων ἥκειν πρὸς Χριστιανούς. [6.28] Τοιοῦτόν τι δή μοι φαίνεται ὁ Κέλσος οἰκονομῶν ἐκτεθεῖσθαι, ὡς ἄρα Χριστιανοὶ λέγουσι κατηραμένον θεὸν τὸν δημιουργὸν, ἵν᾿ ὁ πιστεύων αὐτῷ ταῦτα καθ᾿ ἡμῶν λέγοντι εἰ δυνατὸν καὶ ἐπὶ τὸ αἱρεῖν ὁρμήσαι Χριστιανοὺς ὡς πάντων ἀσεβεστάτους. φύρων δὲ τὰ πράγματα καὶ τὴν αἰτίαν ἐκτίθεται τοῦ κατηραμένον λέγεσθαι τὸν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεὸν φάσκων ὅτι τοιοῦτός ἐστιν καὶ ἀρᾶς ἄξιος κατὰ τοὺς ταῦτα περὶ αὐτοῦ δοξάζοντας, ἐπείπερ τῷ ὄφει, γνῶσιν καλοῦ καὶ κακοῦ τοῖς πρώτοις ἀνθρώποις εἰσηγουμένῳ, κατηράσατο. εἰδέναι δ᾿ αὐτὸν ἐχρῆν ὅτι οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος καὶ Τιτᾶνας καὶ Γίγαντας τοὺς μυθικοὺς ὑπερβαλόντες καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοὶ, ὥστ᾿ οὐκ ἔλαττον Κέλσου κατηγορεῖν αὐτοὺς τοῦ Ἰησοῦ καὶ μὴ πρότερον προσίεσθαί τινα ἐπὶ τὸ συνέδριον ἑαυτῶν. ἐὰν μὴ ἀρὰς θῆται κατὰ τοῦ Ἰησοῦ. ὅρα γοῦν πῶς ἀλογώτατον πεποίηκεν ὁ Κέλσος ἐν τοῖς κατὰ Χριστιανῶν λόγοις παραλαβὼν ὡς Χριστιανοὺς τοὺς μηδ᾿ ἀκούειν θέλοντας τὸ ὄνομα τοῦ Ἰησοῦ, κἂν ὅτι σοφός τις ἢ μέτριος τὰ ἤθη ἢ ἄνθρωπός τις ἦν. τί οὖν εἴη ἂν ἠλιθιώτερον ἢ μανικώτερον οὐ μόνον τῶν ἀπὸ τοῦ ὄφεως ὡς ἀρχηγοῦ τῶν καλῶν χρηματίσαι βουληθέντων ἀλλὰ καὶ Κέλσου, νομίσαντος κατὰ Χριστιανῶν εἶναι κατηγορίας τὰς κατὰ τῶν Ὀφιανῶν; πάλαι μὲν οὖν ὁ τὴν εὐτέλειαν ἀγαπήσας φιλόσοφος Ἑλλήνων καὶ παράδειγμα ἐκθεὶς εὐδαίμονος βίου, ὡς οὐ κωλυόμενος εὐδαιμονεῖν ἀπὸ τῆς παντελοῦς ἀκτημοσύνης, Κυνικὸν ἑαυτὸν ἀνηγόρευσεν· οὗτοι δὲ οἱ ἀνόσιοι ἀπὸ τοῦ πολεμιωτάτου ἀνθρώποις ὄφεως καὶ φρικτοτάτου ὡς οὐκ ἄνθρωποι, ὧν ἐχθρός ἐστιν ὄφις, ἀλλ᾿ ὡς ὄφεις σεμνύνονται ἐπὶ τῷ Ὀφιανοὶ καλεῖσθαι, Εὐφράτην τινὰ εἰσηγητὴν τῶν ἀνοσίων αὐχοῦντες λόγων. [6.29] Εἶθ᾿ ἑξῆς ὡς Χριστιανοῖς λοιδορούμενος καὶ κατηγορῶν τῶν κατηραμένον εἰπόντων τὸν Μωϋσέως καὶ τοῦ κατ᾿ αὐτὸν νόμου θεὸν καὶ οἰόμενος Χριστιανοὺς εἶναι τοὺς ταῦτα λέγοντάς φησι· τί ἂν ἠλιθιώτερον ἢ μανικώτερον ταύτης τῆς ἀναισθήτου σοφίας γένοιτο; τί γὰρ ἐσφάλετο ὁ Ἰουδαίων νομοθέτης; καὶ πῶς τὴν ἐκείνου κοσμογένειαν σαυτῷ διά τινος, ὡς φῂς, τυ πώδους ἀλληγορίας λαμβάνεις ἢ τὸν Ἰουδαίων νόμον, ἐπαινεῖς δὲ ἄκων, ὦ δυσσεβέστατε, τὸν τοῦ κόσμου δημιουργὸν, τὸν πάντα ὑποσχόμενον αὐτοῖς, τὸν τὸ γένος αὐτῶν αὐξήσειν μέχρι περάτων γῆς ἐπαγειλάμενον καὶ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματι καὶ τοῖς προφήταις ἐμπνέοντα. καὶ πάλιν τοῦτον λοιδορεῖς; ἀλλ᾿ ὅταν μὲν ὑπὸ τούτων βιάζῃ, τὸν αὐτὸν θεὸν σέβειν ὁμολογεῖς· ὅταν δὲ τὰ ἐναντία ὁ σὸς διδάσκαλος Ἰησοῦς καὶ ὁ Ἰουδαίων Μωϋσῆς νομοθετῇ, θεὸν ἄλλον ἀντὶ τούτου καὶ τοῦ πατρὸς ζητεῖς. καὶ ἐν τούτοις δὴ ὁ γενναιότατος φιλόσοφος Κέλσος σαφῶς Χριστιανοὺς συκοφαντεῖ. λέγων τοὺς αὐτοὺς, ἡνίκα μὲν ἂν Ἰουδαῖοι αὐτοὺς βιάζωνται, τὸν αὐτὸν αὐτοῖς θεὸν ὁμολογεῖν· ὅταν δὲ τὰ ἐναντία Ἰησοῦς Μωϋσεῖ νομοθετῇ, ἄλλον ἀντὶ τούτου ζητεῖν. εἴτε γὰρ Ἰουδαίοις διαλεγόμενοι εἴτε καθ᾿ ἑαυτοὺς ὄντες ἕνα καὶ τὸν αὐτὸν ἴσμεν, ὃν καὶ πάλαι ἔσεβον Ἰουδαῖοι καὶ νῦν σέβειν ἐπαγγέλλονται θεὸν, οὐδαμῶς εἰς αὐτὸν ἀσεβοῦντες. ἀλλ᾿ οὐδ᾿ ἀναστήσειν ἐκ νεκρῶν αὐτῇ σαρκὶ καὶ αἵματί φαμεν τὸν θεὸν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται· οὐ γὰρ τὸ σπειρόμενον „ἐν φθορᾷ“ καὶ „ἐν ἀτιμίᾳ“ καὶ „ἐν ἀσθενείᾳ“ „σῶμα ψυχικόν“ φαμεν ἀνίστασθαι, ὁποῖον ἐσπάρη. ἀλλὰ γὰρ περὶ τούτων ἐν τοῖς ἀνωτέρω μετρίως ἡμῖν λέλεκται. [6.30] Εἶθ᾿ ἑξῆς ἐπαναλαμβάνει τὰ περὶ τῶν ἑπτὰ ἀρχόντων δαιμόνων, μηδαμῶς μὲν ὑπὸ Χριστιανῶν ὀνομαζομένων οἶμαι δ᾿ ὑπὸ Ὀφιανῶν παραλαμβανομένων. καὶ εὕρομέν γε ἐν ᾧ καὶ ἡμεῖς δι᾿ ἐκείνους ἐκτησάμεθα διαγράμματι τὴν τάξιν ὁμοίως ἐκκειμένην οἷς ὁ Κέλσος ἐξέθετο. ὁ μὲν οὖν Κέλσος ἔλεγε τὸν πρῶτον ἰδέᾳ λέοντος μεμορφωμένον, οὐκ ἐκθέμενος, τίνα αὐτὸν ὀνομάζουσιν οἱ ἀληθῶς δυσσεβέστατοι· ἡμεῖς δὲ εὕρομεν ὅτι τὸν ἐν ταῖς ἱεραῖς γραφαῖς εὐφημούμενον ἄγγελον τοῦ δημιουργοῦ, τοῦτον τὸ μιαρὸν ἐκεῖνο διάγραμμα ἔλεγεν εἶναι Μιχαὴλ τὸν λεοντοειδῆ. πάλιν τ᾿ αὖ μὲν Κέλσος ἔφασκε τὸν ἑξῆς καὶ δεύτερον εἶναι ταῦρον· ὃ δ᾿ εἴχομεν διάγραμμα τὸν Σουριὴλ ἔλεγεν εἶναι τὸν ταυροειδῆ. εἶτα ὁ μὲν Κέλσος τρίτον ἀμφίβιόν τινα καὶ φρικῶδες ἐπισυρίζοντα· τὸ δὲ διάγραμμα τρίτον Ῥαφαὴλ ἔλεγεν εἶναι δρακοντοειδῆ. πάλιν τε αὖ ὁ μὲν Κέλσος τὸν τέταρτον ἀετοῦ ἔφασκεν ἔχειν μορφήν· τὸ δὲ διάγραμμα Γαβριὴλ ἔλεγεν εἶναι τὸν ἀετοειδῆ. εἶθ᾿ μὲν Κέλσος τὸν πέμπτον ἔφασκεν εἶναι ἄρκου πρόσωπον ἔχοντα· τὸ δὲ διάγραμμα τὸν Θαυθαβαὼθ ἔφασκεν εἶναι τὸν ἀρκοειδῆ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕκτον κυνὸς πρόσωπον ἔλεγεν ἱστορεῖσθαι ἔχειν παρ᾿ ἐκείνοις· τὸ δὲ διάγραμμα ἔφασκεν εἶναι αὐτὸν Ἐραθαώθ. εἶθ᾿ ὁ μὲν Κέλσος τὸν ἕβδομον ἔφασκεν ὄνου ἔχειν πρόσωπον, καὶ ὀνομάζεσθαι αὐτὸν Θαφαβαὼθ ἢ Ὀνοήλ· ἡμεῖς δ᾿ ἐν τῷ διαγράμματι εὕρομεν ὅτι οὗτος καλεῖται Ὀνοὴλ ἢ Θαρθαραὼθ, ὀνοειδής τις τυγχάνων. ἔδοξε δὲ καὶ ἡμῖν ἀκριβῶς ἐκθέσθαι τὰ τοιαῦτα, ἵνα μὴ δοκῶμεν ἀγνοεῖν ἃ Κέλσος ἐπηγγέλλετο εἰδέναι· ἀλλὰ καὶ παραστήσωμεν ἀκριβέστερον ἐκείνου αὐτὰ ἐγνωκότες οἱ Χριστιανοὶ, ὡς οὐ Χριστιανῶν λόγους ἀλλὰ πάντῃ ἀλλοτρίων σωτηρίας καὶ οὐδαμῶς ἐπιγραφομένων Ἰησοῦν ἢ σωτῆρα ἢ θεὸν ἢ διδάσκαλον ἢ υἱὸν θεοῦ. [6.31] Εἰ δέ τις βούλεται καὶ τὰ πλάσματα τῶν γοήτων ἐκείνων μαθεῖν, δι᾿ ὧν ἐβουλήθησαν μὲν ὑπάγειν ἀνθρώπους ἑαυτῶν τῇ διδασκαλίᾳ ὡς ἀπόῤῥητά τινα ἔχοντες οὐ πάνυ δ᾿ ἐδυνήθησαν, ἀκουέτω ὃ διδάσκονται λέγειν μετὰ τὸ διελθεῖν ὃν ὀνομάζουσι „φραγμὸν κακίας“, πύλας ἀρχόντων αἰῶνι δεδεμένας· „βασιλέα μονότροπον, δεσμὸν ἀβλεψίας, λήθην ἀπερίσκεπτον ἀσπάζομαι, πρώτην δύναμιν, πνεύματι προνοίας καὶ σοφίᾳ τηρουμένην· ἔνθεν εἰλικρινὴς πέμπομαι, φωτὸς ἤδη μέρος υἱοῦ καὶ πατρός· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ καί φασι τῆς ὀγδοάδος τὰς ἀρχὰς ἐντεῦθεν εἶναι. εἶθ᾿ ἑξῆς διδάσκονται λέγειν διερχόμενοι ὅν φασιν Ἰαλδαβαώθ· „σὺ δὲ μετὰ πεποιθήσεως πρῶτε καὶ ἕβδομε γεγονὼς κρατεῖν Ἰαλδαβαὼθ, ἄρχων λόγος ὑπάρχων νοὸς εἰλικρινοῦς, ἔργον τέλειον υἱῷ καὶ πατρὶ, χαρακτῆρι τύπου ζωῆς σύμβολον ἐπιφέρων, ἣν ἔκλεισας αἰῶνι σῷ πύλην κόσμῳ ἀνοίξας. παροδεύω τὴν σὴν ἐλεύθερος πάλιν ἐξουσίαν· ἡ χάρις συνέστω μοι, ναὶ πάτερ, συνέστω.“ φασὶ δὲ τῷ λεοντοειδεῖ ἄρχοντι συμπαθεῖν ἄστρον τὸν Φαίνοντα. εἶτα οἴονται τὸν διελθόντα τὸν Ἰαλδαβαὼθ καὶ φθάσαντα ἐπὶ τὸν Ἰα(ὼ) δεῖν λέγειν· „σὺ δὲ κρυπτομένων μυστηρίων υἱοῦ καὶ πατρὸς ἄρχων νυκτοφαὴς δεύτερε Ἰαὼ καὶ πρῶτε δέσποτα θανάτου, μέρος ἀθώου. φέρων ἤδη τὴν ἰδίαν ὑπήνην σύμβολον, παροδεύων σὴν ἕτοιμος ἀρχήν· κατίσχυσας τὸν ἀπὸ σοῦ γενόμενον λόγῳ ζῶντι· ἡ χάρις συνέστω, πάτερ, συνέστω.“ εἶθ᾿ ἑξῆς τὸν Σαβαὼθ, πρὸς ὃν οἴονται λέξειν· „πέμπτης ἐξουσίας ἄρχων, δυνάστα Σαβαὼθ. προήγορε νόμου τῆς σῆς κτίσεως χάριτι λυομένης, πεντάδι δυνατωτέρᾳ, πάρες με, σύμβολον ὁρῶν σῆς τέχνης ἀνεπίληπτον, εἰκόνι τύπου τετηρημένον, πεντάδι λυθὲν σῶμα· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ ἑξῆς δὲ αὐτῷ τὸν Ἀσταφαιὸν, ᾧ πιστεύουσι τοιαῦτα ἐρεῖν· „τρίτης ἄρχων πύλης Ἀσταφαιὲ, ἐπίσκοπε πρώτης ὕδατος ἀρχῆς, ἕνα βλέπων μύστην πάρες με παρθένου πνεύματι κεκαθαρμένον, ὁρῶν οὐσίαν κόσμου· ἡ χάρις συνέστω μοι. πάτερ, συνέστω.“ μετὰ δ᾿ αὐτὸν τὸν Αἰλωαιὸν, ᾧ τοιαῦτα λέγειν οἴονται· „δευτέρας ἄρχων πύλης Αἰλωαιὲ, πάρες με τῆς σῆς μητρὸς φέροντά σοι σύμβολον, χάριν κρυπτομένην δυνάμεσιν ἐξουσιῶν· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ τελευταῖον δὲ τὸν Ὡραῖον ὀνομάζουσι καὶ πρὸς αὐτὸν λέγειν οἴονται· „ὑπερβὰς φραγμὸν πυρὸς ἀφόβως. πρώτης λαχὼν ἀρχὴν πύλης Ὡραῖς, πάρες με, σῆς ὁρῶν δυνάμεως σύμβολον καταλυθὲν τύπῳ ζωῆς ξύλου, εἰκόνι καθ᾿ ὁμοίωσιν ληφθὲν ἀθώου· ἡ χάρις συνέστω μοι, πάτερ, συνέστω.“ [6.32] Ἐπὶ ταῦτα δὲ ἡμᾶς ἡ Κέλσου νομιζομένη μὲν πολυμάθεια, μᾶλλον δ᾿ οὖσα περιεργία καὶ φλυαρία, προεκαλέσατο βουλομένους παραστῆσαι τῷ ἐντυχόντι τῇ ἐκείνου γραφῇ καὶ τοῖς ἡμῖν πρὸς αὐτὴν γεγραμμένοις ὅτι οὐκ ἔστιν ἀπορία ἡμῖν τῶν Κέλσου μαθημάτων, ἐφ᾿ οἷς καταψεύδεται Χριστιανῶν, οὔτε φρονούντων οὔτ᾿ εἰδότων τὰ τοιαῦτα, εἰ καὶ ἡμεῖς ἐβουλήθημεν καὶ ταῦτα γνῶναι καὶ ἐκθέσθαι· ἵνα μὴ τῇ ἐπαγγελίᾳ τοῦ εἰδέναι τι πλεῖον ἡμῶν οἱ γόητες ἐξαπατῶσι τοὺς ὑπὸ τῆς τῶν ὀνομάτων φαντασίας συναρπαζομένους. ἐδυνάμην δὲ καὶ ἄλλα πλείονα παραθέμενος παραστῆσαι ὅτι ἴσμεν μὲν τὰ τῶν ἀπατεώνων, ἀρνούμεθα δὲ αὐτὰ ὡς ἀλλότρια καὶ ἀσεβῆ καὶ οὐ συνυπάρχοντα τοῖς μέχρι θανάτου ὑφ᾿ ἡμῶν ὁμολογουμένοις ἀληθῶς Χριστιανῶν λόγοις. χρὴ μέντοι εἰδέναι ὅτι οἱ ταῦτα συνταξάμενοι, οὔτε τὰ μαγείας νοήσαντες οὔτε τὰ τῶν θείων γραφῶν διακρίναντες. πάντ᾿ ἔφυραν· ἀπὸ μὲν μαγείας τὸν Ἰαλδαβαὼθ καὶ τὸν Ἀσταφαιὸν καὶ τὸν Ὡραῖον, ἀπὸ δὲ τῶν Ἑβραϊκῶν γραφῶν τὸν Ἰαωΐα παρ᾿ Ἑβραίοις ὀνομαζόμενον καὶ τὸν Σαβαὼθ καὶ τὸν Ἀδωναῖον καὶ τὸν Ἐλωαῖον. τὰ δὲ ἀπὸ τῶν γραφῶν ληφθέντα ὀνόματα ἐπώνυμά ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς θεοῦ· ὅπερ μὴ συνέντες οἱ ἐχθροὶ θεῷ, ὡς καὶ αὐτοὶ ὁμολογοῦσιν, ᾠήθησαν ἄλλον μὲν εἶναι τὸν Ἰαὼ ἕτερον δὲ τὸν Σαβαὼθ καὶ τρίτον παρὰ τοῦτον τὸν Ἀδωναῖον, ὃν λέγουσιν αἱ γραφαὶ Ἀδωναῒ, καὶ ἄλλον τὸν Ἐλωαῖον, ὃν οἱ προφῆται ὀνομάζουσιν Ἑβραϊστὶ Ἐλωαΐ. [6.33] Εἶθ᾿ ἑξῆς ἄλλους μύθους ὁ Κέλσος ἐκτίθεται, ὥς τινων εἰς τὰς ἀρχοντικὰς μορφὰς ἐπανερχομένων, ὥστε τινὰς μὲν γίνεσθαι λέοντας ἄλλους δὲ ταύρους καὶ ἄλλους δράκοντας ἢ ἀετοὺς ἢ ἄρκους ἢ κύνας. εὕρομεν δὲ ἐν ᾧ εἴχομεν διαγράμματι καὶ ὃ ὠνόμασε Κέλσος τετράγωνον σχῆμα καὶ τὸ ἐπὶ τῶν τοῦ παραδείσου πυλῶν λεγόμενον ὑπὸ τῶν ἀθλίων ἐκείνων. ἐζωγραφεῖτο δὲ ὡς διάμετρος κύκλου τινὸς πυροειδοῦς ἡ φλογίνη ῥομφαία ὡς δορυφορουμένη τῷ τε τῆς γνώσεως ξύλῳ καὶ τῆς ζωῆς. ὁ μὲν οὖν Κέλσος οὐκ ἠθέλησε τὰς δημηγορίας ἢ οὐκ ἐδυνήθη ἐκθέσθαι, ἃς καθ᾿ ἑκάστην πύλην κατὰ τοὺς τῶν ἀσεβῶν μύθους ἐροῦσιν οἱ διϊόντες αὐτάς· ἡμεῖς δὲ καὶ τοῦτο πεποιήκαμεν, ἵνα τὸ τῆς ἀτελέστου τελετῆς πέρας δείξωμεν τῷ Κέλσῳ καὶ τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ἐγνωκέναι ὡς ἀλλότριον τῆς Χριστιανῶν περὶ τὸ θεῖον εὐσεβείας. [6.34] Μετὰ δὲ τὸ ἐκθέσθαι τὰ προειρημένα καὶ τὰ ἀνάλογον αὐτοῖς. ἅτινα ἡμεῖς προσεθήκαμεν, τοιαῦτά φησιν ὁ Κέλσος· οἱ δ᾿ ἔτι προστιθέασιν ἄλλα ἐπ᾿ ἄλλοις, προφητῶν λόγους καὶ κύκλους ἐπὶ κύκλοις καὶ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς καὶ Προυνικοῦ τινος ῥέουσαν δύναμιν παρθένου καὶ ψυχὴν ζῶσαν καὶ σφαζόμενον οὐρανὸν, ἵνα ζήσῃ, καὶ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους. ἵνα ζήσωσι, καὶ παυόμενον ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, καὶ κάθοδον αὖθις στενὴν καὶ αὐτομάτως ἀνοιγομένας πύλας· πανταχοῦ δὲ ἐκεῖ τὸ τῆς ζωῆς ξύλον καὶ ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, διότι οἶμαι ὁ διδάσκαλος αὐτῶν σταυρῷ ἐνηλώθη καὶ ἦν τέκτων τὴν τέχνην. ὡς εἰ ἔτυχεν ἐκεῖνος ἀπὸ κρημνοῦ ἐῤῥιμμένος ἢ εἰς βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος ἢ σκυτοτόμος ἢ λιθοξόος ἢ σιδηρεὺς. ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς κρημνὸς ζωῆς ἢ βάραθρον ἀναστάσεως ἢ σχοινίον ἀθανασίας ἢ λίθος μακάριος ἢ σίδηρος ἀγάπης ἢ σκῦτος ἅγιόν [ἐστιν]. ἢ τίς γραῦς, ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μῦθον ἐπᾴδουσα, τοιαῦτα ψιθυρίζειν οὐκ ἂν ᾐσχύνθη; ἐν τούτοις δὲ δοκεῖ μοι φύρειν τὰ παρακούσματα ὁ Κέλσος. εἰκὸς γὰρ ὅτι, εἴ τι ἤκουσεν οἱασδηποτοῦν αἱρέσεως λεξείδιον, μὴ τρανώσας αὐτὸ κἂν κατὰ τὸ βούλημα ἐκείνης ἀλλὰ τὰ ῥημάτια συμφορήσας, ἐπεδείκνυτο ἐν τοῖς μηδὲν ἐπισταμένοις μήτε τῶν ἡμετέρων μήτε τῶν ἐν ταῖς αἱρέσεσιν ὡς ἄρα πάντα τὰ Χριστιανῶν γινώσκοι. τοῦτο δὲ δῆλον ποιεῖ καὶ ἡ προκειμένη λέξις. [6.35] Τὸ μὲν γὰρ χρῆσθαι προφητῶν λόγοις ἡμῶν ἐστι, τῶν παριστάντων Ἰησοῦν εἶναι τὸν προκεκηρυγμένον ὑπ᾿ αὐτῶν Χριστὸν καὶ ἀποδεικνύντων ἐκ τῶν προφητικῶν τὰ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ Ἰησοῦ πληρωθέντα. τὸ δὲ κύκλους ἐπὶ κύκλοις λέγειν τάχα μὲν καὶ τῆς προειρημένης ἐστὶν αἱρέσεως, κύκλῳ περιλαμβανούσης ἑνὶ, ἥν φασιν εἶναι τὴν τῶν ὅλων ψυχὴν καὶ Λευϊαθὰν, τοὺς ἑπτὰ τῶν ἀρχοντικῶν κύκλους. τάχα δὲ καὶ ἀπὸ τοῦ Ἐκκλησιαστοῦ ἐστι παράκουσμα λέγοντος· „κυκλοῖ κυκλῶν πορεύεται τὸ πνεῦμα, καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα.“ τὸ δ᾿ ἀποῤῥοίας ἐκκλησίας ἐπιγείου καὶ περιτομῆς τάχα ἐλήφθη ἀπὸ τοῦ ὑπό τινων λέγεσθαι ἐκκλησίας τινὸς ἐπουρανίου καὶ κρείττονος αἰῶνος ἀπόῤῥοιαν εἶναι τὴν ἐπὶ γῆς ἐκκλησίαν, καὶ περιτομῆς τινος ἐν καθαρσίῳ τινὶ ἐκεῖ γεγενημένης σύμβολον εἶναι τὴν ἐν τῷ νόμῳ γεγραμμένην. Προυνικὸν δέ τινα σοφίαν οἱ ἀπὸ Οὐαλεντίνου ὀνομάζουσι κατὰ τὴν πεπλανημένην ἑαυτῶν σοφίαν, ης σύμβολον εἶναι βούλονται καὶ δώδεκα ἔτεσιν αἱμοῤῥοοῦσαν· ἣν παρακούσας ὁ ἅμα πάντα φύρων τὰ Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν ἐν ταῖς αἱρέσεσιν εἶπε τό· Προυνικοῦ τινος δύναμιν ῥέουσαν παρθένου. ψυχὴ δὲ ζῶσα τάχα μὲν ἐν ἀποῤῥήτοις λέλεκται παρά τισι τῶν ἀπὸ Οὐαλεντίνου εἰς τὸν ὑπ᾿ αὐτῶν ὀνομαζόμενον „ψυχικὸν δημιουργὸν,“ τάχα δὲ καὶ πρὸς ἀντιδιαστολὴν ψυχῆς νεκρᾶς ἡ ζῶσα ψυχὴ οὐκ ἀγεννῶς παρά τισι λέλεκται ἡ τοῦ σῳζομένου. σφαζόμενον δ᾿ οὐκ οἶδα οὐρανὸν λελεγμένον ἢ γῆν σφαζομένην μαχαίρᾳ καὶ πολλοὺς σφαζομένους, ἵνα ζήσωσι. καὶ οὐκ ἀπεικός ἐστιν ἀφ᾿ ἑαυτοῦ ταῦτα κεκομικέναι τὸν Κέλσον. [6.36] Παυόμενον δὲ ἐν κόσμῳ θάνατον, ὅταν ἀποθάνῃ ἡ τοῦ κόσμου ἁμαρτία, λέγοιμεν ἂν ἡμεῖς τὸ παρὰ τῷ ἀποστόλῳ μυστικὸν διηγούμενοι οὕτως ἔχον· ὅταν δὲ „πάντας τοὺς ἐχθροὺς“ ὑποτάξῃ „ὑπὸ τοὺς πόδας αὐτοῦ“. τότε „ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος.“ λέλεκται δὲ καί· „ὅταν τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν“, „τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος.“ κάθοδον δὲ αὖθις στενὴν τάχα οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες φήσουσιν. αὐτομάτως δὲ ἀνοιγομένας πύλας λελέχθαι οὐκ ἀπίθανόν ἐστιν ὑπό τινων αἰνισσομένων καὶ διηγουμένων τὸ „ἀνοίξατέ μοι πύλας δικαιοσύνης. ἵν᾿ εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσωμαι τῷ κυρίῳ· αὕτη ἡ πύλη τοῦ κυρίου. δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.“ καὶ πάλιν ἐν ἐνάτῳ ψαλμῷ λέγεται· „ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών.“ πύλας δὲ „θανάτου“ τὰς ἐπὶ τὴν ἀπώλειαν φερούσας ἁμαρτίας φησὶν εἶναι ὁ λόγος, ὥσπερ καὶ „πύλας Σιὼν“ ἐκ τοῦ ἐναντίου τὰς καλὰς πράξεις· οὕτω δὲ καὶ „πύλας δικαιοσύνης“, ὅπερ ἴσον ἐστὶ τῷ „τὰς πύλας τῆς ἀρετῆς“· αὗται δὲ ἐξ ἑτοίμου ἀνοίγονται τῷ μεταδιώκοντι τὰς κατ᾿ ἀρετὴν πράξεις. περὶ δὲ τοῦ τῆς ζωῆς ξύλου εὐκαιρότερόν τις διηγήσεται ἑρμηνεύων τὰ περὶ τὸν ἐν τῇ Γενέσει ἀναγεγραμμένον παράδεισον τοῦ θεοῦ φυτευόμενον ὑπ᾿ αὐτοῦ. πολλάκις μὲν οὖν ἐχλεύασεν ὁ Κέλσος ἣν οὐκ ἐνόησεν ἀνάστασιν· νῦν δ᾿ οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις φησὶ λέγεσθαι ἀνάστασιν σαρκὸς ἀπὸ ξύλου, παρακούσας οἶμαι τοῦ συμβολικῶς εἰρημένου, ὅτι διὰ ξύλου θάνατος καὶ διὰ ξύλου ζωὴ, θάνατος μὲν κατὰ τὸν Ἀδὰμ ζωὴ δὲ κατὰ τὸν Χριστόν. εἶτα παίζων τὰ περὶ τοῦ ξύλου ἀπὸ δύο τόπων αὐτὸ χλευάζει λέγων διὰ τοῦτο αὐτὸ παραλαμβάνεσθαι, ἤτοι ἐπεὶ σταυρῷ ἐνηλώθη ὁ διδάσκαλος ἡμῶν ἢ ἐπεὶ τέκτων ἦν τὴν τέχνην, οὐχ ὁρῶν ὅτι τὸ ξύλον τῆς ζωῆς ἐν τοῖς Μωϋσέως ἀναγέγραπται γράμμασιν, ἀλλὰ καὶ οὐ βλέπων ὅτι οὐδαμοῦ τῶν ἐν ταῖς ἐκκλησίαις φερομένων εὐαγγελίων „τέκτων“ αὐτὸς ὁ Ἰησοῦς ἀναγέγραπται. [6.37] Οἴεται δὲ καὶ τροπολογοῦντας ἡμᾶς περὶ τοῦ σταυροῦ ἀναπεπλακέναι τὸ ξύλον τῆς ζωῆς καὶ ἀκολούθως ἑαυτοῦ τῷ περὶ τούτου σφάλματί φησιν ὅτι, εἴπερ ἔτυχεν ἐκεῖνος κατὰ κρημνοῦ ἐῤῥιμμένος ἢ (εἰς) βάραθρον ἐωσμένος ἢ ἀγχόνῃ πεπνιγμένος, ἦν ἂν ὑπὲρ τοὺς οὐρανοὺς ἀναπεπλασμένος κρημνὸς ζωῆς ἢ βάραθρον ἀναστάσεως ἢ σχοινίον ἀθανασίας. πάλιν τε αὖ φησιν ὅτι, εἴπερ διὰ τὸ τέκτονα αὐτὸν γεγονέναι ἀναπέπλασται τὸ ξύλον τῆς ζωῆς, ἠκολούθησεν ἂν, εἰ μὲν σκυτοτόμος ἦν, λέγεσθαί τινα περὶ σκύτους ἁγίου, εἰ δὲ λιθοξόος, περὶ λίθου μακαρίου, εἰ δὲ σιδηρεὺς, περὶ σιδήρου ἀγάπης. τίς οὖν οὐχ ὁρᾷ αὐτόθεν τὸ εὐτελὲς αὐτοῦ τῆς κατηγορίας, διαλοιδορουμένου ἀνθρώπους, οὓς ἐπηγγείλατο ἐπιστρέφειν ὡς ἀπατωμένους; ἑξῆς δὲ τούτοις λέγει ἁρμόζοντα μὲν τοῖς ἀναπλάσασι τούς τε λεοντοειδεῖς καὶ ὀνοκεφάλους καὶ δρακοντοειδεῖς ἄρχοντας, καὶ εἴ τις ἐκείνοις παραπλησίως ἐμυθολόγησεν, οὐ μὴν καὶ τοῖς ἀπὸ τῆς ἐκκλησίας. ἀληθῶς γὰρ καὶ γραῦς ἐπὶ τῷ βαυκαλῆσαι παιδίον μεθύουσα μῦθον ἐπᾴδειν τοιοῦτον καὶ ψιθυρίζειν τῷ παιδίῳ ἐπῃσχύνθη, ὁποῖον οἱ τοὺς ὀνοκεφάλους ἀναπλάσαντες καὶ τὰς καθ᾿ ἑκάστην πύλην ὡσπερεὶ δημηγορίας. τὰ δὲ τῶν ἀπὸ τῆς ἐκκλησίας ὁ Κέλσος οὐκ ἐπίσταται, ἅπερ πάνυ ὀλίγοι ἠσκήκασι συνιέναι, οἱ πάντα τὸν βίον ἑαυτῶν ἀναθέντες κατὰ τὴν Ἰησοῦ ἐντολὴν τῷ ἐρευνᾶν „τὰς γραφὰς“ καὶ μᾶλλον τῶν φιλοσοφησάντων Ἑλλήνων περί τινος νομιζομένης ἐπιστήμης ἀνάληψιν κεκμηκότες περὶ τὴν ἐξέτασιν τοῦ βουλήματος τῶν ἱερῶν γραμμάτων. [6.38] Οὐκ ἀρκεσθεὶς δ᾿ ὁ γεννάδας τοῖς ἀπὸ τοῦ διαγράμματος ἐβουλήθη ὑπὲρ τοῦ αὐξῆσαι τὰς καθ᾿ ἡμῶν κατηγορίας, τῶν μηδὲν ἐχόντων κοινὸν πρὸς ἐκεῖνο, διὰ μέσου ἄλλ᾿ ἄττα εἰπεῖν, ἐπαναλαβὼν τὰ ἐκείνων ὡσπερεὶ (ἡμ)ετέρων. φησὶ γάρ· θαῦμα δ᾿ αὐτῶν οὐχ ἥκιστα ἐκεῖνο· ἐξηγοῦνται γάρ τινα μεταξὺ τῶν ὑπερουρανίων ἀνωτέρω κύκλων ἐπιγεγραμμένα, ἄλλα τε καὶ δύο ἄττα, μεῖζόν τε καὶ μικρότερον υἱοῦ καὶ πατρός. εὕρομεν δ᾿ ἡμεῖς ἐν τούτῳ τῷ διαγράμματι τὸν μείζονα κύκλον καὶ τὸν μικρότερον, ὧν ἐπὶ τῆς διαμέτρου ἐπεγέγραπτο „πατὴρ καὶ υἱὸς“, καὶ μεταξὺ τοῦ μείζονος, ἐν ᾧ ὁ μικρότερος ἦν, καὶ ἄλλου συγκειμένου ἐκ δύο κύκλων, τοῦ μὲν ἐξωτέρου ξανθοῦ τοῦ δὲ ἐνδοτέρω κυανοῦ, τὸ ἐπιγεγραμμένον διάφραγμα πελε κοειδεῖ σχήματι, καὶ ἀνωτέρω μὲν αὐτοῦ κύκλον βραχὺν ἐχόμενον τοῦ μείζονος τῶν προτέρων, ἐγγεγραμμένον ἔχοντα „ἀγάπην“· κατωτέρω δὲ ἐχόμενον τοῦ κύκλου γεγραμμένον ἔχοντα „ζωήν“· τῷ δὲ δευτέρῳ κύκλῳ ἐνεγέγραπτο, περιπεπλεγμένῳ καὶ ἐμπεριειληφότι ἄλλους δύο κύκλους καὶ ἄλλο σχῆμα ῥομβοειδὲς, „σοφίας πρόνοια,“ καὶ ἔνδον μὲν τῆς κοινῆς αὐτῶν τομῆς „σοφίας φύσις,“ ἀνωτέρω δὲ τῆς κοινῆς αὐτῶν τομῆς κύκλος ἦν. ἐν ᾧ ἐπεγέγραπτο „γνῶσις,“ κατωτέρω δὲ ἄλλος, ἐν ᾧ ἐπεγέγραπτο „σύνεσις.“ καὶ ταῦτα δὲ παρειλήφαμεν εἰς τὸν κατὰ Κέλσου λόγον, ἵνα παραστήσωμεν τοῖς ἐντυγχάνουσι τρανότερον ἐκείνου ἐγνωκέναι καὶ οὐκ ἐκ παρακουσμάτων τὰ καὶ ὑφ᾿ ἡμῶν κατηγορούμενα. εἰ δὲ καὶ ὑπισχνοῦνται οἱ ἐπὶ τοῖς τοιούτοις σεμνυνόμενοι μαγικήν τινα γοητείαν, καὶ τοῦτ᾿ ἔστιν αὐτοῖς τὸ τῆς σοφίας κεφάλαιον, ἡμεῖς μὲν οὐ διαβεβαιούμεθα. οὐδὲ γὰρ ἱστορήσαμεν τὸ τοιοῦτον· Κέλσος δ᾿ ἂν εἰδείη, ὁ πολλάκις ἤδη ἁλοὺς ψευδομαρτυριῶν καὶ ἀλόγων κατηγοριῶν, πότερον καὶ ἐν τούτοις ψεύδεται, εἴ τι περί τινων ξένων καὶ ἀλλοτρίων τῆς πίστεως τοιοῦτον καταλαβὼν ἐξέθετο ἐν τῷ ἑαυτοῦ συγγράμματι. [6.39] Εἶτα πρὸς τοὺς χρωμένους, ὥς φησι, μαγείᾳ τινὶ καὶ γοητείᾳ καὶ καλοῦντας ὀνόματα βαρβαρικὰ δαιμόνων τινῶν τοιαῦτα, ὅτι ὅμοιον οὗτοι πράττουσι τοῖς ἐπὶ τοῖς αὐτοῖς ὑποκειμένοις τερατευομένοις πρὸς τοὺς μὴ εἰδότας ἄλλα μὲν αὐτῶν εἶναι τὰ ὀνόματα παρ᾿ Ἕλλησιν ἄλλα δὲ παρὰ Σκύθαις. εἶτ᾿ ἐκτίθεται ἀπὸ Ἡροδότου λαβὼν ὡς τὸν μὲν Ἀπόλλωνα Γογγόσυρον καλοῦσι Σκύθαι, τὸν δὲ Ποσειδῶνα Θαγιμάσαδα, τὴν δ᾿ Ἀφροδίτην Ἀργίμπασαν, Ἑστίαν δὲ Ταβιτί. ἐξετάσει δὲ ὁ δυνάμενος, μή πῃ καὶ περὶ τούτων σὺν Ἡροδότῳ ὁ Κέλσος ψεύδεται, ἅτε μὴ ἐπισταμένων Σκυθῶν τὰ αὐτὰ Ἕλλησιν ὑποκείμενα περὶ τῶν νομιζομένων θεῶν. ποία γὰρ πιθανότης τὸν Ἀπόλλωνα Γογγόσυρον παρὰ Σκύθαις καλεῖσθαι; οὐ γὰρ ἡγοῦμαι ὅτι μεταλαμβανόμενος εἰς Ἑλλάδα φωνὴν ὁ Γογγόσυρος τὴν ἐτυμολογίαν παρίστησι τοῦ Ἀπόλλωνος, ἢ ὁ Ἀπόλλων εἰς τὴν Σκυθῶν διάλεκτον τὸν Γογγόσυρον σημαίνει. οὕτω δὲ οὐδὲ περὶ τῶν λοιπῶν ταὐτόν τι ἐρεῖ· ἄλλων γὰρ ὁρμώμενοι Ἕλληνες πραγμάτων καὶ ἐτυμολογιῶν οὕτως ὠνόμασαν τοὺς παρ᾿ ἑαυτοῖς νομιζομένους θεοὺς, ἀπ᾿ ἄλλων δὲ Σκύθαι, οὕτω δὲ καὶ ἀπ᾿ ἄλλων μὲν Πέρσαι ἀπ᾿ ἄλλων δὲ Ἰνδοὶ ἢ Αἰθίοπες ἢ Λίβυες, ἢ ὅπως φίλον ἑκάστοις ὀνομάζειν, μὴ μείνασιν ἐπὶ τῆς πρώτης καὶ καθαρᾶς ἐννοίας τοῦ τῶν ὅλων δημιουργοῦ. αὐτάρκως δ᾿ ἡμῖν εἴρηται καὶ ἐν τοῖς πρὸ τούτων, βουλομένοις παραστῆσαι μὴ ταὐτὸν εἶναι Σαβαὼθ ἢ Δία, ὅτε καὶ περὶ τῶν διαλέκτων τι ἀπὸ τῶν θείων παρετιθέμεθα γραμμάτων. ἑκόντες οὖν ὑπερβαίνομεν ταῦτα, ἐν οἷς ἐπὶ ταυτολογίαν ἡμᾶς ὁ Κέλσος καλεῖ. εἶτα πάλιν φύρων τὰ ἀπὸ τῆς μαγικῆς γοητείας καὶ προσάπτων τάχα μὲν οὐδενὶ τῷ μὴ εἶναι τοὺς μαγγανεύοντας προφάσει τῆς κατὰ τὸν χαρακτῆρα τοῦτον θεοσεβείας, τάχα δέ τισι καὶ πρὸς τοὺς εὐεξαπατήτους χρωμένοις τοιούτοις, ἵνα δοκοῖεν θείᾳ δυνάμει τι ποιεῖν, ἐκτίθεταί τινα λέγων· τί με δεῖ καταριθμεῖν ὅσοι καθαρμοὺς ἐδίδαξαν ἢ λυτηρίους ᾠδὰς ἢ ἀποπομπίμους φωνας ἢ κτύπους ἢ δαιμονίους σχηματισμοὺς, ἐσθήτων ἢ ἀριθμῶν ἢ λίθων ἢ φυτῶν ἢ ῥιζῶν καὶ ὅλως παντοδαπῶν χρημάτων παντοῖα ἀλεξιφάρμακα; περὶ ὧν οὐκ ἀπαιτεῖ ἡμᾶς ἀπολογήσασθαι τὸ εὔλογον, ἅτε οὐδὲ κατὰ ποσὸν ἐνεχομένους τοιαύταις ὑπονοίαις. [6.40] Μετὰ ταῦτα παραπλήσιόν τι ποιεῖν μοι δοκεῖ τοῖς διὰ πολλὴν τὴν πρὸς Χριστιανοὺς ἀπέχθειαν διαβεβαιουμένοις πρὸς τοὺς μηδαμῶς εἰδότας τὰ Χριστιανῶν, ὅτι ἄρα τῇ πείρᾳ κατειλήφασι Χριστιανοὺς ἐσθίοντας σάρκας παιδίων καὶ μίξεσι ταῖς πρὸς τὰς παρ᾿ αὐτοῖς γυναῖκας ἀνέδην χρωμένους. ὡς γὰρ ταῦτα λεγόμενα ἤδη καὶ ὑπὸ τῶν πολλῶν καὶ πάντῃ ἀλλοτρίων τῆς καθ᾿ ἡμᾶς θεοσεβείας καταγινώσκεται ὡς κατεψευσμένα Χριστιανῶν, οὕτως εὑρεθείη ἂν καὶ τὰ τοιαῦτα τῷ Κέλσῳ κατεψευσμένως εἰρημένα, ἐν οἷς ἔφησεν ἑωρακέναι παρὰ τισι πρεσβυτέροις τῆς ἡμετέρας δόξης τυγχάνουσι βιβλία βάρβαρα, δαιμόνων ὀνόματα ἔχοντα καὶ τερατείας· καὶ ἔφασκε τούτους (τοὺς δῆθεν πρεσβυτέρους τῆς ἡμετέρας δόξης) οὐδὲν μὲν χρηστὸν ὑπισχνεῖσθαι πάντα δ᾿ ἐπ᾿ ἀνθρώπων βλάβαις. καὶ εἴθε πάντα τὰ ὑπὸ Κέλσου κατὰ Χριστιανῶν λεγόμενα τοιαῦτα ἦν, ἵν᾿, ὑπὸ τῶν πλείστων ἐλέγχηται. πείρᾳ καταλαβόντων τὰ τοιαῦτα εἶναι ψευδῆ ἐκ τοῦ καὶ συμβεβιωκέναι Χριστιανῶν τοῖς πλείστοις καὶ μηδὲν τοιοῦτο περὶ αὐτῶν μηδ᾿ ἀκηκοέναι. [6.41] Μετὰ ταῦτα ὡσπερεὶ ἐπιλαθόμενος οτι κατὰ Χριστιανῶν αὐτῷ πρόκειται γράφειν φησὶ Διονύσιόν τινα μουσικὸν Αἰγύπτιον συγγενόμενον αὐτῷ εἰρηκέναι περὶ τῶν κατὰ τὴν μαγείαν ὅτι πρὸς ἀπαιδεύτους μὲν αὐτὴ δύναται καὶ πρὸς διαφθαρέντας τὰ ἤθη, πρὸς δὲ τοὺς φιλοσοφήσαντας οὐδὲν οἵα τε ἐστὶν ἐνεργεῖν, ἅτε τῆς ὑγιεινῆς διαίτης προνοησαμένους. εἰ μὲν οὖν προέκειτο περὶ μαγείας νῦν ἡμῖν διαλαβεῖν, κἂν προσεθήκαμεν [ἐν] οἷς ἀνωτέρω περὶ αὐτῆς εἰρήκαμεν εἰς τοῦτο ὀλίγα· ἐπεὶ δὲ τὰ ἐπικαιρότερα χρὴ λέγειν πρὸς τὸ Κέλσου σύγγραμμα, περὶ μαγείας φαμὲν ὅτι ὁ βουλόμενος ἐξετάσαι, πότερόν ποτε καὶ φιλόσοφοι ἁλωτοί εἰσιν αὐτῇ ἢ μὴ, ἀναγνώτω τὰ γεγραμμένα Μοιραγένει τῶν Ἀπολλωνίου τοῦ Τυανέως μάγου καὶ φιλοσόφου ἀπομνημονευμάτων· ἐν οἷς ὁ μὴ Χριστιανὸς ἀλλὰ φιλόσοφος ἔφησεν ἁλῶναι ὑπὸ τῆς ἐν Ἀπολλωνίῳ μαγείας οὐκ ἀγεννεῖς τινας φιλοσόφους ὡς πρὸς γόητα αὐτὸν εἰσελθόντας· ἐν οἷς οἶμαι καὶ περὶ Εὐφράτου (τοῦ) πάνυ διηγήσατο καί τινος Ἐπικουρείου. διαβεβαιούμεθα δὲ ἡμεῖς καὶ τῇ πείρᾳ παραλαβόντες ὅτι οἱ κατὰ χριστιανισμὸν διὰ τοῦ Ἰησοῦ τὸν ἐπὶ πᾶσι θεραπεύοντες θεὸν καὶ βιοῦντες κατὰ τὸ εὐαγγέλιον αὐτοῦ ταῖς προσταχθείσαις τε εὐχαῖς συνεχέστερον καὶ δεόντως νυκτὸς καὶ ἡμέρας χρώμενοι οὔτε μαγείᾳ οὔτε δαιμονίοις εἰσὶν ἁλωτοί. ἀληθῶς γὰρ „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς“ ἀπὸ παντὸς κακοῦ· καὶ „οἱ ἄγγελοι“ τῶν ἐν τῇ ἐκκλησίᾳ μικρῶν καὶ τεταγμένοι εἰς τὸ προΐστασθαι αὐτῶν „διὰ παντὸς“ λέγονται βλέπειν „τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς πατρὸς,“ ὅ τι ποτ᾿ ἐστὶ τὸ πρόσωπον καὶ ὅ τι ποτ᾿ ἐστὶ τὸ βλέπειν. [6.42] Ἑξῆς δὲ τούτοις ἀπὸ ἄλλης ἀρχῆς ὁ Κέλσος τοιαῦτά φησι καθ᾿ ἡμῶν· σφάλλονται δὲ ἀσεβέστατα ἄττα καὶ περὶ τήνδε τὴν μεγίστην ἄγνοιαν, ὁμοίως ἀπὸ θείων αἰνιγμάτων πεπλανημένην, ποιοῦντες τῷ θεῷ ἐναντίον τινὰ, διάβολόν τε καὶ γλώττῃ Ἑβραίᾳ Σατανᾶν ὀνομάζοντες τὸν αὐτόν. ἄλλως μὲν ουν παντελῶς θνητὰ ταῦτα καὶ οὐδ᾿ ὅσια λέγειν, ὅτι δὴ ὁ μέγιστος θεὸς, βουλόμενός τι ἀνθρώπους ὠφελῆσαι, τὸν ἀντιπράσσοντα ἔχει καὶ ἀδυνατεῖ. ὁ τοῦ θεοῦ παῖς ἄρα ἡττᾶται ὑπὸ τοῦ διαβόλου, καὶ κολαζόμενος ὑπ᾿ διδάσκει καὶ ἡμᾶς τῶν. ὑπὸ τούτῳ κολάσεων καταφρονεῖν, προαγορεύων ὡς ἄρα ὁ Σατανᾶς καὶ αὐτὸς ὁμοίως φανεὶς ἐπιδείξεται μεγάλα ἔργα καὶ θαυμαστὰ, σφετεριζόμενος τὴν τοῦ θεοῦ δόξαν· οἷς οὐ χρὴ (πλανηθῆ)ναι βουληθέντας ἀποτρέπεσθαι πρὸς ἐκεῖνον, ἀλλὰ μόνῳ πιστεύειν ἑαυτῷ. ταῦτα μέν γε ἐστὶν ἄντικρυς ἀνθρώπου γόητος, ἐργολαβοῦντος καὶ προφυλαττομένου τοὺς ἀντιδοξοῦντάς τε καὶ ἀνταγείροντας. εἶθ᾿ ἑξῆς τούτοις (ἐκτίθεσθαι) βουλόμενος τὰ αἰνίγματα, ὧν οἴεται παρακηκοότας ἡμᾶς τὰ περὶ τοῦ Σατανᾶ εἰσάγειν, φησὶ θεῖόν τινα πόλεμον αἰνίττεσθαι τοὺς παλαιοὺς, Ἡράκλειτον μὲν λέγοντα ὧδε· „εἰδέ(ναι) χρὴ τὸν πόλεμον ἐόντα ξυνὸν καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ᾿ ἔριν καὶ χωρεόμενα“· Φερεκύδην δὲ πολλῷ ἀρχαιότερον γενόμενον Ἡρακλείτου μυθοποιΐαν, στρατείαν στρατείᾳ παραταττομένην. καὶ τῆς μὲν ἡγεμόνα Κρόνον διδόναι τῆς ἑτέρας δὲ Ὀφιονέα, προκλήσεις τε καὶ ἁμίλλας αὐτῶν ἱστορεῖν. συνθήκας τε αὐτοῖς γίνεσθαι, ἵν᾿ ὁπότεροι αὐτῶν εἰς τὸν Ὠγηνὸν ἐμπέσωσι, τούτους μὲν εἶναι νενικημένους, τοὺς δ᾿ ἐξώσαντας καὶ νικήσαντας τούτους ἔχειν τὸν οὐρανόν. τούτου δὲ τοῦ βουλήματός φησιν ἔχεσθαι καὶ τὰ περὶ τοὺς Τιτᾶνας καὶ Γίγαντας μυστήρια. θεομαχεῖν ἀπαγγελλομένους, καὶ τὰ παρ᾿ Αἰγυπτίοις περὶ Τυφῶνος καὶ Ὥρου καὶ Ὀσίριδος. εἶτ᾿ ἐκθέμενος τὰ τοιαῦτα καὶ μὴ παραμυθησάμενος, τίνα τρόπον ἐκεῖνα μὲν λόγου ἔχεται κρείττονος ταῦτα δέ ἐστιν ἐκείνων παρακούσματα, διαλοιδορεῖται ἡμῖν λέγων μὴ εἶναι ἐκεῖνα ὅμοια τοῖς περὶ διαβόλου δαίμονος ἢ (ὅπερ φασὶν ἀληθέστερον) ἀνθρώπου γόητος ἀντιδοξοῦντος. οὕτω δ᾿ ἀκούει καὶ Ὁμήρου, ὡς τὰ παραπλήσια τῷ Ἡρακλείτῳ καὶ Φερεκύδῃ καὶ τοῖς τὰ περὶ Τιτᾶνας καὶ Γίγαντας μυστήρια εἰσάγουσιν αἰνισσομένου ἐν τούτοις (τοῖς) τοῦ Ἡφαίστου πρὸς τὴν Ἥραν λόγοις, φάσκοντος· ἤδη γάρ (με) καὶ ἄλλοτ᾿ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο, καὶ τοῖς τοῦ Διὸς πρὸς τὴν Ἥραν οὕτως· ἦ οὐ μέμνῃ, ὅτε τ᾿ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄῤῥηκτον; σὺ δ᾿ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον. λῦσαι δ᾿ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι, ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ᾿ ἂν ἵκοιτο γῆν ὀλιγηπελέων· καὶ διηγούμενός γε τὰ Ὁμηρικὰ ἔπη φησὶ λόγους εἶναι τοῦ θεοῦ πρὸς τὴν ὕλην τοὺς λόγους τοῦ Διὸς πρὸς τὴν Ἥραν, τοὺς δὲ πρὸς τὴν ὕλην λόγους αἰνίττεσθαι ὡς ἄρα ἐξ ἀρχῆς αὐτὴν πλημμελῶς ἔχουσαν διαλαβὼν ἀναλογίαις τισὶ συνέδησε καὶ ἐκόσμησεν ὁ θεὸς, καὶ ὅτι τοὺς περὶ αὐτὴν δαίμονας, ὅσοι ὑβρισταὶ, τούτους ἀποῤῥιπτεῖ κολάζων αὐτοὺς τῇ δεῦρο ὁδῷ. ταῦτα δὲ τὰ Ὁμήρου ἔπη οὕτω νοηθέντα τὸν Φερεκύδην φησὶν εἰρηκέναι τό· „κείνης δὲ τῆς μοίρας ἔνερθέν ἐστιν ἡ ταρταρίη μοῖρα· φυλάσσουσι δ᾿ αὐτὴν θυγατέρες Βορέου Ἅρπυιαί τε καὶ Θύελλα, ἔνθα Ζεὺς ἐκβάλλει θεῶν οταν τις ἐξυβρίσῃ.“ τῶν τοιούτων δέ φησιν ἔχεσθαι νοημάτων καὶ τὸν περὶ τῆς Ἀθηνᾶς πέπλον ἐν τῇ πομπῇ τῶν Παναθηναίων ὑπὸ πάντων θεωρούμενον. δηλοῦται γὰρ, φησὶν, ἀπ᾿ αὐτοῦ ὅτι ἀμήτωρ τις καὶ ἄχραντος δαίμων ἐπικρατεῖ θρασυνομένων τῶν γηγενῶν. ἀποδεξάμενος δὲ τὰ Ἑλλήνων πλάσματα ἐπιλέγει κατηγορῶν τῶν ἡμετέρων τοιαῦτα, ὅτι θεοῦ υἱὸν ὑπὸ διαβόλου κολάζεσθαι καὶ ἡμᾶς διδάσκει, ὡς ἂν ὑπὸ τοῦ αὐτοῦ κολαζόμενοι καρτεροῖμεν. καὶ ταῦτα τὰ πάντῃ καταγέλαστα· ἐχρῆν γὰρ οἶμαι κολάσαι τὸν διάβολον ἀλλ᾿ οὐ τοῖς ὑπ᾿ αὐτοῦ διαβεβλημένοις ἀνθρώποις ἀπειλεῖν. [6.43] Ὅρα οὖν εἰ μὴ ὁ ἐγκαλῶν ἡμῖν (ὡς) σφαλλομένοις ἀσεβέστατα καὶ ἀποπεπλανημένοις θείων αἰνιγμάτων αὐτὸς σαφῶς σφάλλεται, μὴ κατανοήσας ὅτι τὰ πολλῷ οὐ μόνον Ἡρακλείτου καὶ Φερεκύδου ἀρχαιότερα ἀλλὰ καὶ Ὁμήρου Μωϋσέως γράμματα εἰσήγαγε τὸν περὶ τοῦ πονηροῦ τούτου καὶ ἐκπεσόντος τῶν οὐρανίων λόγον. ὁ γὰρ „ὄφις“ παρ᾿ ὃν ὁ παρὰ τῷ Φερεκύδῃ γέγονεν Ὀφιονεὺς, αἴτιος γενόμενος τοῦ ἐκβληθῆναι τοῦ θείου παραδείσου τὸν ἄνθρωπον, τοιαῦτά τινα αἰνίσσεται, ἐπαγγελίᾳ θεότητος καὶ μειζόνων ἀπατήσας τὸ θηλύτερον γένος· ᾧ συνηκολουθηκέναι λέγεται καὶ ὁ ἀνήρ. καὶ ὁ ἐν τῇ Μωϋσέως δὲ Ἐξόδῳ ὀλεθρευτὴς τίς ἄλλος εἴη ἢ ὁ τοῦ ὀλέθρου τοῖς πειθομένοις αὐτῷ καὶ μὴ ἀνθισταμένοις αὐτοῦ τῇ κακίᾳ καὶ μὴ ἀνταγωνιζομένοις αἴτιος; ἔτι δὲ (ὁ) ἐν τῷ Λευϊτικῷ ἀποπομπαῖος, ὃν ἡ Ἑβραϊκὴ γραφὴ ὠνόμασεν Ἀζαζὴλ, οὐδεὶς ἕτερος ἦν· (ὃν) ἀποπέμπεσθαι καὶ ἀποτροπιάζεσθαι ἔδει τὸν κλῆρον ἔχοντα ἐν ἐρήμῳ· πάντες γὰρ οἱ τῆς τοῦ χείρονος διὰ τὴν κακίαν μερίδος ἐναντίοι ὄντες τοῖς ἀπὸ τοῦ κλήρου τοῦ θεοῦ ἔρημοί εἰσι θεοῦ. ἀλλὰ καὶ οἱ ἐν τοῖς Κριταῖς υἱοὶ Βελίαρ τίνος ἄλλου ἢ τούτου λέγονται εἶναι υἱοὶ διὰ τὴν πονηρίαν; σαφῶς δὲ παρὰ ταῦτα πάντα ἐν τῷ ἀρχαιοτέρῳ καὶ Μωϋσέως αὐτοῦ Ἰὼβ „ὁ διάβολος“ ἀναγέγραπται παρίστασθαι τῷ θεῷ καὶ αἰτεῖν τὴν κατὰ τοῦ Ἰὼβ ἐξουσίαν, ἵν᾿ αὐτὸν περιβάλῃ περιστάσεσι βαρυτάταις, πρώτῃ μὲν τῇ κατὰ πάντων τῶν ὑπαρχόντων αὐτῷ καὶ τῶν τέκνων αὐτοῦ ἀπωλείᾳ, δευτέρᾳ δὲ κατὰ τὸ περιβαλεῖν αὐτὸν ἀγρίῳ ἐλέφαντι, τῷ οὕτω καλουμένῳ νοσήματι, πᾶν τὸ σῶμα τοῦ Ἰώβ. ἐῶ γὰρ τὰ ἀπὸ τῶν εὐαγγελίων περὶ τοῦ πειράζοντος τὸν σωτῆρα διαβόλου, ἵνα μὴ δόξω ἀπὸ νεωτέρων γραφῶν φέρειν τὰ περὶ τοῦ ζητουμένου πρὸς τὸν Κέλσον. καὶ ἐν τοῖς τελευταίοις δὲ τοῦ Ἰὼβ, ἐν οἷς ὁ κύριος διὰ λαίλαπος καὶ νεφελῶν εἶπε τῷ Ἰὼβ τὰ ἀναγεγραμμένα ἐν τῇ ὁμωνύμῳ βίβλῳ αὐτοῦ, οὐκ ὀλίγα ἐστὶ περὶ δράκοντος εἰρημένα λαβεῖν. οὔπω λέγω καὶ τὰ ἀπὸ τοῦ Ἰεζεκιὴλ ὡς περὶ „Φαραὼ“ ἢ „Ναβουχοδονόσορ“ ἢ ἄρχοντος „Τύρου“, ἢ τὰ ἀπὸ τοῦ Ἡσαΐου, ἐν οἷς θρηνεῖται ὁ βασιλεὺς Βαβυλῶνος· ἀφ᾿ ὧν οὐκ ὀλίγα τις ἂν μανθάνοι περὶ τῆς κακίας, ποίαν ἔσχεν ἀρχὴν καὶ γένεσιν, καὶ ὅτι ἀπό τινων πτεροῤῥυησάντων καὶ κατακολουθησάντων τῷ πρώτῳ πτεροῤῥυήσαντι ὑπέστη ἡ κακία. [6.44] Οὐ γὰρ οἷόν τ᾿ ἦν ὁμοίως εἶναι τῷ οὐσιωδῶς ἀγαθῷ ἀγαθὸν τὸ κατὰ συμβεβηκὸς καὶ ἐξ ἐπιγενήματος ἀγαθόν· ὅπερ τῷ μὲν, ἵν᾿ οὕτως ὀνομάσω, τὸν ζῶντα ἄρτον ἀναλαμβάνοντι εἰς τὴν τήρησιν ἑαυτοῦ οὐκ ἄν ποτε ἀποσυμβαίῃ. εἰ δέ τινι ἀποσυμβαίνει, παρὰ τὴν αἰτίαν ἐκείνου ἀποσυμβαίνει, ῥᾳθυμήσαντος περὶ τὸ (μετα)λαμβάνειν τοῦ ζῶντος ἄρτου καὶ τοῦ ἀληθινοῦ ποτοῦ· ἀφ᾿ ὧν τρεφόμενον καὶ ἀρδόμενον ἐπισκευάζεται τὸ πτερὸν καὶ κατὰ τὸν σοφώτατον Σολομῶντα, εἰπόντα περὶ τοῦ κατ᾿ ἀλήθειαν πλουσίου ὅτι „κατεσκεύασεν γὰρ αὐτῷ πτέρυγας ὥσπερ ἀετὸς, καὶ ἐπιστρέφει εἰς τὸν οἶκον τοῦ προεστηκότος ἑαυτοῦ.“ ἐχρῆν γὰρ τὸν ἐπιστάμενον συγχρῆσθαι θεὸν εἰς δέον καὶ τοῖς ἀπὸ κακίας ὑποστᾶσιν κατατάξαι που τοῦ παντὸς τοὺς οὑτωσὶ κακοὺς καὶ γυμνάσιον τὸ ὑπὲρ ἀρετῆς ποιῆσαι ἐκκεῖσθαι τοῖς βουλομένοις „νομίμως“ ἀθλεῖν ὑπὲρ τοῦ αὐτὴν ἀναλαβεῖν· ἵν᾿ ὡς χρυσὸς ἐν πυρὶ τῇ τῶνδε κακίᾳ βασανισθέντες καὶ πάντα πράξαντες, ἵνα μηδὲν κίβδηλον πρόωνται ἐπὶ τὴν λογικὴν ἑαυτῶν φύσιν, ἄξιοι φανέντες, τῆς εἰς τὰ θεῖα ἀναβάσεως ἀνιμηθῶσιν ὑπὸ τοῦ λόγου ἐπὶ τὴν ἀνωτάτω πάντων μακαριότητα καὶ, ἵν᾿ οὕτως ὀνομάσω, ἀκρώρειαν τῶν ἀγαθῶν. ὁ δ᾿ Ἑβραίων διαλέκτῳ Σατᾶν καὶ Ἑλληνικώτερον ὑπό τινων ὀνομασθεὶς Σατανᾶς μεταλαμβανόμενος εἰς Ἑλλάδα φωνήν ἐστιν ἀντικείμενος. πᾶς δὲ ὁ τὴν κακίαν ἑλόμενος καὶ τὸν κατ᾿ αὐτὴν βίον ὡς τὰ ἐναντία πράττων τῇ ἀρετῇ Σατανᾶς ἐστι, τουτέστιν ἀντικείμενος τῷ υἱῷ τοῦ θεοῦ, ὄντι δικαιοσύνη καὶ ἀλήθεια καὶ σοφία. κυριώτερον δὲ ἀντικείμενός ἐστιν ὁ πρῶτος πάντων εἰρηνευόντων καὶ μακαρίως διαγόντων πτεροῤῥυήσας καὶ ἐκπεσὼν τῆς μακαριότητος· ὃς κατὰ τὸν Ἰεζεκιὴλ περιεπάτησεν „ἄμωμος“ ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, ἕως εὑρεθῇ ἀνομία ἐν αὐτῷ, καὶ ὢν „ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους“ ἐν τῷ παραδείσῳ τοῦ θεοῦ οἱονεὶ κορεσθεὶς τῶν ἀγαθῶν ἐν ἀπωλείᾳ ἐγένετο κατὰ τὸν εἰπόντα μυστικῶς πρὸς αὐτὸν λόγον· „ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις εἰς τὸν αἰῶνα.“ ταῦτα μὲν οὖν ὀλίγα ἀποτετολμημένως καὶ παρακεκινδυνευμένως τῇδε τῇ γραφῇ πιστεύσαντες ἐξεθέμεθα τάχα οὐδέν· εἰ δέ τις σχολάσας τῇ βασάνῳ τῶν ἱερῶν γραμμάτων πανταχόθεν σωματοποιήσαι τον περὶ τῆς κακίας λόγον, καὶ ὡς ὑπέστη πρῶτον καὶ τίνα τρόπον καταλύεται, ἴδοι ἂν ὅτι οὐδ᾿ ὄναρ ἐφαντάσθη τὸ Μωϋσέως καὶ τῶν προφητῶν περὶ τοῦ Σατανᾶ βούλημα οὔτε Κέλσος οὔτε τις τῶν ὑπὸ τούτου τοῦ πονηροῦ δαίμονος καθελκομένων καὶ κατασπωμένων ἀπὸ θεοῦ καὶ τῆς περὶ αὐτοῦ ὀρθῆς ἐννοίας καὶ ἀπὸ τοῦ λόγου αὐτοῦ τὴν ψυχήν. [6.45] Ἐπεὶ δὲ καὶ τὰ περὶ τοῦ καλουμένου ἀντιχρίστου παραῤῥιπτεῖ ὁ Κέλσος. ουτε τὰ ἐν τῷ Δανιὴλ οὔτε τὰ παρὰ τῷ Παύλῳ ἀναγνοὺς περὶ αὐτοῦ εἰρημένα οὔτε τὰ ἐν τοῖς εὐαγγελίοις ὑπὸ τοῦ σωτῆρος προφητευθέντα περὶ τῆς παρουσίας αὐτοῦ, ὀλίγα καὶ περὶ τούτου λεκτέον. ὅτι „ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις. οὕτως οὐδὲ αἱ καρδίαι ὅμοιαι ταῖς καρδίαις τῶν ἀνθρώπων.“ δῆλον ὅτι εἶεν ἂν ἐν „ταῖς καρδίαις τῶν ἀνθρώπων“ διαφοραὶ καὶ τῶν πρὸς τὸ καλὸν νενευκότων, οὐκ ἐπ᾿ ἴσης καὶ παραπλησίως ἀλλήλοις πάντων τυπωθέντων καὶ μορφωθέντων πρὸς αὐτὸ, καὶ τῶν δι᾿ ἀμέλειαν τοῦ καλοῦ ἐπὶ τὰ ἐναντία ᾀττόντων· καὶ ἐν τούτοις γὰρ ἐν οἷς μέν ἐστι σφόδρα κεχυμένη ἡ κακία ἐν οἷς δ᾿ ἐπ᾿ ἔλαττον· τί οὖν ἄτοπον δύο, ἵν᾿ οὕτως ὀνομάσω, ἀκρότητας. τὴν μὲν τοῦ καλοῦ τὴν δὲ τοῦ ἐναντίου, ἐν ἀνθρώποις γίνεσθαι, ὥστε τὴν μὲν τοῦ καλοῦ ἀκρότητα εἶναι ἐν τῷ κατὰ τὸν Ἰησοῦν νοουμένῳ ἀνθρώπῳ, ἀφ᾿ ου ἡ τοσαύτη ἔῤῥευσε τῷ γένει τῶν ἀνθρώπων ἐπιστροφὴ καὶ θεραπεία καὶ βελτίωσις, τὴν δὲ τοῦ ἐναντίου ἐν τῷ κατὰ τὸν ὀνομαζόμενον ἀντίχριστον; πάντα δὲ τῇ ἑαυτοῦ προγνώσει ἐκπεριλαβὼν ὁ θεὸς καὶ ἰδὼν τὰ περὶ ἀμφοτέρων τούτων ἐβουλήθη περὶ τούτων γνωρίσαι διὰ τῶν προφητῶν τοῖς ἀνθρώποις, ἵνα οἱ συνιέντες τῶν λόγων αὐτῶν οἰκειωθῶσι μὲν τῷ κρείττονι. φυλάξωνται δὲ ἀπὸ τοῦ ἐναντίου. ἐχρῆν δὲ τὸν μὲν ἕτερον τῶν ἄκρων καὶ βέλτιστον υἱὸν ἀναγορεύεσθαι τοῦ θεοῦ διὰ τὴν ὑπεροχὴν, τὸν δὲ τούτῳ κατὰ διάμετρον ἐναντίον υἱὸν τοῦ πονηροῦ δαίμονος καὶ Σατανᾶ καὶ διαβόλου. εἶτ᾿ ἐπεὶ τότε μάλιστα τὸ φαῦλον ἐν τῇ χύσει τῆς κακίας καὶ τῇ ἀκρότητι αὐτῆς εἶναι χαρακτηρίζεται, ὅτε ὑποκρίνεται τὸ κρεῖττον, διὰ τοῦτο περὶ τὸν χείρονα γίνεται ἐκ συνεργίας τῆς τοῦ πατρὸς αὐτοῦ διαβόλου σημεῖα καὶ τέρατα καὶ δυνάμεις ψεύδους. ὑπὲρ γὰρ τὰς εἰς τοὺς γόητας γινομένας ἀπὸ δαιμόνων συνεργίας πρὸς τὰ φαυλότατα τῶν ἀνθρώπους ἀπατώντων γίνεται συνεργία ἀπ᾿ αὐτοῦ τοῦ διαβόλου ἐπὶ ἀπάτῃ τοῦ γένους τῶν ἀνθρώπων. Λέγει δὲ ὁ Παῦλος περὶ τούτου τοῦ καλουμένου ἀντιχρίστου διδάσκων καὶ παριστὰς μετά τινος ἐπικρύψεως, τίνα τρόπον ἐπιδημήσει καὶ πότε τῷ γένει τῶν ἀνθρώπων καὶ διὰ τί· καὶ ὅρα εἰ μὴ σεμνότατα περὶ τούτων ὁ Παῦλος ἐκτίθεται καὶ οὐκ ἀξίως χλεύης τινὸς κἂν ἐλαχίστης· [6.46] λέγει δὲ οὕτως· „ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ (Χριστοῦ) καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ᾿ αὐτὸν, εἰς τὸ μὴ σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε διὰ ἐπιστολῆς ὡς δι᾿ ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα τοῦ κυρίου. μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι, ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεός. οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτ᾿ ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ· τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι, ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ κύριος Ἰησοῦς ἀναλοῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ᾿ ἐνέργειαν τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ τέρασι ψεύδους καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ᾿ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτούς. καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ θεὸς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ ἀλλ᾿ εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.“ ἕκαστον δὲ τούτων σαφηνίσαι οὐ τῇ παρούσῃ ἁρμόζει πραγματείᾳ. ἡ περὶ αὐτοῦ δὲ προφητεία ἐν τῷ Δανιὴλ λέλεκται, δυναμένη τὸν φρονίμως καὶ εὐγνωμόνως ἀναγινώσκοντα ἐπιστρέψαι ἐπὶ τὸ θαυμάσαι τοὺς λόγους ὡς ἀληθῶς ἐνθέους καὶ προφητικοὺς, ἐν οἷς λέλεκται τὰ περὶ τῶν μελλουσῶν βασιλειῶν, ἀρξάμενα ἀπὸ τῶν χρόνων Δανιὴλ μέχρι τῆς φθορᾶς τοῦ κόσμου. ἐνέσται δὲ τῷ βουλομένῳ ἐντυχεῖν αὐτῇ· πλὴν τὰ περὶ τοῦ ἀντιχρίστου ὅρα εἰ μὴ τοιαῦτά ἐστι· „καὶ ἐπ᾿ ἐσχάτῳ τῆς βασιλείας αὐτῶν. πληρουμένων τῶν ἁμαρτιῶν αὐτῶν, ἀναστήσεται βασιλεὺς ἀναιδὴς προσώπῳ καὶ συνιῶν προβλήματα· καὶ κραταιὰ ἡ ἰσχὺς αὐτοῦ, καὶ θαυμαστὰ διαφθερεῖ καὶ κατευθυνεῖ καὶ ποιήσει καὶ διαφθερεῖ ἰσχυροὺς καὶ λαὸν ἅγιον. καὶ ὁ ζυγὸς τοῦ κλοιοῦ αὐτοῦ κατευθυνεῖ· δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐν καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπὶ ἀπωλείας πολλῶν στήσεται, καὶ ὡς ὠὰ χειρὶ συντρίψει.“ ὅπερ δὲ παρὰ τῷ Παύλῳ λέλεκται ἐν ᾗ ἐξεθέμην αὐτοῦ λέξει, φασκούσῃ· „ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἐστὶ θεὸς,“ τοῦτο καὶ ἐν τῷ Δανιὴλ τοῦτον εἴρηται τὸν τρόπον· „καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.“ τοσαῦτα δὴ ἀπὸ πλειόνων ἔδοξεν εὔλογον εἶναί μοι παραθέσθαι εἰς τὸ κἂν ἐπ᾿ ὀλίγον συνιέναι τὸν ἀκροατὴν περὶ τοῦ βουλήματος τῶν θείων λόγων, διδασκόντων τὰ περὶ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου· οἷς εἰς ταῦτα ἀρκεσθέντες ἴδωμεν καὶ ἄλλην τοῦ Κέλσου λέξιν καὶ πρὸς αὐτὴν κατὰ τὸ δυνατὸν ἀγωνισώμεθα. [6.47] Ἔλεγε δὴ μετὰ τὰ ἐκκείμενα τοιαῦτα· ὁπόθεν δὲ καὶ αὐτὸ τοῦτο ἐπῆλθεν αὐτοῖς θεοῦ υἱὸν καλεῖν, σημαίνω. ἄνδρες παλαιοὶ τόνδε τὸν κόσμον ὡς ἐκ θεοῦ γενόμενον παῖδά τε αὐτοῦ καὶ ἠΐθεον προσεῖπον. πάνυ γοῦν ὅμοιος οὗτός τε κἀκεῖνος παῖς θεοῦ. ᾠήθη δὴ υἱὸν θεοῦ ἡμᾶς λέγειν, παραποιήσαντας τὰ περὶ τοῦ κόσμου ὡς ἐκ θεοῦ γενομένου καὶ υἱοῦ ὄντος αὐτοῦ καὶ θεοῦ· οὐ γὰρ ἐδυνήθη ἐπιστήσας τοῖς χρόνοις Μωϋσέως καὶ τῶν προφητῶν ἰδεῖν ὅτι καθόλου τὸ εἶναί τινα υἱὸν θεοῦ πρὸ Ἑλλήνων καὶ ὧν φησιν ὁ Κέλσος παλαιῶν ἀνδρῶν οἱ παρ᾿ Ἰουδαίοις προφῆται ἐπροφήτευσαν. ἀλλ᾿ οὐδ᾿ ἐβουλήθη τὸ παρὰ Πλάτωνι ἐν ταῖς ἐπιστολαῖς λελεγμένον, οὗ ἐν τοῖς ἀνωτέρω ἐμνήσθημεν, περὶ τοῦ διακοσμήσαντος τόδε τὸ πᾶν ὡς ὄντος υἱοῦ θεοῦ παραθέσθαι· ἵνα μὴ καὶ αὐτὸς ὑπὸ τοῦ Πλάτωνος. ον πολλάκις ἐσέμνυνεν, ἀναγκασθῇ παραδέξασθαι ὅτι ὁ μὲν δημιουργὸς τοῦδε τοῦ παντὸς υἱός ἐστι τοῦ θεοῦ, ὁ δὲ πρῶτος καὶ ἐπὶ πᾶσι θεὸς πατήρ ἐστιν αὐτοῦ. εἰ δὲ τῷ τηλικούτῳ υἱῷ τοῦ θεοῦ ἡνῶσθαι φάσκοντες τῇ ἄκρᾳ μετοχῇ ἐκείνου τὴν τοῦ Ἰησοῦ ψυχὴν οὐκέτι χωρίζομεν ἀπ᾿ ἐκείνου αὐτὴν, οὐδὲν θαυμαστόν. οἴδασι γὰρ οἱ ἱεροὶ τῶν θείων γραμμάτων λόγοι καὶ ἄλλα, δύο τῇ ἑαυτῶν φύσει τυγχάνοντα, εἰς ἓν ἀλλήλοις εἶναι λελογισμένα καὶ ὄντα. οἷον περὶ μὲν ἀνδρὸς καὶ γυναικὸς λέλεκται· „οὐκέτι εἰσὶ δύο ἀλλὰ σὰρξ μία,“ περὶ δὲ τοῦ τελείου καὶ κολλωμένου τῷ ἀληθινῷ κυρίῳ, λόγῳ καὶ σοφίᾳ καὶ ἀληθείᾳ, ὅτι „ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν.“ εἰ δ᾿ „ὁ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστι.“ τίς μᾶλλον τῆς Ἰησοῦ ψυχῆς ἢ κἂν παραπλησίως κεκόλληται τῷ κυρίῳ, τῷ αὐτολόγῳ καὶ αὐτοσοφίᾳ καὶ αὐτοαληθείᾳ καὶ αὐτοδικαιοσύνῃ; ὅπερ εἰ οὕτως ἔχει, οὐκ εἰσὶ δύο ἡ ψυχὴ τοῦ Ἰησοῦ πρὸς τὸν „πάσης κτίσεως“ πρωτότοκον θεὸν λόγον. [6.48] Εἶτα ἐὰν μὲν τὴν αὐτὴν ἀρετὴν λέγοντες ἀνθρώπου καὶ θεοῦ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι μὴ εὐδαιμονέστερον λέγωσιν εἶναι τὸν ἐπὶ πᾶσι θεὸν τοῦ ἐν ἀνθρώποις κατ᾿ αὐτοὺς σοφοῦ, ἀλλ᾿ ἴσην εἶναι τὴν ἀμφοτέρων εὐδαιμονίαν, Κέλσος οὐ καταγελᾷ οὐδὲ χλευάζει τὸ δόγμα· ἐὰν δ᾿ ὁ θεῖος λόγος φάσκῃ κολλᾶσθαι ὑπὸ τῆς ἀρετῆς καὶ ἑνοῦσθαι τῷ αὐτολόγῳ τὸν τέλειον, ὡς κατὰ τοῦτο ἀναβεβηκότας μὴ χωρίζειν ἡμᾶς τὴν Ἰησοῦ ψυχὴν τοῦ πρωτοτόκου „πάσης κτίσεως.“ γελᾷ τὸ λέγεσθαι υἱὸν θεοῦ Ἰησοῦν, οὐχ ὁρῶν, τίνα ἐστὶ τὰ περὶ αὐτοῦ ἐν ἀποῤῥήτῳ μυστικῶς ἐν ταῖς θείαις γραφαῖς λεγόμενα. ἵνα δὲ προσαγάγωμεν τῇ παραδοχῇ τοῦ λεγομένου τὸν βουλόμενον ἀκολουθίαις δογμάτων ἕπεσθαι καὶ ὠφελεῖσθαι, λέγομεν ὅτι σῶμα Χριστοῦ φασιν εἶναι οἱ θεῖοι λόγοι ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ψυχούμενον τὴν πᾶσαν τοῦ θεοῦ ἐκκλησίαν, μέλη δὲ τούτου τοῦ σώματος εἶναι ὡς ὅλου τούσδε τινὰς τοὺς πιστεύοντας· ἐπείπερ ὥσπερ ψυχὴ ζῳοποιεῖ καὶ κινεῖ τὸ σῶμα οὐ πεφυκὸς ἀφ᾿ ἑαυτοῦ κινεῖθαι ζωτικῶς. οὕτως ὁ λόγος κινῶν ἐπὶ τὰ δέοντα καὶ ἐνεργῶν τὸ ὅλον σῶμα τὴν ἐκκλησίαν κινεῖ καὶ ἕκαστον μέλος τῶν ἀπὸ τῆς ἐκκλησίας, οὐδὲν χωρὶς λόγου πράττοντα. εἴπερ οὖν τοῦτο οὐκ εὐκαταφρόνητον ὡς οἶμαι ἔχει ἀκολουθίαν, τί χαλεπὸν τῇ ἄκρᾳ καὶ ἀνυπερβλήτῳ κοινωνίᾳ πρὸς τὸν αὐτολόγον τὴν Ἰησοῦ ψυχὴν καὶ ἁπαξαπλῶς τὸν Ἰησοῦν μὴ κεχωρίσθαι τοῦ μονογενοῦς καὶ πρωτοτόκου „πάσης κτίσεως“ μηδ᾿ ἕτερον ἔτι τυγχάνειν αὐτοῦ; ἀλλὰ ταῦτα μὲν ταύτῃ. [6.49] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς, ἐν οἷς μιᾷ λέξει ἀποφηνάμενος καὶ μηδὲ κατὰ τὸ πιθανόν τι λέγων κατηγορεῖ τῆς κατὰ Μωϋσέα κοσμοποιΐας εἰπών· ἔτι γε μὴν καὶ ἡ κοσμογένεια μάλα εὐηθική. εἰ μὲν οὖν τὸν φαινόμενον αὐτῷ τρόπον τοῦ εὐηθικὴν εἶναι αὐτὴν καί τινας πιθανότητας προηνέγκατο, κἂν ἠγωνισάμεθα πρὸς αὐτάς· οὐκ εὔλογον δέ μοι φαίνεται πρὸς τὴν ἀπόφασιν αὐτοῦ κατασκευάσαι, τίνα τρόπον οὐκ ἔστιν εὐηθική. εἰ δέ τις βούλεται τὰ κινήσαντα ἡμᾶς καὶ μετὰ τῆς φανείσης ἀποδείξεως κατασκευασθέντα περὶ τῆς κατὰ Μωϋσέα κοσμοποιΐας θεω ρῆσαι, λαβέτω τὰ πραγματευθέντα ἡμῖν εἰς τὴν Γένεσιν ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου μέχρι τοῦ „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων,“ ἐν οἷς πεπειράμεθα ἀπ᾿ αὐτῶν τῶν θείων γραμμάτων κατασκευάσαι, τίς ὁ „ἐν ἀρχῇ“ γενόμενος οὐρανὸς καὶ γῆ καὶ τὸ τῆς γῆς ἀόρατον καὶ ἀκατασκεύαστον, καὶ τίς ἡ ἄβυσσος καὶ τὸ ἐπ᾿ αὐτῆς σκότος, τί τε τὸ ὕδωρ καὶ τὸ ἐπιφερόμενον αὐτῷ „πνεῦμα τοῦ θεοῦ,“ καὶ τί τὸ γενητὸν „φῶς,“ τί τε „τὸ στερέωμα“ παρὰ τὸν „ἐν ἀρχῇ“ γενόμενον οὐρανὸν, καὶ οὕτω τὰ ἑξῆς. ἀπεφήνατο δὲ μάλα εὐηθικὴν εἶναι καὶ τὴν περὶ ἀνθρώπων γενέσεως γραφὴν, μήτε τιθεὶς τὰς δείξεις μήτ᾿ ἀγωνιζόμενος πρὸς αὐτάς· οὐ γὰρ εἶχεν οἶμαι λόγους ἀνατρέψαι δυναμένους τὸ „κατ᾿ εἰκόνα θεοῦ“ πεποιῆσθαι τὸν ἄνθρωπον. ἀλλ᾿ οὐδὲ συνίει τὸν ὑπὸ θεοῦ φυτευθέντα „παράδεισον“ καὶ τὴν προηγουμένην ἐν αὐτῷ τοῦ ἀνθρώπου ζωὴν καὶ τὴν ἐκ περιστάσεως γενομένην, ἐκβληθέντος διὰ τὴν ἁμαρτίαν καὶ κατοικισθέντος ἐναντίον „τοῦ παραδείσου τῆς τρυφῆς.“ ὁ δὲ λέγων μάλα εὐηθικῶς ταῦτ᾿ εἰρῆσθαι πρῶτον ἐπιστησάτω καὶ ἑκάστῳ μὲν καὶ τῷδε· „ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.“ εἰ δ᾿ ἄρα μηδὲν νοήσας Μωϋσῆς ἀνέγραψε ταῦτα ἀλλὰ παραπλήσιόν τι ποιῶν οἷς παίζοντες οἱ τῆς ἀρχαίας κωμῳδίας ποιηταὶ ἀνεγράψαντο· Προῖτος ἔγημε Βελλεροφόντην, ὁ δὲ Πήγασος ἦν ἐξ Ἀρκαδίας· ἀλλ᾿ ἐκεῖνοι μὲν γελωτοποιεῖν θέλοντες τοιαῦτα συνέταττον, οὐ πιθανὸν δὲ τὸν ὅλῳ ἔθνει γραφὰς καταλιπόντα περὶ ὧν ἐβούλετο πεῖσαι τοὺς νομοθετουμένους ὅτι εἶεν ἐκ θεοῦ, ἀπρόσλογα γεγραφέναι καὶ χωρίς τινος νοῦ εἰρηκέναι τό· „ἔταξε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς“ ἢ ἄλλο τι τῶν περὶ τῆς ἀνθρώπων γενέσεως εἰρημένων καὶ ὑπὸ τῶν παρ᾿ Ἑβραίοις σοφῶν πεφιλοσοφημένων. [6.50] Ἑξῆς δὲ τούτοις συμφορήσας ἐν ψιλαῖς ἀποφάσεσι τὰς διαφορὰς τῶν περὶ κόσμου καὶ ἀνθρώπων γενέσεώς τισι τῶν ἀρχαίων εἰρημένας φησὶ τοὺς τὰ ἡμέτερα συγγράμματα λιπόντας Μωϋσέα καὶ τοὺς προφήτας, οὐκ εἰδότας ἥτις ποτέ ἐστιν ἡ τοῦ κόσμου καὶ τῶν ἀνθρώπων φύσις, συνθεῖναι λῆρον βαθύν. εἰ μὲν οὖν εἰρήκει τὸν δοκοῦντα αὐτῷ τρόπον περὶ τοῦ λῆρον εἶναι βαθὺν τὰ θεῖα γράμματα, κἂν ἐπειράθημεν ἀνασκευάσαι τὰς φανείσας ἐκείνῳ πιθανότητας περὶ τοῦ λῆρον αὐτὰ εἶναι βαθύν· νυνὶ δὲ τὸ ὅμοιον ἐκείνῳ πράττοντες καὶ παίζοντες καὶ ἡμεῖς ἀποφανούμεθα ὅτι τίς ποτε ἐστὶν ἡ φύσις τοῦ νοῦ καὶ τοῦ ἐν τοῖς προφήταις λόγου οὐδαμῶς ὁ Κέλσος εἰδὼς λῆρον συνέθηκε βαθὺν, ἀλαζονικῶς αὐτὸν ἐπιγράψας ἀληθῆ λόγον. ἐπεὶ δὲ ὡς σαφῆ καὶ ἀκριβῶς αὐτῷ νενοημένα προφέρει εἰς κατηγορίαν τὰ περὶ τῶν τῆς κοσμοποιΐας ἡμερῶν, ὧν τινὲς μὲν πρὶν φῶς καὶ οὐρανὸν γενέσθαι ἥλιόν τε καὶ σελήνην καὶ ἀστέρας παρεληλύθασι, τινὲς δὲ μετὰ τὴν τούτων γένεσιν, τοῦτο μόνον ἐπισημειωσόμεθα πρὸς αὐτὸν, ὅτι ἆρ᾿ ἔλαθε Μω(??)σέα τὸ προειρηκέναι ἐν ἓξ ἡμέραις συντετελέσθαι τὸν κόσμον δημιουργούμενον, καὶ ἑαυτοῦ ἐπιλαθόμενος τούτοις ἐπιφέρει τὸ „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν“; ἀλλ᾿ οὐδεμία πιθανότης ἐστὶ μηδὲν νενοηκότα Μωϋσέα εἰρηκέναι μετὰ τὰ περὶ τῶν ἓξ ἡμερῶν τό· „ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.“ ἐὰν δέ τις νομίζῃ δύνασθαι ταῦτ᾿ ἀναφέρεσθαι ἐπὶ τὸ „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,“ ἐπιστησάτω ὅτι πρὸ τοῦ „γενηθήτω φῶς, καὶ ἐγένετο φῶς“ καὶ τοῦ „ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν“ λέλεκται τό· „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.“ [6.51] Νῦν δὲ διηγήσασθαι τὸν περὶ νοητῶν καὶ αἰσθητῶν λόγον, καὶ τίνα τρόπον διανενέμηνται αἱ φύσεις τῶν ἡμερῶν εἰς ἀμφότερα τὰ εἴδη, οὐ πρόκειται οὐδὲ τὰ κατὰ τοὺς τόπους ἐξετάσαι· ὅλων γὰρ ἡμῖν συντάξεων χρεία εἰς τὴν διήγησιν τῆς κατὰ Μωϋσέα κοσμοποιΐας· ὅπερ κατὰ τὸ δυνατὸν ἡμῖν πρὸ πλείονος χρόνου τῆς ἐνεστηκυίας πρὸς τὸν Κέλσον συντάξεως πεποιήκαμεν, ἀπὸ τῆς πρὸ πλειόνων ἐτῶν ἕξεως, ἧς ἐχωροῦμεν τότε, διαλαβόντες περὶ τῶν κατὰ Μωϋσέα [τῶν] ἓξ τῆς κοσμοποιΐας ἡμερῶν. εἰδέναι μέντοι γε χρὴ ὅτι τοῖς δικαίοις διὰ τοῦ Ἡσαΐου ὁ λόγος ἐπαγγέλλεται ἐν καταστάσει ἔσεσθαι ἡμέρας, ἐν ᾗ μὴ ἥλιος ἀλλ᾿ αὐτὸς ὁ „κύριος φῶς“ ἔσται αὐτοῖς „αἰώνιον, καὶ ὁ θεὸς δόξα“ αὐτῶν. παρακούσας δ᾿ οἶμαι μοχθηρᾶς αἱρέσεώς τινος καὶ κακῶς διηγησαμένης τὸ „γενηθήτω φῶς“ ὡς εὐκτικῶς ὑπὸ τοῦ δημιουργοῦ εἰρημένον εἶπεν· οὐ γὰρ δὴ καθάπερ οἱ τοὺς λύχνους ἐκ γειτόνων ἐναυόμενοι φῶς ὁ δημιουργὸς ἄνωθεν ἐχρήσατο. καὶ ἄλλης δ᾿ ἀσεβοῦς αἱρέσεως παρακούσας εἶπε καὶ τό· εἰ μὲν ἐναντίος τις ἦν τῷ μεγάλῳ θεῷ θεὸς κατηραμένος ὁ ταῦτα ποιῶν παρὰ γνώμην τὴν ἐκείνου, τί αὐτῷ τὸ φῶς ἐκίχρα; πρὸς ἃ τοσοῦτον ἀποδέομεν ἀπολογεῖσθαι, ὥστε τρανότερον ἡμᾶς ἐθέλειν τῆς ἐκείνων δόξης ὡς ἐσφαλμένων κατηγορεῖν καὶ ἵστασθαι οὐ πρὸς ἃ μὴ οἴδαμεν αὐτῶν ὡς ὁ Κέλσος ἀλλὰ πρὸς ἃ ἀκριβῶς γινώσκομεν, πῇ μὲν ἀπ᾿ αὐτῶν, ἀκολουθήσαντες, πῇ δὲ τοῖς συγγράμμασιν αὐτῶν ἐπιμελῶς ἐντυχόντες. [6.52] Μετὰ δὲ ταῦτα Κέλσος φησίν· ἐγὼ δὲ περὶ μὲν γενέσεως κόσμου καὶ φθορᾶς, ἢ ὡς ἀγένητος καὶ ἄφθαρτος, ἢ ὡς γενητὸς μὲν ἄφθαρτος δὲ, ἢ ὡς τὸ ἔμπαλιν, οὐδὲν περὶ τοῦδε νυνὶ λέγω. διόπερ οὐδ᾿ ἡμεῖς περὶ τῶνδε νυνὶ λέγομεν· οὐ γὰρ ἡ προκειμένη σύνταξις τοῦτ᾿ ἀπαιτεῖ. ἀλλ᾿ οὐδὲ πνεῦμα τοῦ ἐπὶ πᾶσι θεοῦ φαμεν ὡς ἐν ἀλλοτρίοις τοῖς τῇδε γεγονέναι κατὰ το „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος,“ οὐδὲ κακῶς μηχανώμενά τινα ὡς ὑπὸ ἑτέρου τοῦ δημιουργοῦ παρὰ τὸν μέγαν θεὸν κατὰ τοῦ πνεύματος αὐτοῦ φαμεν, ἀνεχομένου τοῦ ἀνωτέρω θεοῦ, δεδεῆσθαι καθαιρέσεως. διόπερ μακρὰν χαιρέτωσαν οἱ ταῦτα λέγοντες καὶ ὁ μὴ πραγματικῶς αὐτῶν κατηγορῶν Κέλσος· ἐχρῆν γὰρ αὐτὸν ἢ μὴ μνημονεῦσαι τῶν τοιούτων ἢ κατα τὸ δοκοῦν αὐτῷ φιλάνθρωπον ἐκθέσθαι αὐτὰ ἐπιμελῶς καὶ ἀγωνίσασθαι πρὸς τὰ ἀσεβῶς ὑπ᾿ αὐτῶν λεγόμενα. οὐδ᾿ ὅτι δεδωκὼς ὁ μέγας θεὸς τῷ δημιουργῷ τὸ πνεῦμα ἀπαιτεῖ αὐτὸ ἀκηκόαμεν πώποτε. εἶθ᾿ ἑξῆς ἀσεβέσι λόγοις μωρῶς ἐγκαλῶν φησι· τίς θεὸς δίδωσί τι ὡς ἀπαιτήσων; δεομένου γὰρ τὸ ἀπαιτεῖν, δεῖται δὲ οὐδενὸς ὁ θεός. καὶ τούτοις προστίθησιν ὡς σοφὸν δή τι κατά τινων λέγων· διὰ τί, ὁπηνίκα ἐκίχρα, κακῷ κιχρῶν ἠγνόει; λέγει δὲ καὶ τό· τί περιορᾷ πονηρὸν δημιουργὸν ἀντιπράττοντα ἑαυτῷ; [6.53] Εἶτ᾿ οἶμαι φύρων αἱρέσεις αἱρέσεσι καὶ μὴ ἐπισημειούμενος ὅτι τάδε μὲν ἄλλης αἱρέσεώς ἐστι τάδε δὲ ἄλλης, τὰ πρὸς Μαρκίωνα ὑφ᾿ ἡμῶν ἀπορούμενα προφέρει, τάχα καὶ τούτων παρακούσας ἀπό τινων εὐτελῶς καὶ ἰδιωτικῶς [ἐγκαλεῖ τῶν] ἐγκαλούντων λόγῳ. οὐ μὴν πάνυ συνετῶς. ἐκτιθέμενος οὖν τὰ κατὰ Μαρκίωνος λεγόμενα καὶ μὴ ἐπισημειωσάμενος ὅτι πρὸς αὐτὸν λέγει φησί· τί δὲ λάθρα πέμπει καὶ διαφθείρει τὰ τούτου δημιουργήματα; τί δὲ εἰσβιάζεται κρύφα καὶ παραπείθει καὶ πλανᾷ; τί δὲ τοὺς ὑπὸ τούτου κατεγνωσμένους ἢ κατηραμένους, ὥς φατε, ψυχαγωγεῖ καὶ δίκην ἀνδραποδιστοῦ τινος ὑπεξάγει; τί δὲ ἀποδιδράσκειν ἀπὸ τοῦ κυρίου διδάσκει; τί δὲ φεύγειν τὸν πατέρα; τί δ᾿ αὐτὸς εἰσποιεῖται, μὴ συγχωροῦντος τοῦ πατρός; τί δ᾿ ἐπαγγέλλεται τῶν ἀλλοτρίων εἶναι πατήρ; καὶ ἐπιφέρει γε αὐτοῖς οἱονεὶ θαυμαστικῶς τό· σεμνός γε ὁ θεὸς τῶν παρ᾿ ἄλλῳ καταδίκων ἁμαρτωλῶν καὶ ἀκλήρων καὶ, ὡς αὐτοὶ λέγουσι, σκυβάλων ἐπιθυμῶν εἶναι πατὴρ, καὶ ὅν γε ἐξέπεμψεν, αὐτοῦ ὑπεξάγοντα, τοῦτον ἁλόντα ἐκδικῆσαι μὴ δυνάμενος. ἑξῆς δὲ τούτοις ὡσπερεὶ πρὸς ἡμᾶς τοὺς ὁμολογοῦντας οὐκ ἀλλοτρίου τινὸς εἶναι καὶ ξένου θεοῦ τόνδε τὸν κόσμον, τοιαῦτά φησιν· εἰ δὲ (αὐτοῦ) ταῦτ᾿ ἔστιν ἔργα, πῶς μὲν κακὰ ὁ θεὸς ἐποίει; πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; πῶς δ᾿ ἐπ᾿ αὐτοῖς ἀχαρίστοις καὶ πονηροῖς γενομένοις μεταμέλει καὶ τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ καὶ ἀπειλεῖ καὶ φθείρει τὰ ἴδια ἔκγονα; ἢ ποῖ ποτε ὑπεξάγει τοῦ κόσμου τοῦδε ὃν ἐποίησεν αὐτός; δοκεῖ δή μοι καὶ ἐν τούτοις μὴ σαφηνίζων, τίνα ἐστὶ τὰ κακὰ, καίτοι γε καὶ ἐν Ἕλλησι πολλῶν αἱρέσεων γενομένων περὶ ἀγαθῶν καὶ κακῶν, συναρπάζων ὡς ἀκόλουθον ἡμῖν, τοῖς φάσκουσιν ἔργα τοῦ ἐπὶ πᾶσι θεοῦ εἶναι καὶ τόνδε τὸν κόσμον, τὸ καθ᾿ ἡμᾶς κακῶν εἶναι ποιητὴν τὸν θεόν. ἐχέτω μὲν οὖν ὅπως ποτὲ ἔχει τὰ περὶ τῶν κακῶν, πότερον ὁ θεὸς αὐτὰ πεποίηκεν ἢ μὴ, ἀλλ᾿ ἐκ παρακολουθήσεως γεγένηται τῆς πρὸς τὰ προηγούμενα· θαυμάζω δὲ εἰ μὴ ὅπερ ἡμῖν, τοῖς φάσκουσιν ἔργα εἶναι τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ τόνδε τὸν κόσμον, οἴεται ἀκολουθεῖν περὶ τοῦ τὸν θεὸν τὰ κακὰ πεποιηκέναι, ἀκολουθεῖ ὅσον ἐφ᾿ οἷς λέγει καὶ αὐτός. εἴποι γὰρ ἄν τις πρὸς τὸν Κέλσον· εἰ αὐτοῦ ταῦτ᾿ ἔστιν ἔργα, πῶς μὲν κακὰ ὁ θεὸς ἐποίει; πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; κακία δὲ ἡ μεγίστη ἐν λόγοις ἐστὶν, ὅτε ἐγκαλεῖ τις τοῖς ἑτεροδόξοις περί τινων δογμάτων ὡς οὐχ ὑγιῶν, πολλῷ πρότερον αὐτὸς ἔχων τὰ ἐγκλήματα ἐν τοῖς ἰδίοις δόγμασιν. [6.54] Ἴδωμεν οὖν ἡμεῖς διὰ βραχέων τὰ περὶ ἀγαθῶν καὶ κακῶν, τῶν κατὰ τὰς θείας γραφὰς, καὶ τίνα ἡμῖν λεκτέον πρὸς τό· πῶς μὲν κακὰ (ὁ) θεὸς ἐποίει; πῶς δὲ πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; κυρίως δὴ κατὰ τὰς θείας γραφὰς ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατὰ ταύτας πράξεις, ὥσπερ κυρίως κακὰ τὰ ἐναντία τούτοις. ἀρκεσθησόμεθα δὲ ἐπὶ τοῦ παρόντος λέξεσι ταῖς ἀπὸ τοῦ τριακοστοῦ τρίτου ψαλμοῦ, τοῦτο παριστάσαις οὕτως· „οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.“ τὸ γὰρ „ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθὸν“ οὔτε περὶ τῶν σωματικῶν λέγεται ἀγαθῶν ἢ κακῶν, οὕτως ὀνομαζομένων παρά τισιν, οὔτε περὶ τῶν ἐκτὸς, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν ἀγαθῶν ἢ κακῶν· ἐπείπερ ὁ ἐκκλίνας μὲν ἀπὸ τῶν οὕτως κακῶν ποιήσας δὲ τὰ τοιάδε ἀγαθὰ ὡς θέλων τὴν ἀληθινὴν ζωὴν γένοιτ᾿ ἂν ἐν αὐτῇ, „ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθὰς,“ ὧν ὁ λόγος τῆς „δικαιοσύνης“ ἐστὶν „ἥλιος,“ (καὶ) φθάσαι ἂν ἐπ᾿ ἐκείνας. ἐξαιρουμένου αὐτὸν τοῦ θεοῦ „ἀπὸ τοῦ ἐνεστῶτος αἰῶνος πουηροῦ“ καὶ ἀπὸ τῶν πονηρῶν ἡμερῶν, περὶ ὧν εἶπεν ὁ Παῦλος τό· „ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.“ [6.55] Εὑρεθείη δ᾿ ἂν καταχρηστικώτερον καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς, τὰ μὲν συμβαλλόμενα εἰς τὸν κατὰ φύσιν βίον νομιζόμενα ἀγαθὰ τὰ δ᾿ ἐναντιούμενα τούτῳ κακά. οὕτω γὰρ ὁ Ἰὼρ λέγει πρὸς τὴν γυναῖκα τό· „εἰ γὰρ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν“; ἐπεὶ οὖν εὑρίσκεται ἐν ταῖς θείαις γραφαῖς ὅπου μὲν ἐκ προσώπου θεοῦ τὸ „ἐγὼ ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ,“ ὅπου δὲ πάλιν περὶ αὐτοῦ „ὅτι κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, ψόφος ἁρμάτων καὶ ἱππευόντων,“ ἅπερ ἐτάραξε πολλοὺς τῶν ἐντυγχανόντων τῇ γραφῇ, μὴ δυναμένους καθορᾶν τὰ κατ᾿ αὐτὴν περὶ ἀγαθῶν καὶ κακῶν σημαινόμενα· εἰκὸς ἐντεῦθεν ἤτοι τὸν Κέλσον ἐπαποροῦντα εἰρηκέναι· πῶς μὲν κακὰ (ὁ) θεὸς ἐποίει; ἢ ἀκούσαντά τινος ἰδιωτικώτερον πρεσβεύοντος περὶ τῶν κατὰ τὸν τόπον τὴν ἐκκειμένην λέξιν τεθεικέναι. ἡμεῖς δέ φαμεν ὅτι κακὰ μὲν, τὴν κακίαν καὶ τὰς ἀπ᾿ αὐτῆς πράξεις, ὁ θεὸς οὐκ ἐποίησε. πῶς γὰρ οἷόν τ᾿ ἦν τὸ περὶ κρίσεως κήρυγμα παῤῥησίαν ἔχειν, διδάσκον κολάζεσθαι μὲν ἐπὶ ταῖς κατὰ κακίαν πράξεσι κατ᾿ ἀναλογίαν τῶν ἡμαρτημένων τοὺς φαύλους, μακαρίους δ᾿ εἶναι καὶ τεύξεσθαι τῶν ἀπὸ θεοῦ γερῶν τοὺς κατ᾿ ἀρετὴν βιώσαντας ἢ τὰς κατ᾿ ἀρετὴν πράξεις ποιήσαντας, εἰ τὰ ὄντως κακὰ πεποιήκει ὁ θεός; εὖ οἶδα ὅτι ῥητά τινα παραλήψονται τῆς γραφῆς οἱ καὶ ταῦτα βουλόμενοι τολμᾶν φάσκειν ἀπὸ θεοῦ γεγονέναι, μὴ δυνάμενοι ἓν ὕφος ἀποδεῖξαι τῆς γραφῆς, αἰτιωμένης μὲν τοὺς ἁμαρτάνοντας ἀποδεχομένης δὲ τοὺς εὖ πράττοντας καὶ οὐδὲν ἧττον κἀκεῖνα λεγούσης, ἅτινα περισπᾶν δοκεῖ (οὐκ) ὀλίγα ὄντα τοὺς ἀμαθῶς τὰ θεῖα γράμματα ἀναγινώσκοντας. ἐκτίθεσθαι δὲ νῦν τὰς περισπώσας λέξεις, πολλὰς τυγχανούσας, καὶ τὰς ἑρμηνείας αὐτῶν πολλῆς κατασκευῆς δεομένας οὐχ ἡγησάμην εἶναι ἁρμόζον τῇ προκειμένῃ συντάξει. κακὰ τοίνυν, εἰ μὲν τὰ κυρίως οὕτως ὀνομαζόμενα ἐξακούοι τις, ὁ θεὸς οὐ πεποίηκεν, ἀλλὰ τοῖς προηγουμένοις αὐτοῦ ἔργοις ὀλίγα ὡς πρὸς τὴν τῶν ὅλων διάταξιν τυγχάνοντα ἐπηκολούθησεν, ὥσπερ ἐπακολουθεῖ τοῖς προηγουμένοις τοῦ τέκτονος ἔργοις τὰ ἑλικοειδῆ ξέσματα καὶ πρίσματα καὶ τοῖς οἰκοδόμοις ποιεῖν δοκεῖν τὰ παρακείμενα ταῖς οἰκοδομαῖς ὡσπερεὶ κόπρια ἀποπίπτοντα τῶν λίθων καὶ τῆς κονίας. [6.56] Εἰ δὲ τὰ καταχρηστικῶς οὕτως ὀνομαζόμενα, λεγόμενα σωματικὰ κακὰ καὶ ἐκτὸς, τίς φησι, δεδόσθω ἔσθ᾿ ὅτε τούτων τινὰ πεποιηκέναι τὸν θεὸν, ἵνα διὰ τούτων ἐπιστρέψῃ τινάς, καὶ τί ἄτοπον ὁ λόγος ἔχειν δύναται; ὥσπερ γὰρ, εἰ καταχρηστικῶς ἀκουόντων ἡμῶν κακὰ τοὺς προσαγομένους πόνους τοῖς παιδευομένοις ὑπὸ πατέρων καὶ διδασκάλων καὶ παιδαγωγῶν, ἢ ὑπὸ ἰατρῶν τοῖς θεραπείας ἕνεκεν τεμνομένοις ἢ καυτηριαζομένοις. λέγομεν τὸν πατέρα κακοποιεῖν τοῖς υἱοῖς ἢ τοὺς παιδαγωγοὺς ἢ τοὺς διδασκάλους ἢ τοὺς ἰατροὺς, οὐδὲν ἂν κατηγοροῖντο οἱ τύπτοντες ἢ οἱ τέμνοντες· οὕτως. εἰ ὁ θεὸς λέγεται τὰ τοιαδὶ ἐπάγειν ἐπιστροφῆς καὶ θεραπείας ἕνεκεν τῶν δεομένων τοιούτων πόνων, οὐδὲν ἂν ἄτοπον ὁ λόγος ἔχοι· οὔτ᾿ ἂν καταβαίνῃ „κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ,“ τὴν ὑπόστασιν ἔχοντα ἐν τοῖς ἀπὸ τῶν πολεμίων πόνοις. προσαγομένοις αὐτοῖς εἰς ἐπιστροφὴν. οὔτ᾿ ἂν ἐπισκέπτηται „ἐν ῥάβδῳ τὰς ἀνομίας“ τῶν ἐγκαταλιπόντων „τὸν νόμον“ τοῦ θεοῦ „καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν,“ οὔτ᾿ ἂν λέγῃ τό· „ἔχεις ἄνθρακας πυρὸς, κάθισαι ἐπ᾿ αὐτοὺς, οὗτοι ἔσονταί σοι βοήθεια.“ τοῦτον δὲ τὸν τρόπον καὶ τὸ „ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακὰ“ διηγούμεθα· κτίζει γὰρ τὰ σωματικὰ ἢ τὰ ἐκτὸς κακὰ, καθαίρων καὶ παιδεύων τοὺς μὴ βουληθέντας παιδευθῆναι λόγῳ καὶ διδασκαλίᾳ ὑγιεῖ. καὶ ταῦτα μὲν εἰς τὸ πῶς μὲν ὁ θεὸς κακὰ ἐποίει; [6.57] Εἰς δὲ τὸ πῶς πείθειν καὶ νουθετεῖν ἀδυνατεῖ; προείρηται μὲν ὅτι πᾶσιν ἂν, εἴπερ ἔγκλημά ἐστι τὸ τοιοῦτον, προσάγοιτο ἡ τοῦ Κέλσου λέξις τοῖς ἀποδεχομένοις πρόνοιαν· ἀπολογήσαιτο δ᾿ ἄν τις ὅτι νουθετεῖν μὲν οὐκ ἀδυνατεῖ ὁ θεὸς. νουθετεῖ γὰρ διὰ πάσης γραφῆς καὶ διὰ τῶν χάριτι διδασκόντων θεοῦ τοὺς ἀκούοντας· εἰ μὴ ἄρα ἴδιόν τι σημαινόμενον ἐξακούοιτο εἰς τὸ νουθετεῖν τὸ καὶ ἐπιτυγχάνειν ἐν τῷ νουθετουμένῳ καὶ ἀκούειν τὸν τοῦ διδάσκοντος λόγον, ὅπερ ἐστὶ παρὰ τὴν ἔννοιαν τοῦ τετριμμένου ἐν τῇ συνηθείᾳ σημαινομένου. εἰς δὲ τὸ πῶς πείθειν ἀδυνατεῖ; καὶ αὐτὸ προσαχθὲν ἂν πᾶσι τοῖς πρόνοιαν παραδεχομένοις, ταῦτα λεκτέον. ἐπειδὴ τὸ πείθεσθαι ὡσπερεὶ τῶν καλουμένων ἀντιπεπονθότων ἐστὶν, ἀνάλογον τῷ κείρεσθαι ἄνθρωπον. ἐνεργοῦντα τὸ παρέχειν ἑαυτὸν τῷ κείροντι· διὰ τοῦτο οὐ μόνης δεῖται τῆς τοῦ πείθοντος ἐνεργείας ἀλλὰ καὶ τῆς, ἵν᾿ οὕτως ὀνομάσω, ὑποπτώσεως πρὸς τὸν πείθοντα ἢ παραδοχῆς τῶν λεγομένων ὑπὸ τοῦ πείθοντος. διὰ τοῦτο οὐ παρὰ τὸ μὴ δύνασθαι τὸν θεὸν πείθειν λεκτέον τοὺς μὴ πειθομένους μὴ πείθεσθαι, ἀλλὰ παρὰ τὸ ἐκείνους μὴ δέχεσθαι τοὺς πειστικοὺς λόγους τοῦ θεοῦ. τοῦτο δὲ καὶ ἐπ᾿ ἀνθρώπων λέγων τις, ὀνομαζομένων πειθοῦς δημιουργῶν, οὐκ ἂν ἁμάρτοι· δυνατὸν γὰρ καὶ τὸν ἄκρως κατειληφότα τὰ τῆς ῥητορικῆς θεωρήματα καὶ δεόντως αὐτοῖς χρώμενον πάντα μὲν ποιεῖν πρὸς τὸ πείθειν, μὴ τυγχάνοντα δὲ τῆς προαιρέσεως τοῦ ὀφείλοντος πείθεσθαι δοκεῖν μὴ πείθειν. ὅτι δὲ, κἂν τὸ πειστικοὺς λέγεσθαι λόγους ἀπὸ θεοῦ ἔρχηται, τό γε πείθεσθαι οὐκ ἔστιν ἀπὸ θεοῦ, σαφῶς ὁ Παῦλος διδάσκει λέγων· „ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.“ τοιοῦτόν ἐστι καὶ τὸ „ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται.“ ἵνα γάρ τις θέλῃ ἅπερ λέγει ὁ νουθετῶν καὶ εἰσακούσας αὐτῶν ἄξιος γένηται τῶν τοῦ θεοῦ ἐπαγγελιῶν, τῆς προαιρέσεως τοῦ ἀκούοντος δεῖ καὶ τῆς πρὸς τὰ λεγόμενα ἐπινεύσεως. διόπερ ἐν Δευτερονομίῳ ἐμφαντικῶς εἰρῆσθαί μοι δοκεῖ τό· „καὶ νῦν Ἰσραὴλ, τί κύριος ὁ θεός σου αἰτεῖ παρὰ σοῦ ἀλλ᾿ ἢ φοβεῖσθαι κύριον τὸν θεόν σου (καὶ) πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν καὶ“ „φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ;“ [6.58] Εἶθ᾿ ἑξῆς ἐστιν ἀπαντῆσαι πρὸς τὸ πῶς δ᾿ ἐπ᾿ αὐτοῖς ἀχαρίστοις καὶ πονηροῖς γενομένοις μεταμέλει καὶ τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ καὶ ἀπειλεῖ καὶ φθείρει τὰ ἴδια ἔκγονα; συκοφαντεῖ δ᾿ ἐν τούτοις καὶ καταψεύδεται τῶν ἐν τῇ Γενέσει γεγραμμένων τὸν τρόπον τοῦτον· „ἰδὼν δὲ κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· καὶ διενοήθη ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ εἶπεν ὁ θεός· ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανοῦ· ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς,“ τὰ μὴ γεγραμμένα ἐκτιθέμενος ὡς δηλούμενα ἀπὸ τῶν γεγραμμένων. μεταμέλεια γὰρ ἐν τούτοις οὐκ ὠνομάσθη θεοῦ οὐδ᾿ ὅτι τὴν ἑαυτοῦ τέχνην μέμφεται καὶ μισεῖ. εἰ δὲ δοκεῖ ὁ θεὸς ἀπειλεῖν τὰ τοῦ κατακλυσμοῦ καὶ φθείρειν ἐν αὐτῷ τὰ ἴδια ἔκγονα, λεκτέον ὅτι, ἀθανάτου τῆς ψυχῆς τῶν ἀνθρώπων τυγχανούσης, ἡ μὲν νομιζομένη ἀπειλὴ ἐπιστρέφειν βούλεται τοὺς ἀκούοντας, ἡ δ᾿ ἐν τῷ κατακλυσμῷ διαφθορὰ τῶν ἀνθρώπων καθάρσιόν ἐστι τῆς γῆς, ὡς καὶ Ἑλλήνων οἱ μὴ εὐκαταφρονήτως φιλοσοφήσαντες εἰρήκασιν ἐν τῷ· „ὅταν δ᾿ οἱ θεοὶ τὴν γῆν καθαίρωσι.“ περὶ δὲ τῶν ὡσπερεὶ ἀνθρωποπαθῶν λέξεων ἀναφερομένων ἐπὶ τὸν θεὸν οὐκ ὀλίγα ἡμῖν καὶ ἐν τοῖς ἀνωτέρω λέλεκται. [6.59] Ὑπιδόμενος δ᾿ ἑξῆς ὁ Κέλσος τάχα δὲ καὶ αὐτὸς συνιδὼν, ὅ τι δύναται λεχθῆναι ὑπὸ τῶν ἀπολογουμένων περὶ τῶν ἐν τῷ κατακλυσμῷ διαφθαρέντων, φησίν· εἰ δὲ μὴ διαφθείρει τὰ ἴδια ἔκγονα, ποῖ ποτε αὐτὰ ὑπεξάγει τοῦ κόσμου τοῦδε, (??)ν ἐποίησεν αὐτός; καὶ πρὸς τοῦτο δὲ λέγομεν ὅτι τοῦ μὲν παντὸς κόσμου, συνεστῶτος ἐξ οὐρανοῦ καὶ γῆς, οὐ πάντως ὑπεξάγει τοὺς τὸν κατακλυσμὸν πεπονθότας, ἀπαλλάττει δ᾿ αὐτοὺς τῆς ἐν σαρκὶ ζωῆς καὶ ἀπολύσας τῶν σωμάτων ἀπολύει ἅμα καὶ τοῦ ἐπὶ γῆς τυγχάνειν, ἣν πολλαχοῦ τῶν γραφῶν ἔθος ὀνομάζεσθαι κόσμον. μάλιστα δ᾿ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ πολλάκις ἔστιν εὑρεῖν κόσμον τὸν περίγειον ὀνομαζόμενον τόπον, ὥσπερ καὶ ἐν τῷ „ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον,“ καὶ „ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ εἰ μὲν οὖν ἀκούει τις τοῦ ὑπεξάγει τοῦ κόσμου τοῦδε τοῦ περιγείου τόπου, οὐδὲν ἄτοπον ἀπαντᾷ τῷ λόγῳ· εἰ δὲ κόσμον τὸ ἐξ οὐρανοῦ καὶ γῆς σύστημα ὀνομάζει τις, οὐ πάντως οἱ τὸν κατακλυσμὸν παθόντες ὑπεξάγονται ἀπὸ τοῦ οὕτως ὀνομαζομένου κόσμου. καίτοι γε εἴποι ἄν τις, νοήσας τὸ „μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα“ καὶ τὸ „τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται,“ ὅτι πρὸς τοῖς ἀοράτοις καὶ ἁπαξαπλῶς ὀνομαζομένοις μὴ βλεπομένοις τυγχάνων ὑπεξῆλθε τὸν κόσμον, τοῦ λόγου αὐτὸν ὑπεξάγοντος ἐντεῦθεν καὶ ἐπὶ τὸν ὑπερουράνιον ἐπὶ τῇ θέᾳ τῶν καλῶν μετατιθέντος τόπον. [6.60] Μετὰ δὲ τὴν ἐξετασθεῖσαν λέξιν ὡσπερεὶ σκοπὸν ἔχων τὸ ὅπως ποτὲ πολλῶν λόγων πληρῶσαι τὸ βιβλίον, ἄλλαις λέξεσι τὰ παραπλήσιά φησι τοῖς ὀλίγῳ ἀνωτέρω ἐξετασθεῖσιν, ἐν οἷς ἔλεγε· μακρῷ δ᾿ εὐηθέστερον τὸ καὶ ἡμέρας τινὰς ἐπιδιανεῖμαι τῇ κοσμογονίᾳ, πρὶν εἶναι ἡμέρας· οὐρανοῦ γὰρ οὔπω γεγονότος οὐδὲ γῆς πω ἐρηρεισμένης οὐδ᾿ ἡλίου πω τῇδε φερομένου, πῶς ἡμέραι ἦσαν; τί γὰρ διαφέρει ταῦτα τοῦ ἔτι δ᾿ ἄνωθεν λαβόντες ἐπισκεψώμεθα, πῶς οὐκ ἂν ἄτοπος εἴη θεὸς ὁ πρῶτος καὶ ὁ μέγιστος κελεύων· γενέσθω τόδε καὶ ἕτερον τόδε ἢ τόδε, καὶ μιᾷ μὲν ἡμέρᾳ τοσόνδε τεκταινόμενος τῇ δευτέρᾳ δ᾿ αὖθις τοσῷδε πλέον καὶ τρίτῃ καὶ τετάρτῃ καὶ πέμπτῃ καὶ ἕκτῃ; δυνάμει δ᾿ εἴπομεν καὶ εἰς τὸ κελεύων· γενέσθω τόδε καὶ ἕτερον τόδε ἢ τόδε, ὅτε παρετιθέμεθα τὸ „αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν,“ λέγοντες τὸν μὲν προσεχῶς δημιουργὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ λόγον καὶ ὡσπερεὶ αὐτουργὸν τοῦ κόσμου, τὸν δὲ πατέρα τοῦ λόγου τῷ προστεταχέναι τῷ υἱῷ ἑαυτοῦ λόγῳ ποιῆσαι τὸν κόσμον εἶναι πρώτως δημιουργόν. περὶ δὲ τοῦ μιᾷ μὲν ἡμέρᾳ γεγονέναι „τὸ φῶς“ δευτέρᾳ δὲ „τὸ στερέωμα,“ τρίτῃ δὲ συνῆχθαι τὰ „ὑποκάτω τοῦ οὐρανοῦ“ (ὕδατα) εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ οὕτω βεβλαστηκένει τὴν γῆν τὰ ὑπὸ μόνης φύσεως διοικούμενα, καὶ τετάρτῃ τοὺς „φωστῆρας“ καὶ „ἀστέρας“ καὶ πέμπτῃ τὰ νηκτὰ καὶ ἕκτῃ τὰ χερσαῖα καὶ „τὸν ἄνθρωπον,“ κατὰ τὸ δυνατὸν ἡμῖν ἐν τοῖς πραγματευθεῖσιν εἰς τὴν Γένεσιν εἰρήκαμεν· καὶ ἐν τοῖς ἀνωτέρω δὲ ἐγκαλοῦντες τοῖς κατὰ τὴν προχειροτέραν ἐκδοχὴν φήσασι χρόνους ἓξ ἡμερῶν διεληλυθέναι εἰς τὴν κοσμοποιΐαν παρετιθέμεθα τὸ „αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς. ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.“ [6.61] Εἶτα πάλιν μὴ κατακούσας τοῦ „καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι“ καὶ οἰηθεὶς ταὐτὸν εἶναι τὸ „κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ“ καὶ τὸ „ἀνεπαύσατο τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ“ φησί· μετὰ τοῦτο μὴν ὥσπερ τις ἀτεχνῶς πονηρὸς χειροτέχνης ἐκκαμὼν καὶ πρὸς ἀνάπαυσιν ἀργίας δεηθείς. οὐδὲ γὰρ οἶδε, τίς ἡ μετὰ τὴν ὅσον ὁ κόσμος συνέστηκεν ἐνεργουμένην κοσμοποιΐαν, ἡ τοῦ σαββάτου καὶ τῆς καταπαύσεως τοῦ θεοῦ ἡμέρα, ἐν ᾗ ἑορτάσουσιν ἅμα τῷ θεῷ οἱ πάντα τὰ ἔργα ἑαυτῶν ταῖς ἓξ ἡμέραις πεποιηκότες καὶ διὰ τὸ μηδὲν παραλελοιπέναι τῶν ἐπιβαλλόντων ἀναβαίνοντες ἐπὶ τὴν θεωρίαν καὶ τὴν ἐν αὐτῇ τῶν δικαίων καὶ μακαρίων πανήγυριν. εἶτα ὡς ἤτοι τῶν γραφῶν οὕτω λεγουσῶν ἢ καὶ ἡμῶν αὐτῶν οὕτως διηγουμένων περὶ θεοῦ, ὅτι καμὼν ἀνεπαύσατο, φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν οὔτε χειρουργεῖν οὔτε κελεύειν. ὁ μὲν οὖν Κέλσος φησὶν ὅτι οὐ θέμις τὸν πρῶτον θεὸν κάμνειν· ἡμεῖς δὲ εἴποιμεν ἂν ὅτι οὐδ᾿ ὁ θεὸς λόγος κάμνει οὐδ᾿ ὅσοι τῆς κρείττονος ἤδη καὶ θειοτέρας τάξεως ἔχονται· τὸ γὰρ κάμνειν ἐστὶ τῶν ἐν σώματι. ζητήσεις δὲ, πότερον ἢ τῶν ἐν οἱῳποτοῦν σώματι ἢ τῶν ἐν τῷ γηΐνῳ καὶ ὀλίγον τούτου βελτίονι. ἀλλ᾿ οὐδὲ θέμις τὸν πρῶτον θεὸν χειρουργεῖν· ἐὰν δὲ κυρίως ἀκούῃς τοῦ χειρουργεῖν, οὐδὲ τὸν δεύτερον οὐδ᾿ ἄλλο τι τῶν θειοτέρων. ἀλλ᾿ ἔστω καταχρηστικῶς λέγεσθαι τὸ χειρουργεῖν ἢ τροπικῶς, ἵνα διηγησώμεθα καὶ τὸ „ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα“ καὶ „αἱ χεῖρες αὐτοῦ ἔστησαν τὸν οὐρανὸν“ καὶ εἴ τι τούτοις εἴρηται παραπλησίως, τροπολογούντων ἡμῶν χεῖρας καὶ μέλη τοῦ θεοῦ· τί οὖν ἄτοπον οὕτω χειρουργεῖν θεόν; ὡς οὐκ ἄτοπον δὲ οὕτω χειρουργεῖν θεὸν, οὕτως οὐδὲ τὸ κελεύειν αὐτὸν, ἵνα καλὰ καὶ ἐπαινετὰ ᾖ τὰ ὑπὸ τοῦ κελευομένου ἐπιτελούμενα τῷ θεὸν εἶναι τὸν κεκελευκότα περὶ αὐτῶν. [6.62] Πάλιν τε αὖ ὁ Κέλσος τάχα μὲν παρακούσας τοῦ „τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα“ τάχα δὲ καὶ τῶν ἰδιωτῶν προπετευσαμένων περὶ τῆς τῶν τοιούτων διηγήσεως, μὴ νοήσας τε, ἐπὶ τίνων τάσσεται τὰ ὀνόμασι σωματικῶν μελῶν ἐπὶ τῶν δυνάμεων τοῦ θεοῦ λεγόμενα, φησίν· οὐδὲ στόμα αὐτῷ ἐστιν οὐδὲ φωνή. ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνὴ, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἢ πληγὴ ἀέρος ἢ εἶδος ἀέρος ἢ ὅ τι δήποτε ὁρίζονται εἶναι τὴν φωνὴν οἱ περὶ ταῦτα δεινοί· ἀλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ ὡς θεοῦ φωνὴ ὁρᾶσθαι λέγεται ὑπὸ τοῦ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ θεοῦ,“ τοῦ ὁρᾶσθαι λαμβανομένου, ἵνα κατὰ τὴν συνήθειαν ὀνομάσω τῆς γραφῆς, πνευματικῶς. ἀλλ᾿ οὐδ᾿ ἄλλο φησὶν εἶναι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν· τίνων δ᾿ ἡμεῖς ἴσμεν, οὐ σαφηνίζει. εἰ μὲν γὰρ μελῶν, σύμφαμεν αὐτῷ προσυπακούοντες ὧν ἴσμεν σωματικῶς καὶ κοινότερον ὀνομαζομένων· εἰ δὲ καθόλου ἀκούοιμεν· τοῦ ὧν ἡμεῖς ἴσμεν, πολλῶν ἡμεῖς ἴσμεν ἐξακουομένου· ἔστι γὰρ αὐτῷ ἀρετὴ καὶ μακαριότης καὶ θειότης. εἰ δέ τις ἀκούοι ὑψηλότερον τοῦ ὧν ἡμεῖς ἴσμεν, ἐπεὶ πάντα ἃ ἴσμεν ἐλάττονά ἐστι τοῦ θεοῦ· οὐδὲν ἄτοπον καὶ ἡμᾶς παραδέξασθαι ὅτι οὐδέν ἐστι τῷ θεῷ ὧν ἡμεῖς ἴσμεν. κρείττονα γάρ ἐστι πάντων ὧν οἶδεν οὐ μόνη ἡ τοῦ ἀνθρώπου φύσις ἀλλὰ καὶ τῶν ὑπεραναβεβηκότων αὐτὴν τὰ προσόντα τῷ θεῷ. εἰ δ᾿ ἀνεγνώκει τὰς τῶν προφητῶν λέξεις, τοῦ μὲν Δαυῒδ λέγοντος· „σὺ δὲ ὁ αὐτὸς εἶ,“ τοῦ δὲ Μαλαχίου οἶμαι· „καὶ οὐκ ἠλλοίωμαι,“ ἑώρα αν ὅτι οὐδεὶς ἡμῶν φησιν εἶναι μεταβολὴν ἐν τῷ θεῷ οὔτ᾿ ἔργῳ οὔτ᾿ ἐπινοίᾳ. μένων γὰρ „ὁ αὐτὸς“ διοικεῖ τὰ μεταβλητὰ, ὡς πέφυκε, καὶ λόγος αὐτοῦ αἱρεῖ διοικεῖσθαι αὐτά. [6.63] Εἶτά φησιν ὁ Κέλσος, μὴ ἐνιδὼν τῇ διαφορᾷ τοῦ „κατ᾿ εἰκόνα θεοῦ“ καὶ „τῆς εἰκόνος αὐτοῦ,“ ὅτι „εἰκὼν“ μὲν „τοῦ θεοῦ“ ὁ „πρωτότοκος πάσης κτίσεώς“ ἐστιν ὁ αὐτολόγος καὶ ἡ αὐτοαλήθεια ἔτι δὲ καὶ ἡ αὐτοσοφία, „εἰκὼν“ οὖσα „τῆς ἀγαθότητος αὐτοῦ,“ „κατ᾿ εἰκόνα“ δὲ τοῦ „θεοῦ“ ὁ ἄνθρωπος πεποίηται. ἔτι δὲ καὶ ὅτι πᾶς ἀνὴρ, οὗ „Χριστός ἐστι κεφαλὴ,“ „εἰκὼν καὶ δόξα θεοῦ“ ὑπάρχει· ἀλλ᾿ οὐδ᾿ ἐπιστήσας, ἐν τίνι τῶν τοῦ ἀνθρώπου τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ χαρακτηρίζεται, καὶ ὅτι ἐν τῇ ἢ μὴ ἐσχηκυίᾳ ἢ μηκέτι ἐχούσῃ ψυχῇ „τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,“ ἐκ τοῦ μὴ ἔχειν ταῦτα χρηματιζούσῃ „κατ᾿ εἰκόνα“ τοῦ κτίσαντος, φησὶ τό· οὐδ᾿ ἄνθρωπον ἐποίησεν εἰκόνα αὐτοῦ· οὐ γὰρ τοιόσδε ὁ θεὸς οὔτ᾿ ἄλλῳ εἴδει οὐδενὶ ὅμοιος. οἷον δ᾿ ἐστὶ τοῦ συνθέτου ἀνθρώπου τῷ χείρονι μέρει, λέγω δὲ τῷ σώματι, νομίζειν ἐνυπάρχειν τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ,“ ὡς δ᾿ ὁ Κέλσος ἐξείληφεν, αὐτὸ εἶναι τὸ „κατ᾿ εἰκόνα“ αὐτοῦ; εἰ γὰρ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ ἐν τῷ σώματί ἐστι μόνῳ, ἐστέρηται τὸ κρεῖττον, ἡ ψυχὴ, τοῦ „κατ᾿ εἰκόνα“ καὶ ἔστιν ἐν τῷ φθαρτῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν λέγει. εἰ δ᾿ ἐστὶν ἐν τῷ συναμφοτέρῳ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ,“ ἀνάγκη σύνθετον εἶναι τὸν θεὸν καὶ οἱονεὶ συνεστῶτα καὶ αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, ἵνα τὸ μὲν „κατ᾿ εἰκόνα“ τὸ κρεῖττον ᾖ ἐν τῇ ψυχῇ, τὸ δ᾿ ἔλαττον καὶ κατὰ τὸ σῶμα ἐν τῷ σώματι, ὅπερ οὐδεὶς ἡμῶν φησι. λείπεται δὴ τὸ „κατ᾿ εἰκόνα“ τοῦ „θεοῦ“ ἐν τῷ καθ᾿ ἡμᾶς λεγομένῳ ἔσω ἀνθρώπῳ καὶ ἀνακαινουμένῳ καὶ πεφυκότι γίνεσθαι „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ νοεῖσθαι [τὸ „κατ᾿ εἰκόνα“], ὅτε γίνεταί τις „τέλειος“, „ὡς ὁ πατὴρ ὁ οὐράνιος τέλειός ἐστι“, καὶ ἀκούει ὅτι „ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν,“ καὶ μανθάνων τὸ „μιμηταὶ τοῦ θεοῦ γίνεσθε“ ἀναλαμβάνει εἰς τὴν ἑαυτοῦ ἐνάρετον ψυχὴν τοὺς χαρακτῆρας τοῦ θεοῦ· ὅτε καὶ „ναός“ ἐστι τοῦ ἐν τῷ „κατ᾿ εἰκόνα“ ἀνειληφότος τοῦ θεοῦ τὰ τοῦ θεοῦ „τὸ σῶμα,“ τοῦ τοιαύτην ἔχοντος ψυχὴν καὶ ἐν τῇ ψυχῇ διὰ τὸ „κατ᾿ εἰκόνα“ τὸν θεόν. [6.64] Πάλιν δὲ αυ ἑαυτῷ συνείρει πλείονα λέγων ὡς ὑφ᾿ ἡμῶν διδόμενα, ἅπερ οὐδεὶς τῶν ἐν Χριστιανοῖς νοῦν ἐχόντων δίδωσιν. οὐ γάρ φησι τὶς ἡμῶν ὅτι μετέχει σχήματος ὁ θεὸς ἢ χρώματος, ἀλλ᾿ οὐδὲ κινήσεως μετέχει ὁ διὰ τὸ ἑστηκέναι καὶ βεβαίαν εἶναι τὴν φύσιν αὐτοῦ προκαλούμενος καὶ τὸν δίκαιον ἐπὶ τὰ παραπλήσια καὶ λέγων· „σὺ δὲ αὐτοῦ στῆθι μετ᾿ ἐμοῦ.“ εἰ δέ τινες λέξεις οἱονεὶ κίνησίν τινα παριστᾶσιν αὐτοῦ, ὡς καὶ ἡ λέγουσα· „ἤκουσαν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν,“ οὕτως ἀκουστέον τῶν τοιούτων ὡς κινουμένου νοουμένου τοῦ θεοῦ τοῖς ἡμαρτηκόσιν, ἢ οὕτως ἀκουστέον τῶν τοιούτων ὡς καὶ ὕπνου θεοῦ τροπικῶς λεγομένου ἢ ὀργῆς ἤ τινος τῶν παραπλησίων. ἀλλ᾿ οὐδ᾿ οὐσίας μετέχει ὁ θεός· μετέχεται γὰρ μᾶλλον ἢ μετέχει, καὶ μετέχεται ὑπὸ τῶν ἐχόντων „πνεῦμα θεοῦ“. καὶ ὁ σωτὴρ ἡμῶν οὐ μετέχει μὲν δικαιοσύνης, „δικαιοσύνη“ δὲ ὢν μετέχεται ὑπὸ τῶν δικαίων. πολὺς δ᾿ ὁ περὶ τῆς οὐσίας λόγος καὶ δυσθεώρητος καὶ μάλιστα, ἐὰν ἡ κυρίως οὐσία ἡ ἑστῶσα καὶ ἀσώματος ᾖ· ἵν᾿ εὑρεθῇ, πότερον ἐπέκεινα οὐσίας ἐστὶ πρεσβείᾳ καὶ δυνάμει ὁ θεὸς μεταδιδοὺς οὐσίας οἷς μεταδίδωσι κατὰ τὸν ἑαυτοῦ λόγον καὶ αὐτῷ λόγῳ, ἢ καὶ αὐτός ἐστιν οὐσία, πλὴν τῇ φύσει ἀόρατος λέγεται ἐν τῷ περὶ τοῦ σωτῆρος λόγῳ φάσκοντι· „ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου,“ σημαίνεται δὲ ἐκ τῆς „ἀοράτου“ φωνῆς ὁ ἀσώματος. ζητητέον δὲ καὶ, εἰ οὐσίαν μὲν οὐσιῶν λεκτέον καὶ ἰδέαν ἰδεῶν καὶ ἀρχὴν τὸν μονογενῆ καὶ πρωτότοκον „πάσης κτίσεως“ ἐπέκεινα δὲ πάντων τούτων τὸν πατέρα αὐτοῦ καὶ θεόν. [6.65] Ὁ μὲν οὖν Κέλσος περὶ θεοῦ φησιν ὅτι ἐξ αὐτοῦ τὰ πάντα, ἀπολύσας οὐκ οἶδ᾿ ὅπως τὰ πάντα αὐτοῦ· ὁ δ᾿ ἡμέτερος Παῦλος „ἐξ αὐτοῦ“ λέγει „καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα,“ παριστὰς τὴν ἀρχὴν τῆς τῶν πάντων ὑποστάσεως ἐν τῷ „ἐξ αὐτοῦ“ καὶ τὴν συνοχὴν ἐν τῷ „δι᾿ αὐτοῦ“ καὶ τὸ τέλος ἐν τῷ „εἰς αὐτόν.“ ἀληθῶς δὲ ἐξ οὐδενὸς ὁ θεός. ἐπεὶ δέ φησιν ὅτι οὐδὲ λόγῳ ἐφικτὸς, διαστέλλομαι τὸ σημαινόμενον καί φημι· εἰ μὲν λόγῳ τῷ ἐν ἡμῖν, εἴτε ἐνδιαθέτῳ εἴτε καὶ προφορικῷ, καὶ ἡμεῖς φήσομεν ὅτι οὐκ ἔστιν ἐφικτὸς τῷ λόγῳ ὁ θεός· εἰ δὲ νοήσαντες τὸ „ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος“ ἀποφαινόμεθα ὅτι τούτῳ τῷ λόγῳ ἐφικτός ἐστιν ὁ θεὸς, οὐ μόνῳ αὐτῷ καταλαμβανόμενος ἀλλὰ καὶ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ τὸν πατέρα, ψευδοποιήσομεν τὴν Κέλσου λέξιν φάσκοντος· οὐδὲ λόγῳ ἐφικτός ἐστιν ὁ θεός. καὶ τὸ οὐκ ὀνομαστὸς δὲ διαστολῆς δεῖται. εἰ μὲν γὰρ, ὅτι οὐδὲν τῶν ἐν λέξεσι καὶ σημαινομένοις δύναται παραστῆσαι τὰς ἰδιότητας τοῦ θεοῦ, ἀληθές ἐστι τὸ λεγόμενον, εἴ γε καὶ πολλαὶ ποιότητες οὐκ εἰσὶν ὀνομασταί. τίς γὰρ δύναται ὀνόμασι διαφορὰν δοῦναι ποιότητος γλυκύτητος φοίνικος καὶ γλυκύτητος ἰσχάδος; τίς δὲ ὀνόματι δύναται διαστείλασθαι καὶ παραστῆσαι τὴν ἑκάστου ἰδίαν ποιότητα; οὐδὲν οὖν θαυμαστὸν, εἰ οὐκ ἔστιν οὕτως ὀνομαστὸς ὁ θεός. εἰ δὲ τὸ ὀνομαστὸν λαμβάνεις καθὸ οἷόν τε ἐστὶν ὀνόμασι παραστῆσαί τι τῶν περὶ αὐτοῦ εἰς τὸ χειραγωγῆσαι τὸν ἀκροατὴν καὶ ποιῆσαι νοῆσαι περὶ θεοῦ κατὰ τὸ ἐφικτὸν τῇ ἀνθρωπίνῃ φύσει τινὰ τῶν περὶ αὐτοῦ, οὐδὲν ἄτοπον λέγειν αὐτὸν ὀνομαστόν. οὕτω δὲ διαστελούμεθα καὶ τὸ οὐδὲν γὰρ πέπονθεν ὀνόματι καταληπτόν. ἀληθὲς δὲ καὶ τὸ ἔξω παντὸς πάθους εἶναι τὸν θεόν. καὶ ταῦτα μὲν ταύτῃ. [6.66] Ἴδωμεν δὲ καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν, δι᾿ ἧς οἱονεὶ προσωποποιεῖταί τινα, μετὰ τὸ ἀκοῦσαι τούτων τοιαῦτα λέγοντα· πῶς οὖν γνῶ τὸν θεόν; καὶ πῶς τὴν ἐκεῖσε ὁδὸν μάθω; καὶ πῶς αὐτόν μοι δεικνύεις; ὡς νῦν γε σκότον μου τῶν ὀφθαλμῶν προβάλλεις, καὶ οὐδὲν ἐναργὲς βλέπω. εἶτα πρὸς τὸν οὕτως ἐπαπορήσαντα οἱονεὶ ἀποκρίνεται, καί [φησι] τὴν αἰτίαν τοῦ σκότον [εἶναι] τῶν ὀφθαλμῶν κατακεχύσθαι τοῦ εἰπόντος τὰ προειρημένα ἀποδιδόναι νομίζει φάσκων· οὓς ἄν τις εἰς λαμπρὸς φῶς ἐκ σκότους προαγάγῃ, τούτους μὴ δυναμένους ἀντέχειν ταῖς μαρμαρυγαῖς κολάζεσθαι τὴν ὄψιν καὶ βλάπτεσθαι καὶ νομίζειν πηροῦσθαι. καὶ πρὸς ταῦτα δὲ φήσομεν καθῆσθαι μὲν ἐν σκότῳ καὶ ἱδρῦσθαι ἐν αὐτῷ πάντας τοὺς εἰς τὰς τῶν ζωγράφων καὶ πλαστῶν τῶν καὶ ἀνδριαντοποιῶν ἐνορῶντας κακοτεχνίας, μὴ βουλομένους δ᾿ ἀναβλέψαι καὶ ἀναβῆναι τῷ νῷ ἀπὸ ὁρατῶν καὶ πάντων αἰσθητῶν ἐπὶ τὸν ὅλων δημιουργὸν, ὅς ἐστι φῶς· ἐν φωτὶ δὲ τυγχάνειν πάντα τὸν ταῖς τοῦ λόγου αὐγαῖς ἀκολουθήσαντα, δείξαντος ἀφ᾿ ὅσης ἀγνοίας καὶ ἀσεβείας καὶ τῆς περὶ τὸ θεῖον ἀμαθίας ταῦτα ἀντὶ τοῦ θεοῦ προσεκυνεῖτο, καὶ χειραγωγήσαντος τὸν τοῦ βουλομένου σῴζεσθαι νοῦν πρὸς τὸν ἀγένητον καὶ ἐπὶ πᾶσι θεόν. „λαὸς“ γὰρ „ὁ καθήμενος ἐν σκοτίᾳ“, ὁ τῶν ἐθνῶν, „φῶς εἶδε μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν,“ ὁ θεὸς Ἰησοῦς. οὐδεὶς οὖν Χριστιανὸς ἀποκρίνεται τῷ Κέλσῳ ἤ τινι τῶν κατηγορούντων τοῦ θείου λόγου φάσκων· πῶς γνῶ τὸν θεόν; ἕκαστος γὰρ αὐτῶν, ὡς ἐγχωρεῖ, ἔγνω τὸν θεόν. καὶ οὐδείς φησι· πῶς τὴν ἐκεῖσε ὁδὸν μάθω; ἅτε ἀκούσας τοῦ εἰπόντος· „ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ“ καὶ γευσάμενος ἐν τῷ ὁδεύειν τῆς ἀπὸ τοῦ ὁδεύειν ὠφελείας. καὶ οὐδεὶς ἂν Χριστιανῶν λέγοι Κέλσῳ· πῶς μοι δεικνύεις τὸν θεόν; [6.67] Τοῦτο δ᾿ ἐν τοῖς προκειμένοις ὁ Κέλσος εἶπεν ἀληθὲς. ὅτι ἀκούσας τις αὐτοῦ τῶν λόγων ἀποκρίνεται, ἰδὼν δ᾿ ὅτι λόγοι σκότους εἰσὶν οἱ λόγοι αὐτοῦ, ὅτι σκότος μου τῶν ὀφθαλμῶν προβάλλεις. Κέλσος μὲν ουν καὶ οἱ παραπλήσιοι αὐτῷ προβάλλειν σκότον τῶν ὀφθαλμῶν ἡμῶν θέλουσιν, ἡμεῖς δὲ τῷ φωτὶ τοῦ λόγου ἐξαφανίζομεν τὸ σκότος τῶν ἀσεβῶν δογμάτων. εἴποι δ᾿ ἂν ὁ Χριστιανὸς πρὸς Κέλσον οὐδὲν ἐναργὲς καὶ πληκτικὸν λέγοντα τό· οὐδὲν ἐναργὲς βλέπω ἐν τοῖς σοῖς λόγοις. οὐκ ἐκ σκότου τοίνυν εἰς λαμπρὸν φῶς προάγει ἡμᾶς ὁ Κέλσος, ἀλλὰ βούλεται ἐκ φωτὸς μεταστῆσαι εἰς σκότον, τιθεὶς „τὸ σκότος“ εἶναι „φῶς καὶ τὸ φῶς σκότος“ καὶ ὑποκείμενος τῷ καλῶς εἰρημένῳ ὑπὸ Ἡσαΐου τὸν τρόπον τοῦτον· „οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος.“ ἀλλ᾿ ἡμεῖς. ἀνοίξαντος τοῦ λόγου τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἡμῶν, ὁρῶντες διαφορὰν φωτὸς καὶ σκότους ἐν φωτὶ μὲν παντὶ τρόπῳ ἵστασθαι προαιρούμεθα, τῷ δὲ σκότῳ οὐδαμῶς προσεῖναι βουλόμεθα. ἔμψυχον δὲ τυγχάνον τὸ ἀληθινὸν φῶς ἐπίσταται, τίνι μὲν δεικτέον ἔσται τὰς μαρμαρυγὰς τίνι δὲ φῶς, οὐ παριστάντος αὐτοῦ τὴν λαμπρότητα ἑαυτοῦ διὰ τὴν ἔτι δὲ φῶς, οὐ ἀσθένειαν τοῖς ὀφθαλμοῖς ἐκείνου. εἰ δ᾿ ὅλως χρὴ λέγειν κολάζεσθαι καὶ βλάπτεσθαι ὄψιν. τίνος ἂν ἄλλου φήσωμεν τοὺς ὀφθαλμοὺς ταῦτα πάσχειν ἢ τοῦ ὑπὸ τῆς περὶ θεοῦ ἀγνοίας συνεχομένου καὶ τοῦ ὑπὸ τῶν παθῶν ἐμποδιζομένου βλέπειν ἀλήθειαν; Χριστιανοὶ μὲν οὖν οὐδαμῶς νομίζουσι πηροῦσθαι ὑπὸ τῶν Κέλσου ἤ τινος ἀλλοτρίου θεοσεβείας λόγων· οἱ δ᾿ αἰσθανόμενοι ἑαυτῶν πηρουμένων ὑπὸ τοῦ κατακολουθεῖν ὄχλοις πλανωμένων καὶ ἔθνεσιν ἑορταζόντων δαιμονίοις προσίτωσαν τῷ χαριζομένῳ ὀφθαλμοὺς λόγῳ, ἵν᾿ ὁμοίως τοῖς παρὰ τῇ ὁδῷ ἐῤῥιμμένοις πτωχοῖς καὶ τυφλοῖς. ὑπὸ τοῦ Ἰησοῦ θεραπευθεῖσι διὰ τὸ εἰρηκέναι αὐτῷ· „υἱὲ Δαυΐδ, ἐλέησόν με,“ ἐλεηθέντες ἀπολάβωσι τοὺς ὀφθαλμοὺς καινοὺς καὶ καλοὺς, ὁποίους λόγος θεοῦ δημιουργήσαι ἄν. [6.68] Διόπερ ἐὰν ἔρηται ἡμᾶς Κέλσος, πῶς οἰόμεθα γνωρίζειν τὸν θεὸν, καὶ πῶς πρὸς αὐτὸν σωθήσεσθαι· ἀποκρινούμεθα ὅτι ἱκανός ἐστιν ὁ τοῦ θεοῦ λόγος, γενόμενος τοῖς ζητοῦσιν αὐτὸν ἢ τοῖς ἐπιφαινόμενον αὐτὸν παραδεχομένοις, γνωρίσαι καὶ ἀποκαλύψαι τὸν πατέρα, πρὸ τῆς παρουσίας αὐτοῦ οὐχ ὁρώμενον. τίς δ᾿ ἄλλος σῶσαι καὶ προσαγαγεῖν τῷ ἐπὶ πᾶσι θεῷ δύναται τὴν τοῦ ἀνθρώπου ψυχὴν ἢ ὁ θεὸς λόγος; ὅστις „ἐν ἀρχῇ πρὸς τὸν θεὸν“ ὢν διὰ τοὺς κολληθέντας τῇ σαρκὶ καὶ γενομένους ὅπερ „σὰρξ“ „ἐγένετο“ „σὰρξ,“ ἵνα χωρηθῇ ὑπὸ τῶν μὴ δυναμένων αὐτὸν βλέπειν καθὸ „λόγος“ ἦν καὶ „πρὸς θεὸν“ ἦν „καὶ θεὸς ἦν.“ καὶ σωματικῶς γε λαλούμενος καὶ ὡς „σὰρξ“ ἀπαγγελλόμενος ἐφ᾿ ἑαυτὸν καλεῖ τοὺς ὄντας σάρκα, ἵν᾿ αὐτοὺς ποιήσῃ πρῶτον μορφωθῆναι κατὰ λόγον τὸν γενόμενον σάρκα, καὶ μετὰ τοῦτο αὐτοὺς ἀναβιβάσῃ ἐπὶ τὸ ἰδεῖν αὐτὸν, ὅπερ ἦν πρὶν γένηται „σάρξ“· ὥστε αὐτοὺς ὠφεληθέντας καὶ ἀναβάντας ἀπὸ τῆς κατὰ σάρκα εἰσαγωγῆς εἰπεῖν τό· „εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.“ „σὰρξ“ οὖν „ἐγένετο,“ καὶ γενόμενος „σὰρξ“ „ἐσκήνωσεν ἐν ἡμῖν“ οὐκ ἔξω γινόμενος ἡμῶν, σκηνώσας δὲ καὶ γενόμενος ἐν ἡμῖν οὐκ ἔμεινεν ἐπὶ τῆς πρώτης μορφῆς, ἀλλ᾿ ἀναβιβάσας ἡμᾶς ἐπὶ τὸ λογικὸν „ὑψηλὸν ὄρος“ ἔδειξεν ἡμῖν τὴν ἔνδοξον μορφὴν ἑαυτοῦ καὶ τὴν λαμπρότητα τῶν ἐνδυμάτων αὐτοῦ καὶ οὐχ ἑαυτοῦ γε μόνου ἀλλὰ καὶ τοῦ πνευματικοῦ γε νόμου, ὅς ἐστιν „ἐν δόξῃ“ ὀφθεὶς μετὰ Ἰησοῦ „Μωϋσῆς“. ἔδειξε δ᾿ ἡμῖν καὶ πᾶσαν προφητείαν, οὐδὲ μετὰ τὸ ἐνανθρωπῆσαι ἀποθνῄσκουσαν ἀλλ᾿ ἀναλαμβανομένην εἰς οὐρανὸν, ἧς σύμβολον Ἠλίας ἦν. ὁ δὲ ταῦτα θεωρήσας εἴποι ἂν τό· „ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.“ Κέλσος μὲν οὖν ἰδιωτικώτερον ἀνέπλασεν ἃ οἴεται ἡμᾶς λέξειν πρὸς τὸ πύσμα αὐτοῦ· πῶς οἰόμεθα γνωρίσειν τὸν θεὸν, καὶ πῶς σωθήσεσθαι πρὸς αὐτόν; ἡμεῖς δὲ εἴποιμεν ἂν τὰ προεκκείμενα. [6.69] Πλήν φησιν ὁ Κέλσος ἡμᾶς ἀποκρίνεσθαι εἰκότι στοχασμῷ, ὁμολογῶν ἀναγράφειν ἡμῶν τὴν ἀπόκρισιν οὕτως ἔχουσαν· ἐπειδὴ μέγας ἐστὶ καὶ δυσθεώρητος ὁ θεὸς, πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαι παρ᾿ αὐτοῦ καὶ μαθεῖν. οὐ μόνος δὲ μέγας καθ᾿ ἡμᾶς ἐστιν ὁ τῶν ὅλων θεὸς καὶ πατήρ· μετέδωκε γὰρ ἑαυτοῦ καὶ τῆς μεγαλειότητος τῷ μονογενεῖ καὶ πρωτοτόκῳ „πάσης κτίσεως“· ἵν᾿ „εἰκὼν“ αὐτὸς τυγχάνων „τοῦ ἀοράτου θεοῦ“ καὶ ἐν τῷ μεγέθει σῴζῃ τὴν εἰκόνα τοῦ πατρός. οὐ γὰρ οἷόν τ᾿ ἦν εἶναι σύμμετρον, ἵν᾿ οὕτως ὀνομάσω, καὶ καλὴν εἰκόνα „τοῦ ἀοράτου θεοῦ,“ μὴ καὶ τοῦ μεγέθους παριστᾶσαν τὴν εἰκόνα. ἀλλὰ καὶ ὁ θεὸς καθ᾿ ἡμᾶς τῷ μὲν μὴ εἶναι σῶμα ἀόρατός ἐστιν· τοῖς δὲ θεωρητικοῖς καρδίᾳ θεωρητὸς, τουτέστι νῷ, καρδίᾳ δὲ οὐ τῇ τυχούσῃ ἀλλὰ τῇ καθαρᾷ. οὐ γὰρ θέμις μεμολυσμένην καρδίαν ἐνορᾶν θεῷ, ἀλλὰ δεῖ καθαρὸν εἶναι τὸ τοῦ καθαροῦ κατ᾿ ἀξίαν θεωρητικόν. ἔστω δὴ καὶ δυσθεώρητος ὁ θεός· ἀλλ᾿ οὐ μόνος δυσθεώρητός ἐστι τινὶ, ἀλλὰ καὶ ὁ μονογενὴς αὐτοῦ. δυσθεώρητος γὰρ ὁ θεὸς λόγος, δυσθεώρητος δὲ οὑτωσὶ καὶ σοφία ἐστὶν, ἐν ᾗ τὰ πάντα πεποίηκεν ὁ θεός. τίς γὰρ δύναται καθ᾿ ἕκαστον τῶν πάντων τὴν σοφίαν, ἐν ᾗ ὁ θεὸς καὶ ἕκαστον τῶν πάντων πεποίηκε, (θεωρῆσαι); οὐ διὰ τὸ δυσθεώρητος οὖν ὁ θεὸς εἶναι ὡς εὐθεώρητον τὸν υἱὸν ἔπεμψεν. ἅπερ μὴ νοήσας ὁ Κέλσος εἶπεν ὡς ἐκ προσώπου ἡμῶν· διὰ τὸ δυσθεώρητος εἶναι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ἡμῖν ὅμοιον δεῦρο κατέπεμψεν, ὡς ἂν δυνηθείημεν ἀκοῦσαί τε παρ᾿ αὐτοῦ καὶ μαθεῖν. ἀλλ᾿ ὡς ἀποδεδώκαμεν, καὶ ὁ υἱὸς δυσθεώρητος ὢν, ἅτε λόγος θεὸς, δι᾿ οὗ τὰ πάντα ἐγένετο, „καὶ ἐσκήνωσεν ἐν ἡμῖν.“ [6.70] Εἰ δὲ συνίει Κέλσος ἃ λέγομεν περὶ πνεύματος θεοῦ, καὶ ὅτι „ὅσοι πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν,“ οὐκ ἂν ἑαυτῷ ὡς ἀφ᾿ ἡμῶν ἀπεφήνατο ὅτι πνεῦμα ἴδιον ἐμβαλὼν εἰς σῶμα ὁ θεὸς δεῦρο κατέπεμψεν. ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς δυναμένοις μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος, οὐ κατ᾿ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις. οὐδὲ γὰρ σῶμα τὸ καθ᾿ ἡμᾶς πνεῦμα, ὡς οὐδὲ σῶμα τὸ πῦρ, ὅπερ εἶναι λέγεται θεὸς ἐν τῷ· „ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον.“ πάντα γὰρ ταῦτα τροπικῶς λέγεται εἰς παράστασιν τὴν ἀπὸ τῶν συνήθων καὶ σωματικῶν ὀνομάτων τῆς νοητῆς φύσεως. καὶ ὥσπερ, ἐὰν λέγηται τὰ ἁμαρτήματα ξύλα εἶναι καὶ χόρτος καὶ καλάμη, οὐκ ἐροῦμεν εἶναι τὰ ἁμαρτήματα σώματα, καὶ ἐὰν λέγηται τὰ ἀνδραγαθήματα χρυσὸς εἶναι καὶ ἄργυρος καὶ λίθος τίμιος, οὐ φήσομεν εἶναι τὰ ἀνδραγαθήματα σώματα· οὕτω κἂν λέγηται ὁ θεὸς εἶναι „πῦρ καταναλίσκον“ τὰ „ξύλα“ καὶ τὸν „χόρτον“ καὶ τὴν „καλάμην“ καὶ πᾶσαν οὐσίαν ἁμαρτίας, οὐ σῶμα αὐτὸν νοήσομεν. ὡς δ᾿ ἐὰν λέγηται „πῦρ,“ οὐ σῶμα νοοῦμεν αὐτὸν, οὕτως ἐὰν λέγηται „πνεῦμα“ ὁ θεὸς, οὐ σῶμα αὐτὸν λέγομεν εἶναι. πρὸς γὰρ ἀντιδιαστολὴν τῶν αἰσθητῶν ἔθος τῇ γραφῇ τὰ νοητὰ ὀνομάζειν πνεύματα καὶ πνευματικά· οἷον ἐὰν λέγῃ ὁ Παῦλος· „ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ θεοῦ, ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζῳο ποιεῖ,“ „γράμμα“ μὲν τὴν αἰσθητὴν ὠνόμασεν ἐκδοχὴν τῶν θείων γραμμάτων „πνεῦμα“ δὲ τὴν νοητήν. οὕτω τοίνυν καὶ ἐν τῷ „πνεῦμα ὁ θεός“· ἐπεὶ καὶ Σαμαρεῖς καὶ Ἰουδαῖοι σωματικῶς καὶ τυπικῶς ἐποίουν τὰ προσταττόμενα ὑπὸ τοῦ νόμου, εἶπεν ὁ σωτὴρ πρὸς τὴν Σαμαρεῖτιν· „ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσουσι τῷ πατρί· πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.“ δι᾿ ὧν ἐδίδαξεν ὅτι οὐκ ἐν σαρκὶ „δεῖ προσκυνεῖν“ καὶ σαρκίναις θυσίαις τὸν θεὸν ἀλλ᾿ „ἐν πνεύματι.“ καὶ γὰρ αὐτὸς ἀνάλογον (τῷ) „ἐν πνεύματι“ καὶ νοητῶς λατρεύειν τινὰ αὐτῷ „πνεῦμα“ νοηθείη ἄν. ἀλλὰ καὶ οὐκ ἐν τύποις „προσκυνεῖν δεῖ“ τῷ πατρὶ ἀλλ᾿ „ἐν ἀληθείᾳ,“ ἥτις „διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο“ μετὰ το δοθῆναι τὸν νόμον „διὰ Μωϋσέως.“ „ἡνίκα“ γὰρ „ἐὰν ἐπιστρέψωμεν πρὸς κύριον“ („ὁ δὲ κύριος τὸ πνεῦμά ἐστι“), „περιαιρεῖται τὸ“ τῇ καρδίᾳ „κάλυμμα“ ἐπικείμενον, „ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς.“ [6.71] Ὡς μὴ νοήσας δὴ τὰ περὶ τοῦ πνεύματος τοῦ θεοῦ ὁ Κέλσος („ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ· μωρία γὰρ αὐτῷ ἐστι, καὶ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται“) ἑαυτῷ συνάπτει, οἰόμενος ἡμᾶς λέγοντας „πνεῦμα“ εἶναι τὸν θεὸν μηδὲν ἐν τούτῳ διαφέρειν τῶν παρ᾿ Ἕλλησι Στωϊκῶν, φασκόντων ὅτι ὁ θεὸς πνεῦμά ἐστι διὰ πάντων διεληλυθὸς καὶ πάντ᾿ ἐν ἑαυτῷ περιέχον. διήκει μὲν γὰρ ἡ ἐπισκοπὴ καὶ ἡ πρόνοια τοῦ θεοῦ διὰ πάντων ἀλλ᾿ οὐχ ὡς τὸ τῶν Στωϊκῶν πνεῦμα· καὶ πάντα μὲν περιέχει τὰ προνοούμενα ἡ πρόνοια καὶ περιείληφεν αὐτὰ, οὐχ ὡς σῶμα δὲ περιέχον περιέχει, ὅτε καὶ σῶμά ἐστι τὸ περιεχόμενον, ἀλλ᾿ ὡς δύναμις θεία καὶ περιειληφυῖα τὰ περιεχόμενα. κατὰ μὲν οὖν τοὺς ἀπὸ τῆς Στοᾶς, σωματικὰς λέγοντας εἶναι τὰς ἀρχὰς καὶ διὰ τοῦτο πάντα φθείροντας κινδυνεύοντας δὲ καὶ αὐτὸν φθεῖραι τὸν ἐπὶ πᾶσι θεὸν, εἰ μὴ πάνυ ἀπεμφαῖνον τοῦτ᾿ αὐτοῖς ἐδόκει τυγχάνειν, καὶ ὁ λόγος τοῦ θεοῦ ὁ μέχρι ἀνθρώπων καὶ τῶν ἐλαχίστων καταβαίνων οὐδὲν ἄλλο ἐστὶν ἢ πνεῦμα σωματικόν· κατὰ δὲ ἡμᾶς καὶ τὴν λογικὴν ψυχὴν πειρωμένους ἀποδεικνύναι κρείττονα πάσης σωματικῆς φύσεως καὶ οὐσίαν ἀόρατον καὶ ἀσώματον οὐκ ἂν σῶμα εἴη ὁ θεὸς λόγος, δι᾿ οὗ τὰ πάντ᾿ ἐγένετο, ὁ φθάνων, ἵνα πάντα διὰ λόγου γίνηται, οὐχ ἕως ἀνθρώπων μόνων ἀλλὰ καὶ τῶν ἐλαχίστων εἶναι νομιζομένων καὶ ὑπὸ φύσεως διοικουμένων. πάντα μὲν οὖν οἱ ἀπὸ τῆς Στοᾶς ἐκπυρούτωσαν, ἡμεῖς δὲ ἀσώματον οὐσίαν οὐκ ἴσμεν ἐκπυρουμένην οὐδ᾿ εἰς πῦρ ἀναλυομένην τὴν ἀνθρώπου ψυχὴν ἢ τὴν ἀγγέλων ἢ θρόνων ἢ κυριοτήτων ἢ ἀρχῶν ἢ ἐξουσιῶν ὑπόστασιν. [6.72] Διόπερ μάτην λέλεκται τῷ Κέλσῳ, ὡς μὴ εἰδότι τὰ τοῦ πνεύματος τοῦ θεοῦ, ὅτι ἐπείπερ πνεῦμά ἐστιν ἀπὸ τοῦ θεοῦ ὁ υἱὸς ἐν ἀνθρωπίνῳ γεγονὼς σώματι, οὐδ᾿ ἂν αὐτὸς εἴη ἀθάνατος ὁ τοῦ θεοῦ υἱός. εἶτα πάλιν ἑαυτῷ φύρει τὸν λόγον, ὥς τινων ἀφ᾿ ἡμῶν οὐχ ὁμολογησόντων πνεῦμα εἶναι τὸν θεὸν ἀλλὰ τὸν υἱὸν αὐτοῦ, καὶ οἴεται ἀπαντᾶν λέγων ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πνεύματος, ὥστ᾿ ἀεὶ διαμένειν· ὡσεὶ καὶ, λεγόντων ἡμῶν ὅτι ὁ θεὸς „πῦρ“ ἐστι „καταναλίσκον,“ ἔλεγεν ὅτι οὐδεμία τοιαύτη φύσις ἐστὶ πυρὸς, ὥστ᾿ ἀεὶ διαμένειν· οὐχ ὁρῶν πῶς λέγομεν εἶναι „πῦρ“ τὸν θεὸν ἡμῶν, καὶ τίνων ἀναλωτικὸν, ὅτι ἁμαρτημάτων καὶ τῆς κακίας. πρέπει γὰρ θεῷ ἀγαθῷ μετὰ τὸ ἕκαστον φανῆναι ἀγωνισάμενον, ὁποῖος γέγονεν ἀγωνιστὴς, ἀναλῶσαι τῷ πυρὶ τῶν κολάσεων τὴν κακίαν. εἶτα πάλιν ἑαυτῷ τὸ μὴ λεγόμενον ὑφ᾿ ἡμῶν λαμβάνει. ὅτι ἀναγκαῖόν ἐστι τὸ ἀναπεπνευκέναι τὸν θεόν. καὶ τούτῳ ἀκόλουθον τὸ μὴ δύνασθαι ἀναστῆναι μετὰ τοῦ σώματος τὸν Ἰησοῦν· οὐκ ἂν γὰρ ἀπειλήφει ὃ δέδωκε πνεῦμα ὁ θεὸς καταμεμολυσμένον τῇ τοῦ σώματος φύσει. εὔηθες οὖν ἀπαντᾶν ἡμᾶς πρὸς τοὺς λόγους ὡς ἡμετέρους τοὺς μὴ ἡμετέρους. [6.73] Εἶθ᾿ ἑξῆς ταυτολογῶν μετὰ τὸ πολλὰ ἐν τοῖς ἀνωτέρω εἰπεῖν καὶ χλευάσαι τὴν ἐκ παρθένου γέννησιν τοῦ θεοῦ, πρὸς ἣν κατὰ τὸ δυνατὸν ἡμῖν ἀπηντήσαμεν, φησίν· εἰ δ᾿ ἐβούλετο πνεῦμα ἐξ ἑαυτοῦ καταπέμψαι, τί ἐδεῖτο εἰς γυναικὸς γαστέρα ἐμπνεῖν; ἐδύνατο γὰρ ἤδη πλάσσειν ἀνθρώπους εἰδὼς καὶ τούτῳ περιπλάσαι σῶμα καὶ μὴ τὸ ἴδιον πνεῦμα εἰς τοσοῦτον μίασμα ἐμβαλεῖν· οὕτως μέν τ᾿ ἂν οὐδ᾿ ἠπιστεῖτο, εἰ ἄνωθεν εὐθὺς ἔσπαρτο. καὶ ταῦτ᾿ εἶπεν, ἐπεὶ μὴ εἶδε τὴν παρθενικὴν καὶ καθαρὰν γέννησιν καὶ ἀπὸ μηδεμιᾶς φθορᾶς τοῦ μέλλοντος ὑπηρετήσασθαι τῇ ἀνθρώπων σωτηρίᾳ σώματος. οἴεται δὲ ὁ τὸν Στωϊκὸν λόγον ἐκτιθέμενος καὶ μὴ προσποιούμενος τὰ περὶ ἀδιαφόρων μεμαθηκέναι εἰς μίασμα ἐμβεβλῆσθαι τὴν θείαν φύσιν καὶ μεμιάσθαι εἴτε γενομένην ἐν γυναικὸς σώματι, ἕως περιπλασθῇ αὐτῇ τὸ σῶμα, εἴτε σῶμα ἀνειληφυῖαν· παραπλήσιόν τι ποιῶν τοῖς οἰομένοις τὰς αὐγὰς τοῦ ἡλίου μιαίνεσθαι ἐν τοῖς βορβόροις καὶ τοῖς δυσώδεσι σώμασι καὶ μὴ μένειν κἀκεῖ καθαράς. καὶ εἰ κατὰ τὴν Κέλσου δὲ ὑπόθεσιν χωρὶς γεννήσεως περιεπλάσατο τὸ σῶμα τῷ Ἰησοῦ. (οὐκ) εὐθὺς ἂν οἱ βλέποντες τὸ σῶμα ἐπίστευον ὅτι οὐκ ἀπὸ γεννήσεως ἦν· οὐδὲ γὰρ τὸ βλεπόμενον ἀπαγγέλλει καὶ τὴν φύσιν, ὅθεν γεγένηται. οἷον εἰ καθ᾿ ὑπόθεσιν μέλι ἦν τι μὴ ἀπὸ μελισσῶν, οὐκ ἂν τοῦτό τις ἀπήγγελλεν ἀπὸ τῆς γεύσεως ἢ τῆς ὄψεως. ὅτι μὴ ἀπὸ μελισσῶν ἐστιν· ὡς οὐδὲ τὸ ἀπὸ μελισσῶν δείκνυσι τῇ αἰσθήσει τὴν ἀρχὴν, ἀλλ᾿ ἡ πεῖρα δείκνυσιν ὅτι τοῦτ᾿ μελισσῶν ἐστιν. οὕτω δὲ καὶ ἡ πεῖρα διδάσκει ὅτι ἀπὸ ἀμπέλου ὁ οἶνος· οὐ γὰρ ἀναφέρει ἡ γεῦσις τὸ ἀπὸ ἀμπέλου. τὸν αὐτὸν τρόπον τοίνυν τὸ αἰσθητὸν σῶμα οὐκ ἀπαγγέλλει τὸν τρόπον τῆς ὑποστάσεως αὐτοῦ. προσαχθήσῃ δὲ τῷ λεγομένῳ ἀπὸ τῶν ἐν οὐρανοῖς, ὧν τῆς ὑποστάσεως καὶ τῆς λαμπρότητος αἰσθόμεθα βλέποντες ἀλλ᾿ οὐ δή που ἡ αἴσθησις ἡμῖν ὑποβάλλει, πότερον γενητὰ ἢ ἀγένητά ἐστιν. αἱρέσεις γοῦν καὶ περὶ τούτων συνέστησαν· ἀλλὰ καὶ οἱ λέγοντες αὐτὰ γενητὰ οὐχ ὁμονοοῦσι περὶ τοῦ πῶς ἐστι γενητά· οὐδὲ γὰρ ὑποβάλλει ἡ αἴσθησις αὐτῶν. κἂν βιασάμενος ὁ λόγος εὕρῃ ὅτι γενητά ἐστι. περὶ τοῦ τίνα τρόπον γεγένηται. [6.74] Εἶθ᾿ ἑξῆς ἐπαναλαμβάνει πολλάκις ἤδη εἰπὼν τὰ περὶ τῆς γνώμης Μαρκίωνος, καὶ πῇ μὲν ἀληθῶς τὰ Μαρκίωνος ἐκτίθεται πῇ δὲ κἀκείνων παρήκουσεν· πρὸς ἣν οὐκ ἀναγκαῖον ἡμᾶς ἀπαντᾶν ἢ καὶ ἐλέγχειν. εἶτα πάλιν ἑαυτῷ ἐπιφέρει τὰ ὑπὲρ Μαρκίωνος καὶ τὰ κατ᾿ αὐτοῦ λέγων, τίνα μὲν ἐκφεύγουσι τῶν ἐγκλημάτων τίσι δὲ περιπίπτουσι· καὶ ὅτε βούλεται συναγορεύειν τῷ φάσκοντι λόγῳ πεπροφητεῦσθαι αὐτὸν, ἵνα κατηγορήσῃ Μαρκίωνος καὶ τῶν ἀπ᾿ αὐτοῦ. σαφῶς φησιν ὅτι πόθεν ἀποδειχθήσεται θεοῦ παῖς ὁ τοιαῦτα κολασθεὶς. εἰ μὴ περὶ τούτου προείρηται; εἶτα πάλιν παίζει καὶ, ὡς ἔθος αὐτῷ, χλευάζει δύο εἰσάγων υἱοὺς θεῶν, τοῦ δημιουργοῦ ἕνα καὶ τοῦ κατὰ Μαρκίωνα θεοῦ ἕτερον, καὶ ἀναζωγραφεῖ αὐτῶν μονομαχίας, λέγων αὐτὰς εἶναι ὡς τῶν ὀρτύγων, καὶ τῶν πατέρων θεομαχίας· ἢ διὰ γῆρας ἀχρήστους αὐτοὺς ὄντας καὶ ληροῦντας μηδὲν μὲν ἀλλήλους διατιθέναι, ἐᾶν δὲ τοὺς παῖδας μάχεσθαι. ὅπερ οὖν εἶπεν ἐν τοῖς ἀνωτέρω, τοῦτο φήσομεν πρὸς αὐτόν· ποία γραῦς καταβαυκαλῶσα παιδίον οὐκ αἰδεσθήσεται τοιαῦτα λέγειν, ὁποῖα οὗτος ἐν τῷ ἐπιγραφομένῳ ἀληθεῖ λόγῳ; δέον γὰρ αὐτὸν πραγματικῶς στῆναι πρὸς τοὺς λόγους, ὁ δὲ ἐάσας τὰ πράγματα παίζει καὶ βωμολοχεῖ οἰόμενος μίμους γράφειν ἤ τινα σκώμματα, οὐχ ὁρῶν ὅτι ἡ τοιαύτη ἀγωγὴ τῶν λόγων παρὰ τὴν πρόθεσιν τὴν αὐτοῦ ἐστι, βουλομένου καταλιπόντας ἡμᾶς χριστιανισμὸν προσέχειν αὐτοῦ τοῖς δόγμασιν· ἅτινα εἰ μὲν ἐσεμνολόγει, τάχα πιθανώτερα ἦν· ἐπεὶ δὲ χλευάζει καὶ παίζει καὶ βωμολοχεῖ, φήσομεν ὅτι ἀπορίᾳ σεμνῶν λόγων (οὐ γὰρ εἶχεν αὐτοὺς οὐδὲ ἠπίστατο) εἰς τοσαύτην ἐνέπεσε φλυαρίαν. [6.75] Ἑξῆς τούτοις λέγει ὅτι ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν (ἢ) κατὰ μέγεθος ἢ κάλλος ἢ ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλ᾿, ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν. φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέχειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπ᾿ αὐτῶν· ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις, ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα, οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννὲς. οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτως παρὰ τῷ Ἡσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα τοῖς πολλοῖς οὐκ ἐν ὡραίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλλει· „κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ (οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος) οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. “ ἆρ᾿ οὖν τούτων μὲν ὁ Κέλσος ἤκουεν, ἐπεὶ ᾤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν, οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ, τίνα τρόπον λέγεται· „περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε;“ [6.76] Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου. ἐν ᾧ ἀναβὰς „εἰς ὑψηλὸν ὄρος“ „μετεμορφώθη ἔμπροσθεν“ τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ, ὅτε καὶ „Μωϋσῆς καὶ Ἠλίας“ „ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ;“ ἢ ἐὰν μὲν προφήτης λέγῃ· „εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος“ καὶ τὸ ἑξῆς, καὶ ὁ Κέλσος παραδέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρεσθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου καὶ οὐχ ὀρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτὸν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς (Ἰησοῦν) Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν ὅτι „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,“ εἶπεν ἄν τις οὐ κατὰ (τὸ) προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον ἀλλὰ κατὰ τὸ εὐαγγελικόν· νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων ἀλλ᾿ οὐδὲ τῶν ἀποστόλων ἐμφαινόντων ὅτι „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,“ σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατηγορίας προβαίνειν. [6.77] Πάλιν τε αὖ ὁ λέγων· ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθὼ πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν καὶ διὰ τοῦτο χρήσιμον τοιοῦτο φαινόμενον, ὁποῖον ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἃ βούλεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν καὶ πάσης ποιότητος, ἣν ὁ τεχνίτης βούλεται, δεκτικὴν, ὁτὲ μὲν ἔχειν ποιότητα, καθ᾿ ἣν λέγεται τό· „οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος,“ ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς „ἐπὶ πρόσωπον“ πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ· τρεῖς ἀποστόλους. ἀλλ᾿ ἐρεῖ ταῦτ᾿ εἶναι πλάσματα καὶ μύθων οὐδὲν διαφέροντα, ὡς καὶ τὰ λοιπὰ τῶν περὶ Ἰησοῦ παραδόξων. πρὸς τόδε (μὲν οὖν) διὰ πλειόνων ἐν τοῖς πρὸ τούτων ἀπελογησάμεθα· ἔχει δέ τι καὶ μυστικώτερον ὁ λόγος, ἀπαγγέλλων τὰς τοῦ Ἰησοῦ διαφόρους μορφὰς φὰς ἀναφέρεσθαι ἐπὶ τὴν τοῦ θείου λόγου φύσιν, οὐχ ὁμοίως φαινομένου τοῖς τε πολλοῖς καὶ τοῖς ἀκολουθεῖν αὐτῷ „εἰς ὑψηλὸν,“ ὃ ἀποδεδώκαμεν, „ὄρος“ δυναμένοις. τοῖς μὲν γὰρ ἔτι κάτω τυγχάνουσι καὶ μηδέπω ἐπὶ τὸ ἀναβαίνειν παρεσκευασμένοις ὁ λόγος „οὐκ ἔχει εἶδος οὐδὲ κάλλος“· τὸ γὰρ „εἶδος αὐτοῦ“ τοῖς τοιούτοις ἐστὶν „ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς „ὑπὸ ἀνθρώπων γεγενημένους λόγους, τροπικῶς ἐν τούτοις καλουμένους „υἱοὺς ἀνθρώπων.“ εἴποιμεν γὰρ ἂν πολλῷ ὡραιοτέρους φαίνεσθαι τοὺς τῶν φιλοσοφούντων λόγους, ὄντας „υἱοὺς ἀνθρώπων,“ παρὰ τὸν τοῖς πολλοῖς κηρυσσόμενον θεοῦ λόγον, ὃς ἐμφαίνει καὶ μωρίαν „κηρύγματος“· καὶ διὰ τὴν ἐμφαινομένην μωρίαν „τοῦ κηρύγματος“ λέγουσιν οἱ τοῦτο μόνον θεωροῦντες· „εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος.“ τοῖς μέντοι (ἐκ τοῦ) ἀκολουθεῖν αὐτῷ δύναμιν ἀνειληφόσι πρὸς τὸ ἕπεσθαι καὶ ἀναβαίνοντι αὐτῷ „εἰς τὸ ὑψηλὸν ὄρος“ θειοτέραν μορφὴν ἔχει· ἣν βλέπουσιν, εἴ τις ἐστὶ „Πέτρος,“ χωρήσας τὴν τῆς ἐκκλησίας ἐν αὑτῷ οἰκοδομὴν ἀπὸ τοῦ λόγου καὶ τοσαύτην ἕξιν ἀναλαβὼν, ὡς μηδεμίαν πύλην ᾅδου κατισχύσειν αὐτοῦ, ὑψωθέντος διὰ τὸν λόγον „ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν“ ἐξαγγείλῃ „πάσας τὰς αἰνέσεις“ τοῦ θεοῦ „ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών“· καὶ εἴ τινες εἰσὶν ἐκ λόγων τὴν γένεσιν λαβόντες μεγαλοφώνων, οἵτινες οὐδὲν ἀποδέουσι νοητῆς „βροντῆς.“ <καὶ „τὰ ἱμάτια“ δὲ „αὐτοῦ“ κάτω ἄλλα ἐστὶν, οὐκ ἔστι „λευκὰ,“ οὐκ ἔστιν „ὡς τὸ φῶς“· ἐὰν ἀναβῇς „εἰς τὸ ὄρος τὸ ὑψηλὸν,“ ὄψει αὐτοῦ φῶς καὶ „τὰ ἱμάτια.“ „τὰ ἱμάτια“ τοῦ λόγου αἱ λέξεις εἰσὶ τῆς γραφῆς, ἔνδυμα τῶν θείων νοημάτων τὰ ῥήματά ἐστι ταῦτα. ὡς οὖν αὐτὸς κάτω ἀλλοῖος φαίνεται καὶ ἀναβὰς μεταμορφοῦται καὶ γίνεται „τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος,“ οὕτω καὶ τὰ ἐνδύματα αὐτοῦ, οὕτω καὶ „τὰ ἱμάτια“· ὅταν δὲ ᾖς κάτω, οὐκ ἔστι λαμπρὰ, οὐκ ἔστι „λευκά“· ἐὰν δὲ ἀναβῇς, ὄψει τὸ κάλλος καὶ „τὸ φῶς“ τῶν ἱματίων, καὶ „τὸ πρόσωπον“ θαυμάσεις τοῦ Ἰησοῦ μεταμορφωθέν. ὅρα δὲ εἰ μὴ ὅμοιόν ἐστι καὶ ἐν τοῖς εὐαγγελίοις περὶ τοῦ σωτῆρος μαθεῖν. τὰ μὲν γὰρ περὶ τῆς γενέσεως αὐτοῦ, γενεαλογουμένου ἐξ Ἀβραὰμ καὶ „γεννωμένου ἐκ σπέρματος Δαυῒδ κατὰ σάρκα,“ „βίβλος“ ἐστὶ „γενέσεως Ἰησοῦ Χριστοῦ“· τὰ δὲ θειότερα καὶ μείζονα τῶν περὶ αὐτοῦ λεχθησομένων ἂν καὶ ὑπ᾿ αὐτοῦ ἀπαγγελλομένων φησὶν ὁ Ἰωάννης, ὡς ἄρα „οὐδὲ τὸν κόσμον οἶμαι χωρεῖν τὰ γραφόμενα βιβλία.“ τὸ γὰρ μὴ „χωρεῖν τὸν κόσμον τὰ γραφόμενα βιβλία“ οὐ διὰ τὸ πλῆθος τῶν γραμμάτων, ὥς τινες, ἐκδεκτέον, ἀλλὰ διὰ τὸ μέγεθος τῶν πραγμάτων· τοῦ μεγέθους τῶν πραγμάτων οὐ μόνον οὐ δυναμένου γράφεσθαι ἀλλ᾿ οὐδὲ διὰ γλώσσης σαρκίνης ἀπαγγέλλεσθαι οὐδὲ ἐν διαλέκτοις καὶ φωναῖς ἀνθρωπίναις σημαίνεσθαι. ὅθεν καὶ Παῦλος, ἐπὰν μανθάνειν μέλλῃ τὰ θειότερα, ἔξω τοῦ καθ᾿ ἡμᾶς περιγείου κόσμου γίνεται καὶ εἰς τρίτον οὐρανὸν ἁρπάζεται, ἵνα τὰ ἐκεῖθεν „ἄῤῥητα ῥήματα“ ἀκοῦσαι δυνηθῇ. τὰ γὰρ ἐνθάδε λαλούμενα καὶ λόγος εἶναι θεοῦ νομιζόμενα, τοῦ λόγου σαρκωθέντος καὶ καθὸ „θεός“ ἐστι „πρὸς τὸν θεὸν“ ἑαυτὸν κενοῦντος, ἀπαγγέλλεται. διόπερ τὸν τοῦ θεοῦ λόγον ἐπὶ „γῆς, ἐπεὶ ἄνθρωπος γέγονεν, ἀνθρώπινον βλέπομεν· ἀεὶ γὰρ ἐν ταῖς γραφαῖς „ὁ λόγος σὰρξ ἐγένετο,“ ἵνα κατασκηνώσῃ „ἐν ἡμῖν“· ἀλλ᾿ ἐὰν εἰς „τὸ στῆθος“ τοῦ σαρκωθέντος λόγου ἀνακλιθῶμεν καὶ ἀνιόντι αὐτῷ „εἰς τὸ ὑψηλον ὄρος“ ἀκολουθῆσαι δυνηθῶμεν, ἐροῦμεν τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ“· τάχα μέν τινων καὶ ἑτέρων παρὰ τοὺς ἀνακλιθέντας ἐπὶ τοῦ στήθους αὐτοῦ καὶ ἀκολουθήσαντας αὐτῷ „εἰς τὸ ὄρος τὸ ὑψηλὸν“ λεξόντων τό· „εἴδομεν τὴν δόξαν αὐτοῦ,“ οὐκέτι δὲ προσθησόντων τό· „δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς. πλήρης χάριτος καὶ ἀληθείας“· Ἰωάννῃ γὰρ καὶ τοῖς ὁμοίοις πρέπουσα αὕτη ἡ φωνή. καὶ καθ᾿ ἑτέραν δὲ ὑψηλοτέραν διήγησιν οἱ δυνηθέντες τοῖς ἴχνεσιν Ἰησοῦ κατακολουθεῖν, ἀναβαίνοντος καὶ μεταμορφουμένου ἀπὸ τῆς ἐπὶ γῆς ὄψεως, ὄψονται αὐτοῦ τὴν μεταμόρφωσιν καθ᾿ ἑκάστην γραφήν· οἱονεὶ τοῦ μὲν τοῖς πολλοῖς φαινομένου Ἰησοῦ τῆς προχείρου λέξεως ὄντος, τοῦ δὲ „εἰς ὄρος ὑψηλὸν“ ἀνιόντος καὶ μεταμορφουμένου σφόδρα ὀλίγοις τῶν μαθητῶν καὶ τοῖς ἀκολουθῆσαι εἰς τὰ ὑψηλὰ δεδυνημένοις τοῦ ἀνωτάτου καὶ ὑψηλοτάτου νοῦ, περιέχοντος λόγια τῆς „ἐν μυστηρίῳ“ ἀποκεκρυμμένης σοφίας, „ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν“ τῶν δικαίων αὐτοῦ.> ἀλλὰ πόθεν Κέλσῳ καὶ τοῖς ἐχθροῖς τοῦ θείου λόγου καὶ μὴ φιλαλήθως τὰ χριστιανισμοῦ ἐξετάσασιν εἰδέναι τὸ βούλημα τῶν διαφόρων τοῦ Ἰησοῦ μορφῶν; ἐγὼ δὲ λέγω καὶ ἡλικιῶν, καὶ εἴ τι τῶν πρὸ τοῦ παθεῖν αὐτῷ πεπραγμένων καὶ τῶν μετὰ τὸ ἀναστῆναι ἀπὸ τῶν νεκρῶν. [6.78] Ἑξῆς δὲ τοιαῦτά τινα λέγει ὁ Κέλσος· ἔτι μὴν εἴπερ ἐβούλετο ὁ θεὸς ὥσπερ ὁ παρὰ τῷ κωμῳδῷ Ζεὺς ἐκ τοῦ μακροῦ ὕπνου διϋπνίσας ῥύσασθαι τὸ (τῶν) ἀνθρώπων γένος ἐκ κακῶν, τί δή ποτε εἰς μίαν γωνίαν ἔπεμψε τοῦτο, ὅ φατε, πνεῦμα; δέον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. ἀλλ᾿ ὁ μὲν κωμῳδὸς ἐν τῷ θεάτρῳ γελωτοποιῶν συνέγραψεν ὅτι Ζεὺς ἐξυπνισθεὶς Ἀθηναίοις καὶ Λακεδαιμονίοις τὸν Ἑρμῆν ἔπεμψε· σὺ δὲ οὐκ οἴει καταγελαστότερον πεποιηκέναι Ἰουδαίοις πεμπόμενον τοῦ θεοῦ τὸν υἱόν; ὅρα δὴ καὶ ἐν τούτοις τὸ ἄσεμνον τοῦ Κέλσου, ἀφιλοσόφως κωμῳδίας ποιητὴν γελωτοποιὸν παραλαβόντος καὶ τῷ παρ᾿ αὐτῷ διϋπνισθέντι πέμποντι Ἑρμῆν παραβάλλοντος τὸν τοῦ παντὸς δημιουργὸν θεὸν ἡμῶν. εἴπομεν δὴ ἐν τοῖς πρὸ τούτων ὅτι οὐχ ὥσπερ ἀπὸ μακροῦ ὕπνου διαναστὰς ὁ θεὸς ἔπεμψε τὸν Ἰησοῦν τῷ γένει τῶν ἀνθρώ πων, τὴν μὲν κατὰ τὴν ἐνσωμάτωσιν οἰκονομίαν νῦν δι᾿ εὐλόγους αἰτίας ἐπικληρώσαντα ἀεὶ δὲ τὸ γένος τῶν ἀνθρώπων εὐεργετήσαντα. οὐδὲν γὰρ τῶν ἐν ἀνθρώποις καλῶν γεγένηται, μὴ τοῦ θείου λόγου ἐπιδημήσαντος ταῖς ψυχαῖς τῶν κἂν ὀλίγον καιρὸν δεδυνημένων δέξασθαι τὰς τοιάσδε τοῦ θείου λόγου ἐνεργείας. ἀλλὰ καὶ ἡ δοκοῦσα εἰς μίαν γωνίαν ἐπιδημία τοῦ Ἰησοῦ εὐλόγως γεγένηται, ἐπείπερ ἐχρῆν τοῖς ἕνα θεὸν μεμαθηκόσι καὶ τοὺς προφήτας αὐτοῦ ἀναγινώσκουσι καὶ κηρυσσόμενον Χριστὸν μανθάνουσιν ἐπιδημῆσαι τὸν προφητευόμενον καὶ ἐπιδημῆσαι ἐν καιρῷ, ὅτ᾿ ἔμελλεν ἐκχεῖσθαι ἀπὸ μιᾶς γωνίας ὁ λόγος ἐπὶ πᾶσαν τὴν οἰκουμένην. [6.79] Διὸ καὶ χρεία οὐκ ἦν πολλὰ γενέσθαι πανταχοῦ σώματα καὶ πολλὰ ἀνάλογον τῷ Ἰησοῦ πνεύματα, ἵν᾿ ἡ πᾶσα τῶν ἀνθρώπων οἰκουμένη φωτισθῇ τῷ λόγῳ τοῦ θεοῦ. ἤρκει γὰρ ὁ εἷς λόγος, ὡς „δικαιοσύνης ἥλιος“ ἀνατείλας, ἀπὸ τῆς Ἰουδαίας ἐκπέμψαι τὰς ἐπὶ τὴν ψυχὴν τῶν βουλομένων αὐτὸν παραδέξασθαι φθανούσας αὐγάς. εἰ δὲ καὶ πολλά τις ποθεῖ σώματα πεπληρωμένα θείου πνεύματος ἰδεῖν, ἀνάλογον ἐκείνῳ τῷ ἑνὶ Χριστῷ διακονούμενα τῇ πανταχοῦ τῶν ἀνθρώπων σωτηρίᾳ, κατανοείτω τοὺς πανταχοῦ ὑγιῶς καὶ μετὰ βίου ὀρθοῦ διδάσκοντας τὸν Ἰησοῦ λόγον, Χριστοὺς καὶ αὐτοὺς ὑπὸ τῶν θείων γραφῶν καλουμένους ἐν τῷ „μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.“ καὶ γὰρ ὥσπερ ἠκούσαμεν „ὅτι ἀντίχριστος ἔρχεται,“ καὶ οὐδὲν ἧττον μεμαθήκαμεν ὅτι „ἀντίχριστοι πολλοί“ εἰσιν ἐν τῷ κόσμῳ· τὸν αὐτὸν τρόπον ὅτι Χριστὸς ἐπιδεδήμηκε γνόντες θεωροῦμεν ὅτι δι᾿ αὐτὸν πολλοὶ Χριστοὶ γεγόνασιν ἐν τῷ κόσμῳ, οἵτινες ἀνάλογον ἐκείνῳ ἠγάπησαν „δικαιοσύνην καὶ“ ἐμίσησαν „ἀδικίαν· καὶ διὰ τοῦτο ἔχρισε“ καὶ αὐτοὺς „ὁ θεὸς, ὁ θεὸς“ τοῦ Χριστοῦ, „ἐλαίῳ ἀγαλλιάσεως.“ ἀλλ᾿ ἐκεῖνος μὲν οὖν ὑπὲρ „τοὺς μετόχους“ αὐτοῦ ἀγαπήσας „δικαιοσύνην καὶ“ μισήσας „ἀνομίαν“ καὶ τὴν ἀπαρχὴν εἴληφε τοῦ χρίσματος καὶ, εἰ χρὴ οὕτως ὀνομάσαι, ὅλον τὸ χρῖσμα τοῦ τῆς „ἀγαλλιάσεως“ ἐλαίου· οἱ δὲ μέτοχοι αὐτοῦ, ἕκαστος ὡς κεχώρηκε, μετέσχον καὶ τοῦ χρίσματος αὐτοῦ. διόπερ, ἐπεὶ Χριστὸς „κεφαλή“ ἐστι „τῆς ἐκκλησίας,“ ὡς εἶναι ἓν σῶμα Χριστὸν καὶ τὴν ἐκκλησίαν, τὸ „μύρον ἐπὶ κεφαλῆς“ καταβέβηκεν „ἐπὶ τὸν πώγωνα,“ τὰ σύμβολα τοῦ τελείου ἀνδρὸς „Ἀαρὼν,“ καὶ ἔφθασε „καταβαῖνον“ τοῦτο τὸ „μύρον“ „ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ.“ καὶ ταῦτα δέ μοι λέλεκται πρὸς τὸν ἄσεμνον τοῦ Κέλσου λόγον εἰπόντος· δέον πολλὰ ὁμοίως διαφυσῆσαι σώματα καὶ κατὰ πᾶσαν ἀποστεῖλαι τὴν οἰκουμένην. ὁ μὲν οὖν κωμῳδὸς γελωτοποιῶν τὸν Δία κοιμώμενον πεποίηκέ τε καὶ διϋπνιζόμενον καὶ πέμποντα πρὸς τοὺςἝλ ληνας τὸν Ἑρμῆν· ὁ δὲ λόγος, ἄϋπνον ἐπιστάμενος φύσιν τὴν τοῦ θεοῦ, διδασκέτω ἡμᾶς ὅτι κατὰ καιροὺς οἰκονομεῖ τὰ τοῦ κόσμου πράγματα ὁ θεὸς, ὡς ἀπαιτεῖ τὸ εὔλογον. οὐ θαυμαστὸν δὲ εἰ διὰ τὸ μεγάλας εἶναι καὶ δυσδιηγήτους τὰς κρίσεις τοῦ θεοῦ αἱ „ἀπαίδευτοι“ πλανῶνται „ψυχαὶ,“ καὶ Κέλσος σὺν αὐταῖς. οὐδὲν οὖν καταγέλαστόν ἐστιν ἐν τῷ Ἰουδαίοις, παρ᾿ οἷς γεγόνασιν οἱ προφῆται, πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ· ἵν᾿ ἐκεῖθεν ἀρξάμενος σωματικῶς δυνάμει καὶ πνεύματι ἀνατείλῃ τῇ μηκέτι βουλομένῃ ἐρήμῳ θεοῦ τυγχάνειν οἰκουμένῃ ψυχῶν. [6.80] Ἑξῆς δὲ τούτοις ἐνθεώτατα ἐξ ἀρχῆς ἔδοξε Κέλσῳ λέγειν ἔθνη Χαλδαίους, ἀφ᾿ ὧν ἡ ἀπατηλὸς γενεθλιαλογία νενέμηται τοὺς ἀνθρώπους. ἀλλὰ καὶ Μάγους τοῖς ἐνθεωτάτοις κατατάττει ἔθνεσιν ὁ Κέλσος, ἀφ᾿ ὧν ἡ παρώνυμος τοῦ ἔθνους αὐτῶν μαγεία καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπὶ διαφθορᾷ καὶ ὀλέθρῳ τῶν χρωμένων αὐτῇ ἐπιδεδήμηκε. καὶ Αἰγύπτιοι μὲν ἐν μὲν τοῖς ἀνωτέρω καὶ παρὰ τῷ Κέλσῳ ἐπλανῶντο, ὡς σεμνοὺς μὲν ἔχοντες περιβόλους τῶν νομιζομένων ἱερῶν ἔνδον δὲ οὐδὲν ἀλλ᾿ ἢ πιθήκους ἢ κροκοδείλους ἢ αἶγας ἢ ἀσπίδας ἤ τι τῶν ζῴων· νῦν δὲ ἔδοξε Κέλσῳ ἐνθεώτατον εἰπεῖν καὶ τὸ Αἰγυπτίων ἔθνος, καὶ ἐνθεώτατον ἐξ ἀρχῆς, τάχα ἐπεὶ Ἰουδαίοις ἐξ ἀρχῆς προσπεπολεμήκασι. καὶ Πέρσαι δὲ οἱ τὰς μητέρας γαμοῦντες καὶ θυγατράσι μιγνύμενοι ἔνθεον ἔθνος εἶναι τῷ Κέλσῳ δοκοῦσιν, ἀλλὰ καὶ Ἰνδοὶ, ὧν τινας ἐν τοῖς προειρημένοις ἔλεγε καὶ ἀνθρωπείων γεγεῦσθαι σαρκῶν. μηδὲν δὲ τούτων Ἰουδαίους μάλιστα τοὺς πάλαι πράττοντας οὐ μόνον οὐκ εἶπεν ἐνθεωτάτους ἀλλὰ καὶ αὐτίκα ἀπολουμένους. τοῦτο μὲν ἤδη καὶ ὡς μαντικὸς λέγει περὶ αὐτῶν, οὐχ ὁρῶν πᾶσαν τὴν περὶ Ἰουδαίους καὶ τὴν σεμνὴν πάλαι πολιτείαν αὐτῶν τοῦ θεοῦ οἰκονομίαν, καὶ ὡς „τῷ“ ἐκείνων „παραπτώματι ἡ σωτηρία“ γεγένηται „τοῖς ἔθνεσι“ καὶ „τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν“· ἕως „τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ,“ ἵνα μετὰ τοῦτο „πᾶς,“ ὃν οὐ νοεῖ Κέλσος, „Ἰσραὴλ“ σωθῇ. [6.81] Οὐκ οἶδα δ᾿ ὅπως φησὶ περὶ τοῦ θεοῦ ὅτι ὁ πάντα εἰδὼς τοῦτο οὐκ ἠπίστατο, ὅτι κακοῖς ἀνθρώποις καὶ ἁμαρτησομένοις καὶ κολάσουσιν αὐτοῦ τὸν υἱὸν πέμπει. ἀλλ᾿ ἔοικε νῦν μὲν ἑκὼν ἐπιλελῆσθαι τοῦ φάσκοντος λόγου πάντα, ἃ πείσεται Ἰησοῦς ὁ Χριστὸς, προεωρακέναι θείῳ πνεύματι, καὶ πεπροφητευκέναι τοὺς τοῦ θεοῦ προφήτας· οἷς οὐχ ἕπεται τὸ μὴ ἐγνωκέναι τὸν θεὸν ὅτι κακοῖς καὶ ἁμαρτησομένοις ἀνθρώποις πέμπει τὸν υἱὸν καὶ κολάσουσιν αὐτόν. εὐθέως δὲ λέγει τὸ πάλαι ταῦτα προειρῆσθαι ἐν ἀπολογίᾳ ὑφ᾿ ἡμῶν λέγεσθαι. ἀλλ᾿ ἐπεὶ αὐτάρκη περιγραφὴν εἴληφεν ὁ ἕκτος ἡμῶν τόμος, αὐτοῦ που καταπαύσαντες τὸν λόγον ἀρξόμεθα θεοῦ διδόντος ἑβδόμου· ἐν ᾧ ἀπαντᾶν νομίζει πρὸς τὸ ὑφ᾿ ἡμῶν λέγεσθαι τοὺς προφήτας πάντα τὰ περὶ τοῦ Ἰησοῦ προειρηκέναι. ἅπερ ἐπεὶ πλείονά ἐστι καὶ πλείονος λόγου δεῖται τοῦ πρὸς αὐτὰ, οὔτε διακόψαι ἐβουλήθημεν ὑπὸ τοῦ μεγέθους ἀναγκαζόμενοι τοῦ βιβλίου οὔτε ὑπὲρ τοῦ μὴ διακόψαι τὸν λόγον μέγιστον ποιῆσαι καὶ ὑπὲρ τὸ σύμμετρον τὸν ἕκτον τόμον. BOOK 7: ΠΡΟΣ ΤΟΝ ΕΠΙΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ [7.1] Ἐν ἓξ τοῖς πρὸ τούτων. ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, ἀγωνισάμενοι κατὰ τὸ δυνατὸν ἡμῖν βιβλίοις πρὸς τὰς Κέλσου (κατὰ) Χριστιανῶν κατηγορίας καὶ μηδὲν ὅση δύναμις ἀβασάνιστον καὶ ἀνεξέταστον ἐάσαντες μηδὲ παρελθόντες, πρὸς ὃ ὡς οἷόν τε ἡμῖν ἀπηντήσαμεν. θεὸν ἐπικαλεσάμενοι δι᾿ αὐτοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κατηγορουμένου ὑπὸ Κέλσου, ἵν᾿ ἡμῶν ἐλλάμψῃ ἐν τῇ καρδίᾳ ἀλήθεια τυγχάνων τὰ ἀνατρεπτικὰ τοῦ ψεύδους, ἀρχόμεθα καὶ ἑβδόμου συγγράμματος, τὸ προφητικὸν ἐκεῖνο ἐν τῇ πρὸς θεὸν λέγοντες εὐχῇ τό· „ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς,“ δῆλον δ᾿ ὅτι τοὺς ἐναντίους „τῇ ἀληθείᾳ“ λόγους· οὗτοι γὰρ ἀληθείᾳ θεοῦ ἐξολοθρεύονται, ἵν᾿ ἐξολοθρευθέντων αὐτῶν οἱ πάντες περισπασμοῦ ἀπολυθέντες εἴπωσι τὸ ἑξῆς ἐκείνῳ τό· „ἑκουσίως θύσω σοι,“ λογικὴν καὶ ἄκαπνον θυσίαν προσφέροντες τῷ θεῷ τῶν ὅλων. [7.2] Πρόκειται δὲ νῦν τῷ Κέλσῳ κατηγορῆσαι τοῦ φάσκοντος λόγου ὑπὸ τῶν παρὰ Ἰουδαίοις προφητῶν προφητεύεσθαι τὰ περὶ τὸν Χριστὸν Ἰησοῦν. καὶ πρῶτόν γε κατ᾿ ἀρχὰς ἐξετάζομεν ὧν οἴεται τοὺς μὲν ἄλλον εἰσηγουμένους θεὸν παρὰ τὸν Ἰουδαίων θεὸν μηδαμῶς δύνασθαι ἀπαντᾶν πρὸς τὰς ἐπαπορήσεις αὐτοῦ, ἡμᾶς δὲ, τοὺς τὸν αὐτὸν τηρήσαντας θεὸν, καταφεύγειν ἐπὶ τὴν διὰ τῶν προφητευομένων περὶ Χριστοῦ ἀπολογίαν. καί φησι πρὸς ταῦτα· ἴδωμεν ὅπῃ ἐφευρήσουσι παραίτησιν· οἱ μὲν ἄλλον εἰσηγούμενοι θεὸν οὐδεμίαν, οἱ δὲ τὸν αὐτὸν αὖθις τὸ αὐτὸ ἐροῦσιν, ἐκεῖνο δὴ τὸ σοφὸν, ὅτι ἐχρῆν οὕτως γενέσθαι· τεκμήριον δὲ, πάλαι γὰρ ταῦτα προείρητο. φήσομεν δὲ πρὸς ταῦτα ὅτι οὕτως ἐστὶν ἀσθενῆ τὰ εἰρημένα περὶ τοῦ Ἰησοῦ καὶ Χριστιανῶν ἐν τοῖς ὀλίγῳ πρὸ τούτων, ὡς καὶ τοὺς ἄλλον εἰσηγουμένους θεὸν καὶ τοῦτο πράττοντας ἀσεβῶς εὐχερέστατα ὑπαν τῆσαι πρὸς τὰ ὑπὸ Κέλσου λεγόμενα. καὶ εἰ μὴ ἄτοπον ἦν ἀφορμὰς διδόναι τοῖς ἀσθενεστέροις πρὸς παραδοχὴν χειρόνων δογμάτων, καὶ ἡμεῖς ἂν τοῦτο πεποιήκειμεν, ἵν᾿ ἐλέγξωμεν ψεῦδος τὸ περὶ τοῦ τοὺς ἄλλον εἰσηγουμένους θεὸν μηδεμίαν ἔχειν ἀπολογίαν πρὸς τὰ ὑπὸ Κέλσου λελεγμένα· νυνὶ δὲ ἡμεῖς φέρε περὶ τῶν προφητῶν πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἀπολογησώμεθα. [7.3] Φησὶν οὖν· τὰ μὲν ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγχίδαις ἢ ἐν Ἄμμωνος ὑπὸ μυρίων τε ἄλλων θεοπρόπων προειρημένα, ὑφ᾿ ὧν ἐπιεικῶς πᾶσα γῆ κατῳκίσθη, ταῦτα μὲν (ἐν) οὐδενὶ λόγῳ τίθενται· τὰ δὲ ὑπο τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα ἢ μὴ λεχθέντα, καὶ ὥσπερ εἰώθασιν ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην, ταῦτά γε θαυμαστὰ καὶ ἀπαράλλακτα ἡγοῦνται. λέγωμεν οὖν περὶ τῶν κατειλεγμένων χρηστηρίων ὅτι δυνατὸν μὲν ἡμῖν συνάγουσιν ἀπὸ Ἀριστοτέλους καὶ τῶν τὰ τοῦ Περιπάτου φιλοσοφησάντων οὐκ ὀλίγα εἰπεῖν εἰς ἀνατροπὴν τοῦ περὶ τῆς Πυθίας καὶ τῶν λοιπῶν χρηστηρίων λόγου· δυνατὸν δὲ καὶ τὰ λελεγμένα τῷ Ἐπικούρῳ καὶ τοῖς ἀσπαζομένοις αὐτοῦ τὸν λόγον περὶ τῶν αὐτῶν παραθέμενον δεῖξαι ὅτι καὶ Ἑλλήνων τινὲς ἀνατρέπουσι τὰς νομιζομένας καὶ τεθαυμασμένας ἐν πάσῃ Ἑλλάδι θεοπροπίας. ἀλλὰ γὰρ δεδόσθω μὴ εἶναι πλάσματα μηδὲ προσποιήσεις ἀνθρώπων περὶ θεοφορίας τὰ περὶ τὴν Πυθίαν καὶ τὰ λοιπὰ χρηστήρια· ἴδωμεν οὖν εἰ μὴ καὶ οὕτως δύναται τοῖς φιλαλήθως ἐξετάζουσι τὰ πράγματα ἀποδείκνυσθαι ὅτι καὶ τῷ παραδεχομένῳ εἶναι ταῦτα τὰ μαντεῖα οὐκ ἀναγκαῖον προσέσθαι ὅτι θεοί τινες εἰσὶ παρ᾿ αὐτοῖς, ἀλλ᾿ ἐκ τοῦ ἐναντίου δαίμονές τινες φαῦλοι καὶ πνεύματα ἐχθρὰ τῷ γένει τῶν ἀνθρώπων καὶ κωλύοντα τὴν τῆς ψυχῆς ἄνοδον καὶ δι᾿ ἀρετῆς πορείαν καὶ τῆς ἀληθινῆς εὐσεβείας ἀποκατάστασιν πρὸς τὸν θεόν. ἱστόρηται τοίνυν περὶ τῆς Πυθίας, ὅπερ δοκεῖ τῶν ἄλλων μαντείων λαμπρότερον τυγχάνειν. ὅτι περικαθεζομένη τὸ τῆς Κασταλίας στόμιον ἡ τοῦ Ἀπόλλωνος προφῆτις δέχεται πνεῦμα διὰ τῶν γυναικείων κόλπων· οὗ πληρωθεῖσα ἀποφθέγγεται τὰ νομιζόμενα εἶναι σεμνὰ καὶ θεῖα μαντεύματα. ὅρα δὴ διὰ τούτων εἰ μὴ τὸ τοῦ πνεύματος ἐκείνου ἀκάθαρτον καὶ βέβηλον ἐμφαίνεται, μὴ διὰ μανῶν καὶ ἀφανῶν πόρων καὶ πολλῷ γυναικείων κόλπων καθαρωτέρων ἐπεισιὸν τῇ ψυχῇ τῆς θεσπιζούσης ἀλλὰ διὰ τούτων, ἃ οὐδὲ θέμις ἦν τῷ σώφρονι καὶ ἀνθρώπῳ βλέπειν, οὔπω λέγεσθαι ἢ καὶ ἅπτεσθαι· καὶ τοῦτο ποιεῖν οὐχ ἅπαξ που οὐδὲ δὶς (ἴσως γὰρ ἔδοξεν ἀνεκτότερον τὸ τοιοῦτο τυγχάνειν), ἀλλὰ τοσαυτάκις, ὁσάκις προφητεύειν ἐκείνη ἀπὸ τοῦ Ἀπόλλωνος πεπίστευται. ἀλλὰ καὶ τὸ εἰς ἔκστασιν καὶ μανικὴν ἄγειν κατάστασιν τὴν δῆθεν προφητεύουσαν, ὡς μηδαμῶς αυτὴν ἑαυτῇ παρακολουθεῖν, οὐ θείου πνεύματος ἔργον ἐστίν· ἐχρῆν γὰρ τὸν κάτοχον τῷ θείῳ πνεύματι πολλῷ πρότερον παντὸς οὑτινοσοῦν τοῦ ἀπὸ τῶν χρησμῶν διδασκομένου τὸ συμβαλλόμενον εἰς τὸν μέσον καὶ κατὰ φύσιν βίον ἢ πρὸς τὸ λυσιτελὲς ἢ πρὸς τὸ συμφέρον ὠφεληθῆναι καὶ διορατικώτερον παρ᾿ ἐκεῖνο μάλιστα καιροῦ τυγχάνειν, ὅτε σύνεστιν αὐτῷ τὸ θεῖον. [7.4] Ὅθεν ἡμεῖς ἀποδείκνυμεν συνάγοντες ἀπὸ τῶν ἱερῶν γραμμάτων ὅτι οἱ ἐν Ἰουδαίοις προφῆται, ἐλλαμπόμενοι ὑπὸ τοῦ θείου πνεύματος τοσοῦτον, ὅσον ἦν καὶ αὐτοῖς τοῖς προφητεύουσι χρήσιμον, προαπέλαυον τῆς τοῦ κρείττονος εἰς αὐτοὺς ἐπιδημίας· καὶ διὰ τῆς πρὸς τὴν ψυχὴν αὐτῶν, ἵν᾿ οὕτως ὀνομάσω, ἁφῆς τοῦ καλουμένου ἁγίου πνεύματος διορατικώτεροί τε τὸν νοῦν ἐγίνοντο καὶ τὴν ψυχὴν λαμπρότεροι ἀλλὰ καὶ τὸ σῶμα, οὐδαμῶς ἔτι ἀντιπρᾶττον τῷ κατ᾿ ἀρετὴν βίῳ, ἅτε κατὰ τὸ παρ᾿ ἡμῖν καλούμενον „φρόνημα τῆς σαρκὸς“ νεκρούμενον. „πνεύματι“ γὰρ θειοτέρῳ „τὰς τοῦ σώματος πράξεις“ καὶ ἀπὸ τοῦ φρονήματος „τῆς σαρκὸς“ ἀρχομένας ἔχθρας, τυγχάνοντος πρὸς θεὸν, θανατοῦσθαι πεπείσμεθα. εἰ δ᾿ ἐξίσταται καὶ οὐκ ἐν ἑαυτῇ ἐστιν ἡ Πυθία, ὅτε μαντεύεται, ποδαπὸν νομιστέον πνεῦμα, τὸ σκότον καταχέαν τοῦ νοῦ καὶ τῶν λογισμῶν, ἢ τοιοῦτον ὁποῖόν ἐστι καὶ τὸ τῶν δαιμόνων γένος, οὓς οὐκ ὀλίγοι Χριστιανῶν ἀπελαύνουσι τῶν πασχόντων σὺν οὐδενὶ περιέργῳ καὶ μαγικῷ ἢ φαρμακευτικῷ πράγματι ἀλλὰ μόνῃ εὐχῇ καὶ ὁρκώσεσιν ἁπλουστέραις καὶ ὅσα ἂν δύναιτο προσάγειν ἁπλούστερος ἄνθρωπος; ὡς ἐπίπαν γὰρ ἰδιῶται τὸ τοιοῦτον πράττουσι, παριστάσης τῆς ἐν τῷ λόγῳ Χριστοῦ χάριτος τὸ τῶν δαιμονίων εὐτελὲς καὶ ἀσθενὲς, οὐ πάντως δεόμενον πρὸς τὸ ἡττηθῆναι καὶ εἶξαν ὑπεξελθεῖν ἀπὸ ψυχῆς ἀνθρώπου καὶ σώματος σοφοῦ τινος καὶ δυνατοῦ ἐν ταῖς λογικαῖς περὶ τῆς πίστεως ἀποδείξεσιν. [7.5] Ἀλλὰ καὶ εἴπερ πεπίστευται οὐ παρὰ Χριστιανοῖς καὶ Ἰουδαίοις μόνοις ἀλλὰ καὶ παρ᾿ ἄλλοις πολλοῖς Ἑλλήνων καὶ βαρβάρων ὅτι ζῇ καὶ ὑπάρχει μετὰ τὸν ἀπὸ τοῦ σώματος χωρισμὸν ἡ ἀνθρωπίνη ψυχὴ, καὶ τῷ λόγῳ παρίσταται ὅτι ἡ μὲν καθαρὰ καὶ μὴ βαρουμένη ὑπὸ τῶν τῆς κακίας μολιβδίδων μετέωρος φέρεται ἐπὶ τοὺς τόπους τῶν καθαρωτέρων καὶ αἰθερίων σωμάτων, καταλιποῦσα τὰ τῇδε παχέα σώματα καὶ τὰ ἐν αὐτοῖς μιάσματα, ἡ δὲ φαύλη καὶ ὑπὸ τῶν ἁμαρτάδων καθελκομένη ἐπὶ τὴν γῆν καὶ μηδ᾿ ἀναπνεῦσαι δυναμένη τῇδε φέρεται καὶ καλινδεῖται, ἡ μέν τις ἐπὶ „τὰ μνήματα,“ ἔνθα καὶ ὤφθη σκιοειδῶν ψυχῶν „φαντάσματα,“ ἡ δέ τις ἁπαξαπλῶς περὶ τὴν γῆν· ποδαπὰ χρὴ νομίζειν εἶναι πνεύματα τὰ ὅλους. ἵν᾿ οὕτως ὀνομάσω, αἰῶνας προσδεθέντα ὥσπερ εἴτε μαγγανείαις τισὶν εἴτε καὶ διὰ τὴν σφετέραν κακίαν οἰκοδομαῖς καὶ τόποις; ὁ λόγος δὴ αἱρεῖ φαῦλ᾿ ἄττα νομίζειν εἶναι τὰ τοιαῦτα, τῇ προγνωστικῇ δυνάμει μέσῃ τυγχανούσῃ εἰς ἀπάτην ἀνθρώπων χρώμενα καὶ πρὸς τὸ περισπάσαι αὐτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῆς καθαρᾶς εἰς αὐτὸν εὐσεβείας. δηλοῖ δὲ τὸ τοιοῦτον τοὺς αὐτοὺς τυγχάνειν καὶ τὸ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ ταῖς ἀπὸ τῶν αἱμάτων καὶ ὁλοκαυτωμάτων ἀποφοραῖς τρεφόμενα αὐτῶν τὰ σώματα, φιληδονούντων τοῖς τοιούτοις, ἐπ᾿ αὐτὸ τυγχάνειν τοῦ ὡσπερεὶ φιλοζωεῖν, ἀνάλογον φαύλοις ἀνθρώποις, οὐκ ἀσπαζομένοις μὲν τὸ καθαρώτερον ἔξω σωμάτων ζῆν, περιέπουσι δὲ διὰ τὰς σωματικὰς ἡδονὰς τὴν ἐν τῷ γεώδει σώματι ζωήν. εἴπερ δὲ θεὸς ἦν, ὡς Ἕλληνες οἴονται. ὁ ἐν Δελφοῖς Ἀπόλλων. τίνα μᾶλλον ἐχρῆν αὐτὸν ἐκλέξασθαι προφήτην ἢ τὸν σοφὸν ἢ μὴ εὑρισκομένου τοῦ τοιούτου κἂν τὸν προκόπτοντα; πῶς δ᾿ ἂν οὐκ ἄνδρα μᾶλλον προφητεύειν ἐβούλετο ἤπερ γυναῖκα; εἰ δὲ καὶ τὸ θῆλυ ἤθελεν, ὡς τάχα μὴ δυνάμενος ἢ μὴ τερπόμενος ἄλλῳ τινὶ ἢ τοῖς κόλποις τῶν γυναικῶν, πῶς οὐχὶ παρθένον μᾶλλον ἐχρῆν αὐτὸν ἐπιλέξασθαι ἤπερ γυναῖκα τὴν τὸ βούλημα αὐτοῦ θεσπίζουσαν; [7.6] Νυνὶ δὲ ὁ θαυμαζόμενος παρ᾿ Ἕλλησι Πύθιος οὐδένα μὲν σοφὸν ἀλλ᾿ οὐδ᾿ ὅλως ἄνδρα ἄξιον ἔκρινε τῆς, ὡς Ἕλληνες ὑπολαμβάνουσι, θείας κατακωχῆς. ἀλλ᾿ οὐδ᾿ ἐν τῷ θήλει γένει παρθένον τινὰ ἢ σοφὴν καὶ ἀπὸ φιλοσοφίας ὠφελημένην ἀλλά τινα γυναῖκα ἰδιῶτιν· τάχα γὰρ οἱ ἐν ἀνθρώποις κρείττονες βελτίους ἦσαν τῆς εἰς τὴν κατακωχὴν ἐνεργείας αὐτοῦ. ἔδει δὲ καὶ. εἴπερ θεὸς ἦν, τῇ προγνώσει αὐτὸν χρήσασθαι δελέατι, ἵν᾿ οὕτως ὀνομάσω, πρὸς τὴν ἐπιστροφὴν καὶ θεραπείαν καὶ ἠθικὴν κατόρθωσιν τῶν ἀνθρώπων· νυνὶ δὲ οὐδὲν ἡ ἱστορία τοιοῦτον παραδίδωσι περὶ αὐτοῦ. εἰ γὰρ καὶ ἀνδρῶν ἁπάντων Σωκράτην εἶπε σοφώτατον εἶναι, ἤμβλυνε τὸν ἔπαινον αὐτοῦ τὸ πρὸς τούτου λεγόμενον περὶ Εὐριπίδου καὶ Σοφοκλέους ἐν τῷ· σοφὸς Σοφοκλῆς, σοφώτερος δ᾿ Εὐριπίδης. τραγῳδιοποιῶν ουν σοφῶν ὑπ᾿ αὐτοῦ λελεγμένων κρείττων εἶναι νομισθεὶς ὁ Σωκράτης, τῶν ἐπὶ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας τοῦ τυχόντος ἄθλου ἕνεκεν ἀγωνιζομένων καὶ ὅπου μὲν λύπας καὶ οἴκτους τοῖς θεαταῖς ἐμποιούντων ὅπου δὲ ἀσέμνους γέλωτας (τοιοῦτον γάρ τι βούλεται τὰ σατυρικὰ δράματα), οὐ πάνυ τι τὸ διὰ φιλοσοφίαν καὶ ἀλήθειαν ἐμφαίνει σεμνὸν καὶ διὰ σεμνότητα ἐπαινετόν. καὶ τάχα οὐ τοσοῦτον διὰ φιλοσοφίαν ἀνδρῶν εἶπεν αὐτὸν ἁπάντων σοφώτατον ὅσον διὰ τὰς θυσίας καὶ ἃς προσήνεγκε κνίσσας αὐτῷ τε καὶ τοῖς λοιποῖς δαίμοσι. καὶ διὰ ταῦτα ἐοίκασι μᾶλλον ποιεῖν οἱ δαίμονες τὰ ἀξιούμενα ὑπὸ τῶν αὐτοῖς προσαγόντων ἢ διὰ τὰ ἔργα τῆς ἀρετῆς. διόπερ διαγράφων τὰ γινόμενα ὁ τῶν ποιητῶν ἄριστος Ὅμηρος καὶ διδάσκων, τίνα μάλιστά ἐστι τὰ πείθοντα τοὺς δαίμονας ποιεῖν ἃ βούλονται οἱ θύοντες, εἰσήγαγε τὸν Χρύσην, ἕνεκεν ὀλίγων στεφάνων καὶ μηρίων ταύρων καὶ αἰγῶν τυγχάνοντα ὧν ᾔτησε καθ᾿ Ἑλλήνων διὰ τὴν θυγατέρα, ἵνα λοιμώξαντες ἀποδώσειαν αὐτῷ τὴν Χρυσηΐδα. μέμνημαι δὲ παρά τινι τῶν Πυθαγορείων, ἀναγράψαντι περὶ τῶν ἐν ὑπονοίᾳ παρὰ τῷ ποιητῇ λελεγμένων, ἀναγνοὺς ὅτι τὰ τοῦ Χρύσου πρὸς τὸν Ἀπόλλωνα ἔπη καὶ ὁ ἐξ Ἀπόλλωνος ἐπιπεμφθεὶς τοῖς Ἕλλησι λοιμὸς διδάσκει ὅτι ἠπίστατο Ὅμηρος πονηρούς τινας δαίμονας, χαίροντας ταῖς κνίσσαις καὶ ταῖς θυσίαις, μισθοὺς ἀποδιδόναι τοῖς θύσασι τὴν ἑτέρων φθορὰν, εἰ τοιοῦτο οἱ θύοντες εὔχοιντο. καὶ ὁ „Δωδώνης“ δὲ „μεδέων δυσχειμέρου,“ παρ᾿ ᾧ εἰσιν οἱ προφῆται „ἀνιπτόποδες χαμαιεῦναι,“ ἀποδοκιμάσας τὸ τῶν ἀνδρῶν εἰς προφητείαν γένος ταῖς Δωδωνίσι χρῆται, ὡς καὶ ὁ Κέλσος παρέστησεν. ἔστω δέ τις τούτοις παραπλήσιος Κλάριος καὶ ἕτερος ἐν Βραγχίδαις καὶ ἄλλος ἐν Ἄμμωνος ἢ ὅποι ποτὲ γῆς μαντευόμενοι, πόθεν οὖν δειχθήσεται εἰ καὶ θεοὶ μέν εἰσιν οὐ δαιμόνια δέ τινα; [7.7] Τῶν δ᾿ ἐν Ἰουδαίοις προφητῶν οἱ μὲν πρὸ τῆς προφητείας καὶ τῆς θείας κατακωχῆς ἦσαν σοφοὶ, οἱ δ᾿ ἀπ᾿ αὐτῆς τῆς προφητείας φωτισθέντες τὸν νοῦν τοιοῦτοι γεγόνασιν, αἱρεθέντες ὑπὸ τῆς προνοίας εἰς τὸ πιστευθῆναι τὸ θεῖον πνεῦμα καὶ τοὺς ἀπὸ τούτου λόγους διὰ τὸ τοῦ βίου δυσμίμητον καὶ σφόδρα εὔτονον καὶ ἐλευθέριον καὶ πάντῃ πρὸς θάνατον καὶ κινδύνους ἀκατάπληκτον. τοιούτους γὰρ καὶ ὁ λόγος αἱρεῖ δεῖν εἶναι τοὺς τοῦ ἐπὶ πᾶσι θεοῦ προφήτας. οἵτινες παίγνιον ἀπέφηναν τὴν Ἀντισθένους καὶ Κράτητος καὶ Διογένους εὐτονίαν. δι᾿ ἀλήθειαν γοῦν καὶ τὸ ἐλευθερίως ἐλέγχειν τοὺς ἁμαρτάνοντας „ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον· περιῆλθον γὰρ ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, ὧν οὐκ ην ἄξιος ὁ ἐπὶ γῆς κόσμος“· ἀεὶ ἐνορῶντες τῷ θεῷ καὶ τοῖς ἀοράτοις τοῦ θεοῦ καὶ μὴ βλεπομένοις αἰσθητῶς καὶ διὰ τοῦτο οὖσιν αἰωνίοις. ὁ δὲ βίος ἑκάστου τῶν προφητῶν ἀναγέγραπται· ἀρκεῖ δὲ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὸν Μωϋσέως βίον (καὶ γὰρ αὐτοῦ φέρονται προφητεῖαι, ἀναγεγραμμέναι ἐν τῷ νόμῳ) καὶ τὸν Ἱερεμἰου, φερόμενον ἐν τῇ ὁμωνύμῳ αὐτοῦ προφητείᾳ, καὶ τὸν Ἡσαΐου, ὃς ἐπορεύθη ὑπερτείνων πᾶσαν ἄσκησιν „γυμνὸς καὶ ἀνυπόδετος“ ἔτεσι τρισίν. ἴδε δὲ καὶ παιδαρίων, τοῦ Δανιὴλ καὶ τῶν σὺν αὐτῷ, τὸν ἐῤῥωμένον βίον, ἀναγνοὺς τὴν ὑδροποσίαν αὐτῶν καὶ ὅτι ἡ τροφὴ ἦν αὐτοῖς ὄσπριον, ἐμψύχων ἀπεχομένοις. εἰ δὲ δύνασαι, καὶ τὰ πρὸ τούτων θέασαι, Νῶε προφητεύσαντος καὶ Ἰσαὰκ τῷ υἱῷ ἐπευξαμένου προφητικῶς καὶ τοῦ Ἰακὼβ λέγοντος ἑκάστῳ τῶν δώδεκα· „δεῦτε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἔσται ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν.“ οὗτοι δὴ καὶ ἄλλοι μυρίοι προφητεύσαντες τῷ θεῷ καὶ τὰ περὶ Ἰησοῦ τοῦ Χριστοῦ προεῖπον. διόπερ ἐν οὐδενὶ μὲν τιθέμεθα λόγῳ τὰ ὑπὸ τῆς Πυθίας ἢ Δωδωνίδων ἢ Κλαρίου ἢ ἐν Βραγχίδαις ἢ ἐν Ἄμμωνος ἢ ὑπὸ μυρίων ἄλλων λεγομένων θεοπρόπων προειρημένα· τὰ δ᾿ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ προφητευσάντων τεθήπαμεν, ὁρῶντες ὅτι ἄξιος ἦν αὐτῶν ὁ ἐῤῥωμένος καὶ εὔτονος καὶ σεμνὸς βίος πνεύματος θεοῦ, τρόπῳ προφητεύοντος καινῷ καὶ οὐδὲν ἔχοντι παραπλήσιον ταῖς ἀπὸ δαιμόνων μαντείαις. [7.8] Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος εἰπών· τὰ δ᾿ ὑπὸ τῶν ἐν Ἰουδαίᾳ τῷ ἐκείνων τρόπῳ λεχθέντα προσέθηκεν· ἢ μὴ λεχθέντα, ὡς ἄπιστος φάσκων δύνασθαι καὶ μὴ λελέχθαι αὐτὰ ἀλλ᾿ ἀναγεγράφθαι τάχα τὰ μὴ λεχθέντα. οὐ γὰρ εἶδε τοὺς χρόνους, οὐδ᾿ ὅτι πρὸ πολλῶν ἐτῶν μυρία προειπόντες ἔλεγον καὶ περὶ τῆς Χριστοῦ ἐπιδημίας. πάλιν τε αὖ τοὺς ἀρχαίους προφήτας διαβαλεῖν ἐθέλων φησὶν αὐτοὺς πεπροφητευκέναι τὸν τρόπον τοῦτον, ὃν εἰώθασι, φησὶν, ἔτι νῦν οἱ περὶ Φοινίκην τε καὶ Παλαιστίνην· μὴ δηλώσας πότερον ἀλλοτρίους λέγει τινὰς τοῦ Ἰουδαίων λόγου καὶ Χριστιανῶν ἢ κατὰ τὸν χαρακτῆρα τῶν προφητῶν Ἰουδαϊκῶς προφητεύοντας. ὅπως δ᾿ ἂν ἔχῃ ἃ λέγει, ἐλέγχεται ἐψευσμένα. οὔτε γάρ (τινες) τῶν τῆς πίστεως ἀλλοτρίων παραπλήσιόν τι τοῖς προφήταις πεποιήκασιν, οὔτε νεώτεροι καὶ μετὰ τὴν Ἰησοῦ ἐπιδη μίαν ἱστόρηνται ἐν Ἰουδαίοις τινὲς προφητεύσαντες, τὸ γὰρ ἅγιον πνεῦμα ὡμολόγηται ἐκείνους καταλελοιπέναι, ἀσεβήσαντας εἰς τὸν θεὸν καὶ τὸν προφητευθέντα ὑπὸ τῶν παρ᾿ αὐτοῖς προφητῶν. σημεῖα δὲ τοῦ ἁγίου πνεύματος κατ᾿ ἀρχὰς μὲν τῆς Ἰησοῦ διδασκαλίας μετὰ δὲ τὴν ἀνάληψιν αὐτοῦ πλείονα ἐδείκνυτο, ὕστερον δὲ ἐλάττονα· πλὴν καὶ νῦν ἔτι ἴχνη ἐστὶν αὐτοῦ παρ᾿ ὀλίγοις, τὰς ψυχὰς τῷ λόγῳ καὶ ταῖς κατ᾿ αὐτὸν πράξεσι κεκαθαρμένοις. „ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων.“ [7.9] Ἐπεὶ δὲ καὶ τὸν τρόπον τῶν ἐν Φοινίκῃ καὶ Παλαιστίνῃ μαντείων ἐπαγγέλλεται φράσειν ὁ Κέλσος ὡς ἀκούσας καὶ πάνυ καταμαθὼν, φέρε καὶ ταῦτα κατανοήσωμεν. πρῶτον δὴ λέγει πλείονα εἶναι εἴδη προφητειῶν, μὴ ἐκτιθέμενος αὐτά· οὐδὲ γὰρ εἶχεν, ἀλλὰ ψευδῶς ἐπανετείνετο. ὃ δέ φησιν εἶναι τελεώτατον παρὰ τοῖς τῇδε ἀνδράσιν ἴδωμεν. πολλοὶ, φησὶ. καὶ ἀνώνυμοι ῥᾷστα ἐκ τῆς προστυχούσης αἰτίας καὶ ἐν ἱεροῖς καὶ ἔξω ἱερῶν. οἱ δὲ καὶ ἀγείραντες καὶ ἐπιφοιτῶντες πόλεσιν ἢ στρατοπέδοις, κινοῦνται δῆθεν ὡς θεσπίζοντες. πρόχειρον δ᾿ ἑκάστῳ καὶ σύνηθες εἰπεῖν· ἐγὼ ὁ θεός εἰμι ἢ θεοῦ παῖς ἢ πνεῦμα θεῖον. ἥκω δέ· ἤδη γὰρ ὁ κόσμος ἀπόλλυται, καὶ ὑμεῖς, ὦ ἄνθρωποι, διὰ τὰς ἀδικίας οἴχεσθε. ἐγὼ δὲ σῶσαι θέλω· καὶ ὄψεσθέ με αὖθις μετ᾿ οὐρανίου δυνάμεως ἐπανιόντα. μακάριος ὁ νῦν με θρησκεύσας, τοῖς δ᾿ ἄλλοις ἅπασι πῦρ αἰώνιον ἐπιβαλῶ καὶ πόλεσι καὶ χώραις. καὶ ἄνθρωποι, οἳ μὴ τὰς ἑαυτῶν ποινὰς ἴσασι, μεταγνώσονται μάτην καὶ στενάξουσι· τοὺς δέ μοι πεισθέντας αἰωνίους φυλάξω. εἶτα τούτοις ἑξῆς φησι· ταῦτ᾿ ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν ἔχων νοῦν εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδὲν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ λεχθὲν σφετερίζεσθαι. [7.10] Ἐχρῆν δὲ αὐτὸν, εἴπερ εὐγνωμόνει πρὸς τὴν κατηγορίαν, ἐκθέσθαι αὐταῖς λέξεσι τὰς προφητείας, εἴτ᾿ ἐν αἷς θεὸς παντοκράτωρ ἐπηγγέλλετο εἶναι ὁ λέγων, εἴτ᾿ ἐν αἷς ὁ υἱὸς τοῦ θεοῦ, εἴτε καὶ ἐν αἷς τὸ πνεῦμα τὸ ἅγιον λέγον εἶναι ἐπιστεύετο· οὕτω γὰρ καὶ ἠγωνίασεν ἀνασκευάσαι τὰ εἰρημένα καὶ δεῖξαι ὅτι οὐκ ἔνθεοι ἦσαν οἱ λόγοι, περιέχοντες ἐπιστροφὴν ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἔλεγχον τῶν ποτε ὄντων καὶ πρόγνωσιν περὶ τῶν μελλόντων. διὸ καὶ οἱ κατ᾿ αὐτοὺς ἀπογραψάμενοι τὰς προφητείας αὐτῶν ἐφύλαξαν, ἵνα καὶ οἱ μεταγενέστεροι ἀναγινώσκοντες θαυμάζωσιν ὡς λόγους θεοῦ καὶ ὠφελούμενοι οὐ μόνον ἀπὸ τῶν ἐπιπληκτικῶν καὶ ἐπιστρεπτικῶν ἀλλὰ καὶ ἀπὸ τῶν προγνωστικῶν ταῖς ἐκβάσεσι πειθόμενοι περὶ τοῦ θεῖον εἶναι πνεῦμα τὸ προειρηκὸς τὴν κατὰ τὸν λόγον εὐσέβειαν ἀσκοῦντες διατελῶσι, πειθόμενοι τῷ νόμῳ καὶ τοῖς προφήταις. οἱ μὲν ουν προφῆται ὅσα ἦν αὐτόθεν νοηθῆναι τοῖς ἀκούουσι χρήσιμα καὶ συμβαλλόμενα τῇ τῶν ἠθῶν ἐπανορθώσει χωρὶς πάσης ἐπικρύψεως κατὰ τὸ βούλημα τοῦ θεοῦ εἰρήκασιν, ὅσα δὲ μυστικώτερα ἦν καὶ ἐποπτικώτερα καὶ ἐχόμενα θεωρίας τῆς ὑπὲρ τὴν πάνδημον ἀκοὴν, ταῦτα „δι᾿ αἰνιγμάτων“ καὶ ἀλληγοριῶν καὶ τῶν καλουμένων σκοτεινῶν λόγων καὶ τῶν ὀνομαζομένων παραβολῶν ἢ παροιμιῶν ἀπεφήναντο· ἵν᾿ οἱ μὴ φυγοπονοῦντες ἀλλὰ πάντα πόνον ὑπὲρ ἀρετῆς καὶ ἀληθείας ἀναδεχόμενοι ἐξετάσαντες εὕρωσι καὶ εὑρόντες, ὡς λόγος αἱρεῖ, οἰκονομήσωσιν. ὁ δὲ γεννάδας Κέλσος ὡσπερεὶ θυμωθεὶς ἐπὶ τῷ μὴ νενοηκέναι τοὺς τῶν προφητῶν τοιούτους λόγους ἐλοιδόρησεν αὐτοὺς, εἰπὼν ὅτι ταῦτα ἐπανατεινάμενοι προστιθέασιν ἐφεξῆς ἄγνωστα καὶ πάροιστρα καὶ πάντῃ ἄδηλα, ὧν τὸ μὲν γνῶμα οὐδεὶς ἂν νοῦν ἔχων εὑρεῖν δύναιτο· ἀσαφῆ γὰρ καὶ τὸ μηδὲν, ἀνοήτῳ δὲ ἢ γόητι παντὶ περὶ παντὸς ἀφορμὴν ἐνδίδωσιν, ὅπῃ βούλεται, τὸ λεχθὲν σφετερίζεσθαι. καὶ πανούργως μοι ἔδοξε ταῦτ᾿ εἰρηκέναι, κωλύειν τὸ ὅσον ἐφ᾿ ἑαυτῷ βουλόμενος τοὺς ἐντυγχάνοντας ταῖς προφητείαις βασανίζειν καὶ ἐξετάζειν αὐτῶν τὸν νοῦν· καὶ πέπονθέ τι πρᾶγμα παραπλήσιον τοῖς εἰποῦσι περί τινος προφήτου, εἰσελθόντος πρός τινα καὶ τὰ μέλλοντα προειπόντος αὐτῷ· „τί εἰσῆλθεν ὁ ἐπίληπτος οὗτος πρός σε;“ [7.11] Εἰκὸς μὲν οὖν εἶναι λόγους πολλῷ τῆς ἡμετέρας ἕξεως σοφωτέρους, τοὺς δυναμένους ἀποδεικνύναι ψευδόμενον ἐν τούτοις τὸν Κέλσον καὶ ἐνθέους τὰς προφητείας· πλὴν καὶ ἡμεῖς κατὰ τὸ δυνατὸν ἡμῖν πεποιήκαμεν, τὰ, ὥς φησι Κέλσος, πάροιστρα καὶ πάντῃ ἄδηλα πρὸς λέξιν διηγησάμενοι ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν Ἡσαΐαν καὶ εἰς τὸν Ἰεζεκιὴλ καὶ εἴς τινας τῶν δώδεκα. θεοῦ δὲ διδόντος τὴν ἐν τῷ λόγῳ αὐτοῦ προκοπὴν καθ᾿ οὓς βούλεται χρόνους προστεθήσεται τοῖς ἤδη εἰς ταῦτα ὑπαγορευθεῖσιν ἤτοι τὰ λείποντα ἢ ὅσα γ᾿ ἂν φθάσωμεν σαφηνίσαι. καὶ ἄλλοι δὲ οἱ βουλόμενοι ἐξετάζειν τὴν γραφὴν νοῦν ἔχοντες τὸ γνῶμα αὐτῆς εὑρεῖν ἂν δύναιντο, οὔσης ἀληθῶς πολλαχοῦ ἀσαφοῦς μὲν, οὐ μὴν. ὥς φησι Κέλσος, τὸ μηδέν. ἀλλ᾿ οὐδὲ δύναταί τις ἀνόητος ἢ γόης ἐξομαλίσαι ἢ ὅπῃ ποτὲ τὸ λεχθὲν σφετερίσασθαι· μόνος δὲ καὶ πᾶς ὁ κατ᾿ ἀλήθειαν ἐν Χριστῷ σοφὸς τὸν εἱρμὸν πάντα ἀποδῴη ἂν τῶν μετ᾿ ἐπικρύψεως εἰρημένων ἐν τοῖς προφήταις, „πνευματικα πνευματικοῖς“ συγκρίνων καὶ κατασκευάζων ἀπὸ τῆς συνηθείας τῶν γραφῶν ἕκαστον τῶν εὑρισκομένων. οὐ πιστευτέον δὲ τῷ Κέλσῳ λέγοντι τοιούτων ἀνθρώπων γεγονέναι αὐτήκοον. οὐδὲ γὰρ κατὰ τοὺς Κέλσου χρόνους γεγόνασί τινες π(ροφῆται) τοῖς ἀρχαίοις παραπλήσιοι, ἐπεὶ κἂν παραπλησίως τοῖς πάλαι γρ(αφεῖ)σιν ἀνεγράφησαν καὶ ἑξῆς προφητεῖαι ὑπὸ τῶν ἀποδεξαμένων καὶ θαυμασάντων αὐτάς. δοκεῖ δέ μοι πάντῃ δῆλον εἶναι τὸ τοῦ Κέλσου ψεῦδος, ὅτι οἱ δῆθεν προφῆται, ὧν αὐτήκοος ἐγένετο, ἐλεγχθέντες ὑπὸ Κέλσου ὡμολόγησαν αὐτῷ οὗ τινος ἐδέοντο, καὶ ὅτι ἐπλάσσοντο λέγοντες ἀλλοπρόσαλλα. ἔδει δ᾿ αὐτὸν καὶ ὀνόματα θεῖναι ὧν ἔφασκεν αὐτήκοος γεγονέναι· ἵνα ἐκ τῶν ὀνομάτων, εἴπερ εἶχεν εἰπεῖν, φανῇ τοῖς κρίνειν δυναμένοις, πότερον ἀληθῆ ἢ ψευδῆ ἔλεγεν. [7.12] Οἴεται δὲ καὶ τοὺς ἀπὸ τῶν προφητῶν ἀπολογουμένους περὶ τῶν κατὰ τὸν Χριστὸν μηδὲν μὲν δύνασθαι πρὸς ἔπος λέγειν, ἐπὰν φαίνηταί τι πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον λεγόμενον περὶ τοῦ θείου ἢ μιαρόν. διὸ καὶ ὡς μηδεμιᾶς οὔσης ἀπολογίας συνείρει ἑαυτῷ μυρία περὶ τῶν μὴ διδομένων. εἰδέναι (δὲ) χρὴ ὅτι καὶ οἱ βουλόμενοι κατὰ τὰς θείας ζῆς γραφὰς καὶ ἐπιστάμενοι ὅτι „γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι“ καὶ ἀναγνόντες τὸ „ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ἡμᾶς λόγου περὶ τῆς ἐν ἡμῖν ἐλπίδος“ οὐκ ἐπὶ μόνον τὸ προειρῆσθαι τάδε τινὰ καταφεύγουσιν, ἀλλὰ γὰρ καὶ τὰς δοκούσας ἀπεμφάσεις λύειν πειρῶνται καὶ δεικνύναι οὐδὲν εἶναι πονηρὸν ἐν τοῖς λόγοις οὐδ᾿ αἰσχρὸν οὐδ᾿ ἀκάθαρτον οὐδὲ μιαρὸν ἀλλὰ τοιοῦτον γίνεσθαι, ὡς χρὴ ἐκδέχεσθαι τοῖς μὴ συνιεῖσι τῆν θείαν γραφήν. ἐχρῆν δ᾿ αὐτὸν ἀπὸ τῶν προφητῶν τὸ φαινόμενον ἐν αὐτοῖς πονηρὸν ἢ τὸ δοκοῦν αὐτῷ αἰσχρὸν ἢ τὸ νομιζόμενον αὐτῷ ἀκάθαρτον ἢ ὃ ὑπελάμβανεν εἶναι μιαρὸν παραθέσθαι, εἴπερ τοιαῦτα ἔβλεπεν ἐν τοῖς προφήταις εἰρημένα· πληκτικώτερος γὰρ ἂν ὁ λόγος αὐτοῦ ἦν καὶ πρὸς ὃ ἐβούλετο ἀνυτικώτερος· νυνὶ δὲ οὐ παρέθετο, ἀλλ᾿ ἐπανατεινάμενος ἀπειλεῖ τοιαῦτα φαίνεσθαι ἐν ταῖς γραφαῖς, καταψευδόμενος αὐτῶν. πρὸς οὖν κενοὺς ψόφους ὀνομάτων οὐδεὶς λόγος αἱρεῖ ἀπολογήσασθαι ὑπὲρ τοῦ δεῖξαι ὅτι οὐδὲν πονηρὸν ἢ αἰσχρὸν ἢ ἀκάθαρτον ἢ μιαρόν ἐστιν ἐν τοῖς τῶν προφητῶν λόγοις. [7.13] Ἀλλ᾿ οὐδὲ ποιεῖ ἢ πάσχει αἴσχιστα ὁ θεὸς οὐδὲ τῷ κακῷ διακονεῖται, ὡς οἴεται Κέλσος· οὐδὲ γὰρ προείρηταί τι τῶν τοιούτων. κἂν λέγῃ αὐτὸς προειρῆσθαι τὸν θεὸν τῷ κακῷ διακονεῖσθαι ἢ ποιεῖν ἢ πάσχειν αἴσχιστα, ἔμελλε παραθέσθαι τὰς ἀπὸ τῶν προφητῶν εἰς τοῦτο λέξεις καὶ μὴ μάτην μολύνειν ἐθέλειν τοὺς ἀκούοντας αὐτοῦ. ἃ μὲν οὖν πείσεται Χριστὸς προεῖπον οἱ προφῆται, καὶ τὴν αἰτίαν τιθέντες τοῦ, δι᾿ ὃ πείσεται· καὶ ὁ θεὸς ἠπίστατο ἅπερ ὁ Χριστὸς αὐτοῦ πείσεται. πόθεν δ᾿ ὅτι καὶ μιαρώτατα καὶ ἀκαθαρτότατα ταῦτ᾿ ἦν, ὥς φησιν ὁ Κέλσος; ἀλλὰ δόξει διδάσκειν, πῶς μιαρώτατα καὶ ἀκαθαρτότατ᾿ ἄττα ἦν ἃ καὶ ὑπέμεινεν, ἐπεί φησι· τί γὰρ ἄλλο ἦν θεῷ τὸ προβάτων σάρκας ἐσθίειν καὶ χολὴν ἣ ὄξος πίνειν πλὴν σκατοφαγεῖν; θεὸς δὲ καθ᾿ ἡμᾶς προβάτων σάρκας οὐκ ησθιεν. ἵνα γὰρ καὶ δόξῃ ὅτι ἤσθιεν, ὡς σῶμα φορῶν ὁ Ἰησοῦς ἤσθιεν. ἀλλὰ καὶ περὶ τῆς χολῆς καὶ τοῦ ὄξους, προφητευθέντων ἐν τῷ „ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος,“ ἐν τοῖς ἀνωτέρω προειρηκότες ἀναγκαζόμεθα ὑπὸ τοῦ Κέλσου παλιλλογεῖν. ἀεὶ γὰρ οἱ τῷ τῆς ἀληθείας ἐπιβουλεύοντες λόγῳ χολὴν τὴν ἀπὸ τῆς ἑαυτῶν κακίας καὶ ὄξος τὸ ἀπὸ τῆς ἰδίας ἐπὶ τὰ φαῦλα τροπῆς προσάγουσι τῷ Χριστῷ τοῦ θεοῦ, ὃς „γευσάμενος οὐ θέλει πιεῖν.“ [7.14] Εἶτα μετὰ ταῦτα, βουλόμενος ἀνατρέπειν τὴν πίστιν τῶν διὰ τὸ πεπροφητεῦσθαι παραδεξαμένων τὰ τοῦ Ἰησοῦ, φησί· φέρε ἐὰν προείπωσιν οἱ προφῆται τὸν μέγαν θεὸν, ἵνα μηδὲν ἄλλο φορτικώτερον εἴπω, δουλεύειν ἢ νοσήσειν ἢ ἀποθανεῖν, τεθνήξεσθαι δεήσει τὸν θεὸν ἢ δουλεύειν ἢ νοσήσειν. ἐπειδὴ προείρητο, ἵνα πιστευθῇ ἀποθανὼν ὅτι θεὸς ἦν; ἀλλ᾿ οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ ἐστι καὶ ἀνόσιον. οὐκοῦν οὔτ᾿ εἰ προεῖπον οὔτ᾿ εἰ μὴ προεῖπον. σκεπτέον, ἀλλ᾿ εἰ τὸ ἔργον ἄξιόν ἐστι θεοῦ καὶ καλόν. τῷ δ᾿ αἰσχρῷ καὶ κακῷ, κἂν πάντες ἄνθρωποι μαινόμενοι προλέγειν δοκῶσιν, ἀπιστητέον. πῶς οὖν τὰ περὶ τοῦτον ὡς περὶ θεὸν πραχθέντα ἐστὶν ὅσια; φαίνεται δὴ διὰ τούτων ἰσχυρὸν μέν τι πρὸς πειθὼ τῶν ἀκουόντων ὑπονενοηκέναι τὸ περὶ τοῦ πεπροφητεῦσθαι τὸν Ἰησοῦν κεφάλαιον. ἄλλῳ δὲ πιθανῷ πειρᾶσθαι ἀνατρέπειν τὸν λόγον φάσκων· οὐκοῦν οὔτ᾿ εἰ προεῖπον οὔτ᾿ εἰ μὴ προεῖπον, σκεπτέον. ἐχρῆν δ᾿, εἴπερ μὴ παραλογιστικῶς ἀλλ᾿ ἀποδεικτικῶς ἐβούλετο ἐνστῆναι τῷ λεγομένῳ, εἰπεῖν· οὐκοῦν ἀποδεικτέον ὅτι οὐ προεῖπον ἢ οὐ, καθὼς προεῖπον, τὰ περὶ Χριστοῦ πεπλήρωται ἐν τῷ Ἰησοῦ λεχθέντα. καὶ ἐπιφέρειν τὴν δοκοῦσαν αὐτῷ ἀπόδειξιν. οὕτως γὰρ ἐφαίνετο ἂν, τίνα μὲν αἱ προφητεῖαι λέγουσιν ὑφ᾿ ἡμῶν ἀναφερόμενα ἐπὶ τὸν Ἰησοῦν, πῶς δὲ οὗτος ψευδοποιεῖ τὴν ἐκδοχὴν ἡμῶν· καὶ εὑρέθη ἂν, πότερον γενναίως ἀνατρέπει τὰ ὑφ᾿ ἡμῶν φερόμενα ἀπὸ τῶν προφητῶν εἰς τὸν περὶ τοῦ Ἰησοῦ λόγον, ἢ ἁλίσκεται ἀναισχύντως βιάζεσθαι θέλων τὴν τῆς ἀληθείας ἐνάργειαν ὡς οὐκ ἀλήθειαν. [7.15] Ἐπεὶ δ᾿ ἀδύνατά τινα καὶ ἀπρεπῆ θεῷ καθ᾿ ὑπόθεσιν τιθείς φησιν· εἰ ταῦτα προφητεύοιτο περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ, ἆρ᾿, ἐπεὶ προλέγεται, πιστεύεσθαι δεῖ τὰ τοιαῦτα περὶ θεοῦ; καὶ νομίζει κατασκευάζεσθαι ὅτι, κἂν ἀληθῶς ὦσι προειρηκότες οἱ προφῆται περὶ υἱοῦ θεοῦ τοιαῦτα, ἀδύνατον ἦν αὐτὸν παθεῖν ἢ δρᾶσαι χρῆναι πιστεύειν τοῖς προειρημένοις· λεκτέον ὅτι ἡ ὑπόθεσις αὐτοῦ ἄτοπος οὖσα ποιήσαι ἂν συνημμένα εἰς τὰ ἀλλήλοις ἀντικείμενα λήγοντα, ὅπερ οὕτω δείκνυται. εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ δουλεύειν ἢ νοσεῖν ἀεὶ ἢ τεθνήξεσθαι φήσαιεν τὸν θεὸν, συμβήσεται ταῦτα περὶ τὸν θεὸν, ἀψευδεῖν γὰρ ἀνάγκη τοὺς τοῦ μεγάλου θεοῦ προφήτας· ἀλλὰ καὶ εἰ οἱ ἀληθῶς προφῆται τοῦ ἐπὶ πᾶσι θεοῦ τὰ αὐτὰ ταῦτά φασιν, ἐπεὶ τὰ τῇ φύσει ἀδύνατα οὐκ ἔστιν ἀληθῆ, οὐκ ἂν συμβαίη περὶ τὸν θεὸν ἃ λέγουσιν οἱ προφῆται. ὅταν δὲ δύο συνημμένα λήγῃ εἰς τὰ ἀλλήλοις ἀντικείμενα τῷ καλουμένῳ „διὰ δύο τροπικῶν“ θεωρήματι, ἀναιρεῖται τὸ ἐν ἀμφοτέροις τοῖς συνημμένοις ἡγούμενον, ὅπερ ἐν τούτοις ἐστὶ τὸ προλέγειν τοὺς προφήτας τὸν μέγαν θεὸν δουλεύειν ἢ νοσήσειν ἢ τεθνήξεσθαι. συνάγεται οὖν τὸ οὐκ ἄρα προεῖπον οἱ προφῆται τὸν μέγαν θεὸν δουλεύσειν ἢ νοσήσειν ἢ τεθνήξεσθαι, καὶ ὑπάγεταί γε ὁ λόγος τρόπῳ τοιούτῳ· εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον· εἰ [οὐ] τὸ πρῶ τον, οὐ τὸ δεύτερον· οὐκ ἄρα τὸ πρῶτον. φέρουσι δὲ καὶ ἐπὶ ὕλης τὸν τρόπον τοῦτον οἱ ἀπὸ τῆς Στοᾶς, λέγοντες τό· εἰ ἐπίστασαι ὅτι τέθνηκας, τέθνηκας· εἰ ἐπίστασαι ὅτι τέθνηκας. οὐ τέθνηκας· ἀκολουθεῖ τὸ οὐκ ἄρα ἐπίστασαι ὅτι τέθνηκας. τὸν τρόπον δὲ τοῦτον κατασκευάζουσι τὰ συνημμένα· εἰ ἐπίστασαι ὅτι τέθνηκας, ἔστιν ὃ ἐπίστασαι, ἔστιν ἄρα τὸ τέθνηκας. καὶ πάλιν· εἰ ἐπίστασαι ὅτι οὐ τέθνηκας, καὶ ἔστιν ὃ ἐπίστασαι, οὐ τέθνηκας, ἐπεὶ δὲ ὁ τεθνηκὼς (οὐδὲν) ἐπίσταται, δῆλον ὅτι, εἰ ἐπίστασαι ὅτι τέθνηκας, οὐ τέθνηκας. καὶ ἀκολουθεῖ, ὡς προεῖπον, ἀμφοτέροις τοῖς συνημμένοις τὸ οὐκ ἄρα ἐπίστασαι ὅτι τέθνηκας. τοιοῦτόν τι ἐστὶ καὶ περὶ τὴν Κέλσου ὑπόθεσιν, λέγοντος ἣν προεξεθέμεθα λέξιν. [7.16] Ἀλλ᾿ οὐδ᾿ ἅπερ ἐν ὑποθέσει παρειλήφαμεν παραπλήσιά ἐστι ταῖς περὶ Ἰησοῦ προφητείαις. οὐ γὰρ προεῖπον αἱ προφητεῖαι θεὸν σταυρωθήσεσθαι, αἵτινές φασι περὶ τοῦ ἀναδεξαμένου τὸν θάνατον· „καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν.“ ὅρα οὖν (ὡς) σαφῶς ἄνθρωπον εἰρήκασι τὸν πεπονθότα ἀνθρώπινα. καὶ αὐτὸς ἀκριβῶς εἰδὼς Ἰησοῦς ὅτι τὸ ἀποθνῇσκον ἄνθρωπος ἦν, φησὶ πρὸς τοὺς ἐπιβουλεύοντας αὐτῷ· „νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα ἀπὸ τοῦ θεοῦ.“ εἰ δέ τι θεῖον ἐν τῷ κατ᾿ αὐτὸν νοουμένῳ ἀνθρώπῳ ἐτύγχανεν, ὅπερ ἦν ὁ μονογενὴς τοῦ θεοῦ καὶ ὁ „πρωτότοκος πάσης κτίσεως,“ ὁ λέγων· „ἐγώ εἰμι ἡ ἀλήθεια“ καὶ „ἐγώ εἰμι ἡ ζωὴ“ καὶ „ἐγώ εἰμι ἡ θύρα“ καὶ „ἐγώ εἰμι ἡ ὁδὸς“ καὶ „ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς“· ἄλλος δή που ὁ περὶ τούτου καὶ τῆς οὐσίας αὐτοῦ λόγος ἐστὶ παρὰ τὸν περὶ τοῦ νοουμένου κατὰ τὸν Ἰησοῦν ἀνθρώπου. διόπερ οὐδ᾿ οἱ πάνυ ἁπλούστατοι καὶ λόγοις οὐκ ἐντεθραμμένοι ἐξεταστικοῖς Χριστιανοὶ εἴποιεν ἂν τεθνηκέναι τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ὁδὸν ἢ τὸν ἐξ οὐρανοῦ καταβάντα ζῶντα ἄρτον ἢ τὴν ἀνάστασιν· φησὶ γὰρ ἑαυτὸν ἀνάστασιν εἶναι ὁ ἐν τῷ φαινομένῳ ἀνθρώπῳ κατὰ τὸν Ἰησοῦν διδάξας τὸ „ἐγώ εἰμι ἡ ἀνάστασις.“ ἀλλὰ καὶ οὐδεὶς (οὕτως) ἐμβρόντητος ἡμῶν ἐστιν, ἵν᾿ εἴπῃ· τέθνηκεν „ἡ ζωὴ“ ἤ· τέθνηκεν „ἡ ἀνάστασις.“ ἦν δ᾿ ἂν τὸ τῆς ὑποθέσεως τοῦ Κέλσου χώραν ἔχον, εἰ ἐφάσκομεν προειρηκέναι τοὺς προφήτας τεθνήξεσθαι τὸν θεὸν λόγον ἢ τὴν ἀλήθειαν ἢ τὴν ζωὴν ἢ τὴν ἀνάστασιν ἤ τι τῶν ἄλλων, ἅ φησιν εἶναι ὁ υἱὸς τοῦ θεοῦ. [7.17] Ἀληθεύει οὖν ἐν μόνῳ κατὰ τὸν τόπον ὁ Κέλσος τῷ· ἀλλ᾿ οὐκ ἂν προείποιεν τοῦτο οἱ προφῆται· κακὸν γάρ ἐστι καὶ ἀνόσιον. τί δὲ τοῦτο ἢ ὅτι ὁ μέγας θεὸς δουλεύσει ἢ τεθνήξεται; ἄξιον δὲ θεοῦ τὸ προφητευθέν ἐστιν ὑπὸ τῶν προφητῶν, ὅτι τῆς θείας φύσεως „ἀπαύγασμα“ καὶ „χαρακτήρ“ τις ἐνανθρωπούσῃ ψυχῇ ἱερᾷ τῇ τοῦ Ἰησοῦ συνεπιδημήσει τῷ βίῳ, ἵνα σπείρῃ λόγον, οἰκειοῦντα τῷ τῶν ὅλων θεῷ τὸν παραδεξάμενον αὐτὸν εἰς τὴν ἑαυτοῦ ψυχὴν καὶ γεωργήσαντα καὶ ἐπὶ τέλος ἀγαγόντα πάντα, ὃς τὴν δύναμιν ἐν ἑαυτῷ ἔχει τοῦ ἐν ἀνθρώπου σώματι καὶ ψυχῇ ἐσομένου θεοῦ λόγου. οὕτως δ᾿ ἔσται, ὡς μὴ ἀποκεκλεῖσθαι τὰς αὐγὰς αὐτοῦ ἐν ἐκείνῳ μόνῳ μηδ᾿ ὀνομάζεσθαι ὅτι οὐδαμοῦ ἀλλαχοῦ ἐστι τὸ τῶν αὐγῶν τούτων παρεκτικὸν φῶς, θεὸς λόγος ὤν. τὰ περὶ τὸν Ἰησοῦν τοίνυν καθὸ μὲν νενόηται θεότητι ἐν αὐτῷ πραχθέντα, ἐστὶν ὅσια, καὶ οὐ μαχόμενα τῇ περὶ τοῦ θείου ἐννοίᾳ· καθὸ δὲ ἄνθρωπος ἦν, παντὸς μᾶλλον ἀνθρώπου κεκοσμημένος τῇ ἄκρᾳ μετοχῇ τοῦ αὐτολόγου καὶ τῆς αὐτοσοφίας ὑπέμεινεν ὡς σοφὸς καὶ τέλειος ἅπερ ἐχρῆν ὑπομεῖναι τὸν ὑπὲρ παντὸς τοῦ γένους τῶν ἀνθρώπων ἢ καὶ τῶν λογικῶν πάντα πράττοντα. καὶ οὐδὲν ἄτοπον καὶ ἀποτεθνηκέναι τὸν ἄνθρωπον, καὶ τὸν θάνατον αὐτοῦ οὐ μόνον παράδειγμα ἐκκεῖσθαι τοῦ ὑπὲρ εὐσεβείας ἀποθνῄ σκειν ἀλλὰ γὰρ καὶ εἰργάσθαι ἀρχὴν καὶ προκοπὴν τῆς καταλύσεως τοῦ πονηροῦ καὶ διαβόλου, πᾶσαν τὴν γῆν νενεμημένου. σημεῖα δὲ τῆς καθαιρέσεώς εἰσιν αὐτοῦ οἱ διὰ τὴν ἐπιδημίαν Ἰησοῦ πανταχόθεν φυγόντες μὲν τοὺς κατέχοντας αὐτοὺς δαίμονας, διὰ δὲ τοῦ ἠλευθερῶσθαι ἀπὸ τῆς ὑπ᾿ ἐκείνους δουλείας ἀνατιθέντες ἑαυτοὺς τῷ θεῷ καὶ τῇ κατὰ τὸ δυνατὸν αὐτοῖς καθαρωτέρᾳ ὁσημέραι εἰς αὐτὸν εὐσεβείᾳ. [7.18] Ἑξῆς δὲ τούτοις τοιαῦτά φησιν ὁ Κέλσος· ἐκεῖνο δ᾿ οὐκ ἐνθυμηθήσονται πάλιν; εἰ προεῖπον οἱ τοῦ Ἰουδαίων θεοῦ προφῆται τοῦτον ἐκείνου παῖδα ἐσόμενον, πῶς ἐκεῖνος μὲν διὰ Μωϋσέως νομοθετεῖ πλουτεῖν καὶ δυναστεύειν καὶ καταπιμπλάναι τὴν γῆν καὶ καταφονεύειν τοὺς πολεμίους ἡβηδὸν καὶ παγγενεὶ κτείνειν, ὅπερ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς τῶν Ἰουδαίων, ὥς φησι Μωϋσῆς, ποιεῖ, καὶ πρὸς ταῦτα, ἂν μὴ πείθωνται, διαῤῥήδην αὐτοὺς τὰ τῶν πολεμίων δράσειν ἀπειλεῖ, ὁ δ᾿ υἱὸς ἄρα αὐτοῦ, ὁ „Ναζωραῖος“ ἄνθρωπος. ἀντινομοθετεῖ μηδὲ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ πλουτοῦντι ἢ φιλαρχιῶντι ἢ σοφίας ἢ δόξης ἀντιποιουμένῳ, δεῖν δὲ σίτων μὲν καὶ ταμείου μὴ μᾶλλόν τι φροντίζειν ἢ „τοὺς κόρακας,“ ἐσθῆτος δὲ ἧττον ἢ „τὰ κρίνα,“ τῷ δ᾿ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν; πότερον Μωϋσῆς ἢ Ἰησοῦς ψεύδεται; ἢ ὁ πατὴρ τοῦτον πέμπων ἐπελάθετο, τίνα Μω(??)σεῖ διετάξατο; ἢ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον καὶ ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει; πέπονθε δὴ διὰ τούτων Κέλσος πρᾶγμα ὁ πάντ᾿ ἐπίστασθαι ἐπαγγελλόμενος ἰδιωτικώτατον, περὶ τοῦ νοῦ τῶν γραφῶν οἰηθεὶς πλέον τῶν κατὰ τὸ γράμμα λέξεων μηδένα λόγον εἶναι βαθύτερον ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις· οὐχ ὁρῶν ὅτι οὐκ ἂν οὕτω προφανῶς ἀπιθάνως τὸν σωματικὸν ἐπηγγέλλετο πλοῦτον τοῖς ὀρθῶς βιώσασιν ὁ λόγος, δεικνυμένων δικαιοτάτων ἐν ἄκρᾳ πενίᾳ βεβιωκέναι. οἱ γοῦν προφῆται καὶ διὰ τὸ καθαρῶς βεβιωκέναι τὸ θεῖον πνεῦμα χωρήσαντες „περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς“· „πολλαὶ“ γὰρ „αἱ θλίψεις τῶν δικαίων“ κατὰ τὸν ὑμνῳδόν. εἴπερ δὲ ἀνέγνω τὸν Μωϋσέως νόμον ὁ Κέλσος, εἰκὸς ὅτι τὸ „δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ,“ λεγόμενον πρὸς τὸν τηροῦντα τὸν νόμον, ᾠήθη τοιοῦτον εἶναι, ὥστ᾿ ἐν ἐπαγγελίᾳ λέγεσθαι τῷ δικαίῳ τοσοῦτον πλουτήσειν τὸν τυφλὸν πλοῦτον, ὥστε διὰ τὸ πλῆθος τῶν χρημάτων οὐ μόνον Ἰουδαίοις δανείζειν τὸν δίκαιον ἀλλ᾿ οὐδ᾿ ἄλλῳ ἑνὶ ἔθνει ἢ δευτέρῳ ἢ τρίτῳ ἀλλὰ πολλοῖς. πόσα οὖν ἂν ὁ δίκαιος ἐκέκτητο χρήματα, μισθὸν τῆς δικαιοσύνης αὐτὰ κατὰ τὸν νόμον λαβὼν, ἵνα δανιοῖ „πολλοῖς ἔθνεσιν“; ἀκόλουθον δ᾿ ἐστὶ τῇ τοιαύτῃ ἐκδοχῇ καὶ τὸ ὑπολαμβάνειν ὅτι οὐδέ ποτε ὁ δίκαιος δανείζεται, ἐπεὶ γέγραπται· „σὺ δὲ οὐ δανιῇ.“ ἆρ᾿ οὖν ἔμεινε τὸ ἔθνος τοσούτοις χρόνοις ἐν τῇ κατὰ Μωϋσέα θεοσεβείᾳ, προφανῶς βλέπον ψευδόμενον ὅσον ἐπὶ τῷ Κέλσῳ τὸν νομοθέτην; οὐδὲ γὰρ ἱστόρηταί τις τοσοῦτον πλουτήσας, ὡς δεδανεικέναι „ἔθνεσι πολλοῖς.“ ἀλλ᾿ οὐ πιθανὸν οὕτως αὐτοὺς διδασκομένους ἀκούειν τοῦ νόμου, ὡς Κέλσος ᾤετο, καὶ προφανῶς βλέποντας ψευδεῖς (τὰς) κατὰ τὸν νόμον ἐπαγγελίας ἀγωνίζεσθαι περὶ τοῦ νόμου. ἐὰν δὲ τὰς ἀναγεγραμμένας τις ἁμαρτίας τοῦ λαοῦ φέρῃ παράδειγμα τοῦ καταπεφρονηκέναι αὐτοὺς τοῦ νόμου, τάχα διὰ τὸ κατεγνωκέναι αὐτοὺς ὡς ψευδομένου, λεκτέον πρὸς αὐτὸν ὅτι ἀναγνωστέον καὶ τοὺς χρόνους, ἐν οἷς ὅλος ὁ λαὸς ἀναγέγραπται μετὰ τὸ πεποιηκέναι τὸ πονηρὸν ἐνώπιον κυρίου ἐπὶ τὸ βέλτιον καὶ τὴν κατὰ τὸν νόμον θεοσέβειαν μεταβεβληκέναι. [7.19] Ἀλλὰ καὶ εἴπερ δυναστεύειν αὐτοῖς ὁ νόμος ἐπηγγέλλετο λέγων· „ἄρξεις σὺ [δὲ] ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ καὶ μηδὲν δηλοῦται διὰ τούτων βαθύτερον, δῆλον ὅτι πολλῷ πλέον κατεγίνωσκεν ὁ λαὸς τῶν κατὰ τὸν νόμον ἐπαγγελιῶν. παραφράζει δέ τινας λέξεις ὁ Κέλσος, ἐμφαινούσας πληρωθήσεσθαι πᾶσαν τὴν γῆν διὰ τοῦ Ἑβραϊκοῦ σπέρματος· ὅπερ ὡς πρὸς τὴν ἱστορίαν μηνίοντος, ἵν᾿ οὕτως ὀνομάσω, τοῦ θεοῦ γεγένηται μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν ἤπερ εὐλογίας ἀποδιδόντος. ἀλλὰ καὶ περὶ τοῦ ἐν ἐπαγγελίᾳ εἰρῆσθαι Ἰουδαίοις καταφονεύειν τοὺς πολεμίους λεκτέον (ὅτι), εἴ τις ἀναλέγοιτο καὶ προσέχοι ἐπιμελῶς ταῖς λέξεσιν, εὕροι ἂν ἀδύνατον εἶναι τὴν ὡς πρὸς τὸ ῥητὸν ἐκδοχήν. ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος ἀπὸ τῶν ψαλμῶν παραθέσθαι, τίνα τρόπον ὁ δίκαιος εἰσάγεται λέγων πρὸς ἑτέροις καὶ τό· „εἰς τὰς πρωΐας ἀπέκτεινον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.“ πρόσχες δὴ τῷ ῥητῷ καὶ τῇ διαθέσει τοῦ λέγοντος, εἰ ἐδύνατο ἀνδραγαθήματα προδιηγησάμενος, ἅπερ ἔκκειται τῷ βουλομένῳ ἀναγινώσκειν, ἐπιφέρειν τὸ ὡς πρὸς τὴν λέξιν δυνατὸν, ὅτι οὐκ ἄλλῳ καιρῷ τῆς ἡμέρας ἢ τῷ ἑωθινῷ ἀνῄρει „πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,“ ὡς μηδένα καταλιπεῖν αὐτῶν ζῶντα· καὶ εἰ ἐξωλόθρευεν ἀπὸ τῆς Ἱερουσαλὴμ πάνθ᾿ ὁντινοῦν ἄνθρωπον ἐργαζόμενον „τὴν ἀνομίαν.“ πολλὰ δ᾿ ἂν εὕροις καὶ ἐν τῷ νόμῳ τοιαῦτα ὡς τὸ „οὐ κατελίπομεν αὐτῶν ζωγρίαν.“ [7.20] Φέρει δ ὁ Κέλσος καὶ τὸ προειρῆσθαι αὐτοῖς μὴ πειθομένοις τῷ νόμῳ τὰ αὐτὰ πείσεσθαι, ἅπερ ἔδρων τοὺς πολεμίους. καὶ πρὶν ἄν τι παρατιθεὶς τούτοις ὁ Κέλσος χρήσηται οἷς νομίζει ἐναντιώμασι πρὸς τὸν νόμον ἀπὸ τῆς Χριστοῦ διδασκαλίας, λεκτέον περὶ τῶν προειρημένων. φαμὲν τοίνυν ὅτι ὁ νόμος διττός ἐστιν, ὁ μέν τις πρὸς ῥητὸν ὁ δὲ πρὸς διάνοιαν, ὡς καὶ τῶν πρὸ ἡμῶν τινες ἐδίδαξαν. καὶ ὁ μὲν πρὸς τὸ ῥητὸν οὐ τοσοῦτον ὑφ᾿ ἡμῶν ὅσον ὑπὸ τοῦ ἔν τινι τῶν προφητῶν λέγοντος θεοῦ εἴρηται εἶναι „δικαιώματα οὐ καλὰ“ καὶ „προστάγματα οὐ καλά“· ὁ δὲ πρὸς διάνοιαν κατὰ τὸν αὐτὸν προφήτην ἐκ προσώπου τοῦ θεοῦ λέγεται εἶναι „δικαιώματα καλὰ“ καὶ „προστάγματα καλά“· οὐ γὰρ προφανῶς ἐναντία λέγει ὁ προφήτης ἐν ταὐτῷ. ᾧ ἀκολούθως καὶ ὁ Παῦλος τὸ μὲν „γράμμα“ εἶπεν ἀποκτέννειν, ὅπερ ἴσον ἐστὶ τῷ (πρὸς) τὸ ῥητόν· „τὸ δὲ πνεῦμα“ ζῳοποιεῖν, ὅπερ ἰσοδυναμεῖ τῷ πρὸς διάνοιαν. ἔστι γοῦν παρὰ τῷ Παύλῳ ἀνάλογόν τι εὑρεῖν τοῖς νομισθεῖσιν ἂν ἐναντιώμασι κατὰ τὸν προφήτην. ὡς γὰρ ὅπου μὲν Ἰεζεκιὴλ λέγει· „ἔδωκα αὐτοῖς δικαιώματα οὐ καλὰ καὶ προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσονται ἐν αὐτοῖς“ ὅπου δέ· „ἔδωκα αὐτοῖς δικαιώματα καλὰ καὶ προστάγματα καλὰ, ἐν οἷς ζήσονται ἐν αὐτοῖς,“ ἤτοι ἰσοδυναμοῦν γε τούτοις· οὕτω καὶ ὁ Παῦλος, ὅπου μὲν τὸ τοῦ νομικοῦ γράμματος διαβαλεῖν θέλει, φησίν· „εἰ δὲ ἡ διακονία τοῦ θανάτου (ἐν) γράμμασιν ἐντετυπω μένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ;“ ὅπου δὲ θαυμάζει τὸν νόμον καὶ ἀποδέχεται, πνευματικὸν αὐτὸν ὀνομάζει λέγων· „οἴδαμεν δὲ ὅτι ὁ νόμος πνευματικός ἐστιν,“ ἀποδέχεται δὲ ἐν τῷ· „ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.“ [7.21] Ἐὰν οὖν ἡ λέξις τοῦ νόμου πλοῦτον ἐπαγγέλλεται τοῖς δικαίοις, Κέλσος μὲν κατὰ τὸ ἀποκτέννον „γράμμα“ νομιζέτω τὸν τυφλὸν πλοῦτον λέγεσθαι ἐν ἐπαγγελίᾳ· ἡμεῖς δὲ τὸν ὀξὺ βλέποντα, καθὸ πλουτεῖ τις „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,“ καὶ καθὸ παραγγέλλομεν „τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι μὴ ὑψηλὰ φρονεῖν μηδ᾿ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ᾿ ἐπὶ θεῷ, τῷ παρέχοντι πάντα πλουσίως εἰς ἀπόλαυσιν, ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς.“ καὶ γὰρ „ὁ“ ἐν ἀληθινοῖς ἀγαθοῖς „πλοῦτος“ „λύτρον ἐστὶν ἀνδρὸς ψυχῆς“ κατὰ τὸν Σολομῶντα, ἡ δ᾿ ἐναντία τούτῳ πτωχεία ὀλέθριον, δι᾿ ἣν „ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.“ ἀνάλογον δὲ τοῖς ἀποδεδομένοις περὶ τοῦ πλούτου λεκτέον καὶ περὶ τῆς δυναστείας, καθ᾿ ἣν „εἷς“ δίκαιος διώξεσθαι λέγεται „χιλίους, καὶ δύο“ μετακινεῖν „μυριάδας.“ εἴπερ δὲ ταῦτα νενόηται ἐν τοῖς κατὰ τὸν πλοῦτον, ὅρα εἰ μὴ ἀκόλουθόν ἐστιν ἐπαγγελίᾳ θεοῦ τὸν πλουτοῦντα „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει“ καὶ πάσῃ σοφίᾳ καὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ δανείζειν ἀπὸ τοῦ κατὰ τὸν λόγον καὶ τὴν σοφίαν καὶ τὴν γνῶσιν πλούτου „ἔθνεσι πολλοῖς,“ ὡς ἐδάνεισε Παῦλος „κύκλῳ“ „ἀπὸ Ἱερουσαλὴμ“ ἕως „τοῦ Ἰλλυρικοῦ“ πληρῶν „τὸ εὐαγγέλιον τοῦ Χριστοῦ“ πᾶσιν ἔθνεσιν, οἷς ἐπιδεδήμηκε. καὶ ἐπεὶ κατὰ ἀποκάλυψιν αὐτῷ ἐγνωρίζετο τὰ θεῖα, φωτιζομένῳ τὴν ψυχὴν ὑπὸ τῆς τοῦ λόγου θειότητος, διὰ τοῦτο αὐτὸς οὐκ ἐδανείζετο οὐδὲ χρείαν εἶχεν ἀνθρώπου διακονουμένου αὐτῷ τὸν λόγον. οὕτω δὲ γεγραμμένου καὶ τοῦ· „ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ κατὰ τὴν ἀπὸ τοῦ λόγου δυναστείαν ὑποτάσσων τῇ Χριστοῦ Ἰησοῦ διδασκαλίᾳ τοὺς ἀπὸ τῶν ἐθνῶν ἦρχεν αὐτῶν, οὐδέ ποτε ἐν χώρᾳ ὑποτεταγμένος ἀνθρώποις ὡς κρείττοσι γινομένοις· οὕτω δὲ καὶ κατεπίμπλα τὴν γῆν. [7.22] Εἰ δὲ καὶ περὶ τοῦ καταφονεύειν δεῖ διηγήσασθαι ἅμα καὶ τὸ δυνατὸν τοῦ δικαίου περὶ πάντα, λεκτέον ὅτι φάσκων· „εἰς τὰς πρωΐας ἀπέκτεινον (πάντας) τοὺς ἁμαρτωλοὺς τῆς γῆς, τοῦ ἐξολοθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν“ γῆν μὲν τροπικῶς ἔλεγε τὴν σάρκα, ἧς „τὸ φρόνημα“ „ἔχθρα ἐστὶν εἰς θεὸν,“ πόλιν δὲ „κυρίου“ τὴν ἑαυτοῦ ψυχὴν, ἐν ᾗ ἦν „ναὸς θεοῦ,“ χωρήσας δόξαν καὶ ὑπόληψιν ὀρθὴν περὶ θεοῦ καὶ θαυμαζομένην ὑπὸ πάντων τῶν ὁρώντων αὐτήν. ἅμα οὖν ταῖς τοῦ ἡλίου „τῆς δικαιοσύνης“ αὐγαῖς ἐπιλαμπούσαις αὐτοῦ τῇ ψυχῇ ὡσπερεὶ δυναμούμενος υπ᾿ αὐτῶν καὶ κραταιούμενος ἀνῄρει πᾶν „τὸ φρόνημα τῆς σαρκὸς,“ λεγόμενον „ἁμαρτωλοὺς γῆς,“ καὶ ἐξωλόθρευεν ἀπὸ τῆς ἐν τῇ ψυχῇ ἑαυτοῦ „πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν“ λογισμοὺς καὶ τὰ ἐχθρὰ τῇ ἀληθείᾳ ἐνθυμήματα. οὕτως δὲ καὶ ἀναιροῦσιν οἱ δίκαιοι πᾶσαν τὴν τῶν πολεμίων καὶ ἀπὸ κακίας ἐρχομένων „ζωγρίαν,“ ὡς μηδὲ νήπιον καὶ ἄρτι ὑποφυόμενον κακὸν καταλείπεσθαι. ἡμεῖς οὕτως ἀκούομεν καὶ τοῦ ἐν ἑκατοστῷ καὶ τριακοστῷ καὶ ἕκτῳ ψαλμῷ ῥητοῦ, οὕτως ἔχοντος· „θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος, μακάριος, ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.“ „νήπια“ γὰρ „Βαβυλῶνος,“ ἑρμηνευομένης συγχύσεως, οἱ ἄρτι ὑποφυόμενοι καὶ ἀνατέλλοντες ἐν τῇ ψυχῇ εἰσιν συγχυτικοὶ λογισμοὶ οἱ ἀπὸ κακίας· ὧν ὁ κρατῶν, ὡς καὶ τῷ στερεῷ καὶ εὐτόνῳ τοῦ λόγου προσρῆξαι αὐτῶν τὰς κεφαλὰς, ἐδαφίζει „τὰ νήπια“ τῆς „Βαβυλῶνος“ „πρὸς τὴν πέτραν,“ γινόμενος διὰ τοῦτο „μακάριος.“ ἡβηδὸν οὖν τὰ τῆς κακίας καὶ παγγενεὶ κτείνειν κελευέτω ὁ θεὸς, οὐδὲν ἐναντίον διδάσκων οἷς Ἰησοῦς κατήγγειλε, καὶ ἐν ὀφθαλμοῖς τῶν „ἐν κρυπτῷ“ Ἰουδαίων ποιείτω ὁ θεὸς τὴν τῶν πολεμίων καὶ πάντων τῶν ἀπὸ κακίας ἀναίρεσιν. καὶ τοιοῦτόν γε ἔστω τὸ τοὺς μὴ πειθομένους νόμῳ καὶ λόγῳ θεοῦ, ὁμοιωθέντας τοῖς πολεμίοις καὶ ποιωθέντας ἀπὸ τῆς κακίας, πάσχειν ταῦτα, ἅπερ ἄξιον πάσχειν τοὺς ἀποστάντας λόγων θεοῦ. [7.23] Σαφῆ μὲν οὖν καὶ ἐκ τούτων, πῶς Ἰησοῦς ὁ „Ναζωραῖος“ ἄνθρωπος οὐκ ἀντινομοθετεῖ τοῖς περὶ πλούτου καὶ τῶν ἐξισταμένων εἰρημένοις περὶ τοῦ δύσκολον εἶναι πλούσιον εἰσέρχεσθαι εἰς τὴν τοῦ θεοῦ βασιλείαν· εἴτε πλούσιόν τις λαμβάνει ἁπλούστερον τὸν ὑπὸ πλούτου περισπώμενον καὶ ὡς ὑπὸ ἀκάνθης αὐτοῦ ἐμποδιζόμενον φέρειν τοὺς τοῦ λόγου καρποὺς εἴτε καὶ τὸν ἐν τοῖς ψευδέσι δόγμασι πλουτοῦντα, περὶ οὗ ἐν Παροιμίαις γέγραπται· „κρείσσων πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης.“ εἰκὸς δὲ ἀπὸ τοῦ „ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων διάκονος“ καὶ „οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν“ καὶ „οἱ ἐξουσιάζοντες ἐν αὐτοῖς εὐεργέται καλοῦνται“ εἰληφέναι τὸν Κέλσον ὅτι Ἰησοῦς φιλαρχίαν ἐκώλυεν, ἥντινα οὐκ ἐναντίαν εἶναι νομιστέον τοῦ „ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι,“ μάλιστα διὰ τὰ ἀποδεδομένα εἰς τὴν λέξιν. ἑξῆς δὲ τούτοις παραῤῥίπτει περὶ τῆς σοφίας ὁ Κέλσος, οἰόμενος τὸν Ἰησοῦν διδάσκειν μὴ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ σοφῷ. εἴπωμεν δὲ πρὸς αὐτόν· ποίῳ σοφῷ; εἰ μὲν γὰρ τούτῳ, ὃς πεποίωται κατὰ τὴν λεγομένην σοφίαν „τοῦ κόσμου τούτου,“ ουσαν μωρίαν „παρὰ τῷ θεῷ.“ καὶ ἡμεῖς φήσομεν μὴ παριτητὸν εἶναι πρὸς τὸν πατέρα τῷ οὕτως σοφῷ· εἰ δὲ σοφίαν τις νοήσαι τὸν Χριστὸν, ἐπεὶ Χριστός ἐστι θεοῦ δύναμις καὶ θεοῦ σοφία, οὐ μόνον παριτητὸν πρὸς τὸν πατέρα τῷ οὕτως σοφῷ λέγομεν εἶναι, ἀλλὰ καὶ πολλῷ τῶν μὴ τοιούτων διαφέρειν τὸν κεκοσμημένον χαρίσματί φαμεν λόγῳ „σοφίας“ καλουμένῳ, διὰ τοῦ πνεύματος διδομένῳ. [7.24] Πάλιν τε αὖ τὸ δόξης ἀντιποιεῖσθαι τῆς παρ᾿ ἀνθρώποις οὐ κατὰ τὴν Ἰησοῦ μόνου διδασκαλίαν κωλύεσθαί φαμεν ἀλλὰ καὶ κατὰ τὴν παλαιὰν γραφήν. ἐπαρώμενος γοῦν ἑαυτῷ τις τῶν προφητῶν, εἰ ἔνοχος εἴη τοῖς ἁμαρτήμασι, φησὶν ἀντὶ μεγίστου κακοῦ συμβῆναι ἂν αὐτῷ καὶ τὴν βιωτικὴν δόξαν. λέγει δὲ οὕτως· „κύριε, ὁ θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.“ ἀλλ᾿ οὐδὲ τὸ „μὴ μεριμνᾶτε τί φάγητε ἢ τί πίητε. κατανοήσατε τὰ πετεινὰ τοῦ οὐρανοῦ ἢ κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσι, καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος τρέφει αὐτά, πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν;“ καὶ „περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ“ καὶ τὰ ἑξῆς ἐναντία ἐστὶ ταῖς ἐν τῷ νόμῳ εὐλογίαις. διδασκούσαις τὸν δίκαιον ἐσθίοντα πληροῦσθαι, καὶ τῷ ὑπὸ τοῦ Σολομῶντος τοῦτον εἰρημένῳ τὸν τρόπον· „δίκαιος ἐσθίων ἐμπίπλησι ψυχὴν, ψυχαὶ δὲ ἀσεβῶν ἐνδεεῖς.“ χρὴ γὰρ ὁρᾶν τὴν τῆς ψυχῆς τροφὴν δηλουμένην ἐν τῇ κατὰ τὸν νόμον εὐλογίᾳ· ἧς οὐχ ὁ σύνθετος πληροῦται ἄνθρωπος ἀλλ᾿ ἡ ψυχὴ μόνη. ἀπὸ δὲ τοῦ εὐαγγελίου λαμβάνειν δεῖ τάχα μέν τι καὶ βαθύτερον τάχα δέ τι καὶ ἁπλούστερον, ὅτι χρὴ μὴ ξενίζεσθαι ταῖς περὶ τῶν τροφῶν καὶ ἐνδυμάτων τὴν ψυχὴν φροντίσιν, ἀλλ᾿ εὐτέλειαν ἀσκοῦντα πεπεῖσθαι ἀπὸ τοῦ θεοῦ προνοεῖσθαι, εἰ μόνων τις τῶν ἀναγκαίων φροντίζοι. [7.25] Ὁ μὲν οὖν Κέλσος, μὴ ἀντιπαραθεὶς τὰ δοκοῦντα ἐναντία ἀπὸ τοῦ νόμου τοῖς ἀπὸ τοῦ εὐαγγελίου, φησὶ καὶ τό· τῷ δ᾿ ἅπαξ τυπτήσαντι παρέχειν καὶ αὖθις τύπτειν. ἡμεῖς δ᾿ ἐροῦμεν εἰδέναι μὲν καὶ τὸ „ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος“ εἰρημένον τοῖς πάλαι ἀνεγνωκέναι δὲ καὶ τὸ „ἐγὼ δὲ λέγω ὑμῖν“· „τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην.“ ἀλλ᾿ ἐπεὶ περιηχηθεὶς οἶμαι ὁ Κέλσος ἀπὸ τῶν διαιρούντων τὴν κατὰ τὸ εὐαγγέλιον θεότητα ἐκ τῆς νομικῆς θεότητος τὰ τοιαῦτα τίθησι, λεκτέον πρὸς τὸν λόγον αὐτοῦ ὅτι οἶδε καὶ τὰ παλαιὰ γράμματα (τὸ) „τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην.“ ἐν γοῦν τοῖς Ἱερεμίου Θρήνοις γέγραπται· „ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ, καθήσεται κατὰ μόνας καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ᾿ ἑαυτῷ. δώσει τῷ παίοντι αὐτὸν σιαγόνα, καὶ χορτασθήσεται ὀνειδισμῶν.“ οὐκ ἀντιδιατάσσεται θεοῦ τὸ εὐαγγέλιον τῷ τοῦ νόμου θεῷ οὐδὲ περὶ τῆς κατὰ τὸ ῥητὸν κατὰ κόῤῥης πληγῆς· οὐδ᾿ ὁπότερος ψεύδεται, οὔτε Μωϋσῆς οὔτε Ἰησοῦς, οὐδ᾿ ὁ πατὴρ τὸν Ἰησοῦν πέμπων ἐπελάθετο, τίνα Μωϋσεῖ διετάξατο· ἀλλ᾿ οὐδὲ καταγνοὺς τῶν ἰδίων νόμων μετέγνω καὶ τὸν ἄγγελον ἐπὶ τοῖς ἐναντίοις ἀποστέλλει. [7.26] Εἰ δὲ χρὴ κἂν ὀλίγα περὶ τῆς διαφόρου πολιτείας εἰπεῖν, ἥντινα Ἰουδαῖοι κατὰ Μωϋσέα πρότερον ἐπολιτεύοντο, καὶ ἣν Χριστιανοὶ νῦν κατὰ τὴν Ἰησοῦ διδασκαλίαν βούλονται κατορθοῦν, φήσομεν ὅτι οὔτε τῇ κλήσει τῶν ἐθνῶν ἥρμοζε κατὰ τὸν Μωϋσέως ὡς πρὸς τὸ γράμμα πολιτεύεσθαι νόμον, ὑπὸ Ῥωμαίοις τεταγμένων, οὔτε τοῖς πάλαι Ἰουδαίοις οἷόν τ᾿ ἦν τὸ σύστημα τῆς πολιτείας ἔχειν ἀκαθαίρετον. εἰ καθ᾿ ὑπόθεσιν τῇ κατὰ τὸ εὐαγγέλιον πολιτείᾳ ἐπείθοντο. ἀναιρέσει μὲν γὰρ πολεμίων ἢ τῶν παρὰ τὸν νόμον πεποιηκότων καὶ ἀξίων κριθέντων τῆς διὰ πυρὸς ἢ λίθων ἀναιρέσεως οὐχ οἷόν τ᾿ ἦν Χριστιανοὺς χρῆσθαι κατὰ τὸν Μωϋσέως νόμον. εἴ γε οὐδ᾿ οἱ Ἰουδαῖοι θέλοντες κατ᾿ ἐκεῖνον δύνανται ταῦτα, ὡς ὁ νόμος προσέταξεν. ἐπιτελεῖν. πάλιν τε αὖ ἐὰν ἀνέλῃς ἀπὸ τῶν τότε Ἰουδαίων. σύστημα ἴδιον πολιτείας καὶ χώρας ἐχόντων, τὸ ἐπεξιέναι τοῖς πολεμίοις καὶ στρατεύεσθαι ὑπὲρ τῶν πατρίων καὶ ἀναιρεῖν ἢ ὅπως ποτὲ κολάζειν τοὺς μοιχεύσαντας ἢ φονεύσαντας ἤ τι τῶν τοιούτοις παραπλησίων πεποιηκότας, οὐδὲν λείπεται ἢ τὸ ἄρδην αὐτοὺς ἀθρόως ἀθρόως ἀπολέσθαι. ἐπιτιθεμένων τῶν πολεμίων τῷ ἔθνει, ὡς ὑπὸ τοῦ ἰδίου νόμου ἐκνενευρισμένων καὶ κωλυομένων ἀμύνεσθαι τοὺς πολεμίους. καὶ μὴ βουλομένη γε ἡ πάλαι μὲν τὸν νόμον δεδωκυῖα πρόνοια νῦν δὲ τὸ Ἰησοῦ Χριστοῦ εὐαγγέλιον κρατεῖν ἔτι τὰ Ἰουδαίων καθεῖλεν αὐτῶν τὴν πόλιν καὶ τὸν ναὸν καὶ τὴν παρὰ τῷ ναῷ διὰ θυσιῶν καὶ τῆς ἀναγεγραμμένης λατρείας θεραπείαν τοῦ θεοῦ. ὥσπερ δ᾿ ἐκεῖνα μὴ βουλομένη ἐπιτελεῖσθαι ἔτι καθεῖλε, τὸν τρόπον τὸν αὐτὸν τὰ Χριστιανῶν ηὔξησε καὶ ὁσημέραι εἰς πλῆθος ἤδη δὲ καὶ παῤῥησίαν ἐπιδέδωκε. καίτοι γε μυρίων ὅσων κωλυμάτων γενομένων πρὸς τὸ μὴ ἐπισπαρῆναι τὴν Ἰησοῦ διδασκαλίαν τῇ οἰκουμένῃ. ἀλλ᾿ ἐπεὶ θεὸς ἦν ὁ βουλόμενος καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὠφεληθῆναι διὰ τῆς Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίας, πᾶσα μὲν ἀνθρωπίνη βουλὴ κατὰ Χριστιανῶν καθῃρέθη, ὅσῳ (δ᾿) αὐτοὺς ἐταπείνουν βασιλεῖς καὶ ἐθνῶν ἡγούμενοι καὶ δῆμοι πανταχοῦ, τοσούτῳ πλείους ἐγίνοντο „καὶ κατίσχυον σφόδρα σφόδρα.“ [7.27] Ἑξῆς δὲ τούτοις ὁ Κέλσος διὰ πλειόνων τὰ μὴ λεγόμενα ὑφ᾿ ἡμῶν τιθεὶς ὡς λεγόμενα ὑφ᾿ ἡμῶν περὶ τοῦ θεοῦ, ὡς σώματος τῇ φύσει τυγχάνοντος καὶ ἀνθρωποειδοῦς σώματος, ἀνατρέπειν ἐθέλει τὰ μὴ τεθειμένα ὑφ᾿ ἡμῶν, ἅπερ περισσὸν παραθέσθαι ἢ τὴν ἀνατροπὴν αὐτῶν. εἰ μὲν γὰρ ἃ λέγει ἡμᾶς φάσκειν περὶ θεοῦ ἐλέγομεν, καὶ πρὸς αὐτὰ ἵστατο, ἀναγκαῖον ην ἡμῖν τὸ τιθέναι τὰς λέξεις αὐτοῦ καὶ κατασκευάζειν μὲν τὰ ἡμέτερα λύειν δὲ τὰ ἐκείνου· εἰ δ᾿ ἑαυτῷ συνείρει ἃ ἤτοι ἀπ᾿ οὐδενὸς ἤκουσεν ἢ, ἵνα καὶ δοθῇ ὅτι ἤκουσεν, ἀπό τινων ἁπλῶν καὶ ἀκεραίων καὶ μὴ εἰδότων τὸ τοῦ λόγου βούλημα, οὐ χρὴ ἡμᾶς τευτάζειν περὶ τὰ μὴ ἀναγκαῖα. σαφῶς γὰρ ἀσώματόν φασιν οἱ λόγοι τὸν θεόν· διὸ καὶ „θεὸν οὐδεὶς ἑώρακε πώποτε,“ καὶ „εἰκὼν“ λέγεται εἶναι „τοῦ ἀοράτου θεοῦ ὁ πρωτότοκος πάσης κτίσεως,“ ὡς εἰ ἔλεγεν ἀσωμάτου. μετρίως δ᾿ ἐν τοῖς πρὸ τούτων καὶ περὶ θεοῦ διειλήφαμεν ἐξετάζοντες, πῶς νοοῦμεν τὸ „πνεῦμα ὁ θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.“ [7.28] Μετὰ (δὲ) τὰ περὶ θεοῦ, ἐν οἷς ἡμᾶς συκοφαντεῖ, πυνθάνεται ἡμῶν· ποῖ ἀπεῖναι μέλλομεν; καὶ τίνα ἐλπίδα ἔχομεν; καὶ ὡς ἀποκριναμένων, τίθησι δῆθεν ἡμετέρας φωνὰς οὕτως ἐχούσας· εἰς ἄλλην γῆν, ταύτης κρείττονα. καὶ πρὸς τοῦτό φησιν· ἱστόρηται θείοις ἀνδράσι παλαιοῖς εὐδαίμων βίος ψυχαῖς εὐδαίμοσιν· ὠνόμασαν δὲ [οἱ δὲ] οἱ μὲν μακάρων νήσους. οἱ δὲ „Ἠλύσιον πεδίον“ ἀπὸ τῆς λύσεως τῶν ἔνθεν κακῶν, ὥσπερ καὶ Ὅμηρος· ἀλλά σ᾿ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσι, τῇ περ ῥηίστη βιοτή. Πλάτων δὲ ἀθάνατον τὴν ψυχὴν ἡγούμενος ἐκείνην τὴν χώραν, ἔνθα στέλλεται, ἄντικρυς „γῆν“ ὠνόμασεν οὕτως· „πάμμεγά τι εἶναι“ φήσας „αὐτὸ, καὶ ἡμᾶς οἰκεῖν τοὺς μέχρι Ἡρακλείων στηλῶν ἀπὸ Φάσιδος ἐν σμικρῷ τινι μορίῳ. ὥσπερ περὶ τέλμα μύρμηκας ἢ βατράχους περὶ τὴν θάλασσαν οἰκοῦντας, καὶ ἄλλους ἄλλοθι πολλοὺς ἐν (πολλοῖς) τοιούτοις τόποις οἰκεῖν. εἶναι γὰρ πανταχῇ περὶ τὴν γῆν πολλὰ κοῖλα καὶ παντοδαπὰ καὶ τὰς ἰδέας καὶ τὰ μεγέθη, εἰς ἃ συνεῤῥυηκέναι τό τε ὕδωρ καὶ τὴν ὁμίχλην καὶ τὸν ἀέρα· αὐτὴν δὲ τὴν γῆν καθαρὰν ἐν καθαρῷ κεῖσθαι τῷ οὐρανῷ.“ ὑπολαμβάνει τοίνυν ὁ Κέλσος τὰ περὶ τῆς ἄλλης γῆς κρείττονος καὶ πολλῷ ταύτης διαφερούσης εἰληφέναι ἡμᾶς ἀπό τινων νομιζομένων αὐτῷ θείων παλαιῶν ἀνδρῶν καὶ μάλιστα Πλάτωνος, τοῦ ἐν τῷ Φαίδωνι περὶ γῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ φιλοσοφήσαντος· οὐχ ὁρῶν ὅτι Μωϋσῆς, ὁ πολλῷ καὶ τῶν Ἑλληνικῶν γραμμάτων ἀρχαιότερος, εἰσήγαγε τὸν θεὸν ἐπαγγελλόμενον τὴν ἁγίαν γῆν καὶ „ἀγαθὴν καὶ πολλὴν, ῥέουσαν γάλα καὶ μέλι“ τοῖς κατὰ τὸν νόμον ἑαυτοῦ βιώσασιν, οὐδ᾿ ὡς οἴονταί τινες τὴν „ἀγαθὴν,“ τὴν κάτω νομιζομένην Ἰουδαίαν, κειμένην καὶ αὐτὴν ἐν τῇ ἀρχῆθεν κατηραμένῃ ἐν τοῖς ἔργοις τῆς παραβάσεως τοῦ Ἀδὰμ γῇ. τὸ γὰρ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου“ περὶ ὅλης εἴρηται τῆς γῆς, ἣν „ἐν λύπαις,“ τουτέστι πόνοις, ἐσθίει πᾶς ἄνθρωπος „ἐν τῷ Ἀδὰμ“ ἀποθανὼν, καὶ ἐσθίει „πάσας τὰς ἡμέρας τῆς“ ἑαυτοῦ „ζωῆς.“ καὶ ὡς „ἐπικατάρατος“ πᾶσα ἡ γῆ „ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ“ „πάσας τὰς ἡμέρας τῆς ζωῆς“ τοῦ ἐν τῷ Ἀδὰμ ἐκβληθέντος ἀπὸ τοῦ παραδείσου, καὶ „ἐν ἱδρῶτι τοῦ προσώπου“ ἑαυτοῦ ἐσθίει πᾶς ἄνθρωπος τὸν ἑαυτοῦ ἄρτον. „ἕως ἐπιστρέψει εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη.“ πολὺν μὲν οὖν ἔχει λόγον ὅλα τὰ κατὰ τὸν τόπον τοῦτον, δυνάμενον εἰς τὴν σαφήνειαν τῶν λέξεων κατασκευασθῆναι· ὀλίγοις δ᾿ ἐπὶ τοῦ παρόντος ἠρκέσθημεν, βουλόμενοι ἀπολῦσαι περισπασμοῦ, τοῦ ὡς περὶ τῆς Ἰουδαίας γῆς ὑπολαμβάνοντος εἰρῆσθαι τὰ περὶ ἀγαθῆς γῆς. ἣν ὁ θεὸς ὑπισχνεῖται τοῖς δικαίοις. [7.29] Εἴπερ οὖν „ἡ“ πᾶσα „γῆ“ αὐτὴ „ἐπικατάρατος ἐν τοῖς ἔργοις“ ἐστὶ τοῦ Ἀδὰμ καὶ τῶν ἐν αὐτῷ ἀποθανόντων, δῆλον ὅτι καὶ πάντα τὰ μόρια αὐτῆς μετέχει τῆς ἀρᾶς. ἐν οἷς ἐστι καὶ ἡ Ἰουδαία γῆ· ὥστε μὴ δύνασθαι ἐφαρμόζειν αὐτῇ τὸ „εἰς γῆν ἀγαθὴν καὶ πολλὴν. εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι,“ κἂν συμβολικῶς σκιὰ εἶναι ἀποδεικνύηται ἡ Ἰουδαία καὶ ἡ Ἱερουσαλὴμ τῆς καθαρᾶς ἐν καθαρῷ κειμένης οὐρανῷ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐν ᾗ ἐστιν ἡ ἐπουράνιος Ἱερουσαλήμ· περὶ ἧς διαλαβὼν ὁ ἀπόστολος, ὡς συνεγερθεὶς „Χριστῷ“ καὶ „τὰ ἄνω“ ζητῶν καὶ νοῦν εὑρὼν οὐδεμιᾶς ἐχόμενον Ἰουδαϊκῆς μυθολογίας φησίν· „ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει.“ ἵνα δέ τις πεισθῇ μὴ παρὰ τὸ βούλημα τοῦ θείου πνεύματος ἡμᾶς λέγειν περὶ τῆς παρὰ Μωϋσεῖ γῆς ἀγαθῆς καὶ πολλῆς, ἐπιστησάτω πᾶσι μὲν τοῖς προφήταις, διδάσκουσι τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον τῶν πεπλανημένων καὶ ἀποπεπτωκότων ἀπ᾿ αὐτῆς καὶ ἁπαξαπλῶς ἀποκαθισταμένων εἰς τὸν καλούμενον τόπον καὶ πόλιν τοῦ θεοῦ παρὰ τῷ εἰπόντι ὅτι „ἐν εἰρήνῃ ἁγίᾳ ὁ τόπος αὐτοῦ,“ λέγοντι δὲ καὶ τό· „μέγας ὁ κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ θεοῦ ἡμῶν, ὄρει ἁγίῳ αὐτοῦ, εὐρίζονι ἀγαλλιάματι πάσης τῆς γῆς.“ ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὰ ἀπὸ τοῦ τριακοστοῦ καὶ ἕκτου ψαλμοῦ, οὕτως ἔχοντα περὶ τῆς τῶν δικαίων γῆς· „οἱ δ᾿ ὑπομένοντες (τὸν) κύριον αὐτοὶ κληρονομήσουσι γῆν“ καὶ μετ᾿ ὀλίγα· „οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης“ καὶ μετ᾿ ὀλίγα· „οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν“ καὶ πάλιν· „οἱ δίκαιοι κληρονομήσουσι γῆν καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾿ αὐτῆς.“ ὅρα δ᾿ εἰ μὴ τὸ καθαρὰν εἶναι ἐν καθαρῷ τῷ οὐρανῷ τὴν γῆν δηλοῦται τοῖς ἀκούειν δυναμένοις τῶν οὕτως εἰρημένων ἐν τῷ αὐτῷ ψαλμῷ· „ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ. καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι γῆν.“ [7.30] Δοκεῖ δέ μοι καὶ τὰ περὶ τῶν τῇδε τιμίων εἶναι νομιζομένων λίθων, ἀποῤῥοήν τινα λεγομένων ἔχειν ἀπὸ τῶν ἐν τῇ κρείττονι γῇ λίθων, εἰλῆφθαι τῷ Πλάτωνι ἀπὸ τῶν ἐν τῷ Ἡσαΐᾳ ἀναγεγραμμένων περὶ τῆς πόλεως τοῦ θεοῦ. περὶ ἧς γέγραπται· „θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τοὺς λίθους σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς“ καὶ πάλιν· „θήσω τὰ θεμέλιά σου σάπφειρον.“ τὸν μὲν οὖν παρὰ Πλάτωνι ἀλληγοροῦντες μῦθον οἱ σεμνότερον τὰ τοῦ φιλοσόφου ἐξειληφότες διηγοῦνται. τὰς δὲ προφητείας. ἀφ᾿ ὧν στοχαζόμεθα καὶ τὸν Πλάτωνα εἰληφέναι, οἱ συγγενῶς τοῖς προφήταις καὶ ἐνθέως βιώσαντες καὶ πάντα τὸν χρόνον ἀναθέντες τῇ ἐξετάσει τῶν ἱερῶν γραμμάτων τοῖς ἐπιτηδείοις διὰ βίου καθαρότητα καὶ τὴν περὶ τὰ θεῖα φιλομάθειαν παραστήσουσιν. ἡμῖν δὲ προκείμενον ἦν δεῖξαι ὅτι ἡμεῖς μὲν οὐκ ἀπὸ Ἑλλήνων ἢ Πλάτωνος τὰ περὶ τῆς ἁγίας γῆς εἰλήφαμεν· ἐκεῖνοι δὲ, νεώτεροι γενόμενοι οὐ μόνον τοῦ ἀρχαιοτάτου Μω(??)σέως ἀλλὰ καὶ τῶν πλείστων προφητῶν. ἤτοι παρακηκόασί τινων αἰνισσομένων περὶ τῶν τοιούτων, ἢ καὶ ταῖς ἱεραῖς ἐντυχόντες γραφαῖς παραποιήσαντες αὐτὰ τοιαῦτά τινα περὶ τῆς κρείττονος εἰρήκασι γῆς. σαφῶς δ᾿ ὁ Ἀγγαῖος παρίστησιν ἄλλο μὲν εἶναι „τὴν ξηρὰν“ ἄλλο δὲ „τὴν γῆν,“ ξηρὰν καλῶν ταύτην, ἐφ᾿ ᾗ ἐσμεν. λέγει δὲ οὕτως· „ἔτι ἅπαξ ἐγὼ σείσω τὸν οὐρανὸν καὶ (τὴν) γῆν καὶ τὴν ξηρὰν καὶ τὴν θάλασσαν.“ [7.31] Ὥσπερ δὲ αὐτὸς τὴν διήγησιν ἀνατίθεται τοῦ παρὰ Πλάτωνι μύθου, κειμένου (ἐν) τῷ Φαίδωνι. λέγων τάδε· τί δὲ διὰ τούτων ἐμφανίζει, οὐ παντὶ γνῶναι ῥᾴδιον· εἰ μὴ ὅστις ἐπαΐειν δύναιτο, τί ποτ᾿ ἐστὶν ἐκεῖνο ὅ φησιν· „ὑπ᾿ ἀσθενείας καὶ βραδυτῆτος οὐχ οἱους τε εἶναι διεξελθεῖν ἐπ᾿ ἔσχατον τὸν ἀέρα“· „καὶ εἰ ἡ φύσις ἱκανὴ εἴη ἀνασχέσθαι θεωροῦσα, γνῶναι ἂν ὅτι ἐκεῖνός ἐστιν ὁ ἀληθῶς οὐρανὸς καὶ τὸ ἀληθινὸν φῶς“· τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τὰ περὶ τῆς ἁγίας καὶ ἀγαθῆς γῆς καὶ τῆς ἐν αὐτῇ πόλεως τοῦ θεοῦ οὐ κατὰ τὴν ἐνεστῶσαν νομίζοντες εἶναι πραγματείαν σαφηνίσαι ὑπερτιθέμεθα εἰς τὰ ἐξηγητικὰ τῶν προφητῶν, ἀπὸ μέρους κατὰ τὸ δυνατὸν ἡμῖν διηγησάμενοι περὶ πόλεως θεοῦ ἐν τοῖς πραγματευθεῖσιν ἡμῖν εἰς τὸν τεσσαρακοστὸν καὶ πέμπτον ψαλμὸν καὶ τὸν τεσσαρακοστὸν καὶ ἕβδομον ψαλμόν. οἶδε δὲ ὁ ἀρχαιότατος Μωϋσέως καὶ τῶν προφητῶν λόγος τὰ ἀληθινὰ πάντα ὁμώνυμα τοῖς τῇδε καθολικωτέροις, οἷον „ἀληθινὸν φῶς“ καὶ „οὐρανὸν“ ἕτερον παρὰ „τὸ στερέωμα“ καὶ τὸν „τῆς δικαιοσύνης“ ἥλιον ἄλλον παρὰ τὸν αἰσθητόν. καὶ ἁπαξαπλῶς δέ φησιν [ὅτι] πρὸς ἀντιδιαστολὴν τῶν αἰσθητῶν, ὧν οὐδέν ἐστιν ἀληθινὸν, τό· „θεὸς, ἀληθινὰ τὰ ἔργα αὐτοῦ,“ ἐπ᾿ ἄλλων μὲν τάσσων τὰ ἔργα τοῦ θεοῦ ἐπὶ ἡττόνων δὲ τὰ λεγόμενα „ἔργα τῶν χειρῶν“ αὐτοῦ. μεμφόμενος γοῦν τισι διὰ τοῦ Ἡσαΐου φησί· „τὰ ἔργα κυρίου οὐκ ἐμβλέπουσι καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.“ καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. [7.32] Ἐπεὶ δὲ τὸν περὶ τῆς ἀναστάσεως λόγον (πολὺν ὄντα καὶ δυσερμήνευτον καὶ δεόμενον σοφοῦ εἴπερ τι ἄλλο τῶν δογμάτων καὶ ἐπὶ πλεῖον διαβεβηκότος, ἵνα τὸ ἄξιον τοῦ θεοῦ παραστήσῃ καὶ τὸ μεγαλοφυὲς τοῦ δόγματος, διδάσκοντος λόγον ἔχειν σπέρματος τὸ καλούμενον κατὰ τὰς γραφὰς σκῆνος τῖς ψυχῆς, ἐν ᾧ „οἱ“ δίκαιοι „ὄντες“ στενάζουσι „βαρούμενοι,“ μὴ θέλοντες αὐτὸ „ἐκδύσασθαι ἀλλ᾿ ἐπενδύσασθαι“) μὴ νοήσας ὁ Κέλσος τῷ ἀπὸ ἰδιωτῶν καὶ μηδενὶ λόγῳ παραστῆσαι δυναμένων ἀκηκοέναι περὶ αὐτοῦ χλευάζει τὸ λεγόμενον, χρήσιμον πρὸς τοῖς ἀνωτέρω εἰρημένοις ἡμῖν περὶ τούτου τοῦτο μόνον ὑποσημειώσασθαι πρὸς τὸν λόγον, ὅτι οὐχ, ὡς οἴεται Κέλσος, τῆς μετενσωματώσεως παρακούσαντες τὰ περὶ ἀναστάσεώς φαμεν ἀλλ᾿ εἰδότες ὅτι ἡ τῇ ἑαυτῆς φύσει ἀσώματος καὶ ἀόρατος ψυχὴ ἐν παντὶ σωματικῷ τόπῳ τυγχάνουσα δέεται σώματος οἰκείου τῇ φύσει τῷ τόπῳ ἐκείνῳ· ὅπερ ὅπου μὲν φορεῖ ἀπεκδυσαμένη (τὸ) πρότερον ἀναγκαῖον μὲν περισσὸν δὲ ὡς πρὸς τὰ δεύτερα. ὅπου δὲ ἐπενδυσαμένη ᾧ πρότερον εἶχε, δεομένη κρείττονος ἐνδύματος εἰς τοὺς καθαρωτέρους καὶ αἰθερίους καὶ οὐρανίους τόπους. καὶ ἀπεξεδύσατο μὲν ἐπὶ τὴν τῇδε γένεσιν ἐρχομένη τὸ χρήσιμον πρὸς τὴν ἐν τῇ ὑστέρᾳ τῆς κυούσης, ἕως ἦν ἐν αὐτῇ, χορίον· ἐνεδύσατο δὲ ὑπ᾿ ἐκεῖνο ὃ ἦν ἀναγκαῖον τῷ ἐπὶ γῆς μέλλοντι διαζῆν. εἶτα πάλιν ὄντος τινὸς „σκήνους“ ἐπιγείου οἰκίας, ἀναγκαίας που τῷ σκήνει, καὶ καταλύεσθαι μέν φασιν οἱ λόγοι τὴν ἐπίγειον οἰκίαν „τοῦ σκήνους“ τὸ δὲ σκῆνος ἐπενδύσασθαι „οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς.“ λέγουσι δὲ οἱ τοῦ θεοῦ ἄνθρωποι „τὸ“ μὲν „φθαρτὸν ἐνδύσασθαι αὐτὸ ἀφθαρσίαν,“ τὴν διαφέρουσαν τοῦ ἀφθάρτον, „τὸ“ δὲ „θνητὸν ἐνδύσασθαι ἀθανασίαν,“ ἕτερον τυγχάνον τοῦ ἀθανάτου. ὃν γὰρ λόγον ἔχει σοφία πρὸς τὸ σοφὸν καὶ δικαιοσύνη πρὸς τὸ δίκαιον καὶ εἰρήνη πρὸς τὸ εἰρηνικὸν, τοῦτον τὸν λόγον ἀφθαρσία μὲν πρὸς ἄφθαρτον ἀθανασία δὲ πρὸς ἀθάνατον. ὅρα οὖν ἐφ᾿ οἷα προτρέπει ὁ λόγος, „ἐνδύσασθαι“ λέγων τὴν „ἀφθαρσίαν“ καὶ τὴν „ἀθανασίαν,“ ἅτινα ὡς ἐνδύματα τῷ ἐνδυσαμένῳ καὶ περιεχομένῳ τῶν τοιούτων ἐνδυμάτων οὐκ ἐᾷ φθαρῆναι ἢ ἀποθανεῖν τὸν περικείμενον αὐτά. καὶ ταῦτα δ᾿ ἡμῖν ἀποτετολμήσθω διὰ τὸν μὴ νοήσαντα ὅ τι ποτὲ λέγομεν τὴν ἀνάστασιν καὶ διὰ τοῦτο γελῶντα καὶ χλευάζοντα ὃν οὐκ οἶδε λόγον. [7.33] Οἰόμενος δ᾿ ἡμᾶς διὰ τὸ γνῶναι καὶ ἰδεῖν τὸν θεὸν πρεσβεύειν τὰ περὶ τῆς ἀναστάσεως συνείρει ἑαυτῷ ἃ βούλεται καὶ τοιαῦτά φησιν· ὅταν δὴ πάντοθεν ἐξείργωνται καὶ διελέγχωνται, πάλιν ὥσπερ οὐδὲν ἀκηκοότες ἐπανίασιν ἐπὶ τὸ αὐτὸ ἐρώτημα· πῶς οὖν γνῶμεν καὶ ἴδωμεν τὸν θεόν; καὶ πῶς ἴωμεν πρὸς αὐτόν; ἴστω οὖν ὁ βουλόμενος ὅτι, κἂν εἰς ἄλλα δεώμεθα σώματος τῷ ἐν τόπῳ σωματικῷ τυγχάνειν, καὶ τοιούτου, ὁποία ἐστὶν ἡ φύσις τοῦ σωματικοῦ τόπου, καὶ δεόμενοι τοῦ σώματος ἐπενδυώμεθα τῷ σκήνει τὰ προειρημένα, ἀλλ᾿ εἰς γνῶσίν γε θεοῦ σώματος οὐδαμῶς χρῄζομεν. τὸ γὰρ γινῶσκον θεὸν οὐκ ὀφθαλμός ἐστι σώματος ἀλλὰ νοῦς, ὁρῶν τὸ „κατ᾿ εἰκόνα“ τοῦ κτίσαντος καὶ τὸ δυνάμενον γινώσκειν θεὸν προνοίᾳ θεοῦ ἀνειληφώς. καὶ τὸ ὁρῶν δὲ θεὸν καθαρά ἐστι καρδία, ἀφ᾿ ἧς οὐκέτι „ἐξέρχονται διαλογισμοὶ πονηροὶ,“ οὐ „φόνοι,“ οὐ „μοιχεῖαι,“ οὐ „πορνεῖαι,“ οὐ „κλοπαὶ,“ οὐ „ψευδομαρτυρίαι,“ οὐ „βλασφημίαι,“ οὐκ „ὀφθαλμὸς πονηρὸς“ οὐδ᾿ ἄλλο τι τῶν ἀτόπων· δι᾿ ἃ λέγεται· „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.“ ἐπεὶ δ᾿ οὐκ αὐτάρκης ἡ ἡμετέρα προαίρεσις πρὸς τὸ πάντῃ „καθαρὰν“ ἔχειν τὴν „καρδίαν,“ ἀλλὰ θεοῦ ἡμῖν δεῖ, κτίζοντος αὐτὴν τοιαύτην, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ ἐπιστημόνως εὐχομένου· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεός.“ [7.34] Ἀλλ᾿ οὐδ᾿ ὡς ἐν τόπῳ ὄντος τοῦ θεοῦ πευσόμεθά τινος καὶ ἐροῦμεν· πῶς ἴωμεν πρὸς αὐτόν; κρείττων γὰρ ὁ θεὸς παντὸς τόπου καὶ περιεκτικὸς παντὸς οὑτινοσοῦν, καὶ οὐδέν ἐστι τὸ περιέχον τὸν θεόν. τὸ ἰέναι οὖν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμῖν, τὸ „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ,“ οὐδὲ σωματικῶς ὁ προφήτης κολληθεὶς τῷ θεῷ φησιν ἐν τῇ εὐχῇ· „ἐκολλήθη ὀπίσω σου ἡ ψυχή μου.“ καταψεύδεται οὖν ἡμῶν Κέλσος λέγων προσδέχεσθαι ἡμᾶς ὀφθαλμοῖς σώματος θεὸν ὄψεσθαι καὶ ὠσὶ τῆς φωνῆς αὐτοῦ ἀκούεσθαι καὶ χερσὶν αἰσθηταῖς ψαύειν αὐτοῦ. οἴδαμεν δὲ ὁμωνύμως τοῖς σώματος ὀφθαλμοῖς λεγομένους ὑπὸ τῶν θείων λόγων ὀφθαλμοὺς, ὁμοίως δὲ καὶ τὰ ὦτα καὶ τὰς χεῖρας καὶ τὸ τούτων παραδοξότερον, αἴσθησιν θειοτέραν καὶ ἑτεροίαν παρὰ τὴν συνήθως ὑπὸ τῶν πολλῶν ὀνομαζομένην. ἐπὰν γὰρ λέγῃ ὁ προφήτης· „ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου (σου“ ἤ·) „ἡ ἐντολὴ κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμοὺς,“ ἤ· „φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον,“ οὐχ οὕτως τις ἐμβρόντητός ἐστιν, ὡς νομίζειν ὀφθαλμοῖς σώματος κατανοεῖσθαι „τὰ θαυμάσια“ τοῦ θείου „νόμου,“ ἢ τὴν τοῦ κυρίου ἐντολὴν φωτιστικὴν εἶναι τῶν τοῦ σώματος ὀφθαλμῶν, ἢ ὕπνον θανάτου ἐποιστικὸν συμβαίνειν περὶ τοὺς τοῦ σώματος ὀφθαλμούς. ἀλλὰ καὶ ἐπὰν λέγῃ ὁ σωτὴρ ἡμῶν· „ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω,“ καὶ ὁ τυχὼν συνίησι περὶ θειοτέρων ταῦτα λέγεσθαι ὤτων, κἂν λέγηται „λόγος κυρίου“ γεγονέναι ἐν χειρὶ Ἱερεμίου τοῦ προφήτου ἢ ἄλλου τινὸς, ἢ νόμος „ἐν χειρὶ“ Μωϋσέως, ἢ ὅτι „ταῖς χερσί μου ἐζήτησα τὸν θεὸν καὶ οὐκ ἠπατήθην,“ οὐχ οὕτως ἐστί τις ἀνόητος, ὡς μὴ ἐκλαμβάνειν χεῖράς τινας εἶναι τροπικῶς καλουμένας, περὶ ὧν καὶ Ἰωάννης λέγει· „αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς,“ εἰ δὲ καὶ περὶ τῆς κρείττονος αἰσθήσεως καὶ οὐ σωματικῆς βούλει ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθεῖν, ἄκουσον Σολομῶντος ἐν ταῖς Παροιμίαις λέγοντος· „αἴσθησιν θείαν εὑρήσεις.“ [7.35] Οὐ χρεία τοίνυν ἡμῖν ὡς οὕτω ζητοῦσι τὸν θεὸν ἀπιέναι, ὅπου ἡμᾶς πέμπει ὁ Κέλσος, εἰς Τροφωνίου καὶ εἰς Ἀμφιάρεω καὶ εἰς Μόψου, ἔνθα φησὶν ἀνθρωποειδεῖς θεωρεῖσθαι θεοὺς καὶ, ὡς λέγει Κέλσος, οὐ ψευδομένους ἀλλὰ καὶ ἐναργεῖς. ἴσμεν γὰρ ἡμεῖς τούτους δαίμονας ὄντας, τρεφομένους κνίσσαις καὶ αἵμασι καὶ ταῖς ἀπὸ τῶν θυσιῶν ἀναθυμιάσεσι καὶ οὕτω παρακατεχομένους ἐν τοῖς ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν κατασκευασθεῖσι δεσμωτηρίοις· ἅτινα ἱερὰ θεῶν Ἕλληνες νενομίκασιν. ἀλλ᾿ ἡμεῖς ἴσμεν ἀπατεώνων δαιμόνων εἶναι τὰ τοιαῦτα οἰκητήρια. μετὰ ταῦτα κακοήθως ὁ Κέλσος φησὶ περὶ τῶν προειρημένων ἀνθρωποειδῶν κατ᾿ αὐτὸν θεῶν ὅτι ὄψεταί τις αὐτοὺς οὐχ ἅπαξ παραῤῥυέντας ὥσπερ τὸν τούτους ἐξαπατήσαντα ἀλλ᾿ ἀεὶ τοῖς βουλομένοις ὁμιλοῦντας. καὶ ἔοικέ γε διὰ τούτων φάσμα μὲν νενομικέναι τὸν Ἰησοῦν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐπιφανέντα τοῖς μαθηταῖς, ὡσπερεὶ παραῤῥεύσαντα πρὸς τὸ ὀφθῆναι αὐτοῖς· οὕς δ᾿ ὠνόμασε λέγων ἀνθρωποειδεῖς θεοὺς, τούτους οἴεται ἀεὶ τοῖς βουλομένοις ὁμιλεῖν. πῶς δὲ δύναται φάσμα, ὥς φησιν αὐτὸς, παραῤῥυὲν ἐπ᾿ ἀπάτῃ τῶν θεασαμένων καὶ μετὰ τὴν τότε ὄψιν τοσαῦτα ἐνεργεῖν καὶ ἐπιστρέφειν τὰς τῶν τοιούτων ψυχὰς καὶ πειθὼ ἐμποιεῖν αὐταῖς περὶ τοῦ πάντα δεῖν ἀρεσκόντως πράττειν θεῷ ὡς κριθησομένους; πῶς δὲ φάσμα ὀνομασθὲν ἀπελαύνει δαιμόνια καὶ ἄλλας οὐκ εὐκαταφρονήτους ἐνεργείας ἐνεργεῖ, οὐχ ἕνα κεκληρωμένον τόπον ὡς οἱ κατ᾿ αὐτὸν ἀνθρωποειδεῖς θεοὶ ἀλλὰ διῆκον ἐπὶ πᾶσαν τὴν οἰκουμένην καὶ συνάγον καὶ ἕλκον τῇ ἑαυτοῦ θειότητι οὓς ἂν εὕροι πρὸς τὸν καλὸν βίον κλίναντας ἑαυτούς; [7.36] Μετὰ ταῦτα, πρὸς ἃ κατὰ τὸ δυνατὸν εἰρήκαμεν, τοιαῦτα πάλιν ὁ Κέλσος φησίν· οἱ δὲ καὶ πάλιν εἰρήσονται· πῶς αἰσθήσει μὴ καταλαμβανόμενοι γνώσονται τὸν θεόν; τί χωρὶς αἰσθήσεως μαθεῖν ἐστι δυνατόν; εἶτα πρὸς ταῦτα ἀποκρινόμενός φησιν· οὐκ ἀνθρώπου μὲν οὐδὲ τῆς ψυχῆς ἀλλὰ σαρκὸς ἡ φωνή. ὅμως δ᾿ οὖν ἀκουσάτωσαν, εἴ τι καὶ ἐπαΐειν δύνανται ὡς δειλὸν καὶ φιλοσώματον γένος· ἐὰν αἰσθήσει μύσαντες ἀναβλέψητε νῷ καὶ σαρκὸς ἀποστραφέντες ψυχῆς ὀφθαλμοὺς ἐγείρητε, μόνως οὕτως τὸν θεὸν ὄψεσθε. κἂν ἡγεμόνα (τῆς ὁδοῦ) ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προμνώμενοι· ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι, τοὺς μὲν ἄλλους. τοὺς δεικνυμένους θεοὺς. ὡς εἴδωλα βλασφημοῦντες, τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ᾿ (ὄντ)ως νεκρὸν σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες. καὶ πρῶτόν γε λεκτέον πρὸς τὴν προσωποποιΐαν αὐτοῦ. περιτιθέντος ἡμῖν λόγους ὡς ὑφ᾿ ἡμῶν λεγομένους εἰς τὴν περὶ ἀναστάσεως σαρκὸς ἀπολογίαν, ὅτι ἀρετὴ μὲν προσωποποιοῦντός ἐστι τηρῆσαι τὸ βούλημα καὶ τὸ ἦθος τοῦ προσωποποιουμένου, κακία δὲ, ὅτε τὰ μὴ ἁρμόζοντά τις περιτίθησι ῥήματα τῷ προσώπῳ τοῦ λέγοντος. καὶ ἐπ᾿ ἴσης γε ψεκτοὶ οἱ ἐν προσωποποιΐᾳ βαρβάροις καὶ ἀπαιδεύτοις ἢ οἰκότριψι καὶ μηδέ ποτε φιλοσόφων λόγων ἀκηκοόσι μηδὲ εὖ εἰρηκόσιν αὐτοὺς περιτιθέντες φιλοσοφίαν, ἣν ἔμαθε μὲν ὁ προσωποποιῶν, οὐκ εἰκὸς δὲ ἦν εἰδέναι τὸν προσωποποιούμενον, καὶ πάλιν αὖ οἱ τοῖς καθ᾿ ὑπόθεσιν ὑποκειμένοις σοφοῖς καὶ τὰ θεῖα ἐγνωκόσι περιτιθέντες τὰ ἀπὸ ἰδιωτικῶν παθῶν ὑπὸ ἀπαιδεύτων λεγόμενα καὶ ἀπὸ ἀγνοίας ἀπαγγελλόμενα. ὅθεν Ὅμηρος μὲν ἐν πολλοῖς θαυμάζεται, τηρήσας τὰ τῶν ἡρώων πρόσωπα, ὁποῖα αὐτὰ ὑπέθετο ἀπ᾿ ἀρχῆς, οἷον τὸ Νέστορος ἢ τὸ Ὀδυσσέως ἢ τὸ Διομήδους ἢ τὸ Ἀγαμέμνονος ἢ Τηλεμάχου ἢ Πηνελόπης ἤ τινος τῶν λοιπῶν· Εὐριπίδης δὲ ὑπὸ Ἀριστοφάνους κωμῳδεῖται ὡς ἀκαιροῤῥήμων διὰ τὸ πολλάκις περιτεθεικέναι λόγους δογμάτων, ὧν ἀπὸ Ἀναξαγόρου ἤ τινος ἔμαθε τῶν σοφῶν, βαρβάροις γυναιξὶν ἢ οἰκέταις. [7.37] Εἴπερ δὲ τοιαύτη μὲν ἡ ἐν τῷ προσωποποιεῖν ἀρετὴ τοιαδὶ δὲ ἡ κακία, πῶς οὐκ εὐλόγως τις καταγελάσεται Κέλσου, Χριστιανοῖς περιτιθέντος τὰ μὴ ὑπὸ Χριστιανῶν λεγόμενα; εἰ μὲν γὰρ ἰδιωτῶν ἀνέπλασσε λόγους, πόθεν τοῖς τοιούτοις δύνασθαι διακρίνειν αἴσθησιν ἀπὸ τοῦ νοῦ καὶ αἰσθητὰ νοητῶν καὶ δογματίζειν παραπλησίως τοῖς ἀναιροῦσι νοητὰς οὐσίας Στωϊκοῖς περὶ τοῦ αἰσθήσεσιν καταλαμβάνεσθαι τὰ καταλαμβανόμενα καὶ πᾶσαν κατάληψιν ἠρτῆσθαι τῶν αἰσθήσεων; εἰ δ᾿ ἀναπλάσσει λόγους τῶν φιλοσοφούντων καὶ ἐπιμελῶς ὅση δύναμις ἐξεταζόντων τὰ Χριστοῦ. οὐδὲ τούτοις ἀκόλουθα πεποίηκεν. οὐδεὶς γὰρ μαθὼν ἀόρατον εἶναι τὸν θεὸν καὶ εἶναί τινα δημιουργήματα ἀόρατα. τουτέστι νοητὰ, λέγοι ἂν ὡς ἀπολογούμενος περὶ τῶν κατὰ τὴν ἀνάστασιν τό· πῶς αἰσθήσεσι μὴ καταλαμβανόμενοι γνώσονται τὸν θεόν; ἤ· τί χωρὶς αἰσθήσεως μαθεῖν δυνατόν ἐστι; καὶ οὐκ ἐν ἀνακεχωρηκόσι καὶ ἀναγινωσκομένοις ὑπὸ ὀλίγων μόνον καὶ φιλομαθῶν ἀλλ᾿ ἐν τοῖς δημωδεστέροις γέγραπται ὅτι „τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται“· δι᾿ ὧν ἔστιν εἰδέναι ὅτι εἰ καὶ τοὺς ἐν βίῳ ἀνθρώπους χρὴ ἀπὸ αἰσθήσεων ἄρξασθαι καὶ τῶν αἰσθητῶν, μέλλοντας ἀναβαίνειν ἐπὶ τὴν τῶν νοητῶν φύσιν, ἀλλ᾿ οὔτι γε ἐν αἰσθητοῖς καταμένειν χρή· οὔτε χωρὶς αἰσθήσεως ἐροῦσιν ἀδύνατον εἶναι μαθεῖν τὰ νοητὰ, χρώμενοι δὲ τῷ τίς χωρὶς αἰσθήσεως μαθεῖν δυνατός ἐστιν; ἐλέγξουσιν οὐκ εὐλόγως τούτῳ ὑπὸ τοῦ Κέλσου ἐπιφέρεσθαι τὸ οὐκ ἀνθρώπου μὲν οὐδὲ ψυχῆς ἀλλὰ γὰρ σαρκὸς φωνή. [7.38] Νοῦν τοίνυν ἢ ἐπέκεινα νοῦ καὶ οὐσίας λέγοντες εἶναι ἁπλοῦν καὶ ἀόρατον καὶ ἀσώματον τὸν τῶν ὅλων θεὸν. οὐκ ἂν ἄλλῳ τινὶ ἢ τῷ κατὰ τὴν ἐκείνου τοῦ νοῦ εἰκόνα γενομένῳ φήσομεν καταλαμβάνεσθαι τὸν θεόν· νῦν μὲν, ἵνα τῇ λέξει χρήσωμαι τοῦ Παύλου, „δι᾿ ἐσόπτρου καὶ (ἐν) αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον.“ „πρόσωπον“ δὲ ἐὰν λέγω. μὴ συκοφαντείτω τις διὰ τὴν λέξιν τὸν δηλούμενον νοῦν ὑπ᾿ αὐτῆς, ἀλλὰ μανθανέτω (ἐν τῷ) „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι καὶ τὴν αὐτὴν εἰκόνα μεταμορφούμενοι ἀπὸ δόξης εἰς δόξαν“ οὐ πρόσωπον αἰσθητὸν ἐν τοῖς τοιούτοις παραλαμβανόμενον ἀλλὰ κατὰ τροπολογίαν νοούμενον ὡς καὶ ὀφθαλμοὺς καὶ ὦτα. καὶ ὅσα ἐν τοῖς ἀνωτέρω ὁμώνυμα τοῖς τοῦ σώματος μέλεσι παρεστήσαμεν. καὶ ἄνθρωπος μὲν οὖν, τουτέστι ψυχὴ χρωμένη σώματι, λεγομένη „ὁ ἔσω ἄνθρωπος“ ἀλλὰ καὶ „ψυχὴ,“ ἀποκρίνεται οὐχ ἅπερ Κέλσος ἀνέγραψεν, ἀλλ᾿ ἅπερ αὐτὸς διδάσκει ὁ τοῦ θεοῦ ἄνθρωπος. σαρκὸς δὲ φωνῇ οὐκ ἂν Χριστιανὸς χρήσαιτο, μαθὼν „πνεύματι τὰς πράξεις τοῦ σώματος“ θανατοῦν καὶ „πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι“ περιφέρειν καὶ „νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς,“ καὶ εἰδὼς τί δηλοῦται ἐκ τοῦ „οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας,“ ἐπιστάμενος δὲ καὶ ὅτι „οἱ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται“ καὶ διὰ τοῦτο πάντα πράττων εἰς τὸ μηδαμῶς αὐτὸν ἔτι εἶναι „ἐν τῇ σαρκὶ ἀλλ᾿“ „ἐν“ μόνῳ „τῷ πνεύματι.“ [7.39] Ἴδωμεν δὲ καὶ ἐπὶ τίνα ἡμᾶς καλεῖ, ἵν᾿ αὐτοῦ ἀκούσωμεν. τίνι τρόπῳ γνωσόμεθα τὸν θεόν· ἐφ᾿ οἷς οἴεται μηδένα Χριστιανῶν ἐπαΐειν δύνασθαι τῶν ὑπ᾿ αὐτοῦ λεγομένων, φησὶ γάρ· ὅμως δ᾿ οὖν ἀκουσάτωσαν. εἴ τι καὶ ἐπαΐειν δύνανται. τίνων οὖν ἡμᾶς ἀκούειν ὑπ᾿ αὐτοῦ λεγομένων βούλεται, κατανοητέον. ὁ φιλόσοφος. δέον διδάσκειν ἡμᾶς. ὁ δὲ διαλοιδορεῖται· καὶ δέον εὔνοιαν ἑαυτοῦ δεῖξαι ἐν τῷ προοιμίῳ τῶν λόγων τὴν πρὸς τοὺς ἀκούοντας, ὁ δέ φησι τοῖς ἕως θανάτου ἀποθνῄσκουσιν. ἵνα μὴ ἐξομόσωνται μηδὲ μέχρι φωνῆς τὸν χριστιανισμὸν. καὶ παρεσκευασμένοις πρὸς πᾶσαν αἰκίαν καὶ πάντα τρόπον θανάτου· ὡς δειλὸν γένος. λέγει δ᾿ ἡμᾶς εἶναι καὶ φιλοσώματον γένος. τοὺς φάσκοντας· „εἰ καὶ Χριστόν ποτε κατὰ σάρκα ἐγνώκαμεν. ἀλλὰ νῦν οὐκέτι γινώσκομεν“ καὶ οὕτω προχείρως ὑπὲρ εὐσεβείας τιθέντας τὸ σῶμα. ὡς οὐδὲ τὸ ἱμάτιον ἀποδύσαιτ᾿ ἂν εὐχερῶς φιλόσοφος. φησὶν οὖν πρὸς ἡμᾶς ὅτι. ἐὰν αἰσθήσεσι μύσαντες ἀναβλέψητε νῷ καὶ σαρκὸς ἀποστραφέντες ὀφθαλμὸν τὸν τῆς ψυχῆς ἐγείρητε, μόνως οὕτως τὸν θεὸν ὄψεσθε. καὶ οἴεται αὐτὰ (λέγω δὴ τὰ περὶ διττῶν ὀφθαλμῶν) ἀπὸ Ἑλλήνων λαβὼν μὴ προπεφιλοσοφῆσθαι παρ᾿ ἡμῖν. λεκτέον δ᾿ ὅτι Μωϋσῆς ἀναγράφων τὴν κοσμοποιΐαν εἰσάγει τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως πῇ μὲν βλέποντα πῇ δὲ μὴ βλέποντα, βλέποντα μὲν ἐν τῷ λέγεσθαι περὶ τῆς γυναικὸς ὅτι „εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν. καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι,“ μὴ βλέποντα δὲ οὐ μόνον ἐν τῷ λέγεσθαι ὡς περὶ τυφλῶν ὀφθαλμῶν ὑπὸ τοῦ ὄφεως τῇ γυναικὶ τὸ „ᾔδει γὰρ ὁ θεὸς ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται οἱ ὀφθαλμοὶ ὑμῶν,“ ἀλλὰ καὶ ἐν τῷ „ἔφαγον. καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο.“ „διηνοίχθησαν“ μὲν οὖν αὐτῶν οἱ ὀφθαλμοὶ τῆς αἰσθήσεως, οὓς καλῶς ἦσαν μύσαντες, ἵνα μὴ περισπώμενοι ἐμποδίζωνται βλέπειν τῷ τῆς ψυχῆς ὀφθαλμῷ· οὓς δὲ τέως εἶχον βλέποντας τῆς ψυχῆς ὀφθαλμοὺς καὶ εὐφραινομένους ἐπὶ τῷ θεῷ καὶ τῷ παραδείσῳ αὐτοῦ, τούτους οἶμαι διὰ τὴν ἁμαρτίαν ἔμυσαν. ὅθεν καὶ ὁ σωτὴρ ἡμῶν, τὸ διττὸν τοῦτο τῶν ὀφθαλμῶν ἐπιστάμενος εἶδος ἐν ἡμῖν, φησὶ τό· „εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον εἰσῆλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται,“ μὴ βλέποντας μὲν αἰνιττόμενος τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, οὓς ὁ λόγος ποιεῖ βλέπειν, βλέποντας δὲ τοὺς τῶν αἰσθήσεων· τούτους δὲ ἐτύφλου ὁ λόγος. ἵνα ἀπερισπάστως ἡ ψυχὴ βλέπῃ ἃ δεῖ. παντὸς οὖν τοῦ κατὰ τρόπον χριστιανίζοντος ὁ τῆς ψυχῆς ἐγήγερται ὀφθαλμὸς καὶ ὁ τῆς αἰσθήσεως μέμυκε· καὶ ἀνάλογον τῇ ἐγέρσει τοῦ κρείττονος ὀφθαλμοῦ καὶ τῇ μύσει τῶν ὄψεων τῆς αἰσθήσεως νοεῖται καὶ θεωρεῖται ἑκάστῳ ὁ ἐπὶ πᾶσι θεὸς καὶ ὁ υἱὸς αὐτοῦ, λόγος καὶ σοφία τυγχάνων καὶ τὰ λοιπά. [7.40] Ἑξῆς δὲ τοῖς ἐξετασθεῖσιν ὁ Κέλσος ὡς πρὸς πάντας Χριστιανοὺς ἀποτείνει λόγον, ὅντινα πρὸς τοὺς πάντῃ ἀλλοτρίους τῆς Ἰησοῦ διδασκαλίας ὁμολογοῦντας εἶναι εἰ ἄρα λέγειν ἥρμοζεν. Ὀφιανοὶ γὰρ, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὸν Ἰησοῦν ἐξ ὅλων ἀρνούμενοι ἢ εἴ τινες ἄλλοι τὰ παραπλήσια ἐκείνοις φρονοῦντές εἰσιν οἱ τὰ εἴδωλα προμνώμενοι, πλάνοι καὶ γόητες· καὶ ἐκεῖνοί εἰσιν οἱ τὰ ὀνόματα τῶν θυρωρῶν ἀθλίως ἐκμανθάνοντες. μάτην οὖν πρὸς Χριστιανούς φησι τό· κἂν ἡγεμόνα τῆς ὁδοῦ ταύτης ζητῆτε, φευκτέοι μὲν ὑμῖν οἱ πλάνοι καὶ γόητες καὶ τὰ εἴδωλα προμνώμενοι. καὶ μηδ᾿ ἐπιστάμενος ὅτι οἱ τοιοῦτοι οὐκ ἔλαττον Κέλσου ὡς γόητες σὺν ἐκείνῳ κακῶς λέγουσι τὸν Ἰησοῦν καὶ πᾶσαν τὴν κατ᾿ αὐτὸν θεοσέβειαν, φησὶ φύρων ἡμᾶς ἐν ἐκείνοις τῷ ἑαυτοῦ λόγῳ· ἵνα μὴ παντάπασιν ἦτε καταγέλαστοι, τοὺς μὲν ἄλλους, τοὺς δεικνυμένους θεοὺς, ὡς εἴδωλα βλασφημοῦντες τὸν δὲ καὶ αὐτῶν ὡς ἀληθῶς εἰδώλων ἀθλιώτερον καὶ μηδὲ εἴδωλον ἔτι ἀλλ᾿ ὄντως νεκρον σέβοντες καὶ πατέρα ὅμοιον αὐτῷ ζητοῦντες. ὅτι γὰρ μὴ ἐπιστάμενος, τί μὲν Χριστιανοὶ λέγουσι τί δὲ οἱ τοιούτους μύθους ἀναπλάσσοντες, ἀλλ᾿ οἰόμενος ἡμῖν προσεῖναι τὰ ἐκείνοις προσαγόμενα ἐγκλήματα ταῦτα λέγει πρὸς ἡμᾶς οὐ προσόντα ἡμῖν, δῆλον ἐκ τοῦ· τὴν μὲν δὴ τοιάνδε ἀπάτην καὶ τοὺς θαυμαστοὺς ἐκείνους συμβούλους καὶ τὰ δαιμόνια ῥήματα, τὰ πρὸς τὸν λέοντα καὶ τὸν ἀμφίβιον καὶ τὸν ὀνοειδῆ καὶ τοὺς ἄλλους καὶ τοὺς θεσπεσίους θυρωροὺς, ὧν τὰ ὀνόματα ἀθλίως ἐκμανθάνοντες οἱ δύστηνοι κακῶς δαιμονᾶτε καὶ ἀνασκολοπίζεσθε. καὶ οὐκ εἶδέ γε ὅτι οὐδεὶς τῶν τὸν λεοντοειδῆ καὶ τὸν ὀνοειδῆ καὶ τὸν ἀμφίβιον νομιζόντων εἶναι θυρωροὺς τῆς ἀνόδου ἕως θανάτου ἵσταται κἂν ὑπὲρ τῆς φαινομένης αὐτῷ ἀληθείας. ἀλλὰ τὸ ὑφ᾿ ἡμῶν δι᾿ εὐσεβείας, ἵν᾿ οὕτως εἴπω, ὑπερβολὴν γινόμενον, παρεχόντων ἑαυτοὺς παντὶ τρόπῳ θανάτου, καὶ τὸ ἀνασκολοπίζεσθαι ἐκείνοις προσάγει τοῖς μηδὲν τούτων πάσχουσιν· καὶ ἡμῖν τοῖς ἀνασκολοπιζομένοις δι᾿ εὐσέβειαν ὀνειδίζει τὴν ἐκείνων περὶ τὸν λεοντοειδῆ καὶ τὸν ἀμφίβιον καὶ τὰ λοιπὰ μυθοποιΐαν οὐ διὰ Κέλσον τοίνυν φεύγομεν τὸν περὶ λεοντοειδοῦς καὶ τῶν λοιπῶν λόγον, οὐδὲ γὰρ τὴν ἀρχὴν τοιοῦτόν τι παρειλήφαμεν· ἀλλ᾿ ἀκολουθοῦντες τῇ διδασκαλίᾳ Ἰησοῦ τὰ ἐναντία ἐκείνοις λέγομεν, οὐ συγκατατιθέμενοι τῷ τοιόνδε εἶναι τῷ προσώπῳ τὸν Μιχαὴλ καὶ τοιόνδε ἕτερόν τινα τῶν προκατειλεγμένων. [7.41] Τίνι δὲ καὶ ἕπεσθαι ἡμᾶς ὁ Κέλσος βούλεται ὡς οὐκ ἀπορήσοντας παλαιῶν ἡγεμόνων καὶ ἱερῶν ἀνδρῶν κατανοητέον. ἀναπέμπει ἡμᾶς ἐπὶ ἐνθέους, ὡς λέγει, ποιητὰς καὶ σοφοὺς (καὶ) φιλοσόφους, μὴ τιθεὶς αὐτοῖς ὀνόματα, καὶ τοὺς ὁδηγοὺς δείξειν ἐπαγγελλόμενος ἀορίστως ἀποφαίνεται τοὺς ἐνθέους ποιητὰς καὶ σοφοὺς καὶ φιλοσόφους. εἰ δ᾿ ἐτίθει τὰ ὀνόματα ἑκάστου τούτων, κἂν ἀγωνίζεσθαι εὔλογον ἡμῖν ἐφαίνετο, ὅτι τυφλώττοντας περὶ τὴν ἀλήθειαν ὁδηγοὺς ἡμῖν δίδωσιν, ἵνα σφάλωμεν, ἢ εἰ καὶ μὴ πάνυ τυφλώττοντας, περὶ πολλά γε τῆς ἀληθείας δόγματα ἐσφαλμένους. εἴτ᾿ οὖν Ὀρφέα βούλεται ἔνθεον εἶναι ποιητὴν εἴτε Παρμενίδην εἴτ᾿ Ἐμπεδοκλέα εἴτε καὶ αὐτὸν Ὀμηρον ἢ καὶ Ἡσίοδον, δεικνύτω ὁ βουλόμενος, πῶς βέλτιον ὁδεύσουσιν οἱ τοιούτοις ὁδηγοῖς χρώμενοι καὶ ὠφέληνται περὶ τῶν κατὰ τὸν βίον παρὰ τοὺς καταλιπόντας διὰ τὴν Ἰησοῦ τοῦ Χριστοῦ διδασκαλίαν πάντα ἀγάλματα καὶ ἱδρύματα ἀλλὰ καὶ πᾶσαν Ἰουδαϊκὴν δεισιδαιμονίαν καὶ πρὸς μόνον ἀναβλέποντας διὰ τοῦ λόγου τοῦ θεοῦ τὸν πατέρα τοῦ λόγου θεόν. τίνες δὲ καὶ οἱ σοφοὶ ἢ οἱ φιλόσοφοι, παρ᾿ ὧν βούλεται πολλὰ καὶ θεῖα ἀκοῦσαι ἡμᾶς ὁ Κέλσος, καταλιπόντας θεράποντα θεοῦ Μωϋσέα καὶ προφήτας τοῦ τῶν ὅλων δημιουργοῦ, ἀληθῶς ἐνθέως μυρία ὅσα εἰρηκότας, καὶ αὐτὸν ἐπιλάμψαντα τῷ γένει τῶν ἀνθρώπων καὶ καταγγείλαντα ὁδὸν θεοσεβείας καὶ μηδένα τὸ ὅσον ἐφ᾿ ἑαυτῷ ἄγευστον καταλιπόντα τῶν ἰδίων μυστηρίων, ἀλλὰ δι᾿ ὑπερβάλλουσαν φιλανθρωπίαν ἔχοντα μὲν διδόναι τοῖς συνετωτέροις θεολογίαν, ἐπᾶραι τὴν ψυχὴν ἀπὸ τῶν τῇδε πραγμάτων δυναμένην. οὐδὲν (δ᾿) ἧττον συγκαταβαίνοντα καὶ ταῖς ὑποδεεστέραις ἕξεσιν ἰδιωτῶν ἀνδρῶν καὶ ἁπλουστέρων γυναικῶν οἰκετῶν τε καὶ ἁπαξαπλῶς τῶν ὑπὸ μηδενὸς ἢ Ἰησοῦ μόνου βεβοηθημένων πρὸς τὸ, ὡς ἐνεχώρει, βέλτιον αὐτοὺς βιοῦν μετὰ δογμάτων ὧν ἐδύναντο περὶ θεοῦ χωρεῖν; [7.42] Εἶτα μετὰ ταῦτα ὡς ἐπὶ ἐνεργέστερον διδάσκαλον τῶν θεολογίας πραγμάτων ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Πλάτωνα, παρατιθέμενος αὐτοῦ τὰς ἀπὸ τοῦ Τιμαίου λέξεις οὕτως ἐχούσας· „τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν.“ εἶτ᾿ ἐπιφέρει τούτοις λέγων· ὁρᾶτε ὅπως ζητεῖται θεοπρόποις καὶ ἀληθείας ὁδὸς, καὶ ὡς ᾔδει Πλάτων ὅτι ταύτῃ βῆναι πᾶσιν „ἀδύνατον.“ ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν, διαδηλοῦσαν αὐτὸν ἢ τῇ συνθέσει τῇ ἐπὶ τὰ ἄλλα ἢ ἀναλύσει ἀπ᾿ αὐτῶν ἢ ἀναλογίᾳ, τὸ ἄλλως ἄῤῥητον θέλων διδάξαι θαυμάσαιμι δ᾿ ἂν εἰ ἀκολουθῆσαι δυνήσεσθε. παντελῶς τῇ σαρκὶ ἐνδεδεμένοι καὶ μηδὲν καθαρὸν βλέποντες. μεγαλοφυῶς μὲν οὖν καὶ οὐκ εὐκαταφρονήτως τὴν ἐκκειμένην λέξιν ὁ Πλάτων προφέρεται. ὅρα δὲ εἰ μὴ φιλανθρωπότερον ὁ θεῖος λόγος εἰσάγει τὸν „ἐν ἀρχῇ πρὸς τὸν θεὸν“ θεὸν λόγον γινόμενον σάρκα, ἵνα εἰς πάντας δυνατὸς ᾖ φθάνειν ὁ λόγος, ὃν καὶ τὸν „εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν“ φησὶν ὁ Πλάτων. Πλάτων μὲν οὖν λεγέτω „τὸν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς ἔργον“ εἶναι „εὑρεῖν,“ „ἀδύνατον“ ἐμφαίνων εἶναι τῇ ἀνθρωπίνῃ φύσει τὸ εὑρεῖν κατ᾿ ἀξίαν τὸν θεὸν, ἢ εἰ μὴ κατ᾿ ἀξίαν ἀλλ᾿ ἐπὶ πλεῖόν γε καὶ παρὰ τοὺς πολλούς· ὅπερ εἰ ἦν ἀληθὲς καὶ θεὸς κατ᾿ ἀλήθειαν εὕρητο Πλάτωνι ἤ τινι Ἑλλήνων. οὐκ (ἂν) ἄλλο τι ἔσεβον καὶ θεὸν ἐκάλουν καὶ προσεκύνουν, ἤτοι τοῦτον καταλιπόντες ἢ συμπαραλαμβάνοντες τὰ μὴ συμπαραληπτὰ τῷ τηλικούτῳ θεῷ· ἡμεῖς δὲ ἀποφαινόμεθα ὅτι οὐκ αὐτάρκης ἡ ἀνθρωπίνη φύσις ὁπωσποτανοῦν ζητῆσαι τὸν θεὸν καὶ εὑρεῖν αὐτὸν καθαρῶς, μὴ βοηθηθεῖσα ὑπὸ τοῦ ζητουμένου, εὑρισκομένου τοῖς ὁμολογοῦσι μετὰ τὸ παρ᾿ αὐτοὺς ποιεῖν ὅτι δέονται αὐτοῦ, ἐμφανίζοντος ἑαυτὸν οἷς ἂν κρίνῃ εὔλογον εἶναι ὀφθῆναι, ὡς πέφυκε θεὸς μὲν ἀνθρώπῳ γινώσκεσθαι ἀνθρώπου δὲ ψυχὴ ἔτι οὖσα ἐν σώματι γινώσκειν τὸν θεόν. [7.43] Ἀλλὰ καὶ λέγων ὁ Πλάτων ὅτι τὸν „εὑρόντα ἀδύνατόν“ ἐστιν „εἰς πάντας λέγειν“ „τὸν ποιητὴν καὶ πατέρα τοῦ παντὸς,“ ἄῤῥητον μὲν καὶ ἀκατονόμαστον οὔ φησιν αὐτὸν εἶναι ῥητὸν δ᾿ ὄντα εἰς ὀλίγους δύνασθαι λέγεσθαι. εἶθ᾿ ὥσπερ ἐπιλαθόμενος ὧν παρέθετο Πλάτωνος λέξεων ὁ Κέλσος φησὶν ἀκατονόμαστον εἶναι θεὸν τούτοις· ἐπειδὴ δὲ τούτου χάριν ἐξηύρηται σοφοῖς ἀνδράσιν, ὡς ἂν τοῦ ἀκατονομάστου καὶ πρώτου λάβοιμέν τινα ἐπίνοιαν. ἡμεῖς δὲ οὐ μόνον τὸν θεὸν ἄῤῥητον εἶναί φαμεν ἀλλὰ καὶ ἕτερα τῶν μετ᾿ αὐτόν· ἅπερ βιασάμενος ὁ Παῦλος σημῆναί φησι τό· „ἤκουσεν ἄῤῥητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι,“ τῷ „ἤκουσεν“ ἀντὶ τοῦ συνῆκε χρησάμενος ἀνάλογον τῷ „ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.“ „τὸν ποιητὴν“ δὴ „καὶ πατέρα τοῦ παντὸς“ ἡμεῖς φαμεν ἰδεῖν „ἔργον.“ βλέπεται δὲ οὐ μόνον κατὰ τὸ „μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται,“ ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον ὑπὸ τῆς εἰκόνος „τοῦ ἀοράτου θεοῦ“ ἐν τῷ „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με.“ ἐν τούτοις γὰρ οὐδεὶς ἂν νοῦν ἔχων φήσειεν ὅτι ἀναφέρων ταῦτα ὁ Ἰησοῦς ἐπὶ τὸ αἰσθητὸν αὐτοῦ καὶ βλεπόμενον τοῖς ἀνθρώποις σῶμα εἶπε τό· „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με“· ἔσονται γὰρ κατὰ τοῦτο ἑωρακότες τὸν πατέρα θεὸν καὶ πάντες οἱ λέγοντες· „σταύρου σταύρου αὐτὸν“ καὶ ὁ ἐξουσίαν κατὰ τοῦ ἀνθρωπίνου αὐτοῦ Πιλᾶτος λαβὼν, ὅπερ ἐστὶν ἄτοπον. ὅτι δὲ τὸ „ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πέμψαντά με“ οὐκ ἐπὶ τὴν κοινοτέραν ἐκδοχὴν ἀναφέρεται, δῆλον ἐκ τοῦ εἰρῆσθαι τῷ Φιλίππῳ· „τοσούτῳ χρόνῳ μεθ᾿ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;“ τοῦτο δ᾿ εἴρηκεν αὐτῷ ἀξιώσαντι καὶ λέγοντι· „δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν.“ νοήσας τις οὖν πῶς δεῖ ἀκούειν περὶ μονογενοῦς θεοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ πρωτοτόκου „πάσης κτίσεως,“ καθότι „ὁ λόγος“ γέγονε „σὰρξ,“ ὄψεται πῶς ἰδών τις τὴν εἰκόνα „τοῦ ἀοράτου θεοῦ“ γνώσεται „τὸν πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντός.“ [7.44] Κέλσος μὲν οὖν ἤτοι τῇ συνθέσει τῇ ἐπὶ τὰ ἄλλα ἀνάλογον τῇ παρὰ τοῖς γεωμέτραις καλουμένῃ συνθέσει ἢ τῇ ἀπὸ τῶν ἄλλων ἀναλύσει ἢ καὶ ἀναλο γίᾳ ἀνάλογον τῇ παρὰ τοῖς αὐτοῖς ἀναλογίᾳ οἴεται γινώσκεσθαι τὸν θεὸν, ἐπὶ τὰ πρόθυρα εἰ ἄρα τοῦ ἀγαθοῦ δυναμένου τινὸς οὕτως ἐλθεῖν· ὁ δὲ τοῦ θεοῦ λόγος εἰπών· „οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ“ θείᾳ τινὶ χάριτι, οὐκ ἀθεεὶ ἐγγινομένῃ τῇ ψυχῇ ἀλλὰ μετά τινος ἐνθουσιασμοῦ. ἀποφαίνεται γινώσκεσθαι τὸν θεόν. καὶ γὰρ εἰκὸς μείζονα μὲν ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν εἶναι τὴν γνῶσιν τοῦ θεοῦ (διὸ καὶ τὰ τοσαῦτα παρ᾿ ἀνθρώποις ἐστὶ περὶ θεοῦ σφάλματα) χρηστότητι δὲ καὶ φιλανθρωπίᾳ τοῦ θεοῦ καὶ παραδόξῳ καὶ θειοτέρᾳ χάριτι φθάνειν τὴν τοῦ θεοῦ γνῶσιν ἐπὶ τοὺς προγνώσει τοῦ θεοῦ προκαταληφθέντας ὅτι ἀξίως βιώσουσι τοῦ ἐγνωσμένου, οὐδαμῶς παραχαράττοντες τὴν εἰς αὐτὸν εὐσέβειαν, οὔτε ἂν ὑπὸ τῶν ἀγνοούντων ὅ τι ποτέ ἐστιν εὐσέβεια καὶ πᾶν ὅ τι ποτ᾿ οὖν μᾶλλον ἀναπλαττόντων εἶναι τὴν εὐσέβειαν ἢ ὅπερ ἐστὶν ἡ εὐσέβεια τὴν ἐπὶ θανάτῳ ἀπάγωνται, οὔτε ἂν καταγελαστότατοι εἶναι νομίζωνται. ὁρῶν δ᾿ οἶμαι ὁ θεὸς καὶ τὴν ἀλαζονείαν ἢ τὴν πρὸς τοὺς ἄλλους ὑπεροψίαν τῶν μεγάλα μὲν φρονούντων ἐπὶ τῷ ἐγνωκέναι τὸν θεὸν καὶ ἀπὸ φιλοσοφίας τὰ θεῖα μεμαθηκέναι παραπλησίως δὲ τοῖς ἀπαιδευτοτάτοις ἐπὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς αὐτῶν καὶ τὰ θρυλούμενα μυστήρια ἀγόντων „ἐξελέξατο“ „τὰ μωρὰ τοῦ κόσμου,“ τοὺς ἐν Χριστιανοῖς ἁπλουστάτους καὶ πολλῶν φιλοσόφων μετριώτερον καὶ καθαρώτερον βιοῦντας, „ἵνα καταισχύνῃ τοὺς σοφοὺς,“ οὐκ αἰδουμένους ἐν τῷ τοῖς ἀψύχοις προσομιλεῖν ὡς θεοῖς ἢ θεῶν εἰκόσιν. τίς γὰρ νοῦν ἔχων οὐ καταγελάσεται τοῦ μετὰ τοὺς τηλικούτους καὶ τοσούτους ἐν φιλοσοφίᾳ περὶ θεοῦ ἢ θεῶν λόγους ἐνορῶντος τοῖς ἀγάλμασιν καὶ ἤτοι αὐτοῖς ἀναπέμποντος τὴν εὐχὴν ἢ διὰ τῆς τούτων ὄψεως ἐφ᾿ ὃν φαντάζεται δεῖν ἀναβαίνειν ἀπὸ τοῦ βλεπομένου καὶ συμβόλου ὄντος ἀναφέροντός γε ἐπὶ τὸν νοούμενον; Χριστιανὸς δὲ καὶ ὁ ἰδιώτης πάντα μὲν τόπον τοῦ κόσμου πέπεισται εἶναι μέρος τοῦ ὅλου, ναοῦ τοῦ θεοῦ ὄντος τοῦ παντὸς κόσμου· „ἐν παντὶ“ δὲ „τόπῳ“ εὐχόμενος, μύσας τοὺς τῆς αἰσθήσεως ὀφθαλμοὺς καὶ ἐγείρας τοὺς τῆς ψυχῆς, ὑπεραναβαίνει τὸν ὅλον κόσμον. καὶ οὐδ᾿ ἐπὶ τὴν ἁψῖδα ἵσταται τοῦ οὐρανοῦ, ἀλλ᾿ εἰς τὸν ὑπερουράνιον γενόμενος τῇ διανοίᾳ τόπον, ὁδηγούμενος ὑπὸ τοῦ θείου πνεύματος καὶ ὡσπερεὶ ἔξω τοῦ κόσμου τυγχάνων ἀναπέμπει οὐ περὶ τῶν τυχόντων τὴν εὐχὴν τῷ θεῷ· ἔμαθε γὰρ ἀπὸ τοῦ Ἰησοῦ μηδὲν μικρὸν, τουτέστιν αἰσθητὸν, ζητεῖν ἀλλὰ μόνα τὰ μεγάλα καὶ ἀληθῶς θεῖα, οσα συμβάλλεται διδόμενα ὑπὸ τοῦ θεοῦ πρὸς τὸ ὁδεῦσαι ἐπὶ τὴν παρ᾿ αὐτῷ διὰ τοῦ υἱοῦ αὐτοῦ λόγου ὄντος θεοῦ μακαριότητα. [7.45] Ἴδωμεν δὲ καὶ ἅ φησιν ἡμᾶς διδάξειν, εἰ ἄρα ἀκολουθῆσαι αὐτοῖς δυνησόμεθα, ἐν οἷς λέγει ἡμᾶς παντελῶς ἐνδεδέσθαι τῇ σαρκὶ, τοὺς, ἐὰν βιῶμεν ὀρθῶς καὶ κατὰ τὸν Ἰησοῦ λόγον, ἀκούοντας τὸ „ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν.“ φησὶ δ᾿ ἡμᾶς καὶ μηδὲν καθαρὸν βλέπειν, τοὺς πειρωμένους μηδὲ μέχρι τῶν λογισμῶν ὑπὸ τῶν ἐνθυμημάτων τῆς κακίας μολύνεσθαι καὶ ἐν τῇ εὐχῇ λέγοντας· „καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου,“ ἵνα τῇ μόνῃ πεφυκυίᾳ βλέπειν θεὸν „καρδίᾳ καθαρᾷ“ θεασώμεθα αὐτόν. ἃ δὲ λέγει, τοιαῦτά ἐστιν· οὐσία καὶ γένεσις νοητὸν, ὁρατόν· μετὰ οὐσίας μὲν ἀλήθεια, μετὰ δὲ γενέσεως πλάνη. περὶ ἀλήθειαν μὲν οὖν ἐπιστήμη. περὶ δὲ θάτερον δόξα· καὶ νοητοῦ μέν ἐστι νόησις, ὁρατοῦ δὲ ὄψις. γινώσκει δὲ νοητὸν μὲν νοῦς, ὁρατὸν δὲ ὀφθαλμός. ὅπερ οὖν ἐν τοῖς ὁρατοῖς ἥλιος, οὔτ᾿ ὀφθαλμὸς ὢν οὔτ᾿ ὄψις ἀλλ᾿ ὀφθαλμῷ τε τοῦ ὁρᾶν αἴτιος καὶ ὄψει τοῦ δι᾿ αὐτὸν συνίστασθαι καὶ ὁρατοῖς τοῦ ὁρᾶσθαι, πᾶσιν αἰσθητοῖς τοῦ γίνεσθαι, καὶ μὴν αὐτὸς αὑτῷ τοῦ βλέπεσθαι, τοῦτο ἐν τοῖς νοητοῖς ἐκεῖνος, ὅσπερ οὔτε νοῦς οὔτε νόησις οὔτ᾿ ἐπιστήμη, ἀλλὰ νῷ τε τοῦ νοεῖν αἴτιος καὶ νοήσει τοῦ δι᾿ αὐτὸν εἶναι καὶ ἐπιστήμῃ τοῦ δι᾿ αὐτὸν γινώσκειν καὶ νοητοῖς ἅπασι καὶ αὐτῇ ἀληθείᾳ καὶ αὐτῇ οὐσίᾳ τοῦ εἶναι, πάντων ἐπέκεινα ὢν, ἀῤῥήτῳ τινὶ δυνάμει νοητός. ταῦτ᾿ εἴρηται μὲν ἀνθρώποις νοῦν ἔχουσιν· εἰ δέ τι αὐτῶν καὶ ὑμεῖς συνίετε. εὖ ὑμῖν ἔχει. καὶ πνεῦμα εἴ τι οἴεσθε κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ᾿ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον, οὗ δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν· ὧν εἰ μὴ δύνασθε ἐπαΐειν, σιωπᾶτε καὶ τὴν ἑαυτῶν ἀμαθίαν ἐγκαλύπτετε καὶ μὴ λέγετε τυφλώττειν τοὺς βλέποντας καὶ χωλοὺς εἶναι τοὺς τρέχοντας. αὐτοὶ πάντῃ τας ψυχὰς ἀποκεχωλευμένοι καὶ ἠκρωτηριασμένοι καὶ τῷ σώματι ζῶντες, τουτέστι τῷ νεκρῷ. [7.46] Πρὸς ταῦτα δ᾿ ἡμεῖς φήσομεν, οἱ μελετήσαντες μηδενὶ ἀπεχθάνεσθαι τῶν καλῶς λεγομένων. κἂν οἱ ἔξω τῆς πίστεως λέγωσι καλῶς, μὴ προσφιλονεικεῖν αὐτοῖς μηδὲ ζητεῖν ἀνατρέπειν τὰ ὑγιῶς ἔχοντα. ὅτι οἱ μὲν διαλοιδορούμενοι τοῖς κατὰ δύναμιν εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβεῖν θέλουσιν, ἀποδεχόμενον ἰδιωτῶν τὴν εἰς αὐτὸν πίστιν καὶ συνετωτέρων τὴν μετὰ λόγου εἰς αὐτὸν εὐσέβειαν, μετ᾿ εὐχαριστίας ἀναπεμπόντων εὐχὰς τῷ δημιουργῷ τοῦ παντὸς καὶ ἀναπεμπόντων αὐτὰς ὡς δι᾿ ἀρχιερέως τοῦ τὴν εἰλικρινῆ θεοσέβειαν ἀνθρώποις παραστήσαντος. καὶ καλοῦντες αὐτοὺς κεχωλευμένους τὰς ψυχὰς καὶ ἠκρωτηριασμένους λέγοντες δὲ καὶ σώματι ζῶντας τῷ νεκρῷ τοὺς μελετῶντας ἀπὸ διαθέσεως λέγειν τό· „ἐν σαρκὶ γὰρ ζῶντες οὐ κατὰ σάρκα στρατευόμεθα, τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ“ ὁράτωσαν μὴ κατ᾿ αὐτὸ τοῦτο (τὸ) λέγειν κακῶς ἀνθρώπους, εὐχομένους εἶναι θεοῦ, τὰς ψυχὰς ἑαυτῶν χωλὰς κατασκευάζωσι (καὶ) „τὸν ἔσω“ ἑαυτῶν „ἄνθρωπον“ ἀκρωτηριάζωσιν, ἀποκόπτοντες αὐτοῦ διὰ τῶν εἰς ἑτέρους δυσφημιῶν, τοὺς καλῶς βιοῦν ἐθέλοντας. τὸ ἐπιεικὲς καὶ τὸ εὐσταθὲς, ἐνεσπαρμένα φυσικῶς ὑπὸ τοῦ δημιουργοῦ τῇ λογικῇ φύσει. οἱ δὲ πρὸς ἑτέροις μαθόντες ἀπὸ τοῦ θείου λόγου καὶ ποιοῦντες καὶ τὸ „λοιδορούμενοι“ εὐλογεῖν, „διωκόμενοι“ ἀνέχεσθαι, „δυσφημούμενοι“ παρακαλεῖν, οὗτοι ἂν εἶεν οἱ τὰς τῆς ψυχῆς βάσεις ὀρθώσαντες καὶ ὅλην τὴν ψυχὴν καθαίροντες καὶ εὐτρεπίζοντες· οὐχ ἵνα λέξεσι μόναις οὐσίαν ἀπὸ γενέσεως χωρίζωσι καὶ νοητὸν ἀπὸ ὁρατοῦ, καὶ τὴν μὲν ἀλήθειαν τῇ οὐσίᾳ συνάπτωσι τὴν δὲ μετὰ γενέσεως πλάνην παντὶ τρόπῳ φεύγωσι, σκοποῦντες, ὡς ἔμαθον, οὐ τὰ γενέσεως. ἅπερ ἐστὶ „βλεπόμενα“ καὶ διὰ τοῦτο „πρόσκαιρα,“ ἀλλὰ τὰ κρείττονα, εἴτ᾿ οὐσίαν αὐτά τις βούλεται καλεῖν εἴτε διὰ τὸ νοητὰ τυγχάνειν „ἀόρατα“ εἴτε διὰ τὸ ἔξω αἰσθήσεως εἶναι αὐτῶν τὴν φύσιν „μὴ βλεπόμενα.“ οὕτω δὲ καὶ τοῖς γενέσεως ἐνορῶσιν οἱ τοῦ Ἰησοῦ μαθηταὶ. ὥστε οἱονεὶ ἐπιβάθρᾳ χρῆσθαι αὐτοῖς πρὸς τὴν κατανόησιν τῆς τῶν νοητῶν φύσεως· „τὰ γὰρ ἀόρατα“ τοῦ θεοῦ „ἀπὸ κτίσεως κόσμου,“ τουτέστι τὰ νοητὰ, „τοῖς ποιήμασι νοούμενα“ ἐν τῷ νοεῖσθαι „καθορᾶται.“ καὶ οὐχ ἵστανταί γε ἀναβάντες ἀπὸ τῶν τοῦ κόσμου κτισμάτων ἐν τοῖς ἀοράτοις τοῦ θεοῦ· ἀλλὰ γὰρ ἱκανῶς ἐκείνοις ἐγγυμνασάμενοι καὶ συνιέντες αὐτὰ ἀναβαίνουσιν ἐπὶ τὴν ἀΐδιον δύναμιν τοῦ θεοῦ καὶ ἁπαξαπλῶς τὴν θεότητα αὐτοῦ, ἐπιστάμενοι ὅτι ὁ μὲν φιλάνθρωπος θεὸς „τὴν ἀλήθειαν“ καὶ „τὸ“ ἑαυτοῦ „γνωστὸν“ „ἐφανέρωσεν“ οὐ μόνον τοῖς ἀνακειμένοις αὐτῷ ἀλλὰ καί τισι τῶν ἔξω τῆς εἰλικρινοῦς θεοσεβείας καὶ εἰς αὐτὸν εὐσεβείας· τινὲς δὲ τῶν θεοῦ προνοίᾳ ἀναβεβηκότων ἐπὶ τὴν τῶν τηλικούτων γνῶσιν οὐκ ἄξια τῆς γνώσεως δρῶντες ἀσεβοῦσι καὶ „τὴν ἀλήθειαν ἐν ἀδικίᾳ“ κατέχουσιν, οὐδ᾿ ἀπολογίας ἔτι χώραν ἐπὶ τῇ γνώσει τῶν τηλικούτων ἔχειν δυνάμενοι παρὰ τῷ θεῷ. [7.47] Μαρτυροῦνται γοῦν ὑπὸ τοῦ θείου λόγου οἱ τὰ παρὰ τῷ Κέλσῳ ἐκκείμενα καταλαβόντες καὶ κατὰ τὰ δόγματα ταῦτα φιλοσοφεῖν ἐπαγγελλόμενοι ὅτι „γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη“ μετὰ τὸ τηλικοῦτο φῶς τῆς περὶ ὧν ἐφανέρωσεν αὐτοῖς ὁ θεὸς γνώσεως „ἡ“ ἐπειγομένη „ἀσύνετος αὐτῶν καρδία.“ ἔστι γοῦν ἰδεῖν, τίνα τρόπον οἱ „φάσκοντες εἶναι σοφοὶ“ μεγάλης μωρίας δείγματα ἐμφαίνουσιν, ὅτε μετὰ τοὺς τηλικούτους ἐν ταῖς διατριβαῖς περὶ θεοῦ καὶ τῶν νοητῶν λόγους „ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.“ διὸ καὶ αὐτοὶ μὲν καταλειφθέντες ὑπὸ τῆς προνοίας ὡς οὐκ ἀξίως βιώσαντες τῶν φανερωθέντων αὐτοῖς ὑπὸ τοῦ θεοῦ ἐγκαλινδοῦνται „ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν,“ καὶ ἀτιμάζεται „αὐτῶν τὰ σώματα“ ἐν ἀσχημοσύναις καὶ ἀκολασίαις, ἀνθ᾿ ὧν ἀντήλλαξαν „τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ [7.48] Οἱ δ᾿ ὑπ᾿ αὐτῶν ἐπὶ ἰδιωτείᾳ ἐξουθενούμενοι καὶ μωροὶ καὶ ἀνδράποδα εἶναι λεγόμενοι, κἂν μόνον πιστεύωσιν ἑαυτοὺς τῷ θεῷ. παραδεξάμενοι τὴν τοῦ Ἰησοῦ διδασκαλίαν τοσοῦτον ἀποδέουσιν ἀσελγείας καὶ ἀκαθαρσίας καὶ πάσης τῆς ἐν συνουσίαις ἀσχημοσύνης, ὡς καὶ τρόπον τελείων ἱερέων, πᾶσαν συνουσίαν ἀποστραφέντων, πολλοὺς αὐτῶν παντελῶς καθαρεύειν, οὐ μόνον ἀπὸ πάσης μίξεως. καὶ εἷς μέν που παρ᾿ Ἀθηναίοις ἱεροφάντης, οὐδὲ πιστευόμενος ἑαυτοῦ τὰς ἀρσενικὰς ὀρέξεις ὡς κύριος αὐτῶν εἶναι δυνάμενος καὶ κρατεῖν αὐτῶν ἐς ὅσον βούλεται, κωνειασθεὶς τὰ ἄρσενα μέρη καθαρὸς εἶναι νομίζεται πρὸς τὴν νενομισμένην παρ᾿ Ἀθηναίοις ἁγιστείαν· ἔστι δ᾿ ἐν Χριστιανοῖς ἰδεῖν ἄνδρας μὴ δεηθέντας κωνείου, ἵνα τὸ θεῖον καθαρῶς θεραπεύσωσιν, ἀλλ᾿ ἀρκουμένους λόγῳ ἀντὶ κωνείου, ὡς πᾶσαν ἐπιθυμίαν ἀπὸ τῆς διανοίας αὐτῶν ἐξελάσαντες τὸ θεῖον εὐχαῖς θεραπεύωσι. παρ᾿ ἄλλοις δὲ νομιζομένοις εἶναι θεοῖς παρθένοι πάνυ εὐαρίθμητοι, εἴτε ὑπὸ ἀνθρώπων φρουρούμεναι εἴτε καὶ μὴ (οὐ γὰρ τοῦτο πρόκειται νῦν ἐξετάζειν). δοκοῦσι διατελεῖν ἐν τῇ διὰ τὴν εἰς τὸ θεῖον τιμὴν καθαρότητι· ἐν δὲ Χριστιανοῖς οὐ διὰ τὰς παρ᾿ ἀνθρώποις τιμὰς, οὐ διὰ μισθοὺς καὶ ἀργύρια οὐδὲ διὰ δοξάριον ἀσκοῦσι τὴν παντελῆ παρθενίαν, καὶ ὡς „ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει,“ τηροῦνται ὑπὸ τοῦ θεοῦ ἐν δοκίμῳ νῷ καὶ τῷ „ποιεῖν τὰ“ „καθήκοντα,“ πληρούμεναι πάσης δικαιοσύνης καὶ ἀγαθότητος. [7.49] Ταῦτα δὴ λέλεκταί μοι οὐ προσφιλονεικοῦντι μὲν τοῖς καλῶς καὶ παρ᾿ Ἕλλησι νενοημένοις οὐδὲ κατηγοροῦντι τῶν ὑγιῶν δογμάτων βουλομένῳ δὲ παραστῆσαι ὅτι καὶ ταῦτα ἀλλὰ καὶ τούτων ἔτι μείζονα καὶ θειότερα λέλεκται μὲν παρὰ τοῖς θείοις ἀνδράσι, προφήταις τοῦ θεοῦ καὶ ἀποστόλοις τοῦ Ἰησοῦ, ἐξετάζεται δὲ παρὰ τοῖς τελειότερον χριστιανίζειν ἐθέλουσι καὶ ἐπισταμένοις ὅτι „στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν· ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ.“ ἀλλὰ καὶ παρ᾿ οἷς εἴτε διὰ πολλὴν ἰδιωτείαν εἴτε δι᾿ ἁπλότητα εἴτε καὶ δι᾿ ἀπορίαν τῶν προτρεψάντων [μὲν] ἐπὶ τὴν λογικὴν εὐσέβειαν ταῦτα μὲν οὐ τετράνωται θεὸς δὲ ὁ ἐπὶ πᾶσι πιστεύεται καὶ ὁ τούτου „μονογενὴς υἱὸς“ λόγος καὶ θεὸς, εὑρεθείη ἂν σεμνότητος καὶ καθαρότητος καὶ ἤθους ἀφέλεια καὶ ἁπλότης πολλάκις κρείττων, ἣν οἱ „φάσκοντες εἶναι σοφοὶ“ μὴ ἀνειληφότες ἐγκαλινδοῦνται μετὰ παίδων ἐν οἷς οὐ θέμις, „ἄῤῥενες ἐν ἄῤῥεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι.“ [7.50] Ὁ μὲν οὖν οὐκ ἐσαφήνισε, πῶς μετὰ γενέσεώς ἐστι πλάνη, οὐδὲ παρέστησεν ὅ τι περ ἐβούλετο, ἵνα κατανοήσωμεν συγκρίνοντες τὰ αὐτοῦ τοῖς ἡμετέροις· οἱ δὲ προφῆται, αἰνιττόμενοι ὅ τι περὶ τῶν γενέσεως πραγμάτων σοφὸν, θυσίαν „περὶ ἁμαρτίας“ λέγουσιν ἀναφέρεσθαι καὶ περὶ τῶν ἄρτι γεγενημένων ὡς οὐ καθαρῶν ἀπὸ ἁμαρτίας. φασὶ δὲ καὶ τό· „ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.“ ἀλλὰ καὶ ἀποφαίνονται ὅτι „ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας,“ παραδόξως λέγοντες καὶ τό· „ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ.“ οὕτω δὲ πᾶσαν τὴν τῶν αἰσθητῶν διαβάλλουσιν οἱ καθ᾿ ἡμᾶς σοφοὶ φύσιν, ὥστε πῇ μὲν ματαιότητα εἰρῆσθαι τὰ σώματα ἐν τῷ „τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι,“ πῇ δὲ ματαιότητα „ματαιοτήτων“ (ὧν) εἶπεν ὁ ἐκκλησιαστής· „ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.“ τίς δ᾿ οὕτω διαβέβληκε τὴν ἐνταῦθα τῆς ἀνθρώπου ψυχῆς ζωὴν, ὡς ὁ εἰπών· „πλὴν τὰ σύμπαντα ματαιότης. πᾶς ἄνθρωπος ζῶν;“ οὐ γὰρ ἐδίστασε περὶ τῆς διαφορᾶς τοῦ ζῆν τῆς ψυχῆς ἐνταῦθα καὶ ἔξω τῶν ἐνθάδε, οὐδ᾿ ἔλεγε μέν· τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ κατθανεῖν δὲ ζῆν; θαῤῥεῖ δὲ λέγειν τὰ ἀληθῆ ἐν τῷ „ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν“ καὶ „εἰς χοῦν θανάτου κατήγαγές με“· καθὸ καὶ τὸ „τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ λέλεκται καὶ τὸ „ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν.“ προφήτης δέ ἐστι καὶ ὁ εἰπὼν τό· „ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως.“ „κακώσεως“ τόπον λέγων τὸν περίγειον τόπον, ἐφ ὃν ἐκβληθεὶς ἀπὸ τοῦ παραδείσου διὰ τὴν κακίαν ἐλήλυθεν ὁ Ἀδὰμ, ὅπερ ἐστὶν ἄνθρωπος. καὶ ὁ λέγων δὲ ὅτι „βλέπομεν ἄρτι δι᾿ ἐσόπτρου καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.“ ἔτι δὲ καὶ τό· „ἐνδημοῦντες ἐν τῷ σώματι ἐκδημοῦμεν ἀπὸ τοῦ κυρίου,“ διὸ „εὐδοκοῦμεν ἐκδημῆσαι ἐκ τοῦ σώματος καὶ ἐνδημῆσαι πρὸς τὸν κύριον,“ ὅρα πηλίκα περὶ τῆς διαφόρου ζωῆς τῶν ψυχῶν τεθεωρήκει. [7.51] Καὶ τί με δεῖ ἐπὶ πλεῖον ἀντιπαρατιθέναι τῇ λέξει Κέλσου. ὡς πολλῷ πρότερον τούτων παρ᾿ ἡμῖν λελεγμένων, ὅτε καὶ ἐκ τῶν εἰρημένων σαφές ἐστι τὸ βούλημα ἡμῶν; ἐν τούτοις δὲ καὶ οἱονεὶ τίθησιν, εἰπὼν πνεῦμα θεῖον κατιὸν ἐκ θεοῦ προαγγέλλειν τὰ θεῖα, τοῦτ᾿ ἂν εἴη τὸ πνεῦμα τὸ ταῦτα κηρύττον. οὗ δὴ πλησθέντες ἄνδρες παλαιοὶ πολλὰ κἀγαθὰ ἤγγειλαν. οὐκ εἶδε δὲ διαφορὰν τῶν παρ᾿ ἡμῖν ἠκριβωμένων. τοῖς λέγουσιν ὅτι καὶ „τὸ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσι. διὸ τοὺς παραπίπτοντας κατ᾿ ὀλίγον“ ἐλέγχει ὁ θεὸς, φάσκουσι δὲ ἄλλα καὶ τὸ „λάβετε πνεῦμα ἅγιον“ τὴν ποσότητα τοῦ διδομένου ἑτέραν ἐμφαίνειν παρὰ τὴν δηλουμένην ἐκ τοῦ „βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.“ ἔργον δέ ἐστι ταῦτ᾿ ἐπιμελῶς νοήσαντα ἰδεῖν διαφορὰν τῶν ἐκ διαλειμμάτων πλειόνων χωρησάντων τὴν τῆς ἀληθείας κατάληψιν (καὶ) βραχεῖαν ἐπίνοιαν θεοῦ καὶ τῶν ἐπὶ πλεῖον θεοφορηθέντων καὶ ἀεὶ μετὰ θεοῦ ἑστηκότων καὶ διὰ παντὸς ὑπὸ θείου πνεύματος ἀγομένων· ὅπερ εἰ ἦν ἐξετασθὲν καὶ νενοημένον Κέλσῳ, οὐκ (ἂν) ἀμαθίαν ἡμῖν ἐνεκάλει οὐδὲ προσέταττε μὴ λέγειν τυφλώττειν τοὺς ἐν ὑλικαῖς τέχναις ἀνθρώπων, ταῖς κατὰ τὰ ἀγάλματα, οἰομένους ἐνδείκνυσθαι τὴν εὐσέβειαν. οὐδεὶς γὰρ βλέπων τῆς ψυχῆς ὀφθαλμοῖς ἄλλῳ τρόπῳ σέβει τὸ θεῖον παρὰ τὸν ὑποδεικνύντα ἐνορᾶν ἀεὶ τῷ τοῦ παντὸς δημιουργῷ καὶ πᾶσαν εὐχὴν ἀναφέρειν ἐκείνῳ καὶ πάντα πράττειν ὡς ἐν ὀφθαλμοῖς θεοῦ, ἐπὶ θεατοῦ, ἐνορῶντος ἡμῶν καὶ τοῖς λογισμοῖς. εὐχόμεθα οὖν ἡμεῖς καὶ βλέπειν καὶ ὁδηγοὶ εἶναι τυφλῶν, ἕως προσελθόντες τῷ λόγῳ τοῦ θεοῦ ἀπολάβωσι τὰς ὑπὸ τῆς ἀγνοίας τυφλωθείσας ὄψεις τῆς ψυχῆς αὐτῶν. ἐὰν δὲ καὶ ποιῶμεν ἄξια τοῦ εἰπόντος τοῖς μαθηταῖς· „ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου“ καὶ τοῦ διδάξαντος λόγου ὅτι „τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,“ ἐσόμεθα καὶ „φῶς“ τῶν ἐν σκότει καὶ παιδεύσομεν τοὺς ἄφρονας καὶ διδάξομεν τοὺς νηπίους. [7.52] Μὴ ἀγανακτείτω δὲ Κέλσος, ἐπὰν χωλοὺς λέγωμεν καὶ τὰς βάσεις τῆς ψυχῆς πεπηρωμένους τοὺς ἐπὶ τὰ νομιζόμενα ἱερὰ ὡς ἀληθινὰ ἱερὰ σπεύδοντας καὶ μὴ ὁρῶντας ὅτι οὐδὲν βαναύσων ἔργον δύναται εἶναι ἱερόν. τρέχουσι δὲ καὶ οἱ κατὰ τὴν διδασκαλίαν Ἰησοῦ εὐσεβοῦντες, ἕως ἐπὶ τὸ τέλος φθάσαντες δρόμου εἴπωσιν ἐῤῥωμένῃ καὶ ἀληθευούσῃ τῇ διαθέσει· „τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.“ καὶ ἕκαστός γε ἡμῶν „οὕτως“ τρέχει „ὡς οὐκ ἀδήλως“ καὶ „οὕτω“ πρὸς τὴν κακίαν πυκτεύει „ὡς οὐκ ἀέρα δέρων“ ἀλλὰ τοὺς ὑπὸ „τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας.“ λεγέτω δ᾿ ἡμᾶς ὁ Κέλσος σώματι τῷ νεκρῷ ζῶντας. ἀκούοντας· „εἰ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνῄσκειν· εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε,“ καὶ μανθάνοντας τὸ „εἰ πνεύματι ζῶμεν, πνεύματι καὶ στοιχῶμεν“· εἴη τε τοῖς ἔργοις ἡμᾶς δεικνύναι ψευδόμενον τὸν λέγοντα περὶ ἡμῶν ὅτι τῷ σώματι ζῶμεν τῷ νεκρῷ. [7.53] Μετὰ ταῦτα τοίνυν, πρὸς ἃ κατὰ δύναμιν ἀπηντήσαμεν, φησὶ πρὸς ἡμᾶς· πόσῳ δ᾿ ἦν ὑμῖν ἄμεινον, ἐπειδή γε καινοτομῆσαί τι ἐπεθυμήσατε, περὶ ἄλλον τινὰ τῶν γενναίως ἀποθανόντων καὶ θεῖον μῦθον δέξασθαι δυναμένων σπουδάσαι; φέρε, εἰ μὴ ἤρεσκεν Ἡρακλῆς καὶ Ἀσκληπιὸς καὶ οἱ πάλαι δεδοξασμένοι, Ὀρφέα εἴχετε, ἄνδρα ὁμολογουμένως ὁσίῳ χρησάμενον πνεύματι καὶ αὐτὸν βιαίως ἀποθανόντα. ἀλλ᾿ ἴσως ὑπ᾿ ἄλλων προείληπτο. Ἀνάξαρχον γοῦν. ὃς εἰς ὅλμον ἐμβληθεὶς καὶ παρανομώτατα συντριβόμενος εὖ μάλα κατεφρόνει τῆς κολάσεως λέγων· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, αὐτὸν γὰρ οὐ πτίσσεις“· θείου τινὸς ὡς ἀληθῶς πνεύματος ἡ φωνή. ἀλλὰ καὶ τούτῳ φθάσαντές τινες ἠκολούθησαν φυσικοί, οὐκοῦν Ἐπίκτητον; ὃς τοῦ δεσπότου στρεβλοῦντος αὐτοῦ τὸ σκέλος ὑπομειδιῶν ἀνεκπλήκτως ἔλεγε· „κατάσσεις,“ καὶ κατάξαντος „οὐκ ἔλεγον,“ εἶπεν, „ὅτι κατάσσεις;“ τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; ὑμεῖς δὲ κἂν Σίβυλλαν. ᾗ χρῶνταί τινες ὑμῶν, εἰκότως αν μᾶλλον προεστήσασθε ὡς τοῦ θεοῦ παῖδα· νῦν δὲ παρεγγράφειν μὲν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα εἰκῇ δύνασθε, τὸν δὲ βίῳ μὲν ἐπιῤῥητοτάτῳ θανάτῳ δὲ οἰκτίστῳ χρησάμενον θεὸν τίθεσθε. πόσῳ τοῦδε ἐπιτηδειότερος ἦν ὑμῖν Ἰωνᾶς „ἐπὶ τῇ κολοκύντῃ“ ἢ Δανιὴλ ὁ ἐκ τῶν θηρίων ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι; [7.54] Ἐπεὶ ουν ἀναπέμπει ἡμᾶς ἐπὶ τὸν Ἡρακλέα, ἀπομνημονεύματα λόγων αὐτοῦ ἡμῖν παραστησάτω καὶ περὶ τῆς παρ᾿ Ὀμφάλῃ ἀσέμνου δουλείας αὐτοῦ ἀπολογησάσθω, δεικνύτω δὲ εἰ θείας τιμῆς ἄξιος ἦν ὁ τοῦ γεωργοῦ βίᾳ καὶ λῃστρικῶς τὸν βοῦν λαβὼν καὶ καταθοινησάμενος καὶ ἡσθεὶς ἐφ᾿ οἷς ἐκεῖνος καταρώμενος ἔλεγε πρὸς αὐτὸν ἐσθίοντα· ὡς καὶ μέχρι τοῦδε ἱστορεῖσθαι τὸν Ἡρακλέος δαίμονα λαμβάνειν μετὰ τῶν ἀρῶν τὴν θυσίαν. καλεῖ δ᾿ ἡμᾶς ἐπὶ τὴν περὶ Ἀσκληπιοῦ ταυτολογίαν, προειρηκότας καὶ περὶ αὐτοῦ. ἀλλ᾿ ἡμεῖς ἐκείνοις ἀρκούμεθα. τί δὲ καὶ θαυμάσας Ὀρφέως ὁμολογουμένως φησὶν αὐτὸν ὁσίῳ χρησάμενον πνεύματι καλῶς βεβιωκέναι; θαυμάζω δὲ εἰ μὴ καὶ Κέλσος διὰ μὲν τὴν πρὸς ἡμᾶς φιλονεικίαν, καὶ ἵνα Ἰησοῦν ἐξευτελίσῃ, νῦν ὑμνεῖ Ὀρφέα, ὅτε δ᾿ ἐνετύγχανεν· αὐτοῦ τοῖς ὡς περὶ θεῶν ἀσεβέσι μύθοις, οὐκ ἀπεστρέφετο τὰ ποιήματα ὡς μᾶλλον καὶ τῶν Ὁμήρου ἄξια ἐκβάλλεσθαι τῆς καλῆς πολιτείας· καὶ γὰρ πολλῷ χείρονα περὶ τῶν νομιζομένων εἶπε θεῶν Ὀρφεὺς ἢ Ὅμηρος. γενναῖος μὲν οὖν ὁ Ἀνάξαρχος, λέγων τῷ τῆς Κύπρου τυράννῳ Ἀριστοκρέοντι· „πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον“· μονογενὲς δὲ τοῦτο περὶ Ἀναξάρχου ἴσασι θαυμαζόμενον Ἕλληνες, ἐφ᾿ ᾧ εἰ καὶ, ὡς Κέλσος, ἀξίως ἐχρῆν τινας σέβειν ἄνθρωπον δι᾿ ἀρετὴν, οὐκ ἦν εὔλογον ἀναγορεύεσθαι τὸν Ἀνάξαρχον θεόν. καὶ ἐπὶ Ἐπίκτητον δὲ ἡμᾶς ἀναπέμπει, θαυμάσας τὸ εὐγενῶς μὲν αὐτῷ λελεγμένον, οὐ μὴν ὥστε παραβληθῆναι αὐτοῦ τὸν ἐπὶ τῇ κατάξει τοῦ σκέλους λόγον τοῖς παραδόξοις τοῦ Ἰησοῦ ἔργοις ἀπιστουμένοις ὑπὸ Κέλσου καὶ λόγοις, διὰ τὸ καὶ δυνάμει λελέχθαι θείᾳ μέχρι δεῦρο ἐπιστρέφοντας οὐ τῶν ἁπλουστέρων τινὰς μόνον ἀλλὰ καὶ πολλοὺς τῶν συνετωτέρων. [7.55] Ἐπεὶ δέ φησι μετὰ τὸν κατάλογον τῶν τοσούτων ἀνδρῶν τό· τί τοιοῦτον ὁ ὑμέτερος θεὸς κολαζόμενος ἐφθέγξατο; εἴποιμεν ἂν πρὸς αὐτὸν ὅτι παρὰ ταῖς μάστιξι καὶ ταῖς πολλαῖς αἰκίαις αὐτοῦ σιωπῇ παντὸς τοῦ ἐν Ἕλλησιν ἐν περιστάσεσι τυγχάνοντος φθεγξαμένου μᾶλλον ἐνέφηνε καρτερίαν καὶ ὑπομονήν· εἴ γε κἂν τούτῳ πιστεύειν ὁ Κέλσος βούλεται εὐγνωμόνως ἀναγεγραμμένῳ ὑπὸ φιλαλήθων ἀνδρῶν, τῶν καὶ τὰ παράδοξα ἀψευδῶς εἰρηκότων καὶ τὴν παρὰ ταῖς μάστιξι σιωπὴν αὐτοῦ ἐκείνοις συναριθμησάντων. ἀλλὰ καὶ ἐμπαιζόμενος καὶ ἐνδυόμενος τὴν „κοκκίνην χλαμύδα“ καὶ τὸν „ἀκάνθινον στέφανον“ τῇ κεφαλῇ περιτιθέμενος καὶ τὸν „κάλαμον“ λαμβάνων ἐπὶ τῆς χειρὸς ἀντὶ σκήπτρου ἄκρᾳ πρᾳότητι ἐχρήσατο, μηδὲν μηδ᾿ ἀγενὲς μηδ᾿ ἀγανακτητικὸν εἰπὼν πρὸς αὐτοὺς, τοσαῦτα κατ᾿ αὐτοῦ τολμήσαντας. οὐκ ἦν οὖν κατὰ τὸν ἀπὸ καρτερίας παρὰ ταῖς μάστιξι σιωπήσαντα καὶ ἀπὸ πρᾳότητος πάντα ὑπομένοντα τὰ παρὰ τῶν ἐμπαιζόντων προσαγόμενα εἰρηκέναι ἀπὸ ἀγεννείας, ὡς οἴονταί τινες, καὶ τό· „πάτερ, εἰ δυνατὸν, τὸ ποτήριον παρελθέτω τοῦτο ἀπ᾿ ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.“ ἔχει μὲν οὖν λόγον ἡ δοκοῦσα ὑποπαραίτησις εἶναι τοῦ καλουμένου ποτηρίου, ὃν ἐν ἄλλοις ἐπὶ πλεῖον ἐξητάσαμεν καὶ ἀποδεδώκαμεν. ἵνα δ᾿ ἁπλούστερον ἀκούσωμεν τοῦ λελεγμένου. ὅρα εἰ μὴ μετὰ τῆς πρὸς τὸν θεὸν εὐσεβείας καὶ ἡ εὐχὴ εἴρηται, παντὸς οὑτινοσοῦν τὸ περιστατικὸν οὐ προηγούμενον εἶναι νομίζοντος, ἀλλ᾿ ὑπομένοντος τὸ μὴ προηγουμένως συμβαῖνον, ὅταν καιρὸς καλῇ. ἀλλὰ καὶ οὐκ ἐνδεδωκότος ην ἡ φωνὴ, εὐαρεστουμένου δὲ τοῖς συμβαίνουσι καὶ προτιμῶντος τὰ ἀπὸ προνοίας περιστατικὰ ἡ λέγουσα φωνή· „πλὴν οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.“ [7.56] Εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως ἐβούλετο ἡμᾶς μᾶλλον Σίβυλλαν ἀναγορεῦσαι παῖδα θεοῦ ἢ Ἰησοῦν, ἀποφηνάμενος ὅτι παρενεγράψαμεν εἰς τὰ ἐκείνης πολλὰ καὶ βλάσφημα καὶ μὴ ἀποδείξας μηδ᾿ ὅ τι παρενεγράψαμεν. ἀπέδειξε δ᾿ ἂν, εἰ τὰ ἀρχαιότερα καθαρώτερα ἐδείκνυε καὶ οὐκ ἔχοντα ἅπερ οἴεται παρεγγεγράφθαι· μὴ ἀποδείξας δὲ μηδ᾿ ὅτι βλάσφημά ἐστι ταῦτα, εἶτα πάλιν οὐ δὶς οὐδὲ τρὶς ἀλλὰ δὴ πολλάκις ἐπιῤῥητότατον εἶπε τὸν Ἰησοῦ βίον, οὐ στὰς καθ᾿ ἕκαστον τῶν ἐν τῷ βίῳ αὐτοῦ πεπραγμένων καὶ νομιζομένων εἶναι ἐπιῤῥητοτάτων, ἵνα τοῦτ᾿ εἰπὼν δόξῃ μὴ μόνον ἀναποδείκτως ἀποφαίνεσθαι (ἀλλὰ) καὶ λοιδορεῖν ὃν οὐκ ἐπίσταται. εἰ γὰρ τὰ εἴδη τοῦ ἐπιῤῥητοτάτου βίου ἐν ταῖς πράξεσιν αὐτοῦ φαινόμενα αὐτῷ ἐκτιθέμενος ἦν, κἂν ἠγωνισάμεθα πρὸς ἕκαστον τῶν δοκούντων εἶναι αὐτῷ ἐπιῤῥητοτάτων. τὸ δὲ καὶ θανάτῳ οἰκτίστῳ κεχρῆσθαι τὸν Ἰησοῦν δύναιτ᾿ ἂν λέγεσθαι καὶ περὶ Σωκράτους καὶ περὶ Ἀναξάρχου, οὗ πρὸ βραχέος ἐμνημόνευσε, καὶ περὶ ἄλλων μυρίων. ἢ οἴκτιστος μέν ἐστιν ὁ Ἰησοῦ θάνατος, οὐχὶ δὲ καὶ ὁ ἐκείνων; ἢ ὁ ἐκείνων μὲν οὐκ οἴκτιστος, ὁ δὲ τοῦ Ἰησοῦ οἴκτιστος; ὁρᾷς οὖν καὶ ἐνταῦθα ὅτι σκοπὸς ἦν τῷ Κέλσῳ τὸ διαλοιδορεῖσθαι πρὸς τὸν Ἰησοῦν, κινουμένῳ οἶμαι ὑπό τινος πνεύματος, καταλυθέντος ὑπὸ τοῦ Ἰησοῦ καὶ καθαιρεθέντος. ἵνα μηκέτι ἔχῃ κνίσσας καὶ αἵματα, οἷς τρεφόμενον ἠπάτα τοὺς ἐν τοῖς ἐπὶ γῆς ἀγάλμασι ζητοῦντας θεὸν καὶ μὴ ἀναβλέποντας εἰς τὸν ἐπὶ πᾶσιν ἀληθῶς θεόν. [7.57] Εἶθ᾿ ἑξῆς ὡσπερεὶ σκοπὸν ἔχων τὸ συμπληροῦν βιβλίον ἐβούλετο ἡμᾶς μᾶλλον τὸν Ἰωνᾶν νομίσαι θεὸν ἤπερ Ἰησοῦν, Ἰωνᾶν, τὸν κηρύξαντα μετάνοιαν μιᾷ πόλει τῇ Νινευὴ, προκρίνων Ἰησοῦ, τοῦ κηρύξαντος μετάνοιαν ὅλῳ τῷ κόσμῳ καὶ μᾶλλον ἐκείνου ἀνύσαντος. καὶ τὸν μὲν „ἐν τῇ κοιλίᾳ τοῦ κήτους“ τεραστίως ποιήσαντα καὶ παραδόξως „τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας“ ἐβούλετο ἡμᾶς ἀναγορεῦσαι θεὸν, τὸν δ᾿ ἀναδεξάμενον ὑπὲρ ἀνθρώπων ἀποθανεῖν οὐκ ἤθελε Κέλσος, μαρτυρούμενον ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν, ἄξιον εἶναι τῆς δευτερευούσης μετὰ τὸν θεὸν τῶν ὅλων, δι᾿ ἃ ἐποίησεν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ἀνδραγαθήματα, τιμῆς. καὶ Ἰωνᾶς μὲν, ἵνα ·μὴ κηρύξῃ τὸ προστεταγμένον ὑπὸ τοῦ θεοῦ, κατεπόθη ὑπὸ τοῦ κήτους, Ἰησοῦς δὲ, ἐπεὶ ἐδίδαξεν ἅπερ ὁ θεὸς ἐβούλετο, τὸν ὑπὲρ ἀνθρώπων θάνατον ἀνεδέξατο. ἑξῆς δέ φησιν ὅτι ἔδει μᾶλλον τὸν Δανιὴλ, ἀναβάντα ἀπὸ τῶν λεόντων, προσκυνεῖσθαι ὑφ᾿ ἡμῶν ἤπερ τὸν Ἰησοῦν. τὴν ἀγριότητα πάσης δυνάμεως ἀντικειμένης καταπατήσαντα καὶ ἡμῖν δόντα „ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ“. εἶτα μὴ ἔχων ἄλλους λέγειν φησίν· ἢ οἱ τῶνδε ἔτι τερατωδέστεροι, ἅμα ἵνα λοιδορήσῃ τὸν Ἰωνᾶν καὶ τὸν Δανιήλ· τὸ γὰρ ἐν Κέλσῳ πνεῦμα εὐλογεῖν δικαίους οὐκ ἠπίστατο. [7.58] Μετὰ ταῦτα δὲ ἴδωμεν καὶ τὴν ἑξῆς αὐτοῦ λέξιν οὕτως ἔχουσαν· ἔστιν αὐτοῖς καὶ τοιόνδε παράγγελμα, τὸν ὑβρίζοντα μὴ ἀμύνεσθαι· κἂν τύπτῃ, φησὶ, τὴν ἑτέραν γνάθον, σὺ δὲ καὶ τὴν ἄλλην πάρεχε. ἀρχαῖον καὶ τοῦτο, εὖ μάλα πρόσθεν εἰρημένον, ἀγροικότερον δ᾿ αὐτὸ ἀπεμνημόνευσαν. ἐπεὶ καὶ Πλάτωνι πεποίηται Σωκράτης Κρίτωνι διαλεγόμενος τάδε· „οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. οὐ δῆτα. οὐδ᾿ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται. ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν. οὐ φαίνεται. τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίντων. ἢ οὔ; οὐ δεῖ δή που, ὦ Σώκρατες. τί δέ; ἀντικακουργεῖν καὶ κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον ἢ οὐ δίκαιον; οὐδαμῶς. τὸ γάρ που κακῶς ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. ἀληθῆ λέγεις. οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὐδὲ κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδα᾿ ἂν ὁτιοῦν πάσχῃ παρ᾿ αὐτῶν.“ ταῦτά φησιν ὁ Πλάτων καὶ αὖθις τάδε· „σκόπει οὖν δὴ καὶ σὺ εὖ μάλα. πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι, καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς· ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτως καὶ νῦν ἔτι δοκεῖ.“ Πλάτωνι μὲν οὖν οὕτως ἤρεσεν, ἦν δὲ καὶ πρόσθεν ἔτι θείοις ἀνδράσι δεδογμένα. ἀλλὰ τῶνδε μὲν πέρι καὶ τῶν ἄλλων. ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα· καὶ ὅτῳ φίλον ἐπὶ πλεῖόν τι αὐτῶν ζητεῖν, εἴσεται. [7.59] Πρὸς τοῦτο δὴ καὶ πρὸς πάντα, ὅσα ἐκοινοποίησεν ὁ Κέλσος, μὴ δυνηθεὶς αὐτῶν ἀντιβλέψαι τῇ ἀληθότητι, φάσκων αὐτὰ καὶ παρ᾿ Ἕλλησιν εἰρῆσθαι, τοιαῦτα λεκτέον· εἰ ὠφέλιμόν ἐστι τὸ δόγμα καὶ τὸ βούλημα αὐτοῦ ὑγιὲς, εἴρηται δὲ Ἕλλησι μὲν παρὰ Πλάτωνι ἤ τινι τῶν Ἑλλήνων σοφῶν, Ἰουδαίοις δὲ παρὰ Μωϋσεῖ ἤ τινι τῶν προφητῶν, Χριστιανοῖς δὲ (ἐν) τοῖς ἀναγραφεῖσιν Ἰησοῦ λόγοις ἢ λελεγμένοις παρά τινι τῶν ἀποστόλων αὐτοῦ· οὐ νομιστέον κατηγορεῖσθαι τὸ λεγόμενον παρὰ Ἰουδαίοις ἢ παρὰ Χριστιανοῖς ἐκ τοῦ καὶ παρ᾿ Ἕλλησιν αὐτὰ εἰρῆσθαι, καὶ μάλιστα ἐὰν ἀποδεικνύηται τὰ Ἰουδαίων πρεσβύτερα τῶν Ἑλληνικῶν. οὐδὲ πάλιν ὑπὸ τοῦ κάλλους τῆς Ἑλληνικῆς φράσεως λεγόμενον τὸ αὐτὸ πάντως κρεῖττον εἶναι νομιστέον τοῦ εὐτελέστερον ἀπαγγελλομένου καὶ ἁπλουστέραις λέξεσι παρὰ Ἰουδαίοις ἢ Χριστιανοῖς· καίτοι γε ἡ πρώτη Ἰουδαίων λέξις, ᾗ οἱ προφῆται χρησάμενοι καταλελοίπασιν ἡμῖν βιβλία. Ἑβραίων διαλέκτῳ καὶ σοφῇ συνθέσει τῶν ἐν τῇ διαλέκτῳ κατ᾿ ἐκείνους ἀναγέγραπται. εἰ δὲ χρὴ καὶ τὴν τῶν δογμάτων ταυτότητα, κἂν παράδοξος ὁ λόγος εἶναι δοκῇ, δεῖξαι βέλτιον εἰρημένην παρὰ τοῖς Ἰουδαίων προφήταις ἢ τοῖς λόγοις Χριστιανῶν, οὕτω τὸν λόγον κατασκευαστέον ἀπό τινος τοῦ περὶ τὰς τροφὰς καὶ τὴν σκευασίαν αὐτῶν παραδείγματος. ἔστω τι ὑγιεινὸν βρῶμα καὶ ἰσχύος τοῖς ἐσθίουσιν ἐμποιητικὸν. τοῦτο δὲ οὕτως μὲν σκευασθὲν καὶ τοιοῖσδε ἡδύσμασιν ἀρτυθὲν λαμβανέτωσαν οὐχ οἱ μὴ μανθάνοντες ἄγροικοι καὶ ἐν ἐπαύλεσιν ἀνατεθραμμένοι καὶ πένητες τὰ τοιάδε ἐσθίειν ἀλλ᾿ οἱ πλούσιοι καὶ ἁβροδίαιτοι μόνοι· οὐκ ἐκείνως δὲ καὶ ὡς δοκεῖ τοῖς νομιζομένοις καθαριωτέροις σκευασθὲν. ἀλλ᾿ ὡς μεμαθήκασιν ἐσθίειν οἱ πένητες καὶ οἱ ἀγροικότεροι καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων. ἐσθιέτωσαν μυριάδες ὅλαι. εἰ οὖν καὶ διδοῖτο ἀπὸ μὲν τῆς τοιασδὶ σκευασίας (τοὺς) νομιζομένους καθαριωτέρους μόνους ὑγιάζεσθαι. οὐδενὸς τῶν πολλῶν προσβάλλοντος τοῖς τοιοῖσδε βρώμασιν, ἀπὸ δὲ τῆς τοιασδὶ τὰ πλήθη τῶν ἀνθρώπων ὑγιεινότερον διάγειν· τίνας μᾶλλον τοῦ κοινωνικοῦ ἕνεκεν ἀποδεξόμεθα τῶν ὑγιεινῶν βρωμάτων χάριν; ἆρά γε τοὺς τοῖς λογίοις χρησίμως αὐτὰ σκευάζοντας ἢ τοὺς τοῖς πλήθεσι; τῆς ἴσης (δεδόσθω γὰρ) ὑγιείας καὶ εὐεξίας ἐγγινομένης ἀπὸ τῶν οὑτωσὶ σκευασθέντων ἢ οὑτωσὶ, ἀλλὰ φανερὸν ὅτι αὐτὸ τὸ φιλάνθρωπον καὶ τὸ κοινωνικὸν ὑποβάλλει κοινωφελέστερον εἶναι ἰατρὸν τὸν τῆς τῶν πολλῶν ὑγιείας προνοησάμενον ἤπερ τὸν τῆς ὀλίγων μόνων. [7.60] Εἰ νενόηται δὴ τὸ παράδειγμα. μεταβιβαστέον αὐτὸ ἐπὶ τὴν ποιότητα τῆς τῶν λογικῶν ζῴων λογικῆς τροφῆς. καὶ ὅρα εἰ μὴ Πλάτων μὲν καὶ οἱ Ἑλλήνων σοφοὶ ἐν οἷς λέγουσι καλῶς παραπλήσιοί εἰσι τοῖς προνοησαμένοις ἰατροῖς τῶν καθαριωτέρων εἶναι νομιζομένων μόνων, τοῦ πλήθους (δὲ) τῶν ἀνθρώπων καταφρονήσασιν· οἱ δ᾿ ἐν Ἰουδαίοις προφῆται καὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ, οἱ μακρὰν χαίρειν εἰπόντες τῇ ποικίλῃ τῶν λέξεων συνθέσει καὶ τῇ, ὡς ὠνόμασεν ἡ γραφὴ, „σοφίᾳ ἀνθρώπων“ καὶ „σοφίᾳ“ „κατὰ σάρκα,“ τὴν γλῶσσαν αἰνισσομένη, ὁμοιωθεῖεν ἂν τοῖς τὴν αὐτὴν τῶν βρωμάτων ποιότητα ὑγιεινοτάτην προνοησαμένοις συνθέσει λέξεων σκευάσαι καὶ εὐτρεπίσαι φθανούσῃ ἐπὶ τὰ πλήθη τῶν ἀνθρώπων καὶ μὴ ξενιζούσῃ τὴν διάλεκτον αὐτῶν μηδὲ διὰ τοῦ ξενισμοῦ ἀποστρεφούσῃ ἀκούειν ὡς ἀσυνήθων τῶν τοιῶνδε διαλέξεων. καὶ γὰρ εἴπερ πρόκειται τῷ, ἵν᾿ οὕτως ὀνομάσω, λογικῷ βρώματι ἀνεξίκακον καὶ πρᾷον ποιῆσαι τὸν ἐμφαγόντα, πῶς οὐ βέλτιον συνεσκευασμένος εἴη ἂν λόγος ὁ πλήθη ἀνεξικάκων καὶ πρᾴων κατασκευάζων ἢ προκοπτόντων γε ἐπὶ ταύτας τὰς ἀρετὰς παρὰ τὸν πάνυ ὀλίγους καὶ εὐαριθμήτους, ἵνα (καὶ τοῦτο) δοθῇ, ἀνεξικάκους καὶ πρᾴους ποιοῦντα; ὥσπερ δὲ εἰ ὁ (Πλάτων) τοὺς αἰγυπτιάζοντας ἢ τοὺς συριάζοντας ὠφελεῖν ὑγιέσι δόγμασιν ἐβούλετο, Ἕλλην τυγχάνων, προενοήσατο ἂν μαθεῖν τὰς τῶν ἀκουσομένων διαλέκτους καὶ, ὡς Ἕλληνες ὀνομάζουσι, βαρβαρίζειν μᾶλλον ὑπὲρ τῆς Αἰγυπτίων καὶ Σύρων βελτιώσεως ἢ Ἕλλην μένων μηδὲν δύνασθαι χρήσιμον λέγειν Αἰγυπτίοις καὶ Σύροις· οὕτως ἡ προνοουμένη θεία φύσις οὐ τῶν πεπαιδεῦσθαι νομιζομένων μόνον τὰ Ἑλλήνων ἀλλὰ καὶ τῶν λοιπῶν Ἑλλήνων συγκατέβη τῇ ἰδιωτείᾳ τοῦ πλήθους τῶν ἀκροωμένων, ἵνα ταῖς συνήθεσιν αὐτοῖς χρησαμένη λέξεσι προκαλέσηται ἐπὶ ἀκρόασιν τὸ τῶν ἰδιωτῶν πλῆθος, δυνάμενον ἐξ εὐχεροῦς μετὰ τὴν ἅπαξ γενομένην εἰσαγωγὴν φιλοτιμήσασθαι πρὸς τὸ καὶ βαθύτερα τῶν κεκρυμμένων νοημάτων ἐν ταῖς γραφαῖς καταλαβεῖν. καὶ τῷ τυχόντι γὰρ δῆλον, ταύτας ἀναγινώσκοντι, ὅτι πολλὰ βαθύτερον τοῦ αὐτόθεν ἐμφαινομένου ἔχειν δύναται νοῦν, τοῖς ἀνατιθεῖσιν αὑτοὺς τῇ ἐξετάσει τοῦ λόγου φανερούμενον. καὶ φανερούμενον> κατὰ τὴν ἀναλογίαν τῆς εἰς τὸν λόγον σχολῆς καὶ εἰς τὴν ἄσκησιν αὐτοῦ προθυμίας. [7.61] Οὐκοῦν κατεσκεύασται ὅτι. ὥς φησι Κέλσος. ἀγροικότεφον εἰπὼν ὁ Ἰησοῦς· .,τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην“ „καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ἄφες καὶ τὸ ἱμάτιον“ βιωφελέστερον κεκίνηκε τὸν λόγον καὶ παρέστησεν οὕτως εἰπὼν ἢ ὡς ἐν τῷ Κρίτωνι Πλάτων, οὗ μηδ᾿ ἀκούειν ἰδιῶται δύνανται ἀλλὰ μόγις οἱ τὰ ἐγκύκλια πρὸ τῆς σεμνῆς Ἑλλήνων φιλοσοφίας μεμαθηκότες. κατανοητέον δὲ καὶ ὅτι οὐ παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας. ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον ὁ Κέλσος λέγων· ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα· καὶ ὅτῳ φίλον ἐπὶ πλέον τι αὐτῶν ζητεῖν, εἴσεται. [7.62] Φέρε δὲ ἴδωμεν καὶ τὰ ἑξῆς, ἐν οἷς ταῦτά φησι· στῶμεν δ᾿ ἐκεῖθεν· οὐκ ἀνέχονται νεὼς ὁρῶντες καὶ βωμοὺς καὶ ἀγάλματα. οὐδὲ γὰρ Σκύθαι τοῦτο οὐδὲ Λιβύων οἱ Νομάδες οὐδὲ Σῆρες οἱ ἄθεοι οὐδ᾿ ἄλλα ἔθνη τὰ δυσαγέστατα καὶ ἀνομώτατα. ὅτι δὲ καὶ Πέρσαι οὕτως νομίζουσιν. Ἡρόδοτε ἐν τοῖσδε ἱστορεῖ· „Πέρσας δὲ οἶδα νόμοισι τοῖσδε χρεωμένους, ἀγάλματα μὲν καὶ βωμοὺς καὶ ναοὺς οὐκ ἐν νόμῳ ποιευμένους ἱδρύεσθαι, ἀλλὰ καὶ τοῖσι ποιεῦσι μωρίην ἐπιφέρουσιν· ὡς μὲν ἐμοὶ δοκέει. διότι οὐκ ἀνθρωποφυέας ἐνόμισαν τοὺς θεοὺς καθάπερ οἱ Ἕλληνες εἶναι.“ καὶ μὴν καὶ Ἡράκλειτος ὧδέ πως ἀποφαίνεται· „καὶ τοῖς ἀγάλμασι τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις τοῖς δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὐδ᾿ ἥρωας. οἵτινές εἰσι.“ τί γοῦν σοφώτερον τοῦ Ἡρακλείτου ἡμᾶς διδάσκουσιν; ὁ μέν γε μάλα ἀποῤῥήτως ὑποσημαίνει ἠλίθιον τὸ „τοῖς ἀγάλμασιν“ εὔχεσθαι, ἐὰν μὴ γινώσκῃ τις „θεοὺς καὶ ἥρωας. οἵτινές εἰσιν.“ Ἡράκλειτος μὲν οὕτως· οἱ δὲ ἄντικρυς τὰ ἀγάλματα ἀτιμάζουσιν. εἰ μὲν ὅτι λίθος ἢ ξύλον ἢ χαλκὸς ἢ χρυσὸς. ὃν ὁ δεῖνα ἢ ὁ δεῖνα εἰργάσατο, οὐκ ἂν εἴη θεὸς. γελοία ἡ σοφία. τίς γὰρ καὶ ἄλλος εἰ μὴ πάντῃ νήπιος ταῦτα ἡγεῖται θεοὺς ἀλλὰ θεῶν ἀναθήματα καὶ ἀγάλματα; εἰ δ᾿ ὅτι μηδὲ θείας εἰκόνας ὑποληπτέον. ἄλλην γὰρ εἶναι θεοῦ μορφὴν. ὥσπερ καὶ Πέρσαις δοκεῖ· λελήθασιν αὐτοὶ σφᾶς αὐτοὺς ἐλέγχοντες, ὅταν φῶσιν ὅτι „ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον“ ἰδίαν „εἰκόνα“ τὸ δὲ εἶδος ὅμοιον ἑαυτῷ. ἀλλὰ συνθήσονται μὲν εἶναι ταῦτα ἐπὶ τιμῇ τινων, ἢ ὁμοίων ἢ ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτα ἀνάκειται, ἀλλὰ δαίμονας, οὐδὲ χρῆναι θεραπεύειν δαίμονας ὅστις σέβει θεόν. [7.63] Καὶ πρὸς ταῦτα δὲ λεκτέον ὅτι, εἴπερ Σκύθαι καὶ Λιβύων οἱ Νομάδες καὶ Σῆρες, οὕς φησιν ἀθέους εἶναι ὁ Κέλσος. καὶ ἄλλα ἔθνη δυσαγέστατα καὶ ἀνομώτατα ἀλλὰ καὶ Πέρσαι οὐκ ἀνέχονται νεὼς ὁρῶντες καὶ βωμοὺς καὶ ἀγάλματα, οὐ παρὰ τοῦτο ἴσον ἐστὶ τὸ μὴ ἀνέχεσθαι τούτων ἐκείνους τῷ καὶ ἡμᾶς μὴ ἀνέχεσθαι αὐτῶν. ἐξεταστέον γὰρ τὰ δόγματα, ἀφ᾿ ὧν ὁρμώμενοι οὐκ ἀνέχονται ναῶν καὶ ἀγαλμάτων οἱ μὴ ἀνεχόμενοί γε αὐτῶν· ἵν᾿, εἰ μὲν ἀπὸ ὑγιῶν δογμάτων οὐκ ἀνέχεται. ἐπαινῆται ὁ μὴ ἀνεχόμενος, εἰ δ᾿ ἀπὸ ἐσφαλμένων, ψέγηται. δυνατὸν γὰρ τὸ αὐτὸ ἀπὸ διαφόρων δογμάτων γίνεσθαι. οἷον ἐπὶ παραδείγματος ἐκκλίνουσι τὸ μοιχεύειν οἱ τὰ τοῦ Κιτιέως Ζήνωνος φιλοσοφοῦντες ἀλλὰ καὶ οἱ τὰ Ἐπικούρου τινὲς δὲ καὶ τῶν παντελῶς ἰδιωτῶν. ἀλλ᾿ ὅρα ὅση διαφωνία ἐστὶ περὶ τῆς τοῦ μοιχεύειν ἐκκλίσεως τῶν τοσούτων· οἱ μὲν διὰ τὸ κοινωνικὸν καὶ παρὰ φύσιν εἶναι τῷ λογικῷ ζῴῳ νοθεύειν τὴν ὑπὸ τῶν νόμων ἑτέρῳ προκαταληφθεῖσαν γυναῖκα καὶ φθείρειν τὸν ἄλλου ἀνθρώπου οἶκον, οἱ δὲ ἀπὸ Ἐπικούρου οὐ διὰ τοῦτο οὐ μοιχεύουσιν, ὅτε ἀπέχονται τοῦ μοιχεύειν. ἀλλὰ διὰ τὸ νενομικέναι τέλος τὴν ἡδονὴν, πολλὰ δ᾿ ἀπαντᾶν κωλυτικὰ τῆς ἡδονῆς τῷ εἴξαντι μιᾷ τῇ τοῦ μοιχεύειν ἡδονῇ καὶ ἔσθ᾿ ὅτε φυλακὰς ἢ θανάτους πολλάκις δὲ πρὸ τούτων καὶ κινδύνους κατὰ τὸ ἐπιτηρεῖν τὴν τοῦ ἀνδρὸς ἔξοδον ἀπὸ τῆς οἰκίας καὶ τῶν τὰ ἐκείνου φρονούντων· ὡς εἰ καθ᾿ ὑπόθεσιν μοιχεύοντα οἷόν τ᾿ ἦν λαθεῖν καὶ τὸν ἄνδρα τῆς γυναικὸς καὶ τοὺς οἰκείους πάντας αὐτοῦ καὶ τοὺς, παρ᾿ οἷς τις ἐκ τοῦ μοιχεύειν χεύειν ἀδοξεῖ. κἂν ἐμοίχευσε διὰ τὴν ἡδονὴν ὁ Ἐπικούρειος. εἰ δὲ καὶ ὁ ἰδιώτης ποτὲ παρὸν μοιχεύειν οὐ μοιχεύει, εὑρεθείη ἂν ἐνίοτε διὰ τὸν ἐνεστῶτα ἐκ τοῦ νόμου φόβον καὶ τὰς κολάσεις (οὐ) μοιχεύων. καὶ οὐ διὰ τὸ θηρᾶσθαι πλείονας ἡδονὰς ὁ τοιοῦτος ἀπέχοιτ᾿ ἂν τοῦ μοιχεύειν. ὁρᾷς οὖν ὅτι τὸ ἓν εἶναι νομιζόμενον ἔργον. ἡ τῆς μοιχείας ἀποχὴ, παρὰ τὰς προθέσεις τῶν ἀπεχομένων οὐ ταὐτὸν ἀλλὰ διάφορον γίνεται· ἢ γὰρ ἀπὸ ὑγιῶν δογμάτων ἢ ἀπὸ μοχθηρῶν καὶ ἀσεβεστάτων τῶν ἐν τῷ Ἐπικουρείῳ ἢ τῷ τοιῷδε ἰδιώτῃ. [7.64] Ὥσπερ οὖν τὸ ἓν τοῦτο πρᾶγμα, ἡ τῆς μοιχείας ἀποχὴ, ἓν εἶναι δοκοῦσα πολλὰ ἁλίσκεται τυγχάνουσα παρὰ τὰ διάφορα δόγματα καὶ τὰς προθέσεις, οὕτως καὶ τῶν μὴ ἀνεχομένων παρὰ βωμοῖς καὶ ναοῖς καὶ ἀγάλμασι σέβειν τὸ θεῖον Σκύθαι μὲν ἢ Λιβύων οἱ Νομάδες ἢ Σῆρες οἱ ἄθεοι ἢ Πέρσαι ἀπὸ δογμάτων τοῦτο πράττουσιν ἄλλων, ἢ ὧν Χριστιανοὶ καὶ Ἰουδαῖοι οὐκ ἀνέχονται τῆς τοιαύτης ὑπολαμβανομένης εἰς τὸ θεῖον θεραπείας· οὐδεὶς ἐκείνων διὰ τὸ ἐκκλίνειν καὶ κατασπᾶν καὶ κατάγειν τὴν περὶ τὸ θεῖον θρησκείαν ἐπὶ τὴν τοιαύτην ὕλην οὑτωσὶ ἐσχηματισμένην οὐκ ἀνέχεται βωμῶν καὶ ἀγαλμάτων οὐδὲ διὰ τὸ διειληφέναι περὶ δαιμόνων ὅτι τοιοῖσδε παρακαθέζονται σχήμασι καὶ χωρίοις, ἤτοι ὑπό τινων μαγγανειῶν κατακλιθέντες ἢ καὶ ἄλλως δυνηθέντες προκαταλαβεῖν ἑαυτοῖς τόπους, ἐν οἷς τῆς τῶν θυομένων ἀποφορᾶς λίχνως μεταλαμβάνοντες παράνομον ἡδονὴν καὶ παρανόμους θηράσονται· Χριστιανοὶ δὲ καὶ Ἰουδαῖοι διὰ τὸ „κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις“ (καὶ) διὰ τὸ „οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ“ καὶ „οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ (ἄνω) καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τῷ ὕδατι ὑποκάτω τῆς γῆς· οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς“ καὶ διὰ τὸ „κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις“ καὶ ἄλλα πλείονα τούτοις παραπλήσια οὐ μόνον ἐκτρέπονται νεὼς καὶ βωμοὺς καὶ ἀγάλματα, ἀλλὰ καὶ ἐπὶ τὸ ἀποθνῄσκειν, ὅτε δεῖ, ἑτοίμως ἔρχονται ὑπὲρ τοῦ μὴ μολῦναι τὴν περὶ τοῦ θεοῦ τῶν ὅλων ὑπόληψιν διά τινος τοιούτου παρανομήματος. [7.65] Εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω περὶ Περσῶν πρὸς τὸ νεὼς μὲν αὐτοὺς μὴ ἱδρύεσθαι σέβειν δὲ τὸν ἥλιον καὶ τὰ τοῦ θεοῦ δημιουργήματα· ὅπερ ἡμῖν ἀπαγορεύεται. διδασκομένοις μὴ λατρεύειν „τῇ κτίσει παρὰ τὸν κτίσαντα“ ἀλλ᾿ εἰδέναι μὲν ὅτι „ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ“ καὶ ὅτι „ἡ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται“ καὶ ὅτι „τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι.“ καὶ μὴ μὴν καὶ δεῖν τὰ ἐπὶ· τῇ δουλείᾳ „τῆς φθορᾶς“ καὶ ἐπὶ „τῇ ματαιότητι“ ὑποτεταγμένα καὶ „ἐπ᾿ ἐλπίδι“ κρείττονι ταῦτα πράττοντα ἐν χώρᾳ τιμᾶν θεοῦ τοῦ ἀνενδεοῦς ἢ τοῦ υἱοῦ αὐτοῦ καὶ πρωτοτόκου „πάσης κτίσεως.“ ἀρκεῖ τοίνυν πρὸς ἐκείνοις καὶ ταῦτα περὶ τοῦ Περσῶν ἔθνους. βωμοὺς καὶ ἀγάλματα ἐκτρεπομένων λατρευόντων δὲ „τῇ κτίσει παρὰ τὸν κτίσαντα.“ ἐπεὶ δὲ καὶ τὴν Ἡρακλείτου παρέθετο λέξιν, ὑποδιηγησάμενος αὐτὴν ὑποσημαίνουσαν ἠλίθιον εἶναι τὸ „τοῖς ἀγάλμασιν“ εὔχεσθαι, ἐὰν μὴ γινώσκῃ τις „θεοὺς καὶ ἥρωας, οἵτινές εἰσι,“ λεκτέον ὅτι γινώσκειν μὲν ἔστι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τοὺς τετιμημένους ὑπὸ θεοῦ τῇ θεὸς προσηγορίᾳ καὶ μετέχοντας τῆς θεότητος αὐτοῦ, ἑτέρους ὄντας παρὰ πάντας τοὺς θεοὺς „τῶν ἐθνῶν,“ „οἵτινές εἰσι“ „δαιμόνια“· οὐ μὴν δυνατόν ἐστι καὶ γινώσκειν τὸν θεὸν καὶ „τοῖς ἀγάλμασιν“ εὔχεσθαι. [7.66] Καὶ οὐ μόνον τὸ εὔχεσθαι „τοῖς ἀγάλμασιν“ ἠλίθιόν ἐστιν ἀλλὰ γὰρ καὶ τὸ συμπεριφερόμενον τοῖς πολλοῖς προσποιεῖσθαι „τοῖς ἀγάλμασιν“ εὔχεσθαι, ὁποῖον ποιοῦσιν οἱ τὰ ἀπὸ τοῦ Περιπάτου φιλοσοφοῦντες καὶ οἱ τὰ Ἐπικούρου ἢ Δημοκρίτου ἀσπαζόμενοι· οὐδὲν γὰρ νόθον χρὴ ἐνυπάρχειν ἐν τῇ ψυχῇ τοῦ ἀληθῶς εἰς τὸ θεῖον εὐσεβοῦς. οὐ τιμῶμεν δὲ τὰ ἀγάλματα καὶ διὰ τὸ μὴ τὸ ὅσον ἐφ᾿ ἡμῖν καταπίπτειν εἰς ὑπόληψιν τὴν περὶ τοῦ εἶναι τὰ ἀγάλματα θεοὺς ἑτέρους. διὸ καὶ ἐγκαλοῦμεν Κέλσῳ καὶ πᾶσι τοῖς ὁμολογοῦσι μὴ εἶναι ταῦτα θεοὺς ὅτι τῶν δοκούντων εἶναι σοφῶν καὶ ἡ φαινομένη περὶ τὰ ἀγάλματα τιμή· ᾗ καὶ ἀκολουθοῦντες οἱ πολλοὶ οὐ μόνον κατὰ συμπεριφορὰν σέβειν αὐτὰ νομίζοντες ἁμαρτάνουσιν ἀλλὰ γὰρ καὶ καταπίπτοντες τῇ ψυχῇ ἐπὶ τὸ νομίζειν ταῦτα εἶναι θεοὺς καὶ μηδ᾿ ἀνεχόμενοι ἀκούειν ὅτι οὐκ εἰσὶ ταῦτα θεοὶ τὰ ὑπ᾿ αὐτῶν προσκυνούμενα. Κέλσος μὲν οὖν φησιν αὐτὰ μὴ ἡγεῖσθαι θεοὺς ἀλλὰ θεῶν ἀναθήματα, μὴ ἀποδεικνὺς. πῶς οὐκ ἀνθρώπων εἰσὶ ταῦτα ἀναθήματα ἀλλ᾿, ὡς ὠνόμασεν, αὐτῶν τῶν θεῶν. σαφὲς γὰρ ὅτι ἐστὶν ἀνθρώπων πεπλανημένων περὶ τὸ θεῖον ταῦτα ἀναθήματα. ἀλλ᾿ οὐδὲ θείας εἰκόνας ὑπολαμβάνομεν εἶναι τὰ ἀγάλματα, ἅτε μορφὴν ἀοράτου καὶ ἀσωμάτου μὴ διαγράφοντες θεοῦ. ἐπεὶ δὲ ὑπολαμβάνει ἡμᾶς ὁ Κέλσος τοῖς ἐναντίοις περιπίπτειν, ὅτε φαμὲν μὴ εἶναι ἀνθρωπόμορφον τὸ θεῖον καὶ ὅτε πιστεύομεν ὅτι „ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον“ ἰδίαν „εἰκόνα“ καὶ ἐν εἰκόνι θεοῦ ἐποίησεν αὐτόν· λεκτέον, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἴρηται, ὅτι τὸ „κατ᾿ εἰκόνα θεοῦ“ ἐν ψυχῇ λογικῇ, τῇ ποιᾷ κατ᾿ ἀρετὴν, σῴζεσθαί φαμεν. καὶ ἔνθα μέντοι ὁ Κέλσος, μὴ ἰδὼν διαφορὰν εἰκόνος θεοῦ καὶ τοῦ „κατ᾿ εἰκόνα θεοῦ,“ φησὶν ἡμᾶς λέγειν ὅτι „ὁ θεὸς ἐποίησε τὸν ἄνθρωπον“ ἰδίαν „εἰκόνα“ καὶ εἶδος ὅμοιον ἑαυτῷ· εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω καὶ πρὸς ταῦτα. [7.67] Εἶθ᾿ ἑξῆς φησι περὶ Χριστιανῶν ὅτι συνθήσονται μὲν εἶναι ταῦτ᾿ ἐπὶ τιμῇ τινων, ἢ ὁμοίων ἢ ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτ᾿ ἀνάκειται, ἀλλὰ δαίμονας, οὔτε χρῆναι θεραπεύειν δαίμονας ὅστις σέβει θεόν. καὶ εἰ ἠπίστατό γε τὸν περὶ δαιμόνων λόγον καὶ ὧν ἕκαστος αὐτῶν ἐνεργεῖ. εἴτε καλούμενος ὑπὸ τῶν περὶ ταῦτα δεινῶν εἴτε καὶ ἑκουσίως ἐπιδιδοὺς ἑαυτὸν ᾗ βούλεται καὶ δύναται ἐνεργείᾳ, καὶ διειλήφει τὸν περὶ δαιμόνων λόγον, πολὺν ὄντα καὶ δύσληπτον τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἂν ἐνεκάλεσεν ἡμῖν, φάσκουσιν ὅτι οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει τὸν ἐπὶ πᾶσι θεόν. καὶ τοσοῦτόν γε ἀποδέομεν τοῦ θεραπεύειν δαίμονας, ὥστε καὶ ἀπελαύνειν αὐτοὺς εὐχαῖς καὶ τοῖς ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθήμασιν ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν καὶ ἀπὸ τῶν τόπων. ἐν οἷς αὑτοὺς ἱδρύκασιν, ἔσθ᾿ ὅτε δὲ καὶ ἀπὸ τῶν ζῴων. πολλάκις γὰρ ἐπὶ τῇ λύμῃ καὶ τῶν τοιούτων ἐνεργοῦσί τινα οἱ δαίμονες. [7.68] Διὰ δὲ τὰ ἀνωτέρω πολλὰ περὶ τοῦ Ἰησοῦ ἡμῖν εἰρημένα οὐ χρὴ νῦν παλιλλογεῖν πρὸς τὸ ὅτι μὲν οὖν αὐτοὶ διελέγχονται σαφῶς οὐ θεὸν ἀλλ᾿ οὐδὲ δαίμονα, ἀλλὰ νεκρὸν σέβοντες. τοῦτο μὲν αὐτίκα διὰ τοῦτο παραλιπόντες ἴδωμεν τὰς ἑξῆς τοῦ Κέλσου λέξεις, ἐν αἷς φησι· πρότερον δὲ ἐρήσομαι. διὰ τί δαίμονας οὐ θεραπευτέον; οὐ πάντα μέντοι κατὰ γνώμην διοικεῖται τοῦ θεοῦ, καὶ πᾶσα ἐξ ἐκείνου πρόνοια; καὶ ὅ τι περ ἂν (ᾖ) ἐν τοῖς ὅλοις, εἴτε θεοῦ ἔργον εἴτ᾿ ἀγγέλων εἴτ᾿ ἄλλων δαιμόνων εἴτε ἡρώων, πάντα ταῦτα ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, τέτακται δὲ ἐφ᾿ ἑκάστῳ δύναμιν λαχὼν ὅστις ἠξίωται; τοῦτον οὖν τὸν ἐκεῖθεν ἐξουσίας τετυχηκότα οὐ θεραπεύσει δικαίως ὁ σέβων τὸν θεόν; οὔτε γὰρ οἷόν τε, φησὶ, „δουλεύειν“ τὸν αὐτὸν πλείοσι „κυρίοις.“ ὅρα δὴ καὶ ἐν τούτοις ὅσα συναρπάζει, δεόμενα οὐκ εὐκαταφρονήτου ἐξετάσεως ἀλλὰ καὶ ἐπιστήμης βαθυτέρων καὶ ἀποῤῥητοτέρων περὶ τῆς τῶν ὅλων πραγμάτων διοικήσεως. τὸ γὰρ πάντα κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ πῶς λέγεται, ἐξεταστέον, καὶ πότερον τὸ διοικεῖσθαι φθάνει καὶ ἐπὶ τὰ ἁμαρτανόμενα ἢ μή. εἰ μὲν γὰρ φθάνει τὸ διοικεῖσθαι καὶ ἐπὶ τὰ ἁμαρτανόμενα οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ εἴ τι ἄλλο τῶν ἔξω σωμάτων πέφυκεν ἁμαρτάνειν, ὁράτω τὴν ἀτοπίαν ὁ τοῦτο λέγων τοῦ πάντα κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ· ἀκολουθεῖ γὰρ τῷ λόγῳ καὶ τὰ ἁμαρτανόμενα καὶ πάντα τὰ ἀπὸ κακίας κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ, ὅπερ οὐ ταὐτόν ἐστι τῷ οὐ κωλύοντος τοῦ θεοῦ γίνεται· εἰ δὲ καὶ κυρίως τις ἀκούοι τοῦ διοικεῖσθαι, διοικεῖσθαι μὲν λέγει τὰ ἀπὸ κακίας διοικούμενα (δηλονότι πάντα κατὰ γνώμην διοικεῖται τοῦ θεοῦ), καὶ οὐ παρανομεῖ εἰς τὴν διοίκησιν τοῦ θεοῦ πᾶς ἁμαρτάνων. τὸ δ᾿ ὅμοιον καὶ περὶ προνοίας διασταλτέον καὶ λεκτέον ὅτι τὸ πᾶσα ἐξ ἐκείνου πρόνοια σημαίνει μέν τι ἀληθὲς, ὅτε ἡ πρόνοια σπουδαῖόν ἐστιν· εἰ δ᾿ ἁπαξαπλῶς πάντα τὰ γινόμενα (κατὰ) πρόνοιαν εἶναι φήσομεν, κἂν κακῶς τι γίνηται, ψεῦδος ἔσται τὸ πᾶσα ἐξ ἐκείνου πρόνοια· εἰ μὴ ἄρα καὶ τὰ κατ᾿ ἐπακολούθησιν τῶν ἐκ προνοίας θεοῦ λέγοι τις εἶναι ἐκ προνοίας θεοῦ. ἀποφαίνεται δὲ καὶ ὅ τι περ ἂν ᾖ ἐν τοῖς ολοις, εἴτε θεοῦ ἔργον εἴτ᾿ ἀγγέλων εἴτε ἄλλων δαιμόνων εἴτε ἡρώων, πάντα ταῦτα ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, καὶ οὐκ ἀληθῆ γε λόγον ἀποφαίνεται. οὐδὲ γὰρ τὰ παρανομοῦντα ἑπόμενα νόμῳ τῷ ἀπὸ μεγίστου θεοῦ παρανομεῖ. παρανομεῖν δὲ ὁ λόγος δείκνυσιν οὐ μόνον ἀνθρώπους φαύλους ἀλλὰ καὶ τοὺς φαύλους δαίμονας καὶ τοὺς φαύλους ἀγγέλους. [7.69] Φαύλους δὲ δαίμονας οὐ μόνοι λέγομεν ἡμεῖς ἀλλὰ καὶ σχεδὸν πάντες. ὅσοι δαίμονας τιθέασιν εἶναι. οὐ πάντα οὖν ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ. ὅσα γὰρ παρ᾿ ἰδίαν ἀπροσεξίαν, κακίαν ἢ πονηρίαν ἢ ἄγνοιαν τῶν καλῶν, ἀποπέπτωκε τοῦ θείου νόμου, οὐκ ἔχει τὸν νόμον τοῦ θεοῦ ἀλλ᾿, ἵνα ὀνομάσω καινῷ ὀνόματι καὶ τῷ κατὰ τὴν γραφὴν, τὸν νόμον ἔχει „τῆς ἁμαρτίας.“ κατὰ μὲν οὖν τοὺς πολλοὺς τῶν τιθέντων εἶναι δαίμονας καὶ οἱ φαῦλοι δαίμονες οὐκ ἔχουσι τὸν ἀπὸ τοῦ θεοῦ νόμον ἀλλὰ παρανομοῦσι· κατὰ δὲ ἡμᾶς πάντες δαίμονες ἀποπεσόντες τῆς ἐπὶ τὸ ἀγαθὸν ὁδοῦ, πρότερον οὐκ ὄντες δαίμονες· καὶ ἔστιν εἶδος τῶν ἐκπεσόντων θεοῦ τὸ τῶν δαιμόνων. διόπερ οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει θεόν. δηλοῦται δὲ τὰ περὶ τοὺς δαίμονας καὶ ἐκ τῶν καλούντων δαίμονας ἐπὶ τοῖς ὀνομαζομένοις φίλτροις ἢ μισήθροις ἢ ἐπὶ κωλύσεσι πράξεων ἢ ἄλλων τοιούτων μυρίων· ἅπερ ποιοῦσιν οἱ δι᾿ ἐπῳδῶν καὶ μαγγανειῶν μεμαθηκότες καλεῖν καὶ ἐπάγεσθαι δαίμονας ἐφ᾿ ἃ βούλονται. διόπερ ἡ πάντων δαιμόνων θεραπεία ἀλλοτρία ἡμῶν ἐστι, τῶν σεβόντων τὸν ἐπὶ πᾶσι θεόν. καὶ θεραπεία δαιμόνων ἐστὶν ἡ θεραπεία τῶν νομιζομένων θεῶν· „πάντες“ γὰρ „οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια.“ δῆλον δὲ καὶ τοῦτο ἐκ τοῦ εἰς τὰ δοκοῦντα ἐνεργέστερα τῶν νομιζομένων ἱερῶν κατακλίσεις περιέργους γεγονέναι καὶ κατὰ τὰς ἀρχὰς τῆς ἱδρύσεως τῶν τοιῶνδε ξοάνων καὶ νεῶν, ἅστινας κατακλίσεις οἱ τῇ τῶν δαιμόνων διὰ μαγγανειῶν θεραπείᾳ σχολάζοντες πεποίηνται. διὸ δέδοκται ἡμῖν φεύγειν ὡς ὄλεθρον τὴν τῶν δαιμόνων θεραπείαν· δαιμόνων δὲ θεραπείαν εἶναί φαμεν πᾶσαν τὴν νομιζομένην παρ᾿ Ἕλλησι παρὰ βωμοῖς καὶ ἀγάλμασι καὶ ναοῖς θεῶν θρησκείαν. [7.70] Δεῖται δὲ καὶ εἰς τὸ τέτακται δὲ ἐφ᾿ ἑκάστῳ δύναμιν λαχὼν τοῦ μεγίστου θεοῦ ὅστις ἠξίωται οὑτινοσοῦν ἔργου πάνυ βαθυτέρας ἐπιστήμης καὶ δυναμένης παραστῆσαι. πότερόν ποτε ὡς οἱ δήμιοι ἐν ταῖς πόλεσι καὶ οἱ τεταγμένοι ἐπὶ τῶν σκυθρωπῶν μὲν ἀναγκαίων δὲ ἐν ταῖς πολιτείαις πραγμάτων οὕτως εἰσὶ τεταγμένοι μοχθηροὶ δαίμονες ἐπί τινων ὑπὸ τοῦ διοικοῦντος τὰ ὅλα λόγου θεοῦ, ἢ ὥσπερ οἱ ἐν ταῖς ἐρημίαις λῃστεύοντες καὶ ἕνα τινὰ προστησάμενοι ἄρχειν αὐτῶν οὕτως οἱ δαίμονες οἱονεὶ κατὰ τόπους τῆς γῆς συστήματα γενόμενοι ἄρχοντά τινα ἑαυτοῖς πεποιήκασι, τὸν ἡγησόμενον αὐτῶν εἰς τὰς πράξεις, ἃς εἵλαντο ὑπὲρ τοῦ κλέπτειν καὶ λῃστεύειν ἀνθρώπων ψυχάς. χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς. ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον „πάσης κτίσεως“ λόγον αὐτοῦ. διηγήσασθαι καὶ τὸ „πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ. κλέπται εἰσὶ καὶ λῃσταὶ. καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα“ καὶ τὸ „ὁ κλέπτης οὐκ ἔρχεται. εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ,“ καὶ εἴ τι ἄλλο τούτοις εἴρηται παραπλήσιον ἐν τοῖς ἱεροῖς γράμμασιν, ὥσπερ καὶ τὸ „ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ“ καὶ τὸ „ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.“ ἀλλ᾿ οὐδαμῶς ᾔδει ταῦτα ὁ Κέλσος· εἰ γὰρ ᾔδει, οὐκ ἂν εἶπε· καὶ ὅ τι περ ἂν ᾖ ἐν τοῖς ὅλοις. εἴτε θεοῦ ἔργον εἴτ᾿ ἀγγέων εἴτ᾿ ἄλλων δαιμόνων εἴτε ἡρώων, ταῦτ᾿ ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, τέτακται δὲ ἐφ᾿ ἑκάστῳ δύναμιν λαχὼν ὅστις ἠξίωται; τοῦτον οὖν τὸν ἐκεῖθεν ἐξουσίας τετυχηκότα οὐ θεραπεύσει δικαίως ὁ σέβων τὸν θεόν; τούτοις δ᾿ ἐπιφέρει τὸ οὐ γὰρ οἷόν τε „δουλεύειν“ τὸν αὐτὸν πλείοσι „κυρίοις“· περὶ οὗ ἐν τῷ ἑξῆς βιβλίῳ διαληψόμεθα. ἅτε αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ ἑβδόμου τόμου, πρὸς τὸ σύγγραμμα Κέλσου ἡμῖν γεγραμμένου. BOOK 8: ΠΡΟΣ ΤΟΝ ΕΙΠΓΕΓΡΑΜΜΕΝΟΝ ΚΕΛΣΟΥ ΑΛΗΘΗ ΛΟΓΟΝ ΩΡΙΓΕΝΟΥΣ ΤΟΜΟΣ ΟΓΔΟΟΣ [8.1] Ἤδη ἔφθασα ἐπὶ τὸ συντελέσαι ἑπτὰ βιβλία, θέλω δὲ ἄρξασθαι καὶ ὀγδόου. θεὸς δὲ καὶ ὁ „μονογενὴς“ αὐτοῦ λόγος παρέσται ἡμῖν, ἵνα γενναίως μὲν τὰ Κέλσου ψεύδη διελεγχθῇ, μάτην ἐπιγεγραμμένα ἀληθὴς λόγος, δυνατῶς δὲ καὶ τὸ ὅσον ἐπὶ τοῖς ὑπαγορευομένοις τὰ χριστιανισμοῦ ἀποδειχθῇ. εὐχομένοις τὸ „ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος“ ἡμᾶς „δι᾿ ἡμῶν“ εἰπεῖν τῇ τοῦ Παύλου διαθέσει καὶ πρεσβεῦσαι „ὑπὲρ Χριστοῦ“ πρὸς τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ θεοῦ λόγος ἐπὶ τὴν πρὸς ἑαυτὸν φιλίαν παρακαλεῖ, βουλόμενος οἰκειῶσαι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοὺς πρὸ τῆς παραδοχῆς τῶν Ἰησοῦ τοῦ Χριστοῦ δογμάτων ἐν σκότῳ τῷ περὶ θεοῦ καὶ ἀγνοίᾳ τῇ περὶ τοῦ κτίσαντος ἐνδιατρίψαντας. καὶ πάλιν δὲ ἐρῶ ὅτι ὁ θεὸς δῴη ἡμῖν τὸν γενναῖον καὶ ἀληθῆ λόγον. τὸν κύριον τὸν κραταιὸν καὶ δυνατὸν „ἐν πολέμῳ“ τῷ κατὰ τῆς κακίας. ἤδη δὲ καὶ ἐπὶ τὴν ἑξῆς λέξιν Κέλσου καὶ τὰ πρὸς αὐτὴν ὁδευτέον ἐστὶν ἡμῖν. [8.2] Ἐπηπόρησε δὲ ἐν τοῖς πρὸ τούτων πρὸς ἡμᾶς. διὰ τί δαίμονας οὐ θεραπεύομεν· καὶ πρὸς ἃ εἶπε περὶ δαιμόνων ἀπηντήσαμεν κατὰ τὸ φαινόμενον ἡμῖν βούλημα τοῦ θείου λόγου. εἶθ᾿ ἑξῆς ἐκείνοις ἡμᾶς εἰσάγει λέγοντας πρὸς τὴν ἐπαπόρησιν αὐτοῦ. θέλοντος ἡμᾶς καὶ τοὺς δαίμονας θεραπεύειν, ὅτι οὐχ οἷόν τε „δουλεύειν“ τὸν αὐτὸν πλείοσι „κυρίοις.“ τοῦτο δ᾿, ὡς οἴεται, στάσεως εἶναι φωνὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, ἀποτειχιζόντων ἑαυτοὺς καὶ ἀποῤῥηγνύντων ἀπὸ τῶν λοιπῶν ἀνθρώπων. νομίζει δὲ τοὺς τοῦτο λέγοντας τὸ ὅσον ἐφ᾿ ἑαυτοῖς ἀπομάττεσθαι τὸ σφέτερον πάθος εἰς τὸν θεόν. διὸ καὶ ἐπὶ μὲν ἀνθρώπων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ „δουλεύειν“ ἀνθρώπῳ, ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, (καὶ) λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν· ἐπὶ δὲ θεοῦ, πρὸς ὃν οὔτε βλάβη τις οὔτε λύπη φθάνει, ἄλογον νομίζει τὸ φυλάττεσθαι ὁμοίως τοῖς περὶ ἀνθρώπων καὶ ἡρώων καὶ τοιῶνδε δαιμόνων θεραπεύειν θεοὺς πλείονας. φησὶ δὲ καὶ τὸν θεραπεύοντα θεοὺς πλείονας τῷ ἕν τι τῶν τοῦ μεγάλου θεραπεύειν φίλον καὶ ἐν τούτῳ ἐκείνῳ ποιεῖν καὶ προστίθησιν ὅτι οὐδ᾿ ἔξεστι τιμᾶσθαί τινι ᾧ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. διότι τιμῶν τις καὶ σέβων, φησὶ, τοὺς ἐκείνου πάντας οὐ λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν. [8.3] Ἴδωμεν δὴ πρὸ τῶν ἑξῆς εἰ μὴ εὐλόγως ἀποδεχόμεθα τὴν „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ φωνὴν, ᾗ ἐπιφέρεται τὸ „ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει,“. καὶ ἑξῆς αὐτῷ τὸ „οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.“ καλεῖ δ᾿ ἡμᾶς ἡ ἀπολογία εἰς βαθύτερόν τινα καὶ ἀπόῤῥητον περὶ θεῶν καὶ κυρίων λόγον. ἐπίσταται γὰρ ἡ θεία γραφὴ τὸν μέγαν εἶναι κύριον παρὰ „πάντας τοὺς θεούς“· ἐν οἷς „θεοὺς“ οὐ τοὺς προσκυνουμένους ἐν τοῖς ἔθνεσιν ἐξακούομεν, ἅτε μαθόντες ὅτι „πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,“ ἀλλὰ „θεοὺς,“ ὧν οἶδέ τινα συναγωγὴν ὁ προφητικὸς λόγος. καὶ τὸν ἐπὶ πᾶσι θεὸν τούτους διακρίνοντα καὶ διατασσόμενον ἑκάστῳ τὸ οἰκεῖον αὐτῷ ἔργον. „ὁ θεὸς“ γὰρ „ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.“ καὶ γάρ ἐστι „θεὸς θεῶν κύριος.“ ος διὰ τοῦ υἱοῦ „ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν.“ καὶ προστασσόμεθα ἐξομολογεῖσθαι „τῷ θεῷ τῶν θεῶν,“ μαθόντες καὶ τὸ „ὁ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων“· ἅπερ δὴ λέγεται οὐ μόνον διὰ τῶν ἐκκειμένων ἀλλὰ καὶ δι᾿ ἄλλων μυρίων. [8.4] Τοιαῦτα καὶ περὶ κυρίου καὶ κυρίων διδάσκουσιν ἡμᾶς ἐξετάζειν καὶ φρονεῖν οἱ θεῖοι λόγοι, ὅπου μὲν λέγοντες· „ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,“ ὅπου δὲ ὅτι ἐστὶν ὁ θεὸς „βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων.“ οἶδε δὲ ὁ λόγος θεοὺς τοὺς μέν τινας λεγομένους τοὺς δὲ καὶ ὄντας, εἴτε λεγομένους εἴτε μή· τὸ δ᾿ αὐτὸ διδάσκων καὶ περὶ κυρίων τῶν ὄντων καὶ μὴ λέγει ὁ Παῦλος· „καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτ᾿ ἐν οὐρανῷ εἴτ᾿ ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί.“ εἶτ᾿ ἐπεὶ „ὁ τῶν. θεῶν θεὸς“ καλεῖ „ἀπ᾿ ἀνατολῶν“ καὶ „δυσμῶν“ ἐπὶ τὴν ἑαυτοῦ μερίδα διὰ τοῦ Ἰησοῦ οὓς βούλεται, κύριος δὲ ὢν ὁ Χριστὸς τοῦ θεοῦ δείκνυσιν δι᾿ ὧν ἐπέβη τοῖς πάντων ὁρίοις καὶ πρὸς ἑαυτὸν ἀπὸ πάντων ὁρίων καλεῖ ὅτι ἐστὶ πάντων τῶν κυριευόντων διαφέρων· διὰ τοῦτο ταῦτ᾿ ἐπιστάμενος ὁ Παῦλός φησι μεθ᾿ ἃ παρεθέμην· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι᾿ αὐτοῦ.“ θεωρῶν τε θαυμάσιόν τινα καὶ μυστηριώδη λόγον κατὰ τὸν τόπον ἐπιφέρει αὐτοῖς· „ἀλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις.“ ἐπὰν δὲ λέγῃ· „ἀλλ᾿ ἡμῖν εἷς θεὸς ὁ πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς, δι᾿ οὗ τὰ πάντα,“ τὸ „ἡμῖν“ λέγει ἐφ᾿ ἑαυτοῦ καὶ πάντων τῶν ἀναβεβηκότων πρὸς τὸν ἐπὶ πᾶσι θεὸν „τῶν θεῶν“ καὶ πρὸς τὸν ἐπὶ πᾶσι κύριον „τῶν κυρίων.“ ἀναβέβηκε δὲ πρὸς τὸν ἐπὶ πᾶσι θεὸν ὁ ἀσχίστως καὶ ἀδιαιρέτως καὶ ἀμερίστως αὐτὸν σέβων διὰ τοῦ μόνου προσάγοντος ἐκείνῳ υἱοῦ, τοῦ θεοῦ λόγου καὶ σοφίας ἐν τῷ Ἰησοῦ θεωρουμένου, τοὺς παντὶ τρόπῳ πειρωμένους ἑαυτοὺς οἰκειῶσαι δι᾿ ἐξαιρέτων λόγων καὶ πράξεων καὶ διανοημάτων [καὶ νοημάτων] τῷ τοῦ παντὸς δημιουργῷ θεῷ. παρὰ ταῦτα δ᾿ οἶμαι καὶ τὰ τούτοις παραπλήσια τὸν μετασχηματιζόμενον „εἰς ἄγγελον φωτὸς“ ἄρχοντα „τοῦ αἰῶνος τούτου“ πεποιηκέναι τὸ „τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μοίρας τεταγμένη.“ ἐν οἷς περὶ ἑαυτοῦ καὶ τῶν φιλοσοφησάντων λέγει τό· „μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετὰ ἄλλων δαιμόνων.“ [8.5] Πολλῶν τοίνυν λεγομένων ἢ ὄντων θεῶν ὁμοίως δὲ καὶ κυρίων, ἡμεῖς πάντα πράττομεν, ἵν᾿ οὐ μόνα τὰ προσκυνούμενα ὡς θεοὺς παρὰ τοῖς ἐπὶ γῆς ἔθνεσιν ὑπεραναβῶμεν ἀλλὰ γὰρ καὶ οὕς φασιν αἱ γραφαὶ θεοὺς, περὶ ὧν οὐδὲν ἴσασιν οἱ „ξένοι τῶν“ διὰ Μωϋσέως καὶ τοῦ σωτῆρος Ἰησοῦ ἡμῶν „διαθηκῶν“ τοῦ θεοῦ καὶ οἱ ἀλλότριοι τῶν διὰ τούτων δηλουμένων ἐπαγγελιῶν αὐτοῦ. ὑπεραναβαίνει δὲ τὴν παρὰ πᾶσι δαιμονίοις δουλείαν ὁ μηδὲν ἔργον δαιμονίοις φίλον ποιῶν, καὶ ὑπεραναβαίνει τὴν μερίδα τῶν παρὰ Παύλῳ λεγομένων εἶναι θεῶν ὁ σκοπῶν, εἴτε ὡς ἐκεῖνοι εἴθ᾿ ὅπως ποτὲ ἔχει τὰ πράγματα, οὐ „τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα“· καὶ ὁρῶν τις, τίνα τρόπον καὶ „ἡ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται,“ „οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ᾿ ἐλπίδι,“ εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον „ἐλευθερωθήσεται“ πᾶσα „ἀπὸ τῆς δουλείας τῆς φθορᾶς“ καὶ καταντήσεται „εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ,“ οὐ περισπᾶται πρὸς (τὸ) τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ᾿ αὐτοῦ οὐδὲ πρὸς τὸ „δυσὶ κυρίοις δουλεύειν.“ οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι „δουλεύειν“ πλείοσι „κυρίοις,“ διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ᾿ ἑαυτῷ τοὺς δουλεύοντας αὐτῷ, ἵν᾿ αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους „βασιλείαν“ ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί. ἀλλὰ καὶ ἀποσχίζουσι καὶ ἀποῤῥηγνύουσιν ἑαυτοὺς ἀπὸ τῶν ἀλλοτρίων „τῆς πολιτείας“ τοῦ θεοῦ καὶ ξένων „τῶν διαθηκῶν“ αὐτοῦ, ἵνα „τὸ ἐν οὐρανοῖς πολίτευμα“ πολιτεύσωνται, προσερχόμενοι θεῷ ζῶντι „καὶ πόλει θεοῦ, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανῷ.“ [8.6] Ἀλλ᾿ οὐδ᾿ ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπτεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ᾿ αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ ἢ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ᾿ ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ υἱοθεσίας“· ὅ ἐστιν ἐν υἱοῖς τοῦ ἐν οὐρανοῖς πατρὸς, οὐ λεξείδια ἀλλὰ πράγματα μεγαλοφώνως κατὰ τὸ κρυπτὸν φθεγγομένοις τὸ „Ἀββὰ ὁ πατήρ.“ Λακεδαιμονίων μὲν οὖν οἱ πρέσβεις τὸν Περσῶν βασιλέα. καίτοι προσαναγκαζόντων σφόδρα τῶν δορυφόρων. οὐ προσεκύνησαν φοβούμενοι τὸν ἕνα κύριον αὐτῶν τὸν Λυκούργου νόμον· οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν „ὑπὲρ Χριστοῦ“ πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνήσαιεν ἂν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι. κύριος γὰρ τῶν „ὑπὲρ Χριστοῦ“ πρεσβευόντων ὁ Χριστός ἐστιν, ὑπὲρ οὗ πρεσβεύουσιν, ὁ „ἐν ἀρχῇ“ λόγος ὢν καὶ „πρὸς τὸν θεὸν“ ὢν καὶ „θεὸς“ ὤν. [8.7] Εἶτ᾿ ἐπεὶ ἔδοξε τῶν φαινομένων αὐτῷ βαθύτερόν τινα κινεῖν λόγον ὁ Κέλσος περὶ ἡρώων καί τινων δαιμόνων, λέγων μετὰ τὸν περὶ τῆς πρὸς ἀνθρώπους δουλείας λόγον, ὡς βλαπτομένου τοῦ προτέρου, ᾧ τις δουλεύειν βούλεται, ἐὰν δουλεύειν θέλῃ καὶ δευτέρῳ, ὅτι εἴη δ᾿ ἂν τὸ αὐτὸ καὶ περὶ ἡρώων τε καὶ τῶν τοιούτων δαιμόνων· πευστέον αὐτοῦ, τί νοεῖ τοὺς ἥρωας, καὶ ποδαποὺς εἶναι λέγει τοὺς τοιούτους δαίμονας; ὥστε τὸν δουλεύοντα τῷδε τῷ ἥρωϊ καὶ μὴ ἑτέρῳ δουλεύειν δεῖν, καὶ τῷ τοιῷδε δαίμονι μὴ καὶ ἄλλῳ δουλεύειν· ὡς βλαπτομένου ἀνάλογον τοῖς βλαπτομένοις ἀνθρώποις τοῦ προτέρου δαίμονος, οἷς τις ἐλάτρευσε πρὸ τῶν δευτέρων. ἀλλὰ καὶ τίνα βλάβην οἴεται εἶναι ἡρώων ἢ τῶν τοιῶνδε δαιμόνων, παραστησάτω. ἀναγκασθήσεται γὰρ ἤτοι εἰς πέλαγος φλυαρίας ἐμπεσὼν ἀναλαβεῖν τὸν λόγον καὶ ἀθετῆσαι τὰ εἰρημένα ἢ μὴ φλυαρεῖν θέλων ὁμολογεῖν ὅτι οὔτε ἥρωας οὔτε δαιμόνων φύσιν ἐπίσταται. εἰς δὲ τὸν περὶ ἀνθρώπων λόγον, βλαπτομένων τῶν προτέρων, ἐὰν δουλεύῃ τις δευτέρῳ, λεκτέον· ποίαν βλάβην φησὶ γίνεσθαι τῷ προτέρῳ ἀνθρώπῳ, εἰ ὁ δουλεύων αὐτῷ δουλεύειν ἐθέλει καὶ ἑτέρῳ; [8.8] Εἰ μὲν γὰρ ὡς ἰδιώτης λέγοι καὶ ἀφιλόσοφον βλάβην τὴν περὶ χρημάτων τῶν ἐκτὸς ἡμῖν σημαινομένων, ἐλεγχθείη ἂν μηδ᾿ ἐπιστήσας τῷ ὑπὸ Σωκράτους καλῶς εἰρημένῳ ἐν τῷ· „ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ· οὐ γὰρ θεμιτὸν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλάπτεσθαι.“ εἰ δὲ βλάβην τὴν κίνησιν ἢ σχέσιν λέγοι κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφοὺς δουλεύει τις ἐν διεστηκόσι τόποις οὖσι δύο σοφοῖς. εἰ δ᾿ οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν.“ καὶ μᾶλλον ὁ περὶ τῆς (πρὸς) τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσάγοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος. ἀλλὰ καὶ οὐχ ὡς δεόμενον τὸν θεὸν θεραπεύσομεν οὐδ᾿ ὡς λυπούμενον, ἂν μὴ θεραπεύωμεν αὐτὸν, ἀλλ᾿ ὡς αὐτοὶ ἀπὸ τῆς πρὸς τὸν θεὸν θεραπείας ὠφελούμενοι καὶ ἄλυποι καὶ ἀπαθεῖς γινόμενοι ἐκ τοῦ δουλεύειν τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ σοφίας. [8.9] Ὅρα δὲ πῶς ἀβασάνιστόν ἐστι τὸ εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, ἐν ᾧ ἐμφαίνεται τὴν τοῦ θεοῦ θεραπείαν χωρὶς πάσης βλάβης ἡμῶν ἡμᾶς προσάγειν ἁπαξαπλῶς τινι τῶν τοῦ θεοῦ. ἀλλ᾿ ὡσπερεὶ αἰσθηθεὶς ἑαυτοῦ οὐχ ὑγιῶς εἰπόντος· εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, εἶτ᾿ ἐπαναλαμβάνει καὶ διόρθωσιν προσάγει τῷ λεγομένῳ ἐν τούτῳ· οὐδ᾿ ἔξεστι τιμᾶσθαι οὐδενὶ, ὅτῳ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται. καὶ πυθώμεθα τοῦ Κέλσου περὶ τῶν τιμωμένων ὡς θεῶν ἢ δαιμόνων ἢ καὶ ἡρώων ὅτι πόθεν, ὦ οὗτος, ἀποδεικνύναι ἔχεις ὅτι ἀπὸ τοῦ θεοῦ τούτοις δέδοται τὸ τιμᾶσθαι καὶ οὐχὶ ἀπὸ ἀγνοίας καὶ ἀμαθίας ἀνθρωπίνης πλανωμένων καὶ ἀποπιπτόντων τοῦ κυρίως τιμωμένου; τιμᾶται γοῦν, ὡς πρὸ βραχέος ἔλεγες, ὦ Κέλσε, τὰ Ἀδριανοῦ παιδικὰ, καὶ οὐ δή που ἐρεῖς ὅτι ἀπὸ τοῦ θεοῦ τῶν ὅλων δέδοται τὸ τιμᾶσθαι ὡς θεῷ τῷ Ἀντινόῳ. τὸ δ᾿ αὐτὸ καὶ περὶ τῶν ἄλλων ἐροῦμεν. ἀπαιτοῦντες ἀπόδειξιν περὶ τοῦ δεδόσθαι αὐτοῖς ἀπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ τὸ τιμᾶσθαι. ἐὰν δ᾿ ἡμῖν ἀνθυποφέρῃ τὸ παραπλήσιον περὶ τοῦ Ἰησοῦ, ἀποδείξομεν ὅτι ἀπὸ θεοῦ δέδοται αὐτῷ τὸ τιμᾶσθαι· „ἵνα πάντες τιμῶσι τὸν υἱὸν, καθὼς τιμῶσι τὸν πατέρα.“ αἱ γὰρ πρὸ τῆς γενέσεως αὐτοῦ προφητεῖαι συστάσεις ἦσαν τῆς τιμῆς αὐτοῦ. ἀλλὰ καὶ τὰ ὑπ᾿ αὐτοῦ γενόμενα παράδοξα οὐ μαγγανείᾳ, ὡς οἴεται Κέλσος, ἀλλὰ θειότητι προειρημένῃ ὑπὸ τῶν προφητῶν τὴν ἀπὸ θεοῦ εἶχε μαρτυρίαν· ἵν᾿ ὁ „τιμῶν τὸν υἱὸν“ ὄντα λόγον μηδὲν ἄλογον πράττων ὠφελῆται ἐκ τοῦ τιμᾶν αὐτὸν. καὶ τιμῶν αὐτὸν ὄντα ἀλήθειαν κρείττων γίνηται ἀπὸ τοῦ τιμᾶν ἀλήθειαν, οὕτως δὲ καὶ ἀπὸ τοῦ τιμᾶν σοφίαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ φασὶν εἶναι οἱ θεῖοι λόγοι τὸν υἱὸν τοῦ θεοῦ. [8.10] Ὅτι δὲ ἡ πρὸς τὸν (υἱὸν τοῦ) θεοῦ τιμὴ ἐν βίῳ ὑγιεῖ γίνεται. οὕτως δὲ καὶ ἡ πρὸς τὸν θεὸν καὶ πατέρα, ὅρα εἰ μὴ διδασκόμεθα ἔκ τε τοῦ „ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως, (τοῦ νόμου) τὸν θεὸν ἀτιμάζεις“ καὶ ἐκ τοῦ „πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας.“ εἰ γὰρ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τὸν θεὸν ὁ παραβαίνων τὸν νόμον, καὶ καταπατεῖ „τὸν υἱὸν τοῦ θεοῦ“ ὁ μὴ καταπατῶν τὸν λόγον· δῆλον ὅτι τιμᾷ μὲν τὸν θεὸν ὁ τηρῶν τὸν νόμον, σέβει δὲ τὸν θεὸν ὁ κεκοσμημένος τῷ λόγῳ τοῦ θεοῦ καὶ τοῖς ἔργοις αὐτοῦ. εἰ δὲ ᾔδει Κέλσος, τίνες μέν εἰσι τοῦ θεοῦ, καὶ ὅτι μόνοι οἱ σοφοὶ, τίνες δὲ οἱ ἀλλότριοι, καὶ ὅτι πάντες οἱ φαῦλοι οἱ μηδαμῶς νεύοντες πρὸς ἀρετῆς ἀνάληψιν. εἶδεν ἂν, πῶς δεῖ (λέγειν) τὸ τιμῶν οὖν τις καὶ σέβων τοὺς ἐκείνου πάντας τί λυπεῖ τὸν θεὸν, οὗ πάντες εἰσίν; [8.11] Ἑξῆς δὲ τούτοις φησί· καὶ μὴν ὅ γε φάσκων ἕνα εἰρῆσθαι κύριον, περὶ θεοῦ λέγων. ἀσεβεῖ διαιρῶν τὴν τοῦ θεοῦ βασιλείαν καὶ στασιάζων. ὡς οὔσης αἱρέσεως καὶ ὄντος τινὸς ἑτέρου ἀντιστασιώτου αὐτῷ. χώραν δ᾿ εἶχεν αὐτῷ ταῦτα, εἰ γραμμικαῖς ἀποδείξεσι παρίστη τοὺς ὑπὸ τῶν ἐθνῶν προσκυνουμένους ὡς θεοὺς θεοὺς εἶναι, καὶ τοὺς περὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς καὶ τοὺς βωμοὺς νομιζομένους τυγχάνειν παρίστη μὴ ὄντας φαύλους τινὰς δαίμονας. ἀλλὰ καὶ τὴν τοῦ θεοῦ βασιλείαν παρ᾿ ἡμῖν συνεχῶς λεγομένην καὶ γεγραμμένην ἡμεῖς μὲν καὶ νοεῖν εὐχόμεθα καὶ τοιοῦτοι γίνεσθαι, ἵν᾿ ὑπὸ θεοῦ μόνου βασιλευώμεθα, καὶ γένηται καὶ ἡμῶν ἡ βασιλεία τοῦ θεοῦ. ἐκεῖνος δὲ, πολλοὺς ἡμᾶς διδάσκων σέβειν θεοὺς. θεῶν μᾶλλον ὤφειλεν, εἰ τὰ ἀκόλουθα ἑαυτῷ σκοπεῖ. λέγειν βασιλείαν ἤπερ θεοῦ. οὔτ᾿ οὖν αἱρέσεις παρὰ θεῷ οὔτ᾿ ἐστί τις θεὸς ἀντιστασιώτης αὐτῷ, κἂν οἷον Γίγαντές τινες ἢ Τιτᾶνες διὰ τὴν ἰδίαν φαυλότητα θεομαχεῖν θέλωσι μετὰ Κέλσου καὶ τῶν ἀραμένων πόλεμον πρὸς τὸν διὰ μυρίων παραστήσαντα τὰ περὶ τοῦ Ἰησοῦ καὶ πρὸς αὐτὸν τὸν ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν παντὶ τῷ κόσμῳ ἀθρόως ἑαυτὸν ὄντα λόγον, ὡς ἕκαστος χωρεῖ, ἐπιδεδωκότα. [8.12] Δόξαι δ᾿ ἄν τις ἑξῆς τούτοις πιθανόν τι καθ᾿ ἡμῶν λέγειν ἐν τῷ· εἰ μὲν δὴ μηδένα ἄλλον ἐθεράπευον οὗτοι πλὴν ἕνα θεὸν, ἦν ἄν τις αὐτοῖς ἴσως πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος· νυνὶ δὲ τὸν ἔναγχος φανέντα τοῦτον ὑπερθρησκεύουσι καὶ ὅμως οὐδὲν πλημμελεῖν νομίζουσι περὶ τὸν θεὸν, εἰ καὶ ὑπηρέτης αὐτοῦ θεραπευθήσεται. λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, εἴπερ νενοήκει ὁ Κέλσος τὸ „ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν“ καὶ τὸ ἐν εὐχῇ εἰρημένον ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ „ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν,“ οὐκ ἂν ᾤετο ἡμᾶς καὶ ἄλλον θεραπεύειν παρὰ τὸν ἐπὶ πᾶσι θεόν. „ὁ γὰρ πατὴρ,“ φησὶν, „ἐν ἐμοὶ, κἀγὼ ἐν τῷ πατρί.“ εἰ δέ τις ἐκ τούτων περισπασθήσεται, μή πῃ αὐτομολῶμεν πρὸς τοὺς ἀναιροῦντας δύο εἶναι ὑποστάσεις, πατέρα καὶ υἱὸν, ἐπιστησάτω τῷ „ἦν δὲ πάντων τῶν πιστευσάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία,“ ἵνα θεωρήσῃ τὸ „ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.“ ἕνα οὖν θεὸν. ὡς ἀποδεδώκαμεν, τὸν πατέρα καὶ τὸν υἱὸν θεραπεύομεν. καὶ μένει ἡμῖν ὁ πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος, καὶ οὐ τὸν ἔναγχός γε φανέντα ὡς πρότερον οὐκ ὄντα ὑπερθρησκεύομεν. αὐτῷ γὰρ πειθόμεθα τῷ εἰπόντι· „πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι“ καὶ λέγοντι· „ἐγώ εἰμι ἡ ἀλήθεια“· καὶ οὐχ οὕτως τις ἡμῶν ἐστιν ἀνδράποδον, ὡς οἴεσθαι ὅτι ἡ τῆς ἀληθείας οὐσία πρὸ τῶν χρόνων τῆς τοῦ Χριστοῦ ἐπιφανείας οὐκ ἦν. θρησκεύομεν οὖν τὸν πατέρα τῆς ἀληθείας καὶ τὸν υἱὸν τὴν ἀλήθειαν, ὄντα δύο τῇ ὑποστάσει πράγματα, ἓν δὲ τῇ ὁμονοίᾳ καὶ τῇ συμφωνίᾳ καὶ τῇ ταυτότητι τοῦ βουλήματος· ὡς τὸν ἑωρακότα τὸν υἱὸν ὄντα „ἀπαύγασμα τῆς δόξης“ καὶ χαρακτῆρα „τῆς ὑποστάσεως“ τοῦ θεοῦ ἑωρακέναι ἐν αὐτῷ ὄντι εἰκόνι τοῦ θεοῦ τὸν θεόν. [8.13] Εἶτ᾿ οἴεται ἐκ τοῦ θρησκεύειν ἡμᾶς μετὰ τοῦ θεοῦ τὸν υἱὸν αὐτοῦ ἀκολουθεῖν ἡμῖν τὸ καὶ καθ᾿ ἡμᾶς οὐ μόνον τὸν θεὸν ἀλλὰ καὶ τοὺς ὑπηρέτας αὐτοῦ θεραπεύεσθαι. εἰ μὲν οὖν ἐνόει τοὺς ἀληθῶς ὑπηρέτας τοῦ θεοῦ μετὰ τὸν μονογενῆ τοῦ θεοῦ. τὸν Γαβριὴλ καὶ τὸν Μιχαὴλ καὶ τοὺς λοιποὺς ἀγγέλους [ἀρχαγγέλους]. καὶ τούτους ἔλεγε δεῖν θεραπεύεσθαι. ἴσως ἂν τὸ περὶ τοῦ θεραπεύειν αὐτοῦ σημαινόμενον ἐκκαθήραντες καὶ τῶν τοῦ θεραπεύοντος πράξεων εἴπομεν ἂν εἰς τὸν τόπον ὡς περὶ τηλικούτων διαλεγόμενοι ἅπερ ἐχωροῦμεν περὶ αὐτῶν νοῆσαι· νυνὶ δὲ ὑπηρέτας νομίζων τοὺς προσκυνουμένους ὑπὸ τῶν ἐθνῶν δαίμονας οὐχ ὑπάγει ἡμᾶς ἀκολουθίᾳ τῇ περὶ τοῦ θεραπεύειν τοὺς τοιούτους. οὓς ὑπηρέτας τοῦ πονηροῦ ὁ λόγος ἀποδείκνυσι καὶ ἄρχοντος τοῦ αἰῶνος τούτου, ἀφιστάντος ἀπὸ τοῦ θεοῦ οὓς ἂν δύνηται. ὡς οὐχ ὑπηρέτας οὖν, οὓς οἱ λοιποὶ ἄνθρωποι σέβουσι, πάντας σέβειν καὶ θεραπεύειν ἐκκλίνομεν· οὐκ ἂν γὰρ ὑπηρέτας αὐτοὺς διδαχθέντες εἶναι τοῦ ἐπὶ πᾶσι θεοῦ ἐλέγομεν εἶναι δαιμόνια. διὸ τὸν ἕνα θεὸν καὶ τὸν ἕνα υἱὸν αὐτοῦ καὶ λόγον καὶ εἰκόνα ταῖς κατὰ τὸ δυνατὸν ἡμῖν ἱκεσίαις καὶ ἀξιώσεσι σέβομεν, προσάγοντες τῷ θεῷ τῶν ὅλων τὰς εὐχὰς διὰ τοῦ μονογενοῦς αὐτοῦ· ᾧ πρῶτον προσφέρομεν αὐτὰς, ἀξιοῦντες αὐτὸν „ἱλασμὸν“ ὄντα „τῶν ἁμαρτιῶν ἡμῶν“ προσαγαγεῖν ὡς ἀρχιερέα τὰς εὐχὰς καὶ τὰς θυσίας καὶ τὰς ἐντεύξεις ἡμῶν τῷ ἐπὶ πᾶσι θεῷ. περὶ τὸν θεὸν οὖν ἡ πίστις ἡμῶν διὰ τοῦ ταύτην βεβαιοῦντος ἐν ἡμῖν υἱοῦ αὐτοῦ, καὶ οὐδεμίαν ἡμῶν ἔχει δεῖξαι στάσιν περὶ τὸν υἱὸν τοῦ θεοῦ ὁ Κέλσος. καὶ σέβομέν γε τὸν πατέρα, θαυμάζοντες αὐτοῦ τὸν υἱὸν λόγον καὶ σοφίαν καὶ ἀλήθειαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ εἶναι μεμαθήκαμεν τὸν υἱὸν τοῦ θεοῦ, οὕτω δὴ καὶ τὸν γεννηθέντα ἀπὸ τοιούτου του πατρός. καὶ ταῦτα μὲν ταύτῃ. [8.14] Ἐπεὶ δέ φησι πάλιν ὁ Κέλσος ὅτι, εἰ διδάξαις αὐτοὺς ὅτι οὐκ ἔστιν οὗτος ἐκείνου παῖς, ἀλλ᾿ ἐκεῖνός γε πάντων πατὴρ, ὃν μόνον ὡς ἀληθῶς δεῖ σέβειν· οὐκ ἂν ἔτι θέλοιεν, εἰ μὴ καὶ τοῦτον, ὅσπερ ἐστὶν αὐτοῖς τῆς στάσεως ἀρχηγέτης. καὶ ὠνόμασάν γε τοῦτον θεοῦ υἱὸν, οὐχ ὅτι τὸν θεὸν σφόδρα σέβουσιν, ἀλλ᾿ ὅτι τοῦτον σφόδρα αὔξουσιν, ἡμεῖς μὲν οὖν μαθόντες, τίς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, καὶ ὅτι „ἀπαύγασμά“ ἐστι „τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ“ καὶ „ἀτμὶς“ μὲν „τῆς θεοῦ δυνάμεως ἀπόῤῥοια δὲ τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινὴς“ ἔτι δὲ „ἀπαύγασμα“ „φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ,“ ἴσμεν ὅτι οὗτος υἱὸς ἐξ ἐκείνου, καὶ ἐκεῖνος τούτου πατήρ. καὶ οὐδὲν ἀπρεπές ἐστιν ἐν τῷ λόγῳ οὐδὲ ἀνάρμοστον θεῷ, τοιοῦτον υἱὸν μονογενῆ ὑφιστάντι. καὶ οὐκ ἂν μεταπείσηταί τις ἡμᾶς ὅτι οὐχ υἱὸς ὁ τοιοῦτος τοῦ ἀγεννήτου θεοῦ ἐστι καὶ πατρός. εἰ δέ τινων παρήκουσε Κέλσος, μὴ ὁμολογούντων τὸν υἱὸν τοῦ θεοῦ υἱὸν εἶναι τοῦ δημιουργήσαντος τόδε τὸ πᾶν, αὐτὸς ἂν εἰδείη καὶ οἱ συγκατατιθέμενοι τοιούτῳ λόγῳ. οὐ στάσεως οὖν ἀρχηγέτης ὁ Ἰησοῦς ἀλλὰ πάσης εἰρήνης. ὁ εἰπὼν τοῖς μαθηταῖς· „εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.“ εἶτ᾿ ἐπείπερ ἠπίστατο τοὺς τοῦ κόσμου καὶ οὐ θεοῦ ἀνθρώπους προσπολεμήσοντας ἡμῖν, προσέθηκεν ἐκείνοις τὸ „οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν εἰρήνην.“ θαῤῥοῦμεν δὲ δι᾿ αὐτὸν, κἂν θλιβώμεθα ἐν τῷ κόσμῳ, εἰπόντα· „ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ καὶ τοῦτόν φαμεν εἶναι υἱὸν θεοῦ· θεοῦ δὲ, ὃν, εἰ δεῖ ταῖς λέξεσιν ἀκολουθῆσαι Κέλσου, σφόδρα σέβομεν, καὶ τὸν υἱὸν αὐτοῦ σφόδρα ηὐξημένον ὑπὸ τοῦ πατρὸς γινώσκομεν. ἔστω δέ τινας ὡς ἐν πλήθει πιστευόντων καὶ δεχομένων διαφωνίαν διὰ τὴν προπέτειαν ὑποτίθεσθαι τὸν σωτῆρα εἶναι τὸν μέγιστον ἐπὶ πᾶσι θεὸν, ἀλλ᾿ οὔτι γε ἡμεῖς τοιοῦτο(ν. οἱ) πειθόμενοι αὐτῷ λέγοντι· „ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί“· διόπερ (οὐ)χ ὅν νῦν πατέρα καλοῦμεν ὑποβάλοιμεν (ἂν). ὡς Κέλσος ἡμᾶς συκοφαντῶν (φησι), τῷ υἱῷ τοῦ θεοῦ. [8.15] Μετὰ ταῦτά φησιν ὁ Κέλσος· ὅτι δὲ οὐκ ἀπὸ σκοποῦ ταῦ(τα δο)ξάζω, αὐτῶν ἐκείνων φωναῖς χρήσομαι. ἐν γάρ που τῷ οὐρανίῳ διαλόγῳ τῇδέ που λέγουσι τοῖσδε τοῖς ῥήμασιν· „εἰ ἰσχυρότερός ἐστι θεοῦ υἱὸς, καὶ κύριος αὐτοῦ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου (καὶ τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ;) πῶς πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ; διὰ τί τοσαύτην ἀνύων ὁδὸν ἄτολμος εἶ; λανθάνει σε· πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα.“ οὕτως οὐ τοῦτ᾿ ἔστιν αὐτοῖς τὸ προκείμενον, τὸν ὑπερουράνιον θεὸν, ἀλλ᾿ ὃν ὑπέθεντο τούτου πατέρα, περὶ ὅν συνῆλθον, σέβειν, ἵν᾿ ἐπὶ προσχήματι μεγάλου θεοῦ τοῦτον, ὃν προΐστανται, τὸν υἱὸν τοῦ ἀνθρώπου, ὃν ἀποφαίνουσιν ἰσχυρότερον καὶ κύριον „τοῦ κρατοῦντος θεοῦ,“ θρησκεύωσι μόνον. ἔνθεν αὐτοῖς ἐκεῖνο τὸ παράγγελμα, τὸ μὴ „δουλεύειν“ δύο „κυρίοις,“ ἵν᾿ ἡ στάσις περὶ ἕνα τοῦτον φυλάσσηται. καὶ ἐν τούτοις δὴ πάλιν. οὐκ οἶδ᾿ ἀπὸ ποίας αἱρέσεως ἀσημοτάτης ταῦτα λαβὼν, πᾶσι Χριστιανοῖς ἀπ᾿ αὐτῶν ἐγκαλεῖ· λέγω δ᾿ ἀσημοτάτης, ὡς μηδ᾿ ἡμῖν εἶναι, τοῖς πολλάκις ἐγγυμνασαμένοις πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων, φανερὰν τὴν γνώμην, ἀφ᾿ ἧς ταῦτα ὁ Κέλσος εἴληφεν· εἴ γε εἴληφε καὶ μὴ ἀνέπλασεν ἢ ἀκολούθησιν προσέθηκε. σαφῶς γὰρ ἡμεῖς, οἱ λέγοντες τοῦ πάντα κτίσαντος καὶ τὸν αἰσθητὸν κόσμον εἶναι, φαμὲν τὸν υἱὸν οὐκ ἰσχυρότερον τοῦ πατρὸς ἀλλ᾿ ὑποδεέστερον. καὶ τοῦτο λέγομεν αὐτῷ πειθόμενοι, εἰπόντι τό· „ὁ πατὴρ ὁ πέμψας με μείζων μου ἐστί.“ καὶ οὐδεὶς ἡμῶν οὕτως ἐμβρόντητός ἐστιν, ὡς λέγειν· „κύριός“ ἐστι τοῦ θεοῦ „ὁ υἱὸς τοῦ ἀνθρώπου.“ κρατεῖν δέ φαμεν τὸν σωτῆρα μάλιστα, ὅτε νοοῦμεν αὐτὸν θεὸν λόγον καὶ σοφίαν καὶ δικαιοσύνην καὶ ἀλήθειαν, πάντων μὲν τῶν ὑποτεταγμένων αὐτῷ, καθὸ ταῦτά ἐστιν, ἀλλ᾿ οὐχὶ καὶ τοῦ κρατοῦντος αὐτὸν πατρὸς καὶ θεοῦ. εἶτ᾿ ἐπεὶ οὐκ ἀκόντων λόγος κρατεῖ, εἰσὶ δέ τινες ἔτι φαῦλοι οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ ἄγγελοι καὶ πάντες δαίμονες, τούτων φαμὲν αὐτὸν μὴ κρατεῖν μέν πω, ἐπεὶ μὴ ἑκόντες εἴκουσιν αὐτῷ· κατ᾿ ἄλλο δὲ σημαινόμενον τοῦ κρατεῖν καὶ αὐτῶν κρατεῖ (ὡς τῶν ἀλόγων ζῴων φαμὲν τὸν ἄνθρωπον κρατεῖν, οὐχ ὑποτάξαντα αὐτῶν τὸ ἡγεμονικὸν, ὡς τιθασσεύσας κρατεῖ τινων λεόντων καὶ κτηνῶν δεδαμασμένων), πλὴν πάντα ποιεῖ, ἵνα καὶ τοὺς νυνὶ μὴ πειθομένους αὐτῷ πείσας κρατήσῃ καὶ αὐτῶν. καθ᾿ ἡμᾶς οὖν ψεῦδος τὸ ὑπὸ τοῦ Κέλσου λεγόμενον ὡς ὑφ᾿ ἡμῶν ἀπαγγελλόμενον τό· „τίς ἄλλος κυριεύσει τοῦ κρατοῦντος θεοῦ“; [8.16] Εἶτ᾿ οἶμαι πάλιν φύρων τὰ πράγματα ἀπὸ ἄλλης αἱ(ρέσ)εως φέρει τὸ „(πῶς) πολλοὶ περὶ τὸ φρέαρ, καὶ οὐδεὶς εἰς τὸ φρέαρ“; καὶ τὸ „διὰ τί τοσαύτην (ἀν)ύων ὁδὸν ἄτολμος εἶ; λανθάνει σε“ καὶ τὸ „πάρεστι γάρ μοι θάρσος καὶ μάχαιρα“· (ὧ)ν ἡμεῖς οὐδὲν, οἱ ἀπὸ τῆς ἐπωνύμου Χριστοῦ ἐκκλησίας μόνου, φαμὲν εἶναι ἀλη(θές.) ταῦτα δὴ προειπὼν δοκεῖ ἀκόλουθα ἑαυτῷ λέγειν τὰ οὐδὲν ὄντα πρὸς ἡμᾶς. ἡμῖν μὲν γὰρ τὸ προκείμενόν ἐστιν οὐκ ἐξ ὑποθέσεώς τινα σέβειν θεὸν ἀλλὰ τὸν τοῦδε τοῦ παντὸς καὶ ἄλλου οὑτινοσοῦν μὴ αἰσθητοῦ μηδὲ δεικνυμένου δημιουργόν· εἴσονται δὲ οἱ „ἄλλην ὁδὸν“ καὶ „ἄλλα κέλευθα“ βαδίζοντες καὶ τοῦτον μὲν ἀρνούμενοι καινοειδεῖ δὲ ἀναπλάσματι καὶ ὀνόματι μόνον θεοῦ ἑαυτοὺς ὡς μείζονι τοῦ δημιουργοῦ ἐπιδεδωκότες, καὶ εἴ τις ἄρ᾿ ἐστὶ λέγων ἰσχυρότερον εἶναι τὸν υἱὸν καὶ κύριον „τοῦ κρατοῦντος θεοῦ.“ ἀποδεδώκαμεν δὲ τὸν φαινόμενον ἡμῖν λόγον εἰς τὸ μὴ δεῖν „δυσὶ κυρίοις δουλεύειν,“ ὅτε καὶ παρεστήσαμεν μηδεμίαν στάσιν περὶ τὸν Ἰησοῦν καὶ κύριον ἀποδείκνυσθαι δύνασθαι ἐν τοῖς ὁμολογοῦσιν ὑπεραναβεβηκέναι μὲν πάντα κύριον μόνῳ δὲ κυρίῳ δουλεύειν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ θεοῦ. [8.17] Μετὰ ταῦτα δὲ ὁ Κέλσος φησὶν ἡμᾶς βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι φεύγειν, ἐπεὶ τὸ πιστὸν ἡμῖν ἀφανοῦς καὶ ἀποῤῥήτου κοινωνίας οἴεται εἶναι σύνθημα· οὐχ ὁρῶν ὅτι βωμοὶ μέν εἰσιν ἡμῖν τὸ ἑκάστου τῶν δικαίων ἡγεμονικὸν, ἀφ᾿ οὗ ἀναπέμπεται ἀληθῶς καὶ νοητῶς εὐώδη „θυμιάματα,“ „προσευχαὶ“ ἀπὸ συνειδήσεως καθαρᾶς. διὸ λέγεται παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει· „τὰ δὲ θυμιάματά εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων“ καὶ παρὰ τῷ ὑμνῳδῷ· „γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν δου.“ ἀγάλματα δὲ καὶ πρέποντα θεῷ ἀναθήματα, οὐχ ὑπὸ βαναύσων τεχνιτῶν κατεσκευασμένα· ἀλλ᾿ ὑπὸ λόγου θεοῦ τρανούμενα καὶ μορφούμενα ἐν ἡμῖν. αἱ ἀρεταὶ, μιμήματα τυγχάνουσαι τοῦ πρωτοτόκου „πάσης κτίσεως.“ ἐν ᾧ ἐστι δικαιοσύνης καὶ σωφροσύνης καὶ ἀνδρείας καὶ σοφίας καὶ εὐσεβείας καὶ τῶν λοιπῶν ἀρετῶν παραδείγματα. ἐν πᾶσιν οὖν ἐστι, τοῖς κατὰ τὸν θεῖον λόγον σωφροσύνην ἑαυτοῖς κατασκευάσασι καὶ δικαιοσύνην καὶ ἀνδρείαν καὶ σοφίαν καὶ εὐσέβειαν καὶ τῶν λοιπῶν ἀρετῶν τὰ κατασκευάσματα, ἀγάλματα· οἷς πρέπον εἶναι πεπείσμεθα τιμᾶσθαι τὸ πρωτότυπον πάντων ἀγαλμάτων. τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου.“ τὸν μονογενῆ θεόν. ἀλλὰ καὶ οἱ ἐκδυόμενοι „τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυόμενοι τὸν νέον. τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾿ εἰκόνα τοῦ κτίσαντος αὐτὸν,“ τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ εἶναι ἀναλαμβάνοντες. ἀγάλματα ἐν ἑαυτοῖς ποιοῦσιν, ὁποῖα βούλεται ὁ ἐπὶ πᾶσι θεὸς, ἐκείνου. ὥσπερ δὲ καὶ ἐπὶ τῶν ἀγαλματοποιῶν οἱ μέν τινες εἰσὶ θαυμαστῶς κατορθοῦντες τὸ ἔργον, ὥσπερ εἰπεῖν Φειδίας ἢ Πολύκλειτος ἢ ζωγράφοι Ζεῦξις καὶ Ἀπελλῆς, ἕτεροι δὲ ἔλαττον τούτων ἀγαλματοποιοῦσι, καὶ ἄλλοι ἔτι καὶ τῶν δευτέρων ἔλαττον, καὶ ἁπαξαπλῶς πολλὴ διαφορά ἐστι τῆς τῶν ἀγαλμάτων καὶ εἰκόνων κατασκευῆς· τὸν αὐτὸν τρόπον οἱ μέν τινες εἰσὶ ποιοῦντες ἀγάλματα τοῦ ἐπὶ πᾶσι θεοῦ βέλτιον καὶ κατὰ τελείαν ἐπιστήμην, ὡς μηδεμίαν εἶναι σύγκρισιν τοῦ ὑπὸ Φειδίου κατασκευασθέντος Ὀλυμπίου Διὸς πρὸς τὸν κατασκευασθέντα „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ θεοῦ· πάντων δὲ τῶν ἐν ὅλῃ τῇ κτίσει πολλῷ βέλτιον καὶ ὑπερέχον ἐστὶν ἐν τῷ σωτῆρι ἡμῶν, τῷ λέγοντι· „ὁ πατὴρ ἐν ἐμοί.“ [8.18] Καὶ ἐν ἑκάστῳ δὲ τῶν κατὰ δύναμιν ἐκεῖνον καὶ ἐν τούτῳ μιμησαμένων ἐστὶν ἄγαλμα τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ὅπερ κατασκευάζουσι τῷ ἐνορᾶν θεῷ καθαρᾷ καρδίᾳ, „μιμηταὶ“ γενόμενοι „τοῦ θεοῦ.“ καὶ ἁπαξαπλῶς πάντες Χριστιανοὶ ὁποίους εἴπομεν βωμοὺς καὶ ὁποῖα παρεστήσαμεν ἀγάλματα πειρῶνται ἱδρύεσθαι, οὐκ ἄψυχα καὶ ἀναίσθητα οὐδὲ δαιμόνων λίχνων ἐφεδρευόντων τοῖς ἀψύχοις δεκτικὰ ἀλλὰ πνεύματος θεοῦ, τοῖς εἰρημένοις ἀγάλμασι τῆς ἀρετῆς καὶ τῷ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ ὡς οἰκείοις ἐπιδημοῦντος· οὕτω δὲ καὶ τὸ πνεῦμα τοῦ Χριστοῦ τοῖς, ἵν᾿ οὕτως ὀνομάσω, συμμόρφοις ἐφιζάνει. καὶ τοιαῦτά γε βουλόμενος παραστῆσαι ὁ τοῦ θεοῦ λόγος ἀνέγραψε τὸν μὲν θεὸν ἐν ἐπαγγελίᾳ τοῖς δικαίοις λέγοντα· „ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαὸς,“ τὸν δὲ σωτῆρα· „ἐάν τις ἀκούῃ μου τοὺς λόγους καὶ ποιῇ αὐτοὺς, ἐγὼ καὶ ὁ πατήρ μου ἐλευσόμεθα πρὸς αὐτὸν καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“ συνεξεταζέτω οὖν ὁ βουλόμενος βωμοὺς, οὓς διηγησάμην, βωμοῖς οἷς Κέλσος λέγει, καὶ ἀγάλματα ἐν τῇ τῶν εὐσεβούντων εἰς τὸν τῶν ὅλων θεὸν ψυχῇ ἀγάλμασι Φειδίου καὶ Πολυκλείτου καὶ τῶν παραπλησίων· καὶ σαφῶς εἴσεται ἐκεῖνα μὲν καὶ ἄψυχα εἶναι καὶ χρόνῳ φθειρόμενα, ταῦτα δὲ ἐν τῇ ἀθανάτῳ μένειν ψυχῇ ἐς ὅσον μένειν ἐν αὐτῇ ἡ λογικὴ ψυχὴ βούλεται. [8.19] Εἰ δὲ καὶ ναοὺς ναοῖς δεῖ παραβαλεῖν, ἵνα παραστήσωμεν τοῖς ἀποδεχομένοις τὰ Κέλσου ὅτι νεὼς μὲν ἱδρύεσθαι τοὺς πρέποντας τοῖς εἰρημένοις ἀγάλμασι καὶ βωμοῖς οὐ φεύγομεν, ἐκτρεπόμεθα δὲ τῷ πάσης ζωῆς χορηγῷ ἀψύχους καὶ νεκροὺς οἰκοδομεῖν νεώς· ἀκουέτω ὁ βουλόμενος, τίνα τρόπον διδασκόμεθα ὅτι τὰ σώματα ἡμῶν „ναὸς τοῦ θεοῦ“ ἐστι, καὶ „εἴ τις“ διὰ τῆς ἀκολασίας ἢ τῆς ἁμαρτίας „φθείρει“ „τὸν ναὸν τοῦ θεοῦ,“ οὗτος ὡς ἀληθῶς ἀσεβὴς εἰς τὸν ἀληθῆ ναὸν φθαρήσεται. πάντων δὲ τῶν οὕτως ὀνομαζομένων ναῶν κρείττων ἦν καὶ διαφέρων νεὼς τὸ ἱερὸν καὶ καθαρὸν σῶμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, ὅστις ἐπιστάμενος ἐπιβουλεύεσθαι μὲν δύνασθαι ὑπὸ τῶν ἀσεβῶν τὸν ναὸν τοῦ ἐν αὐτῷ θεοῦ, οὐ μὴν ὥστε ἰσχυροτέραν εἶναι τὴν τῶν ἐπιβουλευόντων προαίρεσιν τῆς τὸν νεὼν οἰκοδομούσης θειότητος, φησὶ πρὸς ἐκείνους· „λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.“ τοῦτο δὲ „ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.“ καὶ ἄλλως δὲ οἱ θεῖοι λόγοι τὰ περὶ ἀναστάσεως μυστικῶς διδάσκοντες τοὺς δυναμένους ἀκούειν θειοτέρᾳ ἀκοῇ λόγων θεοῦ, ἀνοικοδομηθήσεσθαί (φασι) λίθοις ζῶσι καὶ τιμιωτάτοις· αἰνιττόμενοι ὅτι ἕκαστος τῶν συμπνεόντων διὰ τοῦ αὐτοῦ λόγου εἰς τὴν κατ᾿ αὐτὸν εὐσέβειαν λίθος ἐστὶ τίμιος τοῦ παντὸς ναοῦ τοῦ θεοῦ. καθὸ ὑπὸ μὲν τοῦ Πέτρου λέγεται· „ὑμεῖς δὲ οἰκοδομεῖσθε λίθοι ζῶντες καὶ οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ,“ ὑπὸ δὲ τοῦ Παύλου τό· „οἰκοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.“ τοιοῦτον δέ τινα μυστικὸν ἔχει νοῦν καὶ ἡ ἐν τῷ Ἡσαΐᾳ λέξις. οὕτως ἔχουσα καὶ λεγομένη ὡς πρὸς τὴν Ἱερουσαλήμ· „ἰδοὺ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτοὺς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ· καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ.“ [8.20] Εἰσὶν οὖν τινες τῶν δικαίων ἄνθραξ λίθος καὶ ἄλλοι σάπφειρος καὶ ἄλλοι ἴασπις καὶ ἄλλοι κρύσταλλος· καὶ οὕτω πᾶν γένος ἐκλεκτῶν καὶ τιμίων λίθων εἰσὶν οἱ δίκαιοι. τὸν δὲ περὶ λίθων νοῦν καὶ τῆς φύσεως αὐτῶν λόγον. καὶ εἰς ποδαπὰς ψυχὰς ἀναφέρεσθαι δύναται ἐκ τοῦ τιμίου λίθου τὸ ὄνομα, οὐ κατὰ τὸν παρόντα καιρόν ἐστι διηγήσασθαι· μόνον δ᾿ ἐχρῆν ὑπομνησθῆναι ἐπ᾿ ὀλίγον τοῦ βουλήματος τῶν καθ᾿ ἡμᾶς ναῶν καὶ ἑνὸς τοῦ ἐκ λίθων τιμίων νεὼ τοῦ θεοῦ. ὥσπερ γὰρ, εἰ ἐπὶ τοῖς νομιζομένοις ναοῖς ἕκαστοι κατὰ τὰς σφῶν πόλεις ἐσεμνύνοντο πρὸς τοὺς ἑτέρους, ἔλεγον ἂν οἱ ἐπὶ τοῖς τιμιωτέροις ναοῖς μέγα φρονοῦντες τὰ ἐξαίρετα τῶν ἰδίων εἰς ἔλεγχον τῶν ὑποδεεστέρων· οὕτως πρὸς τοὺς ἐγκαλοῦντας ἡμῖν, ἐπεὶ μὴ νομίζομεν δεῖν σέβειν τὸ θεῖον παρ᾿ ἀναισθήτοις ναοῖς, ἀντιπαραλαμβάνομεν τοὺς καθ᾿ ἡμᾶς ναοὺς καὶ δείκνυμεν τοῖς γε μὴ ἀναισθήτοις μηδὲ παραπλησίοις τοῖς ἀναισθήτοις θεοῖς αὐτῶν ὅτι οὐδεμία σύγκρισίς ἐστιν οὔτε τῶν παρ᾿ ἡμῖν ἀγαλμάτων πρὸς τὰ ἀγάλματα τῶν ἐθνῶν οὔτε τῶν παρ᾿ ἡμῖν βωμῶν καὶ τῶν παρ᾿ αὐτοῖς, ἵν᾿ οὕτως ὀνομάσω, θυμιαμάτων πρὸς τοὺς ἐκείνων βωμοὺς καὶ τὰς παρ᾿ αὐτοῖς κνίσσας καὶ αἵματα ἀλλ᾿ οὐδὲ τῶν ἀποδεδομένων ναῶν πρὸς τοὺς ναοὺς τῶν ἀναισθήτων, ὑπὸ αναισθήτων ἀνθρώπων θαυμαζομένων καὶ μηδὲ φαντασιωθέντων τὴν θείαν αἴσθησιν, ᾗ αἰσθάνεταί τις θεοῦ καὶ τῶν τούτου ἀγαλμάτων καὶ ναῶν καὶ βωμῶν, πρεπόντων θεῷ. οὐκ εἰς τὸ πιστὸν οὖν ἀφανοῦς καὶ ἀποῤῥήτου κοινωνίας καὶ τὸ τοιοῦτο σύνθημα φεύγομεν βωμοὺς καὶ ἀγάλματα καὶ νεὼς ἱδρύεσθαι, ἀλλ᾿ ὅτι εὑρόντες διὰ τὴν Ἰησοῦ διδασκαλίαν τὸν τρόπον τῆς εἰς τὸ θεῖον εὐσεβείας φεύγομεν τὰ φαντασίᾳ εὐσεβείας ἀσεβεῖς ποιοῦντα τοὺς ἐσφαλμένους ἀπὸ τῆς διὰ Ἰησοῦ Χριστοῦ εὐσεβείας· ὅς ἐστι μόνος „ὁδὸς“ εὐσεβείας, ἀληθῶς λέγων τό· „ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.“ [8.21] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς Κέλσῳ λεγόμενα περὶ θεοῦ. καὶ ὡς προτρέπει ἡμᾶς ἐπὶ τὴν τῶν ὡς μὲν πρὸς ἀλήθειαν εἰδωλοθύτων χρῆσιν ἢ. ἵν᾿ οὕτως ὀνομάσω, δαιμονιοθύτων, ὡς δ᾿ αὐτὸς προσαγορεύσαι ἂν, ἅτε μὴ εἰδὼς, τί τὸ ἀληθῶς ἱερὸν, καὶ ποδαπαὶ αἱ παρὰ τούτῳ θυσίαι, ἱεροθύτων. ἃ δὲ λέγει, τοιαῦτά ἐστιν· ὅ γε μὴν θεὸς ἅπασι κοινὸς, ἀγαθός τε καὶ ἀπροσδεὴς καὶ ἔξω φθόνου· τί οὖν κωλύει τοὺς μάλιστα καθωσιωμένους αὐτῷ καὶ τῶν δημοτελῶν ἑορτῶν μεταλαμβάνειν; οὐκ οἶδα δὲ τί φαντασθεὶς οἴεται ἀκολουθεῖν τῷ τὸν θεὸν εἶναι ἀγαθὸν καὶ ἀπροσδεῆ καὶ ἔξω φθόνου τὸ τοὺς καθωσιωμένους αὐτῷ μεταλαμβάνειν τῶν δημοτελῶν ἑορτῶν. καί φημι ὅτι ἠκολούθει μὲν τῷ τὸν θεὸν εἶναι ἀγαθὸν καὶ ἀπροσδεῆ καὶ ἔξω φθόνου τὸ αὐτῶν τῶν δημοτελῶν μεταλαμβάνειν ἑορτῶν, εἰ ἀπεδείκνυτο ὅτι αἱ δημοτελεῖς ἑορταὶ οὐδὲν μὲν ἔχουσιν ἐσφαλμένον ἀπὸ δὲ τῆς περὶ θεοῦ θεωρίας ἐνομοθετήθησαν ὡς ἀκόλουθοι τῇ εἰς αὐτὸν θεραπείᾳ καὶ εὐσεβείᾳ. εἰ μέντοι αἱ δημοτελεῖς μέχρι ὀνόματος ἑορταὶ μηδένα λόγον ἔχουσιν ἀποδεικτικὸν, ὡς ἁρμόζουσαι τῇ εἰς τὸ θεῖον θεραπείᾳ, ἀλλ᾿ ἐλέγχοιντο οὖσαι ἀναπλάσματα τῶν ὅπως ποτὲ ἔτυχε διά τινας ἱστορίας ἀνθρωπικὰς ταῦτα νομοθετησάντων ἢ καὶ φυσιολογίας περὶ ὕδατος η γῆς ἢ τῶν ἀπ᾿ αὐτῆς καρπῶν δοκούντων περιέχειν, δῆλον ὅτι οἱ τὸ θεῖον ἐξητασμένως σέβειν θέλοντες εὔλογόν τι πράττοιεν, μὴ μεταλαμβάνοντες τῶν δημοτελῶν ἑορτῶν. „ἑορτὴ“ γὰρ, ὥς φησι τὶς καὶ τῶν Ἑλληνικῶν σοφῶν καλῶς λέγων. „οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ τὰ δέοντα πράττειν“· καὶ ἑορτάζει γε κατὰ ἀλήθειαν ὁ „τὰ δέοντα“ πράττων, ἀεὶ εὐχόμενος, διὰ παντὸς θύων τὰς ἀναιμάκτους ἐν ταῖς πρὸς τὸ θεῖον εὐχαῖς θυσίας. διὸ καὶ μεγαλοφυέστατά μοι δοκεῖ παρὰ τῷ Παύλῳ εἰρῆσθαι τό· „ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.“ [8.22] Ἐὰν δέ τις πρὸς ταῦτα ἀνθυποφέρῃ τὰ περὶ τῶν παρ᾿ ἡμῖν κυριακῶν ἢ παρασκευῶν ἢ τοῦ Πάσχα ἢ τῆς Πεντηκοστῆς δι᾿ ἡμερῶν γινόμενα, λεκτέον καὶ πρὸς τοῦτο ὅτι ὁ μὲν τέλειος, ἀεὶ ἐν τοῖς λόγοις ὢν καὶ τοῖς ἔργοις καὶ τοῖς διανοήμασι τοῦ τῇ φύσει κυρίου λόγου θεοῦ. ἀεί ἐστιν αὐτοῦ ἐν ταῖς ἡμέραις καὶ ἀεὶ ἄγει κυριακὰς ἡμέρας· ἀλλὰ καὶ ἀεὶ παρασκευάζων ἑαυτὸν πρὸς τὸ ἀληθινῶς ζῆν καὶ ἀπεχόμενος τῶν τοῦ βίου ἡδέων καὶ τοὺς πολλοὺς ἀπατώντων καὶ μὴ τρέφων „τὸ φρόνημα τῆς σαρκὸς“ ἀλλ᾿ ὑπωπιάζων αὑτοῦ „τὸ σῶμα“ καὶ δουλαγωγῶν ἀεὶ ἄγει τὰς παρασκευάς. ἔτι δὲ ὁ νοήσας ὅτι „τὸ πάσχα ἡμῶν ἐτύθη Χριστὸς,“ καὶ χρὴ ἑορτάζειν ἐσθίοντα τῆς σαρκὸς τοῦ λόγου, οὐκ ἔστιν ὅτε οὐ ποιεῖ τὸ πάσχα, ὅπερ ἑρμηνεύεται διαβατήρια, διαβαίνων ἀεὶ τῷ λογισμῷ καὶ παντὶ λόγῳ καὶ πάσῃ πράξει ἀπὸ τῶν τοῦ βίου πραγμάτων ἐπὶ τὸν θεὸν, καὶ ἐπὶ τὴν πόλιν αὐτοῦ σπεύδων. πρὸς τούτοις δὲ ὁ δυνάμενος μετ᾿ ἀληθείας λέγειν· „συνανέστημεν τῷ Χριστῷ“ ἀλλὰ καὶ τό· „συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ“ ἀεί ἐστιν ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, καὶ μάλιστα ὅτε καὶ „εἰς τὸ ὑπερῷον“ ὡς οἱ ἀπόστολοι τοῦ Ἰησοῦ ἀναβὰς σχολάζει τῇ δεήσει καὶ „τῇ προσευχῇ,“ ὡς ἄξιος γενέσθαι τῆς „φερομένης πνοῆς βιαίας“ ἐξ οὐρανοῦ, βιαζομένης ἐξαφανίσαι τὴν ἐν ἀνθρώποις κακίαν καὶ τὰ ἀπ᾿ αὐτῆς, ἄξιος δὲ καί τινος μερισμοῦ γλώσσης ἀπὸ θεοῦ πυρίνης. [8.23] Ὁ δὲ πολὺς τῶν πιστεύειν δοκούντων καὶ μὴ τηλικοῦτος δεῖται ὑπομνήσεως χάριν, μὴ βουλόμενος ἢ μὴ δυνάμενος πάσας τοιαύτας ἄγειν ἡμέρας, αἰσθητῶν παραδειγμάτων, ἵνα μὴ τέλεον παραῤῥυῇ. τοιαῦτα δ᾿ οἶμαι τὸν Παῦλον νενοηκότα μέρος μὲν „ἑορτῆς“ ὠνομακέναι τὴν ἐν ἡμέραις τεταγμέναις παρ᾿ ἑτέρας ἑορτὴν, ᾐνίχθαι δὲ ἐκ τοῦ οὕτως λελεγμένου ὅτι οὐκ „ἐν μέρει ἑορτῆς“ ἀλλ᾿ ἐν ὁλοκλήρῳ καὶ ἀδιαλείπτῳ ἐστὶν ἑορτῇ ὁ ἀεὶ βίος κατὰ τὸν θεῖον λόγον. ὅρα οὖν πάλιν κἀκ τῶν εἰρημένων περὶ ἑορτῶν τῶν παρ᾿ ἡμῖν, συνεξεταζομένων ταῖς δημοτελέσι τοῦ Κέλσου καὶ τῶν ἐθνῶν ἑορταῖς, εἰ μὴ μακρῷ σεμνότεραί εἰσιν αὗται αἱ ἑορταὶ τῶν δημοτελῶν, ἐν αἷς „τὸ φρόνημα τῆς σαρκὸς“ ἑορτάζον ἐξυβρίζει ἐπὶ μέθας καὶ ἀκολασίας ἐκτρεπόμενον. πολὺ δ᾿ ἂν εἴη νῦν λέγειν, διὰ τί αἱ κατὰ τὸν τοῦ θεοῦ νόμον ἑορταὶ „ἄρτον κακώσεως“ διδάσκουσιν ἐσθίειν ἢ „ἄζυμα μετὰ πικρίδων,“ ἢ ὅτι φασί· „ταπεινώσατε τὰς ψυχὰς ὑμῶν“ ἤ τι τούτοις παραπλήσιον. οὐδὲ γὰρ δυνατόν ἐστι τὸν σύνθετον ἄνθρωπον, ὅσον ἔτι „ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς,“ ἐξ ὅλων ἑορτάζειν· ἢ γὰρ ἑορτάζων τις τῷ πνεύματι κακοῖ τὸ σῶμα, μὴ πεφυκὸς διὰ „τὸ φρόνημα τῆς σαρκὸς“ ἑορτάζειν μετὰ τοῦ πνεύματος, ἢ ἑορτάζων κατὰ σάρκα οὐ χωρεῖ καὶ τὴν κατὰ πνεῦμα ἑορτήν. ἀλλὰ γὰρ ἀρκεῖ ταῦτα εἰς τὸν περὶ ἑορτῶν λόγον ἐπὶ τοῦ παρόντος. [8.24] Ἴδωμεν δὲ οἷς χρῆται ὁ Κέλσος λόγοις, προτρέπων ἡμᾶς ἐπὶ τὴν χρῆσιν τῶν εἰδωλοθύτων καὶ τὰς δημοτελεῖς ἐν δημοτελέσιν ἑορταῖς θυσίας. ἃ δὲ λέγει τοιαῦτά ἐστιν· εἰ μὲν οὐδὲν ταῦτά ἐστι τὰ εἴδωλα, τί δεινὸν κοινωνῆσαι τῆς πανθοινίας; εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσιν, οἷς καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον, ἵν᾿ εὐμενεῖς ὦσι. χρήσιμον δ᾿ εἰς ταῦτα ὅλον τὸν περὶ „εἰδωλοθύτων“ λόγον, εἰρημένον παρὰ τῷ Παύλῳ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ἐπιστολῇ, λαβεῖν εἰς χεῖρας καὶ σαφηνίσαι· ἐν ᾧ καὶ πρὸς τὸ μηδὲν εἶναι „εἴδωλον ἐν κόσμῳ“ ἀπαντῶν τὴν ἀπὸ τοῦ χρῆσθαι τοῖς εἰδωλοθύτοις βλάβην κατεσκεύασεν, ἀποδεικνὺς τοῖς ἀκούειν τῶν ἐκεῖ δυναμένοις ὅτι πάντως οὐ φονέως χεῖρόν τι πράττει ὁ τῶν εἰδωλοθύτων μεταλαμβάνων, ἀπολλὺς τοὺς αὑτοῦ ἀδελφοὺς. δι᾿ οὓς „Χριστὸς ἀπέθανε.“ καὶ μετὰ τοῦτο τιθεὶς δαιμονίοις θύεσθαι τὰ θυόμενα. παρίστησι „κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι“ τοὺς μεταλαμβάνοντας „δαιμονίων τραπέζης“· παρίστησί τε ὅτι ἀδύνατόν ἐστι τὸν αὐτὸν „τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμόνων.“ ἀλλ᾿ ἐπεὶ ὅλης συντάξεως χρῄζει διὰ πλειόνων ἀποδεικνυμένης ἡ περὶ τούτων εἰς τὴν πρὸς Κορινθίους ἐπιστολὴν διήγησις, ἀρκεσθησόμεθα καὶ τοῖς ἐπ᾿ ὀλίγον ἀποδεδομένοις· ἐν οἷς τῷ ἐξετάζοντι αὐτὰ φανεῖται ὅτι, κἂν μηδὲν ᾖ τὰ εἴδωλα, οὐδὲν ἧττον καὶ οὕτω δεινόν ἐστι τὸ κοινωνῆσαι τῆς τῶν εἰδώλων πανθοινίας. εἴρηται μὲν οὖν ἡμῖν μετρίως καὶ εἰς τὸ, κἂν ὦσί τινες δαίμονες, οἷς τὰ θυόμενα θύεται, μὴ δεῖν ἡμᾶς αὐτῶν μεταλαμβάνειν τοὺς ἐπισταμένους διαφορὰν „τραπέζης κυρίου“ καὶ „τραπέζης δαιμονίων“ καὶ διὰ τὸ ἐπίστασθαι πάντα μὲν πράττοντας. ἵνα „τραπέζης κυρίου“ ἀεὶ μετέχωμεν, παντὶ δὲ τρόπῳ φυλαττομένους, ἵνα μηδέ ποτε κοινωνοὶ „τραπέζης“ γενώμεθα τῶν „δαιμονίων.“ [8.25] Ἐπεὶ δέ φησιν ἐν τούτοις ὁ Κέλσος ὅτι καὶ οἱ δαίμονές εἰσι τοῦ θεοῦ, καὶ διὰ τοῦτο πιστευτέον ἐστὶν αὐτοῖς καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον, ἵν᾿ εὐμενεῖς ὦσι, διδακτέον καὶ περὶ τούτου τοὺς βουλομένους ὅτι ὁ τοῦ θεοῦ λόγος οὐδὲν τῶν φαύλων ἀναγορεύειν βούλεται κτῆμα θεοῦ τυγχάνειν, ἀνάξιον αὐτὸ κρίνων τηλικούτου κυρίου. διόπερ οὐ πάντες μὲν ἄνθρωποι χρηματίζουσιν ἄνθρωποι θεοῦ, μόνοι δὲ οἱ ἄξιοι τοῦ θεοῦ· ὁποῖος ἦν Μωϋσῆς καὶ Ἠλίας, καὶ εἴ τις, ἄλλος ἀναγέγραπται „ἄνθρωπος θεοῦ“ ἢ παραπλήσιός ἐστι τοῖς ἀναγεγραμμένοις. οὕτως δὲ καὶ οὐ πάντες ἄγγελοι „ἄγγελοι“ λέγονται εἶναι „τοῦ θεοῦ“ ἀλλὰ μόνοι οἱ μακάριοι, οἱ δ᾿ ἐκτραπέντες ἐπὶ τὴν κακίαν ἄγγελοι τοῦ διαβόλου ὀνομάζονται, ὥσπερ οἱ φαῦλοι ἄνθρωποι ἄνθρωποι ἁμαρτίας ἢ υἱοὶ λοιμοὶ ἢ υἱοὶ ἀδικίας. ἐπεὶ οὖν καὶ ἄνθρωποι οἱ μέν εἰσι σπουδαῖοι οἱ δὲ φαῦλοι, διὸ καὶ οἱ μὲν „τοῦ θεοῦ“ οἱ δὲ τοῦ διαβόλου εἶναι λέγονται, ἀλλὰ καὶ „ἄγγελοι“ οἱ μὲν „τοῦ θεοῦ“ οἱ δὲ τοῦ πονηροῦ, δαίμονες δὲ οὐκέτι διχῶς, πάντες γὰρ ἀποδείκνυνται εἶναι φαῦλοι· διὰ τοῦτο φήσομεν ψευδῆ εἶναι τὸν Κέλσου· λόγον εἰπόντος τό· εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ· ἢ δεικνύτω ὁ βουλόμενος μὴ λόγον ὑγιῆ εἶναι τὴν περὶ ἀνθρώπων καὶ ἀγγέλων διαίρεσιν, ἢ λόγον ἔχοντα παραπλήσιον δύνασθαι ἀποδείκνυσθαι καὶ ἐπὶ δαιμόνων. Εἰ δὲ τοῦτ᾿ ἀμήχανον, δῆλον ὅτι οὔτε τοῦ θεοῦ εἰσιν οἱ δαίμονες· οὐ γὰρ ἄρχων αὐτῶν ὁ θεὸς ἀλλ᾿, ὥς φασιν οἱ θεῖοι λόγοι, ὁ „Βεελζεβούλ“· [8.26] οὔτε πιστευτέον δαίμοσι, κἂν Κέλσος ἐπὶ τούτους ἡμᾶς παρακαλῇ. ἀλλ᾿ ἀποθανητέον πρὶν πεισθῆναι δαίμοσιν ἀλλὰ καὶ πᾶν ὁτιοῦν ὑπομενετέον πειθό μενον θεῷ. οὕτως δὲ οὐδὲ καλλιερητέον δαίμοσι· καὶ γὰρ ἀδύνατόν ἐστι τοῖς φαύλοις καὶ ἀνθρώπων κακωτικοῖς καλλιερεῖν. ἀλλὰ καὶ κατὰ ποίους νόμους ἡμᾶς βούλεται Κέλσος καλλιερεῖν τοῖς δαίμοσιν; εἰ μὲν γὰρ κατὰ τοὺς κειμένους ἐν ταῖς πόλεσι, κατασκευαζέτω ὅτι συνᾴδουσι τοῖς θείοις νόμοις· εἰ δὲ τοῦτο μὴ δύναται (οὐ γὰρ κἂν ἀλλήλοις ταὐτὰ λέγουσιν οἱ τῶν πολλῶν πόλεων νόμοι), δηλονότι οὐδὲ κυρίως νόμους ἢ φαύλων νόμους, οἷς οὐ πιστευτέον· „πειθαρχεῖν“ γὰρ „δεῖ μᾶλλον θεῷ ἢ ἀνθρώποις.“ ἄπαγε δὴ τὴν τοῦ Κέλσου συμβουλὴν, λέγοντος προσευκτέον εἶναι δαίμοσι, καὶ οὐδὲ κατὰ τὸ ποσὸν ἀκουστέον αὐτῆς· μόνῳ γὰρ προσευκτέον τῷ ἐπὶ πᾶσι θεῷ, καὶ προσευκτέον γε τῷ μονογενεῖ καὶ πρωτοτόκῳ „πάσης κτίσεως“ λόγῳ θεοῦ. καὶ ἀξιωτέον αὐτὸν ὡς ἀρχιερέα τὴν ἐπ᾿ αὐτὸν φθάσασαν ἡμῶν εὐχὴν ἀναφέρειν ἐπὶ τὸν θεὸν αὐτοῦ καὶ θεὸν ἡμῶν καὶ πατέρα αὐτοῦ καὶ πατέρα τῶν βιούντων κατὰ τὸν λόγον τοῦ θεοῦ. ὥσπερ δὲ οὐκ ἂν βουλοίμεθα εὐμενεῖς ἔχειν ἀνθρώπους τοὺς βουλομένους ἡμᾶς βιοῦν κατὰ τὴν αὐτῶν κακίαν. ἐὰν μηδενὶ τυγχάνωσιν ὄντες εὐμενεῖς τῶν τὰ ἐναντία αὐτοῖς αἱρουμένων. ἐπεὶ ἡ εὐμένεια αὐτῶν ἐχθροὺς ἡμᾶς ποιεῖ θεῷ. τάχα μὴ γινομένῳ εὐμενεῖ τοῖς θέλουσι τοὺς τοιούτους ἔχειν εὐμενεῖς· τὸν αὐτὸν τρόπον οἱ νοήσαντες δαιμόνων φύσιν καὶ προαίρεσιν καὶ κακίαν οὐκ ἄν ποτε βούλοιντο εὐμενεῖς ἔχειν τοὺς δαίμονας. [8.27] Οὐδὲ γὰρ. κἂν μὴ ὦσιν αὐτοῖς εὐμενεῖς οἱ δαίμονες, πάσχειν ἄν τι ὑπ᾿ αὐτῶν δύναιντο. φρουρούμενοι ὑπὸ τοῦ εὐμενοῦς αὐτοῖς διὰ τὴν εὐσέβειαν ἐπὶ πᾶσι θεοῦ καὶ τοὺς θείους αὐτοῦ ἀγγέλους ἐφιστάντος τοῖς ἀξίοις τοῦ φρουρεῖσθαι. ἵνα μηδὲν πάσχωσιν ἀπὸ τῶν δαιμόνων. ὁ δ᾿ ἔχων τὸν ἐπὶ πᾶσι θεὸν διὰ τὴν εἰς αὐτὸν εὐσέβειαν εὐμενῆ καὶ διὰ τὸ τὸν τῆς „μεγάλης βουλῆς“ ἄγγελον τοῦ θεοῦ παραδεδέχθαι κύριον Ἰησοῦν, ἀρκούμενος τῇ τοῦ θεοῦ διὰ Χριστοῦ Ἰησοῦ εὐμενείᾳ λέγοι ἂν θαῤῥῶν ὡς οὐδὲν πεισόμενος ἀπὸ παντὸς τοῦ τῶν δαιμόνων στρατοπέδου· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου. ἀπὸ τίνος δειλιάσω;“ ἐρεῖ δὲ καὶ τό· „ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.“ τοσαῦτα καὶ εἰς τὸ εἰ δ᾿ εἰσί τινες δαίμονες. δηλονότι καὶ οὗτοι τοῦ θεοῦ εἰσι (ν. οἷς) καὶ πιστευτέον καὶ καλλιερητέον κατὰ νόμους καὶ προσευκτέον. ἵν᾿ εὐμενεῖς ὦσιν. [8.28] Ἐκθέμενοι δὲ καὶ τὴν ἑξῆς λέξιν φέρε πάλιν κατὰ δύναμιν αὐτὴν ἐξετάσωμεν οὕτως ἔχουσαν· εἰ μὲν δὴ κατά τι πάτριον ἱερείων τινῶν ἀπέχονται τῶν τοιῶνδε, πάντως ἀφεκτέον καὶ ζῴων ἁπάντων βρώσεως· ᾗ περ καὶ Πυθαγόρᾳ δοκεῖ, ψυχὴν τιμῶντι καὶ τὰ ταύτης ὄργανα. εἰ δ᾿. ὅπερ φασὶν, ὅπως μὴ συνεστιῶνται δαίμοσι. μακαρίζω τῆς σοφίας αὐτοὺς. ὅτι βραδέως συνιᾶσιν ὄντες ἀεὶ συνέστιοι δαιμόνων· καὶ τότε δὴ μόνον φυλάσσονται τοῦτο, ὁπόταν ἱερεῖον θυόμενον βλέπωσιν· ὅταν δὲ σῖτον ἐσθίωσι καὶ οἶνον πίνωσι καὶ ἀκροδρύων γεύωνται καὶ αὐτὸ ὕδωρ καὶ αὐτὸν ἀέρα ἀναπνέωσιν, οὐκ ἄρα παρά τινων δαιμόνων ἕκαστα τούτων λαμβάνουσιν, οἷς κατὰ μέρη τὸ ἐπιμελὲς ἑκάστῳ προστέτακται; οὐκ οἶδ᾿ ὅπως ἐν τούτοις ἔδοξεν αὐτῷ ἀκολουθεῖν δεῖν ἀπέχεσθαι πάντων ζῴων βρώσεως τοὺς, οὓς ὠνόμασε κατά τι πάτριον ἔθος ἱερείων τινῶν ἀπεχομένους. καὶ οὐ τοῦτό φαμεν, ὡς καὶ μὴ τοιαῦτα ὑποβάλλοντος τοῦ θείου λόγου, καὶ τοῦ ἀσφαλεστέρου βίου καὶ καθαρωτέρου ἕνεκεν εἰπόντος· „καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει“ καὶ πάλιν· „μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε,“ καὶ πάλιν· „εἰ σκανδαλίζει τὸν ἀδελφόν μου κρέα, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.“ [8.29] Ἰστέον μέντοι γε ὅτι, Ἰουδαίων οἰομένων νοεῖν τὸν Μωϋσέως νόμον καὶ τηρούντων ἐπὶ τῶν βρωμάτων τὸ μεταλαμβάνειν μὲν τῶν νενομισμένων αὐτοῖς καθαρῶν ἀπέχεσθαι δὲ τῶν ἀκαθάρτων ἀλλὰ καὶ μὴ χρῆσθαι αἵματι ζῴου εἰς τροφὴν μηδὲ τοῖς θηριαλώτοις καὶ ἄλλοις, περὶ ὧν πολὺς λόγος καὶ διὰ τοῦτο νῦν οὐκ εὔκαιρος ἐξετασθῆναι, ἡ τοῦ Ἰησοῦ διδασκαλία, βουλομένη πάντας ἀνθρώπους προσκαλέσασθαι εἰς τὴν καθαρὰν θεοσέβειαν καὶ μὴ προφάσει τῆς περὶ βρωμάτων βαρυτέρας νομοθεσίας κωλύειν πολλοὺς τῶν δυναμένων ὠφεληθῆναι εἰς ἤθη ἀπὸ χριστιανισμοῦ, ἀπεφήνατο ὅτι „οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοὶ τὸν ἄνθρωπον, ἀλλὰ τὰ ἐξερχόμενα ἐκ τοῦ στόματος“· τὰ μὲν γὰρ „εἰσερχόμενα εἰς τὸ στόμα εἰς τὴν κοιλίαν,“ φησὶ, „χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται,“ τὰ δ᾿ ἐξιόντα ἐκ τοῦ στόματος „διαλογισμοί“ εἰσι „πονηροὶ“ λαλούμενοι καὶ „φόνοι“ καὶ „μοιχεῖαι“ καὶ „πορνεῖαι κλοπαί“ τε καὶ „ψευδομαρτυρίαι“ καὶ „βλασφημίαι.“ φησὶ δὲ καὶ ὁ Παῦλος ὅτι „βρῶμα ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν, οὔτ᾿ ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα.“ εἶτ᾿ ἐπεὶ ἔχει τινὰ ἀσάφειαν ταῦτα, εἰ μὴ τύχῃ διαρθρώσεως, „ἔδοξε τοῖς τοῦ Ἰησοῦ ἀποστόλοις καὶ τοῖς“ ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἐπὶ τὸ αὐτὸ „πρεσβυτέροις“ καὶ, ὡς αὐτοὶ οὗτοι ὠνόμασαν, καὶ „τῷ ἁγίῳ πνεύματι“ γράψαι τοῖς ἀπὸ τῶν ἐθνῶν πιστεύουσιν ἐπιστολὴν, μόνα, ὡς ὠνόμασαν, „ἐπάναγκες“ ἀπαγορεύουσαν ἐσθίειν· ταῦτα δ᾿ ἐστὶ τὰ ητοι εἰδωλόθυτα ἢ τὰ πνικτὰ ἢ τὸ αἷμα. [8.30] Τὸ μὲν γὰρ εἰδωλόθυτον θύεται δαιμονίοις, καὶ οὐ χρὴ τὸν τοῦ θεοῦ ἄνθρωπον κοινωνὸν „τραπέζης δαιμονίων“ γίνεσθαι· τὰ δὲ πνικτὰ τοῦ αἵματος μὴ ἐκκριθέντος, ὅπερ φασὶν εἶναι τροφὴν δαιμόνων. τρεφομένων ταῖς ἀπ᾿ αὐτοῦ ἀναθυμιάσεσιν. ἀπαγορεύει ὁ λόγος, ἵνα μὴ τραφῶμεν τροφῇ δαιμόνων. τάχα τινῶν τοιούτων πνευμάτων συντραφησομένων ἡμῖν, ἐὰν μεταλαμβάνωμεν τῶν πνικτῶν. ἐκ δὲ τῶν εἰρημένων περὶ τῶν „πνικτῶν“ σαφὲς εἶναι δύναται τὸ περὶ τῆς ἀποχῆς τοῦ „αἵματος.“ καὶ οὐκ ἀπίθανόν γε γενόμενόν με κατὰ τοὺς τόπους ὑπομνησθῆναι χαριεστάτης γνώμης, ᾗ καὶ οἱ πολλοὶ τῶν Χριστιανῶν ἀναγεγραμμένῃ ἐν ταῖς Σέξτου γνώμαις ἐντυγχάνουσιν, οὕτως ἐχούσῃ· „ἐμψύχων χρῆσις μὲν ἀδιάφορον, ἀποχὴ δὲ λογικώτερον.“ οὐχ ἁπλῶς οὖν κατά τι πάτριον τῶν νομιζομένων ἱερείων εἶναι καὶ θυομένων παρὰ τοῖς λεγομένοις θεοῖς ἢ ἥρωσιν ἢ δαίμοσιν ἀπεχόμεθα ἀλλὰ διὰ λόγους πλείονας, ὧν ἀπὸ μέρους ἐξεθέμην τινάς. ἀλλὰ καὶ οὐχ, ὥσπερ ἀφεκτέον πάσης κακίας καὶ τῶν ἀπὸ κακίας, καὶ ζῴων ἁπάντων βρώσεως. ἀφεκτέον δὲ οὐ μόνον ζῴων βρώσεως ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν, εἰ ἀπὸ κακίας καὶ τῶν ἀπὸ κακίας χρησαίμεθα τοῖς βρώμασιν· ἀφεκτέον γὰρ τοῦ ἐσθίειν κατὰ γαστριμαργίαν ἢ καθὸ ἄγεσθαι ὑφ᾿ ἡδονῆς χωρὶς τῆς εἰς ὑγείαν τοῦ σώματος καὶ θεραπείαν αὐτοῦ προθέσεως. οὐδαμῶς μέντοι γε λέγοντες μετενσωμάτωσιν εἶναι ψυχῆς καὶ κατάπτωσιν αὐτῆς μέχρι τῶν ἀλόγων ζῴων δηλονότι οὐδ᾿ ὁμοίως Πυθαγόρᾳ. κἂν ἀπεχώμεθά ποτε ζῴων, οὐ χρησόμεθα αὐτῶν ταῖς σαρξί. ψυχὴν γὰρ λογικὴν τιμᾶν μόνην ἡμεῖς ἴσμεν καὶ τὰ ταύτης ὄργανα μετὰ τιμῆς παραδιδόναι κατὰ τὰ νενομισμένα ταφῇ· ἄξιον γὰρ τὸ τῆς λογικῆς ψυχῆς οἰκητήριον μὴ παραῤῥιπτεῖν ἀτίμως καὶ ὡς ἔτυχεν ὁμοίως τῷ τῶν ἀλόγων, καὶ μάλιστα ὅτε οἱ (Χριστιανοὶ) τὴν τιμὴν τοῦ σώματος, ἔνθα λογικὴ ψυχὴ ᾤκησε, πεπιστεύκασι καὶ ἐπ᾿ αὐτὸν φθάσαι δεξάμενον καλῶς ἀγωνισαμένην διὰ τοιούτου ὀργάνου ψυχήν. περὶ δὲ τοῦ „πῶς οἱ νεκροὶ ἐγείρονται, καὶ ποίῳ σώματι ἔρχονται;“ ἐν τοῖς ἀνωτέρω δι᾿ ὀλίγων. ὡς ἀπῄτει ἡ γραφὴ, παρεστήσαμεν. [8.31] Μετὰ ταῦτα ὁ Κέλσος τὸ ὁμολογουμένως ὑπὸ Χριστιανῶν καὶ Ἰουδαίων λεγόμενον τίθησιν, ἀπολογουμένων περὶ τῆς τῶν εἰδωλοθύτων ἀποχῆς καὶ φασκόντων μὴ δεῖν συνεστιᾶσθαι δαίμοσι τοὺς ἀνακειμένους τῷ ἐπὶ πᾶσι θεῷ· πρὸς ὃ εἶπε τὰ ἐκκείμενα. ἡμεῖς μὲν οὖν, ὅσον ἐπὶ βρώμασι καὶ πόμασι, τοῦ συνεστιᾶσθαι δαίμοσι τρόπους ἄλλους οὐκ ἴσμεν ἢ καθ᾿ οὓς τὰ καλούμενα παρὰ τοῖς πολλοῖς ἱερόθυτα ἐσθίει τις καὶ πίνει τὸν τῶν παρὰ τοῖς δαιμονίοις γινομένων σπονδῶν οἶνον· ὁ δὲ Κέλσος οἴεται συνεστιᾶσθαι δαίμοσι καὶ τὸν σίτου μεταλαμβάνοντα καὶ ὅπως ποτ᾿ οὖν οἴνου πίνοντα καὶ ἀκροδρύων γευόμενον, ἀλλὰ καὶ εἰ μόνου ὕδατός τις μεταλαμβάνει, καὶ ἐν τούτῳ φησὶ συνεστιᾶσθαι δαίμοσι τὸν πίνοντα. προστίθησι δὲ τούτοις ὅτι καὶ ὁ τὸν ἀέρα τοῦτον ἀναπνέων παρὰ δαιμόνων τινῶν καὶ τοῦτον λαμβάνει, χαριζομένων δαιμόνων τῶν ἐπὶ τοῦ ἀέρος προστεταγμένων τὸν τῆς ἀναπνοῆς τοῖς ζῴοις ἀέρα. ὁ βουλόμενος τοίνυν παραστησάτω τῷ Κέλσου λόγῳ καὶ δεικνύτω, πῶς οὐ θεῖοί τινες ἄγγελοι θεοῦ ἀλλὰ δαίμονες, ὧν ὅλον τὸ γένος ἐστὶ φαῦλον, προστεταγμένοι εἰσὶ πάντα τὰ προειρημένα οἰκονομεῖν. καὶ ἡμεῖς μὲν γάρ φαμεν οὐ χωρὶς προστασίας ἀοράτων, ἵν᾿ οὕτως ὀνομάσω, γεωργῶν καὶ ἄλλων οἰκονόμων οὐ μόνον τῶν ἀπὸ γῆς φυομένων ἀλλὰ καὶ παντὸς ναματιαίου ὕδατος καὶ ἀέρος τὴν γῆν φέρειν τὰ ὑπὸ φύσεως λεγόμενα διοικεῖσθαι, καὶ τὸ ὕδωρ ἐν ταῖς πηγαῖς καὶ τοῖς αὐθιγενέσι ποταμοῖς ὀμβρεῖν καὶ φέρεσθαι, καὶ τὸν ἀέρα ἀδιάφθορον τηρεῖσθαι καὶ ζωτικὸν τοῖς ἀναπνέουσιν αὐτὸν γίνεσθαι. οὐ μὴν τοὺς ἀοράτους φαμὲν εἶναι δαίμονας· ἀλλ᾿. εἰ χρὴ ἀποτολμήσαντα λέγειν τινὰ. εἴπερ ταῦτα δαιμόνων ἐστὶν ἔργα. φήσομεν ὅτι λιμοὶ καὶ ἀφορίαι σταφυλῆς καὶ ἀκροδρύων καὶ αὐχμοὶ ἀλλὰ καὶ ἡ τοῦ ἀέρος διαφθορὰ ἐπὶ λύμῃ τῶν καρπῶν ἔσθ᾿ ὅτε δὲ καὶ τῷ τῶν ζῴων θανάτῳ καὶ τῷ κατὰ τῶν ἀνθρώπων λοιμῷ. πάντα ταῦτα δαίμονες αὐτουργοῦσι δήμιοι, κρίσει τινὶ θείᾳ λαβόντες ἐξουσίαν ἐν καιροῖς τισι ταῦτ᾿ ἐνεργεῖν εἴτε εἰς ἐπιστροφὴν ἀνθρώπων, ἐπὶ τὴν χύσιν τῆς κακίας ἐξοκειλάντων, εἴτε καὶ εἰς γυμνάσιον τοῦ λογικοῦ γένους· ἵν᾿ οἱ μὲν καὶ ἐν τοῖς τοσούτοις εὐσεβεῖς μένοντες καὶ μηδαμῶς χείρους γινόμενοι φανεροὶ τέως τοῖς μὴ βλέπουσιν αὐτῶν τὴν ἕξιν ἀοράτοις καὶ ὁρατοῖς θεαταῖς γένωνται, οἱ δ᾿ ἐναντίως μὲν διακείμενοι κλέπτοντες δὲ τὴν τῆς κακίας ἐπίδειξιν ἐλεγχθέντες ὑπὸ τῶν συμβαινόντων ὁποῖοί εἰσιν αὐτοί τε ἑαυτῶν συναισθηθῶσι καὶ δῆλοι τοῖς. ἵν᾿ οὕτως ὀνομάσω. θεαταῖς γένωνται. [8.32] Μαρτυρεῖ δὲ ὁ ὑμνῳδὸς τῷ, ὅτι θείᾳ κρίσει αὐτουργεῖται τὰ σκυθρωπότερα ὑπό τινων πονηρῶν ἀγγέλων. ἐν τῷ „ἀπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν.” εἰ δὲ καὶ ἄλλο τι παρὰ ταῦτα γίνεται, ὅθ᾿ οἱ δαίμονες ἐπιτρέπονται, ἀεὶ μὲν βουλόμενοι ταῦτα ποιεῖν οὐκ ἀεὶ δὲ δυνάμενοι διὰ τὸ κωλύεσθαι. ὁ δυνάμενος ἐξεταζέτω, τὴν θείαν κρίσιν κατὰ τὸ δυνατὸν ἀνθρωπίνῃ φύσει φανταζόμενος περὶ ἀθρόας πολλῶν ψυχῶν ἀπαλλαγῆς ἀπὸ σώματος, τοιαῖσδε ταῖς ἐπὶ τὸν μέσον θάνατον φερούσαις ὁδοῖς χρωμένων. καὶ γὰρ „μεγάλαι μὲν αἱ κρίσεις τοῦ θεοῦ“ εἰσι καὶ διὰ τὸ μέγεθος οὐ χωρηταὶ νῷ, τῷ ἔτι ἐνδεδεμένῳ θνητῷ σώματι, διὸ καὶ „δυσδίηγητοι“ τυγχάνουσιν, ἀπαιδεύτοις δὲ ψυχαῖς οὐδ᾿ ἐπὶ ποσὸν θεωρηταί· διὸ καὶ οἱ προπετέστεροι τῇ περὶ ταῦτα ἀγνοίᾳ καὶ τῇ διὰ τὴν προπέτειαν εἰς τὸ θεῖον ἐπιστασίᾳ αὔξουσι τὰ ἀσεβῆ κατὰ τῆς προνοίας δόγματα. οὐ παρὰ δαιμόνων οὖν ἕκαστα τῶν εἰς τὰς βιωτικὰς χρείας λαμβάνομεν, μάλιστα οἱ δεόντως αὐτοῖς χρῆσθαι μεμαθηκότες, οὐδὲ συνεστιῶνται δαίμοσιν οἱ σίτου καὶ οἴνου καὶ ἀκροδρύων καὶ ὕδατος καὶ ἀέρος μεταλαμβάνοντες· ἀλλὰ μᾶλλον θείοις ἀγγέλοις τοῖς ἐπὶ τῶν τοιούτων τεταγμένοις. οἵτινες ὡσπερεὶ καλοῦνται ἐπὶ τὴν ἑστίαν τοῦ εὐσεβοῦς καὶ ἀκούσαντος τοῦ διδάσκοντος λόγου τὰ τοιάδε· „εἴτε ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.“ καὶ πάλιν ἐν ἄλλῳ τόπῳ κεῖται· „εἴτε ἐσθίετε εἴτε πίνετε.“ πάντα „ἐν ὀνόματι“ θεοῦ ποιεῖτε. ὅτε οὖν „εἰς δόξαν θεοῦ“ ἐσθίομεν καὶ πίνομεν καὶ ἀναπνέομεν καὶ κατὰ τὸν λόγον πάντα πράττομεν, οὐδενὶ τῶν δαιμόνων συνεστιώμεθα ἀλλὰ τοῖς θείοις ἀγγέλοις. καὶ γὰρ „πᾶν κτίσμα θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ᾿ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως.“ οὐκ ἂν δὲ ἦν „καλὸν“ οὐδὲ δυνατὸν ἁγιάζεσθαι, εἰ. ὡς Κέλσος οἴεται, δαίμοσι ταῦτα ἦν προστεταγμένα. [8.33] Ἐκ τούτων δὲ δῆλον ὅτι καὶ πρὸς τὰ ἑξῆς αὐτῷ λελεγμένα ἀπηντήσαμεν. οὕτως ἔχοντα· ἢ τοίνυν οὐδαμῇ οὐδαμῶς βιωτέον οὐδὲ τῇδε παριτητέον, ἢ τὸν ἐπὶ τοῖσδε παρελθόντα εἰς τὸν βίον δαίμοσι τοῖς τὰ ἐπὶ γῆς εἰληχόσιν εὐχαριστητέον καὶ ἀπαρχὰς καὶ εὐχὰς ἀποδοτέον, ἕως ἂν ζῶμεν, ὡς ἂν φιλανθρώπων αὐτῶν τυγχάνοιμεν. καὶ βιωτέον οὖν ἡμῖν, καὶ κατὰ τὸν λόγον τοῦ θεοῦ βιωτέον. ὅσον οἷόν τε καὶ δίδοται κατ᾿ αὐτὸν βιοῦν· δίδοται δὲ καὶ ὅτε, εἴτ᾿ ἐσθίομεν εἴτε πίνομεν. „πάντα εἰς δόξαν θεοῦ“ ποιοῦμεν. καὶ οὐ παραιτητέον ἡμῖν τὸ χρῆσθαι μετ᾿ εὐχαριστίας τῆς πρὸς τὸν κτίσαντα τοῖς δι᾿ ἡμᾶς αὐτοῦ δημιουργήμασι. καὶ ἐπὶ τοῖσδε μᾶλλον παρήχθημεν ὑπὸ τοῦ θεοῦ εἰς τὸν βίον, η ἐφ᾿ οἷς Κέλσος οἴεται, καὶ οὐχ ὑποκείμεθά γε δαίμοσιν ἀλλὰ τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἡμᾶς προσαγαγόντος Ἰησοῦ τοῦ Χριστοῦ. καὶ κατὰ νόμους μὲν θεοῦ οὐδεὶς εἴληχε δαίμων τὰ ἐπὶ γῆς· διὰ (δὲ) τὴν σφῶν παρανομίαν τάχα μὲν αὑτοῖς διελόντες τοὺς τόπους. ἔνθα ἐρημία ἐστὶ γνώσεως θεοῦ καὶ τοῦ κατ᾿ αὐτὸν βίου ἢ ἔνθα πολύς ἐστιν ὁ τῆς θειότητος ἀλλότριος. τάχα δὲ ὡς ἄξιοι τῶν πονηρῶν ἐπιστάται καὶ κολασταὶ αὐτῶν ὑπὸ τοῦ διοικοῦντος τὰ ὅλα λόγου ἐτάχθησαν ἄρχειν τῶν ἑαυτοὺς ὑποταξάντων τῇ κακίᾳ καὶ οὐ τῷ θεῷ. καὶ διὰ τοιαῦτα δὲ Κέλσος μὲν ὡς ἀγνοῶν θεὸν τὰ χαριστήρια δαίμοσιν ἀποδιδότω. ἡμεῖς δὲ τῷ τοῦ παντὸς δημιουργῷ εὐχαριστοῦντες καὶ τοὺς μετ᾿ εὐχαριστίας καὶ εὐχῆς τῆς ἐπὶ τοῖς δοθεῖσι προσαγομένους ἄρτους ἐσθίομεν, σῶμα γενομένους διὰ τὴν εὐχὴν ἅγιόν τι καὶ ἁγιάζον τοὺς μετὰ ὑγιοῦς προθέσεως αὐτῷ χρωμένους. [8.34] Ἀλλὰ καὶ ἀπαρχὰς Κέλσος μὲν δαιμονίοις ἀνατιθέναι βούλεται. ἡμεῖς δὲ τῷ εἰπόντι· „βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.“ ᾧ δὲ τὰς ἀπαρχὰς ἀποδίδομεν. τούτῳ καὶ τὰς εὐχὰς ἀναπέμπομεν, „ἔχοντες ἀρχιερέα μέγαν, διεληλυθότα τοὺς οὐρανοὺς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ,“ καὶ κρατοῦμεν „τῆς ὁμολογίας,“ ἕως ἂν ζῶμεν. φιλανθρώπου τυγχάνοντες τοῦ θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ, ἐν Ἰησοῦ ἡμῖν φανερουμένου. εἰ δὲ καὶ πλῆθος ποθοῦμεν ὧν φιλανθρώπων τυγχάνειν θέλομεν, μανθάνομεν „ὅτι χίλιαι χιλιάδες παρειστήκεισαν αὐτῷ. καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ,“ αἵτινες ὡς συγγενεῖς καὶ φίλους τοὺς μιμουμένους τὴν εἰς θεὸν αὐτῶν εὐσέβειαν ὁρῶντες συμπράττουσιν αὐτῶν τῇ σωτηρίᾳ τῶν ἐπικαλουμένων τὸν θεὸν καὶ γνησίως εὐχομένων, ἐπιφαινόμενοι καὶ οἰόμενοι αὐτοῖς δεῖν ἐπακούειν καὶ ὥσπερ ἐξ ἑνὸς συνθήματος ἐπιδημεῖν ἐπ᾿ εὐεργεσίᾳ καὶ σωτηρίᾳ τῶν εὐχομένων θεῷ, ᾧ καὶ αὐτοὶ εὔχονται. καὶ γὰρ „πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν.“ Ἑλλήνων μὲν οὖν οἱ σοφοὶ λεγέτωσαν δαίμονας εἰληχέναι τὴν ἀνθρωπίνην ψυχὴν ἀπὸ γενέσεως· ὁ δὲ Ἰησοῦς ἡμᾶς ἐδίδαξε μηδὲ „τῶν“ ἐν τῇ ἐκκλησίᾳ „μικρῶν“ καταφρονεῖν, λέγων ὅτι „οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς,“ καὶ ὁ προφήτης δέ φησιν ὅτι „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.“ οὐκ ἀναιροῦμεν οὖν καὶ ἡμεῖς τὸ πολλοὺς εἶναι δαίμονας ἐπὶ γῆς ἀλλά φαμεν εἶναι μὲν αὐτοὺς καὶ δύνασθαι ἐν τοῖς φαύλοις διὰ τὴν ἐκείνων κακίαν, μηδὲν δὲ δύνασθαι πρὸς τοὺς ἐνδυσαμένους „τὴν πανοπλίαν τοῦ θεοῦ“ καὶ ἀναλαβόντας ἰσχὺν „πρὸς τὸ“ ἀντιστῆναι „πρὸς τὰς μεθοδείας τοῦ διαβόλου“ καὶ μελετῶντας ἀεὶ τὰ ἐκείνων παλαίσματα τῷ ἐγνωκέναι „ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.“ [8.35] Κατανοήσωμεν δὲ καὶ ἄλλην λέξιν τοῦ Κέλσου, οὕτως ἔχουσαν· ἢ ὁ μὲν τοῦ Περσῶν ἢ Ῥωμαίων βασιλέως σατράπης καὶ ὕπαρχος ἢ στρατηγὸς ἢ ἐπίτροπος, ἔτι μὴν καὶ οἱ τὰς μικροτέρας ἀρχὰς ἢ ἐπιμελείας ἢ ὑπηρεσίας ἔχοντες μέγα δύναιντ᾿ ἂν βλάπτειν ἀμελούμενοι, οἱ δ᾿ ἐναέριοί τε καὶ ἐπίγειοι σατράπαι καὶ διάκονοι μικρὰ βλάπτοιεν ἂν ὑβριζόμενοι; ὅρα δὴ πῶς ἀνθρωπικοὺς σατράπας τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ ὑπάρχους καὶ στρατηγοὺς καὶ ἐπιτρόπους καὶ τοὺς μικροτέρας ἀρχὰς καὶ ἐπιμελείας καὶ ὑπηρεσίας ἔχοντας εἰσάγει μεγάλα βλάπτοντας τοὺς ὑβρίζοντας, οὐχ ὁρῶν ὅτι οὐδὲ σοφὸς ἄνθρωπος βλάψαι ἂν βούλοιτό τινα ἀλλ᾿ ὅση δύναμις καὶ τοὺς ὑβρίζοντας ἐπιστρέφειν καὶ βελτιοῦν· εἰ μὴ ἄρα Λυκούργου τοῦ Λακεδαιμονίων νομοθέτου καὶ τοῦ Κιτιέως Ζήνωνος χείρους εἰσὶν οἱ κατὰ τὸν Κέλσον σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ τοῦ ἐπὶ πᾶσι θεοῦ· ὅτι Λυκοῦργος μὲν, λαβὼν ἐξουσίαν τοῦ ἐκκόψαντος αὐτοῦ τὸν ὀφθαλμὸν, οὐ μόνον οὐκ ἠμύνατο ἀλλὰ καὶ οὐκ ἐπαύσατο κατεπᾴδων αὐτῷ, ἕως αὐτὸν πείσειε φιλοσοφεῖν, Ζήνων δὲ πρὸς τὸν εἰπόντα· „ἀπολοίμην, ἐὰν μή σε τιμωρήσωμαι,“ „ἐγὼ δὲ,“ ἔφη, „ἐὰν μή σε> φίλον κτήσωμαι.“ καὶ οὐδέπω λέγω τοὺς κατὰ τὴν διδασκαλίαν Ἰησοῦ πεποιωμένους καὶ ἀκούσαντας τοῦ „ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὃς τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.“ καὶ ἐν τοῖς προφητικοῖς δὲ λόγοις ὁ δίκαιος τοιαῦτά φησι· „κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο. εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός· καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου,“ [8.36] Ἀλλ᾿ οὐχ, ὡς οἴεται Κέλσος, βλάπτουσιν οἱ ἀληθῶς σατράπαι καὶ ὕπαρχοι καὶ στρατηγοὶ καὶ ἐπίτροποι τοῦ θεοῦ ἄγγελοι τοὺς ὑβρίζοντας· εἰ δέ τινες βλάπτουσι δαίμονες, οὓς ἐφαντάσθη καὶ ὁ Κέλσος. βλάπτουσιν ὡς φαῦλοι καὶ μηδεμίαν σατραπείαν ἢ στρατηγίαν ἢ ἐπιτροπὴν τοῦ θεοῦ ἐγκεχειρισμένοι, καὶ βλάπτουσι τοὺς ὑποκειμένους αὐτοῖς καὶ ὑποτάξαντας ἑαυτοὺς ὡς δεσπόταις ἐκείνοις. τάχα γὰρ καὶ διὰ τοῦτο οἱ καθ᾿ ἕκαστον τόπον εἰς τὰ νενομισμένα βρώματα μὴ δεῖν ἐσθίεσθαι παρανομοῦντες, εἰ μὲν τῶν ὑπὸ τοὺς δαίμονας εἶεν ἐκείνους, βλάπτονται· εἰ δέ τινες τῶν οὐχ ὑπ᾿ ἐκείνους οὐδὲ αὑτοὺς ὑποτάξαντες τῷ τοῦ τόπου δαιμονίῳ, ἐλεύθεροι ἀπὸ τοῦ ὑπ᾿ ἐκείνων παθεῖν, μακρὰν χαίρειν εἰπόντες τοῖς τοιοισδὶ δαιμονίοις, ἄλλοις διὰ τὴν περὶ ἄλλα ἄγνοιαν ἑαυτοὺς ὑποτάξαντες, ὑπ᾿ ἐκείνων πάσχειν δύνανται, ἀλλ᾿ οὐ Χριστιανὸς, ὁ ἀληθῶς Χριστιανὸς καὶ ὑποτάξας ἑαυτὸν μόνῳ τῷ θεῷ καὶ τῷ λόγῳ αὐτοῦ, πάθοι τι ἂν ὑπὸ τῶν δαιμονίων, ἅτε κρείττων δαιμόνων τυγχάνων· καὶ οὐ πάθοι γ᾿ ἂν, ἐπεὶ „παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτοὺς,“ καὶ ὁ ἄγγελος αὐτοῦ „διὰ παντὸς“ βλέπων „τὸ πρόσωπον τοῦ“ „ἐν οὐρανοῖς“ „πατρὸς“ ἀεὶ τὰς εὐχὰς αὐτοῦ ἀναφέρει διὰ τοῦ μόνου ἀρχιερέως τῷ θεῷ τῶν ὅλων, καὶ αὐτὸς συνευχόμενος τῷ ὑπ᾿ αὐτοῦ ἐπιτροπευομένῳ. μὴ μορμολυττέσθω τοίνυν ἡμᾶς ὁ Κέλσος, ἀπειλῶν τὴν ἀπὸ τῶν δαιμόνων βλάβην ὑφ᾿ ἡμῶν ἀμελουμένων· οὐδὲν γὰρ ἡμῖν δαίμονες ἀμελούμενοι ποιεῖν ἂν δύναιντο, ἀνακειμένοις τῷ μόνῳ βοηθεῖν πᾶσι τοῖς ἀξίοις δυναμένῳ, ἐφιστάντι δ᾿ οὐδὲν ἧττον καὶ τοὺς ἰδίους ἀγγέλους τοῖς εἰς αὐτὸν εὐσεβοῦσιν, ἵνα μηδὲν οἱ ἐναντίοι ἄγγελοι μηδ᾿ ὁ τούτων „ἄρχων“ λεγόμενος „τοῦ αἰῶνος τούτου“ ἐνεργεῖν κατὰ τῶν ἀνακειμένων τῷ θεῷ δυνηθῇ. [8.37] Εἶτ᾿ ἐπιλαθόμενος ὅτι Χριστιανοῖς λαλεῖ, τοῖς μόνοις τῷ θεῷ διὰ τοῦ Ἰησοῦ εὐχομένοις, καὶ συμφύρων τὰ ἑτέρων καὶ ἀλόγως Χριστιανοῖς συνάπτων αὐτά φησιν· ἐὰν μὲν βαρβάρως αὐτοὺς ὀνομάζῃ τις, δύναμιν ἕξουσιν, ἐὰν δὲ Ἑλληνικῶς ἢ Ῥωμαϊκῶς, οὐκέτι. δεικνύτω γὰρ τίνα ἡμεῖς βαρβάρως ὀνομάζομεν ὡς καλοῦντες αὐτὸν ἐπὶ βοήθειαν, καὶ πειθέσθω μάτην καθ᾿ ἡμῶν ταῦτα εἰρηκέναι τὸν Κέλσον (ὁ) ἐφιστὰς ὅτι οἱ λοιποὶ τῶν Χριστιανῶν οὐδὲ τοῖς ἐν ταῖς θείαις γραφαῖς κειμένοις ὀνόμασι καὶ τεταγμένοις ἐπὶ τοῦ θεοῦ χρῶνται ἐν ταῖς εὐχαῖς· ἀλλ᾿ οἱ μὲν Ἕλληνες Ἑλληνικοῖς οἱ δὲ Ῥωμαῖοι Ῥωμαϊκοῖς, καὶ οὕτως ἕκαστος κατὰ τὴν ἑαυτοῦ διάλεκτον εὔχεται τῷ θεῷ καὶ ὑμνεῖ αὐτὸν ὡς δύναται· καὶ ὁ πάσης διαλέκτου κύριος τῶν ἀπὸ πάσης διαλέκτου εὐχομένων ἀκούει ὡς μιᾶς, ἵν᾿ οὕτως ὀνομάσω, φωνῆς τῆς κατὰ τὰ σημαινόμενα ἀκούων, δηλουμένης ἐκ τῶν ποικίλων διαλέκτων. οὐ γάρ ἐστιν ὁ ἐπὶ πᾶσι θεὸς εἷς τις τῶν κεκληρωμένων διάλεκτόν τινα βάρβαρον ἢ Ἕλληνα καὶ μηκέτι τὰς λοιπὰς ἐπισταμένων ἢ μηκέτι τῶν ἐν ἄλλαις διαλέκτοις λεγόντων φροντίζειν. [8.38] Εἶτα μετὰ ταῦτα ἤτοι μηδενὸς ἀκούσας Χριστιανοῦ ἤ τινος ἀπὸ τῶν πολλῶν παρανόμου καὶ ἀπαιδεύτου φησὶ τοὺς Χριστιανοὺς λέγειν· ἰδοὺ παραστὰς τῷ ἀγάλματι τοῦ Διὸς ἢ Ἀπόλλωνος ἢ ὅτου δὴ θεοῦ βλασφημῶ καὶ ῥαπίζω, καὶ οὐδέν με ἀμύνεται. οὐχ ὁρῶν ὅτι ἐν τῇ θείᾳ νομοθεσίᾳ προστέτακται καὶ τὸ „θεοὺς οὐ κακολογήσεις,“ ἵνα μὴ ἐθίζηται ἡμῶν τὸ στόμα ὁντινοῦν κακολογεῖν, ἀκουόντων· „εὐλογεῖτε καὶ μὴ καταρᾶσθε“ καὶ διδασκομένων ὅτι „οἱ λοίδοροι“ „βασιλείαν θεοῦ“ οὐ „κληρονομήσουσι.“ τίς δ᾿ οὕτως ἐν ἡμῖν ἠλίθιος. ὡς ταῦτα λέγειν καὶ μὴ ὁρᾶν ὅτι οὐδὲν δύναται τὸ τοιοῦτο πρὸς καθαίρεσιν τῆς περὶ τῶν νομιζομένων θεῶν ὑπολήψεως; ὅπου γε καὶ οἱ πάντῃ ἄθεοι καὶ τὴν πρόνοιαν ἀνελόντες καὶ σύστημα νομιζομένων φιλοσόφων διὰ τῶν μοχθηρῶν δογμάτων καὶ ἀσεβῶν γεννήσαντες οὔτ᾿ αὐτοί (τι) πεπόνθασιν ὧν οἱ πολλοὶ νομίζουσι κακῶν οὔθ᾿ οἱ τὰ ἐκείνων ἀσπασάμενοι δόγματα, ἀλλὰ γὰρ καὶ πλουτοῦσι καὶ ὑγιαίνουσι τὰ σώματα. εἰ δὲ βλάβην τις ζητεῖ ἐν ἐκείνοις, ὁράτω ὅτι ἀληθῶς εἰσιν οἱ βεβλαμμένοι. ποία γὰρ μείζων βλάβη τοῦ μὴ νοεῖν ἀπὸ τῆς τάξεως τοῦ κόσμου τὸν πεποιηκότα; ποία δὲ χείρων ταλαιπωρία τοῦ τετυφλῶσθαι τὸν νοῦν καὶ μὴ βλέπειν τὸν παντὸς νοῦ δημιουργὸν καὶ πατέρα; [8.39] Περιθεὶς δ᾿ ἡμῖν τοιούτους λόγους καὶ συκοφαντῶν Χριστιανοὺς, οὐ λέγοντας τὰ τοιαῦτα, ἑαυτῷ ἀπολογίαν πορίζειν νομίζει, παίγνιον μᾶλλον ἢ ἀπολογίαν τυγχάνουσαν, ἐν ᾗ φησιν ὡς πρὸς ἡμᾶς· οὐχ ὁρᾷς οὖν, ὦ βέλτιστε, ὅτι καὶ τὸν σὸν δαίμονα καταστάς τις οὐ βλασφημεῖ μόνον ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάσσης ἐκκηρύττει καὶ σὲ τὸν καθωσιωμένον ὥσπερ ἄγαλμα αὐτῷ δήσας ἀπάγει καὶ ἀνασκολοπίζει· καὶ ὁ δαίμων ἢ, ὡς σὺ φῂς, ὁ τοῦ θεοῦ παῖς οὐδὲν αὐτὸν ἀμύνεται; χώραν δ᾿ εἶχεν ἡ ἀπολογία αὕτη, εἰ τοιούτοις λόγοις, ὁποίους ἡμᾶς ἀνέγραψε λέγοντας, ἐχρώμεθα· καίτοι γε οὐδ᾿ οὕτως ἀληθῆ ἔλεγε, δαίμονα εἰπὼν τὸν υἱὸν τοῦ θεοῦ. κατὰ μὲν οὖν ἡμᾶς, τοὺς λέγοντας πάντας δαίμονας εἶναι φαύλους, οὐ δαίμων ὁ τοὺς τοσούσδε ἐπιστρέψας πρὸς τὸν θεὸν ἀλλὰ θεὸς λόγος καὶ θεοῦ παῖς· κατὰ δὲ Κέλσον, μηδὲν ἐμφήναντα περὶ φαύλων δαιμόνων οὐκ οἶδ᾿ ὅπως ἐπιλαθόμενον ἑαυτοῦ, δαίμων ὁ Ἰησοῦς εἴρηται. ὕστερον μέντοι γε τὰ λεγόμενα περὶ τῶν ἀσεβῶν φθάσει μετὰ πάντα τὰ φάρμακα, ἅπερ οὐ προσήκαντο, ἐπὶ τοὺς καταλαμβανομένους ἐν τῇ, ὡς ἂν εἴποι τις, ἀνιάτῳ κακίᾳ. [8.40] Καὶ ἡμεῖς μὲν ὅ τι ποτὲ περὶ κολάσεως λέγοντες καὶ διὰ τῆς περὶ κολάσεως διδασκαλίας πολλοὺς ἀπὸ τῶν ἁμαρτημάτων ἐπιστρέφομεν· ὁ δὲ κατὰ τὸν Κέλσον ἱερεὺς τοῦ Ἀπόλλωνος ἢ τοῦ Διὸς οἷα ἀποκρίνεται, κατανοήσωμεν· ὀψὲ, φησὶ, θεῶν ἀλέουσι μύλοι, καὶ ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται. ὅρα δὲ ὅσῳ τούτου βέλτιον τὸ „οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὐδὲ υἱοὶ ἀποθανοῦνται ὑπὲρ πατέρων· ἕκαστος τῇ ἁμαρτίᾳ ἑαυτοῦ ἀποθανεῖται“ καὶ τοῦτο „τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ“ καὶ τὸ „υἱὸς οὐ λήψεται ἀδικίαν πατρὸς, καὶ πατὴρ οὐ λήψεται ἀδικίαν υἱοῦ· δικαιοσύνη δικαίου ἐπ᾿ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ᾿ αὐτὸν ἔσται.“ ἐὰν δέ τις ὅμοιον εἶναι λέγῃ τῷ ἐς παίδων παῖδας, τοί κεν μετόπισθε γένωνται τὸ „ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί (με),“ μαθέτω ὅτι ἐν τῷ Ἰεζεκιὴλ „παραβολὴ“ τὸ τοιοῦτον εἶναι λέλεκται, αἰτιωμένῳ τοὺς λέγοντας· „οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν,“ ᾧ ἐπιφέρεται· „ζῶ ἐγὼ, λέγει κύριος,“ „ἀλλ᾿ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.“ οὐ κατὰ τὸν παρόντα δὲ καιρόν ἐστι διηγήσασθαι, τί σημαίνει ἡ περὶ τοῦ „(ἐπὶ) τρίτην καὶ τετάρτην γενεὰν“ ἀποδίδοσθαι τὰς „ἁμαρτίας“ παραβολή. [8.41] Εἶτα ὡς αἱ γρᾶες διαλοιδορούμενος ἡμῖν φησι· σὺ μὲν τὰ ἀγάλματα τούτων λοιδορῶν καταγελᾷς. ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας· τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασιν ἀλλ᾿ οὐδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ. τί καινὸν ἐξ ἐκείνου γέγονε τῷ πιστεύσαντι ἂν ὡς οὐκ ἦν ἐκεῖνος ἄνθρωπος γόης ἀλλὰ θεοῦ παῖς; καὶ ὁ πέμψας ἄρα τὸν υἱὸν ἀγγελμάτων τινῶν εἵνεκα οὕτως ὠμῶς κολασθέντα, ὡς συνδιαφθεῖραι καὶ τὰ ἀγγέλματα, περιεῖδε καὶ τοσούτου χρόνου διελθόντος οὐκ ἐπεστράφη. τίς οὕτως ἀνόσιος πατήρ; ἐκεῖνος μὲν οὖν τυχὸν ἐβούλετο, ὡς φῂς, διὰ τοῦτο περιϋβρίζετο. οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται καὶ διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. καὶ πρὸς ταῦτα δ᾿ εἴποιμ᾿ ἂν ὅτι ἡμεῖς οὐδενὶ λοιδορούμεθα, πειθόμενοι ὅτι „λοίδοροι“ „βασιλείαν θεοῦ“ οὐ „κληρονομήσουσι,“ καὶ ἀναγινώσκοντες τὸ „εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν“ (καὶ) „εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.“ εἰδότες δὲ καὶ τὸ „λοιδορούμενοι εὐλογοῦμεν.“ καὶ εἴπερ τὸ λοιδορεῖν λόγον τινὰ ἔχει ἀμυντικὸν τοῦ δοκοῦντος ἠδικῆσθαι, καὶ οὐδὲ τοῦτον ἐπιτρέπει ἡμῖν ὁ τοῦ θεοῦ λόγος· πόσῳ πλέον, ἔνθα πολλὴν ἠλιθιότητα ἐμφαίνει τὸ λοιδορεῖν, οὐ χρὴ λοιδορεῖν; ἐπ᾿ ἴσης δὲ ἠλίθιον τὸ λοιδορεῖσθαι λίθῳ ἢ χρυσῷ ἢ ἀργύρῳ, τοῖς μεμορφωμένοις εἰς τὴν νενομισμένην τοῖς μακρὰν θειότητος τυγχάνουσι θεῶν μορφήν. οὕτω δὲ οὐδὲ καταγελῶμεν τῶν ἀψύχων ξοάνων ἀλλ᾿ εἰ ἄρα τῶν προσκυνούντων αὐτοῖς. ἀλλ᾿ οὐδ᾿, ἂν ὦσί τινες δαίμονες ἐνιδρυμένοι τισὶν ἀγάλμασι, καὶ νομίζηται ὁ μέν τις αὐτῶν εἶναι Διόνυσος ὁ δ᾿ Ἡρακλῆς, οὐδὲ τούτοις λοιδορούμεθα· μάταιον γὰρ τὸ τοιοῦτον καὶ οὐδαμῶς κατὰ τὸν πρᾷον καὶ εἰρηναῖον καὶ γαληνὸν τὴν ψυχὴν καὶ μαθόντα ὅτι οὐδὲ διὰ τὴν κακίαν δεῖ τινι λοιδορεῖσθαι, εἴτ᾿ ἀνθρώπῳ εἴτε δαίμονι. [8.42] Οὐκ οἶδα δ᾿ ὅπως ὁ Κέλσος ἄκων ἐνέπεσεν εἰς τὸ, οὓς πρὸ βραχέος ὕμνησε δαίμονας ἢ θεοὺς, νῦν τῷ ἔργῳ ἀποδεικνύναι φαυλοτάτους εἶναι καὶ τιμωρουμένους μᾶλλον ἀμυντικῶς ἤπερ κολάζοντας διορθωτικῶς, ἐπὰν αὐτοῖς λοιδορῆταί τις. φησὶ γάρ· ὡς αὐτόν γε τὸν Διόνυσον ἢ τὸν Ἡρακλέα παρόντα εἰ ἐλοιδόρησας, οὐκ ἂν ἴσως χαίρων ἀπήλλαξας. πῶς δὲ καὶ ἀκούει τι οὐ παρὼν, ὁ βουλόμενος παραστησάτω, καὶ διὰ τί ποτὲ μὲν πάρεστι ποτὲ δὲ οὐ πάρεστι, καὶ τίς ἡ πραγματεία τοῖς δαίμοσι τῆς μεταναστάσεως ἀπὸ τόπου εἰς τόπον. ἑξῆς δὲ τούτοις λέγει, οἰόμενος τὸ κατατεινόμενον καὶ κολζόμενον σῶμα τοῦ Ἰησοῦ καὶ οὐ τὴν ἐν αὐτῷ θειότητα θεὸν ἡμᾶς λέγειν καὶ, ὅτε κατετείνετο καὶ ἐκολάζετο, θεὸν νενομίσθαι, ὅτι τὸν δὲ σὸν θεὸν παρόντα κατατείνοντες καὶ κολάζοντες οὐδὲν οἱ ταῦτα δράσαντες πεπόνθασι. πλείονα δὲ περὶ ὧν πέπονθεν ἀνθρωπίνων ἐν τοῖς ἀνωτέρω εἰπόντες νῦν ἑκόντες παραπέμπομεν τὸν λόγον. ἵνα μὴ δοκῶμεν παλιλλογεῖν. ἐπεὶ δέ φησι μηδὲ μετὰ ταῦτα ἐν τοσούτῳ βίῳ πεπονθέναι τι τούτους τὸν Ἰησοῦν κολάσαντας, δείξομεν αὐτῷ καὶ πᾶσι τοῖς βουλομένοις μαθεῖν ὅτι ἡ πόλις. ἐν ᾗ ὁ τῶν Ἰουδαίων λεὼς ἠξίωσε τὸν Ἰησοῦν σταυρωθῆναι λέγων· „σταύρου. σταύρου αὐτὸν“ (προὐτιμήσαντο (γὰρ) τὸν λῃστὴν „διὰ στάσιν καὶ φόνον“ βληθέντα „εἰς φυλακὴν“ ἀπολυθῆναι τοῦτον. „τὸν δὲ Ἰησοῦν“ „διὰ φθόνον“ παραδοθέντα (σταυρωθῆναι)). μετ᾿ οὐ πολὺ ἐξεπολεμήθη καὶ ἐπὶ τοσοῦτον ἐπολιορκήθη χρόνῳ πλείονι, ὥστ᾿ ἐκ βάθρων αὐτὴν ἀνάστατον γενέσθαι καὶ ἐρημωθῆναι. ἀναξίους κρίνοντος τοὺς τὸν τόπον ἐκεῖνον οἰκοῦντας τοῦ θεοῦ τῆς κοινοτέρας ζωῆς. καὶ φειδόμενός γε αὐτῶν, ἵνα παραδόξως εἴπω, καὶ ὁρῶν ἀνιάτως ἔχοντας πρὸς τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ ὁσημέραι αὔξοντας ἐν τῇ τῆς κακίας χύσει παρέδωκεν αὐτοὺς τοῖς πολεμοῦσι. καὶ ταῦτα γέγονε διὰ τὸ ἐκχυθὲν αἷμα τοῦ Ἰησοῦ κατὰ τὴν ἐπιβουλὴν αὐτῶν ἐπὶ τὴν γῆν αὐτῶν, μηκέτι δυναμένην χωρεῖν τοὺς τὸ τηλικοῦτον ἄγος κατὰ τοῦ Ἰησοῦ τολμήσαντας. [8.43] Καινὸν οὖν γέγονεν, ἐξ οὗ πέπονθε χρόνου ὁ Ἰησοῦς, κἀκεῖνο, λέγω δὲ τὸ κατὰ τὴν πόλιν καὶ πᾶν τὸ κατὰ τὸ ἔθνος καὶ τὸ κατὰ τὴν ἀθρόαν γένεσιν ἔθνους Χριστιανῶν ὡσπερεὶ τεχθέντος εἰσάπαξ· καινὸν δὲ καὶ τὸ τοὺς ξένους „τῶν διαθηκῶν“ τοῦ θεοῦ καὶ ἀλλοτρίους τῶν ἐπαγγελιῶν τοὺς μακρὰν τῆς ἀληθείας δυνάμει τινὶ θείᾳ παραδέχεσθαι αὐτήν. ταῦτα δὲ οὐκ ἀνθρώπου γόητος ἦν ἀλλ᾿ ἔργα θεοῦ, πέμψαντος τῶν αὑτοῦ ἀγγελμάτων ἕνεκα τὸν αὑτοῦ ἐν τῷ Ἰησοῦ λόγον, (οὕτως) ὠμῶς κολασθέντι, ὡς τὴν ὠμότητα κατηγορεῖσθαι τῶν ἀδίκως αὐτὸν κολασάντων, καὶ ἀνδρειότατα ὑπομείναντα καὶ μετὰ πάσης. πρᾳότητος· οὐ διέφθειρε δὲ ἡ κόλασις αὐτοῦ τὰ τοῦ θεοῦ ἀγγέλματα ἀλλ᾿, εἰ δεῖ ουτως ὀνομάσαι, εἰς γνῶσιν αὐτὰ ἤγαγεν· ὡς καὶ αὐτὸς ἐδίδαξεν ὁ Ἰησοῦς λέγων· „ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.“ ἀποθανὼν οὖν „ὁ κόκκος τοῦ σίτου“ Ἰησοῦς „πολὺν καρπὸν“ ἤνεγκε, καὶ ἀεὶ ὁ πατὴρ προνοεῖ τῶν ἐκ τοῦ θανάτου τοῦ κόκκου „τοῦ σίτου“ γεγενημένων καὶ γινομένων ἔτι καὶ ἐσομένων καρπῶν. ὅσιος οὖν πατὴρ ὁ τοῦ Ἰησοῦ πατὴρ, „τοῦ ἰδίου“ μὴ φεισάμενος „υἱοῦ“ „ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων“ παραδοὺς „αὐτὸν“ ἀμνὸν ὄντα ἑαυτοῦ. ἵν᾿ ἄρῃ „τὴν ἁμαρτίαν τοῦ κόσμου“ ὁ ὑπὲρ παντὸς αὐτοῦ ἀποθνῄσκων „ἀμνὸς θεοῦ“· δι᾿ ὃν οὐκ ἀναγκαζόμενος ἀλλ᾿ ἑκὼν ὑπέμεινε τὰ ἀπὸ τῶν ὑβριστῶν αὐτῷ προσαγόμενα. εἶτα μετὰ ταῦτα ὁ Κέλσος, ἐπαναλαμβάνων τὸν πρὸς τοὺς βλασφημοῦντας τὰ ἀγάλματα λόγον, φησίν· οἵδε δὲ, οὓς σὺ βλασφημεῖς, ἐνῆν μὲν εἰπεῖν ὅτι καὶ αὐτοὶ βούλονται (καὶ) διὰ τοῦτ᾿ ἀνέχονται βλασφημούμενοι· τὰ γὰρ ἴσα τοῖς ἴσοις παραβαλεῖν κράτιστον· ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι γε φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. οὐ βλασφημοῦντας ουν ἀλλ᾿ ἀπελαύνοντας ἀπὸ τῶν ξοάνων καὶ τῶν ἀνθρωπίνων σωμάτων καὶ ψυχῶν Χριστιανοὺς ἀμύνεσθαι νομίζουσιν οἱ δαίμονες. μὴ νοῶν γὰρ τὸ γινόμενον ἀλη θές τι κατὰ τὸν τόπον ὁ Κέλσος εἴρηκεν· ἀληθὲς γὰρ τὸ φαύλων δαιμόνων πληρουμένας τὰς τῶν καταδικαζόντων Χριστιανοὺς ψυχὰς καὶ τῶν προδιδόντων καὶ τῶν εὐδοκούντων Χριστιανοῖς προσπολεμεῖν. [8.44] Ἀλλ᾿ ἐπεὶ αἱ ψυχαὶ τῶν διὰ χριστιανισμὸν ἀποθνῃσκόντων δι᾿ εὐσέβειαν μετ᾿ εὐκλείας ἀπαλλαττόμεναι τοῦ σώματος καθῄρουν τὴν δύναμιν τῶν δαιμόνων καὶ ἀτονωτέραν αὐτῶν ἐποίουν τὴν κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴν, διὰ τοῦτο οἶμαι τῇ πείρᾳ μαθόντες οἱ δαίμονες ἑαυτοὺς ἡττωμένους καὶ κρατουμένους ὑπὸ τῶν μαρτύρων τῆς ἀληθείας ἐφοβήθησαν πάλιν ἥκειν ἐπὶ τὸ ἀμύνεσθαι· καὶ οὕτως, ἕως ἐπιλάθωνται ὧν πεπόνθασι πόνων, εἰκὸς εἶναι τὴν τοῦ κόσμου πρὸς Χριστιανοὺς εἰρήνην. ἐπὰν δὲ συλλέξωνται τὴν δύναμιν καὶ ὑπὸ τῆς κακίας τυφλούμενοι πάλιν ἀμύνεσθαι θέλωσι καὶ Χριστιανοὺς διώκειν, πάλιν καθαιρεθήσονται· καὶ τότε πάλιν αἱ ψυχαὶ τῶν εὐσεβούντων καὶ δι᾿ εὐσέβειαν ἀποδυομένων τὰ σώματα καθελοῦσι τὸ τοῦ πονηροῦ στρατόπεδον. ἐγὼ δ᾿ οἶμαι ὅτι αἰσθόμενοι οἱ δαίμονες ὅτι οἱ μὲν νικῶντες καὶ δι᾿ εὐσέβειαν ἀποθνῄσκοντες καθαιροῦσιν αὐτῶν τὴν δυναστείαν οἱ δὲ διὰ τοὺς πόνους ἡττώμενοι καὶ τὴν θεοσέβειαν ἀρνούμενοι ὑποχείριοι ἐκείνοις γίνονται, ἔσθ᾿ ὅτε προσφιλονεικοῦσι τοῖς παραδιδομένοις Χριστιανοῖς, ὡς κολαζόμενοι μὲν ὑπὸ τῆς ὁμολογίας αὐτῶν ἀναπαυόμενοι δὲ ἐπὶ τῇ ἀρνήσει αὐτῶν. καὶ ἔστιν γε τούτων ἴχνη θεάσασθαι καὶ ἐν τοῖς δικασταῖς, κολαζομένοις μὲν ὑπὸ τοῖς ὑπομένουσι τὰς αἰκίας καὶ τὰς βασάνους γαυρουμένοις δὲ, ὅταν Χριστιανὸς ἡττηθῇ. καὶ γὰρ οὐδὲ διὰ δοκοῦσαν αὐτοῖς φιλανθρωπίαν ταῦτα ποιοῦσι, σαφῶς ὁρῶντες ὅτι „ἡ“ μὲν „γλῶσσα“ τῶν νικωμένων ὑπὸ πόνου ὀμώμοκεν, „ἡ δὲ φρήν“ ἐστιν „ἀνώμοτος“ καὶ ταῦτα δ᾿ εἰς τὸ ἀλλ᾿ οὗτοί γε καὶ σφόδρα ἀμύνονται τὸν βλασφημοῦντα, ἤτοι φεύγοντα διὰ τοῦτο καὶ κρυπτόμενον ἢ ἁλισκόμενον καὶ ἀπολλύμενον. κἂν φεύγῃ δέ τις Χριστιανὸς, οὐ διὰ δειλίαν φεύγει. ἀλλὰ τηρῶν ἐντολὴν τοῦ διδασκάλου καὶ ἑαυτὸν φυλάττων καθαρὸν ἑτέρων ὠφεληθησομένων σωτηρίᾳ. [8.45] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως ἔχοντα· τί δεῖ καταλέγειν ὅσα ἐκ χρηστηρίων τοῦτο μὲν προφῆται καὶ προφήτιδες τοῦτο δὲ ἄλλοι κάτοχοι καὶ ἄνδρες καὶ γυναῖκες ἐνθέῳ φωνῇ προεῖπον; ὅσα δὲ ἐξ ἀδύτων αὐτῶν ἠκούσθησαν θαυμάσια; ὅσα δὲ ἐξ ἱερείων καὶ θυμάτων τοῖς χρωμένοις ἐδηλώθη, ὅσα δ᾿ ἐξ ἄλλων τεραστίων συμβόλων; τοῖς δ᾿ ἐναργῆ παρέστη φάσματα. μεστὸς τούτων ὁ πᾶς ἐστι βίος. πόσαι μὲν πόλεις ἐκ χρηστηρίων ὠρθώθησαν καὶ νόσους ἀπέθεντο καὶ λιμοὺς, πόσαι δ᾿ ἀμελήσασαι τούτων ἢ ἐκλαθόμεναι κακῶς ἐφθάρησαν; πόσαι δ᾿ εἰς ἀποικίαν ἐστάλησαν καὶ μετελθοῦσαι τὰ προσταχθέντα εὐδαιμόνησαν; πόσοι δυνάσται πόσοι δ᾿ ἰδιῶται παρὰ τοῦτο ἄμεινον ἢ χεῖρον ἀπήλλαξαν; πόσοι μὲν ἀπαιδίας δυσφοροῦντες ὧν ἐδεήθησαν σχόντες [πόσοι] δαιμόνων μῆνιν διέφυγον; πόσοι σωμάτων πηρώσεις ἰάθησαν; πόσοι δ᾿ αὖ πρὸς τοῖς ἱεροῖς ὑβρίσαντες αὐτίκα ἑάλωσαν, οἱ μὲν ἔκφρονες αὐτοῦ ταύτῃ κρατηθέντες οἱ δὲ καὶ ἐξαγγείλαντες (ἃ) ἔδρασαν οἱ δὲ σφᾶς αὐτοὺς διειργασμένοι οἱ δὲ νόσοις ἀνηκέστοις ἐνδεθέντες; ἤδη δὲ καὶ ἐξ αὐτῶν ἀδύτων φωνὴ βαρεῖα καθεῖλέν τινας. καὶ οὐκ οἶδ᾿ ὅπως ταῦτα ὡς ἐναργῆ ὁ Κέλσος προφέρεται καὶ τὰ παρ᾿ ἡμῖν ἀναγεγραμμένα τεράστια. εἴτ᾿ Ἰουδαϊκὰ εἴτε καὶ περὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ, μύθους εἶναι νενόμικε. τί γὰρ οὐχὶ τὰ μὲν ἡμέτερά ἐστιν ἀληθῆ, ἃ (δὲ) λέγει Κέλσος ἀναπλάσματα μυθικά; οἷς οὐδ᾿ Ἑλλήνων φιλόσοφοι αἱρέσεις πεπιστεύκασιν, ὥσπερ ἡ Δημοκρίτου καὶ ἡ Ἐπικούρου καὶ ἡ Ἀριστοτέλους, τάχα ἂν πεπιστευκυῖαι διὰ τὴν ἐνάργειαν τοῖς ἡμετέροις, εἰ παρατετεύχεισαν Μωϋσεῖ ἤ τινι τῶν τὰ παράδοξα ποιησάντων προφητῶν ἢ καὶ αὐτῷ τῷ Ἰησοῦ. [8.46] Ἡ μὲν Πυθία ἱστόρηται ὅτι καὶ νοθευθεῖσα ἔχρησέ ποτε· οἱ δὲ παρ᾿ ἡμῖν προφῆται οὐ μόνον ὑπὸ τῶν κατ᾿ αὐτοὺς ἐθαυμάσθησαν διὰ τὴν ἐνάργειαν τῶν λεγομένων ὑπ᾿ αὐτῶν ἀλλὰ καὶ ἐν τοῖς ἑξῆς χρόνοις. ἐκ γὰρ ὧν ἔχρησαν οἱ προφῆται καὶ πόλεις ὠρθώθησαν καὶ ἄνθρωποι ὑγιάσθησαν καὶ λιμοὶ ἐπαύσαντο. ἀλλὰ καὶ εἰς ἀποικίαν σαφῶς τὴν ἀπ᾿ Αἰγύπτου εἰς τὴν Παλαιστίνην κατὰ χρησμοὺς ἐλήλυθεν ὅλον τὸ Ἰουδαίων ἔθνος· ὅπερ μετελθὸν μὲν τὰ προσταχθέντα ὑπὸ τοῦ θεοῦ εὐδαιμόνησε σφαλὲν δὲ μετέγνω. τί δὲ δεῖ λέγειν ὅσοι δυνάσται καὶ ὅσοι ἰδιῶται κατὰ τὰς ἱστορίας τῆς γραφῆς ἄμεινον ἢ χεῖρον προσέχοντες ταῖς προφητείαις ἢ ἀμελήσαντες ἀπήλλαξαν; εἰ δὲ καὶ περὶ ἀπαιδίας δεῖ λέγειν, ἐφ᾿ ᾗ δυσφοροῦντές τινες γεγόνασι πατέρες ἢ μητέρες, τὰς περὶ τούτου εὐχὰς ἀναπέμψαντες τῷ τῶν ὅλων δημιουργῷ, ἀναγνώτω τις τὰ περὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάῤῥας, ἐξ ὧν γέγονεν Ἰσαὰκ ἤδη γεγηρακότων. ὁ παντὸς τοῦ Ἰουδαίων ἔθνους πατὴρ καὶ ἑτέρων παρὰ τούτους. ἀναγνώτω δὲ καὶ τὰ περὶ Ἰεζεκίου, οὐ μόνον ἀπαλλαγὴν νόσου λαβόντος κατὰ τὰς Ἡσαΐου προφητείας ἀλλὰ καὶ τεθαῤῥηκότως εἰπόντος τό· „ἀπὸ γὰρ τοῦ νῦν παιδία ποιήσω. ἃ ἀναγγελεῖ τὴν δικαιοσύνην σου.“ καὶ ἐν τῇ τετάρτῃ δὲ τῶν Βασιλειῶν ἡ ὑποδεξαμένη τὸν Ἐλισσαῖον, χάριτι θεοῦ προφητεύσαντα περὶ γενέσεως παιδὸς, κατὰ τὰς εὐχὰς τοῦ Ἐλισσαίου γέγονε μήτηρ. ἀλλὰ καὶ πηρώσεις ἰάθησαν μυρίαι ὑπὸ τοῦ Ἰησοῦ. καὶ ἄλλοι πρὸς τῷ ἐν Ἱεροσολύμοις ἱερῷ τολμήσαντες ὑβρίσαι τὴν Ἰουδαϊκὴν θρησκείαν πεπόνθασι τὰ ἀναγεγραμμένα ἐν τοῖς Μακκαβαϊκοῖς. [8.47] Ἀλλ᾿ ἐροῦσιν Ἕλληνες ταῦτα μύθους. καίτοι γε μαρτυρούμενα ὡς ἀληθῆ ὑπὸ ὅλων δύο ἐθνῶν. τί δὲ οὐχὶ μᾶλλον τὰ Ἑλλήνων μῦθοι η ταῦτα; εἰ δὲ καὶ ὁμόσε τις χωρήσας τῷ λόγῳ. ἵνα μὴ δόξῃ ἀποκληρωτικῶς τὰ μὲν σφέτερα παραδέχεσθαι τοῖς δ᾿ ἀλλοτρίοις ἀπιστεῖν, φήσαι καὶ τὰ Ἑλλήνων ὑπό τινων γεγονέναι δαιμόνων καὶ τὰ Ἰουδαίων ἤτοι ὑπὸ τοῦ θεοῦ διὰ τῶν προφητῶν ἢ ὑπὸ τῶν ἀγγέλων ἢ ὑπὸ τοῦ θεοῦ διὰ τῶν ἀγγέλων, καὶ τὰ Χριστιανῶν δὲ ὑπὸ τοῦ Ἰησοῦ καὶ τῆς ἐν τοῖς ἀποστόλοις δυνάμεως αὐτοῦ· φέρ᾿ ἅπαντα παραθῶμεν ἀλλήλοις καὶ τὸ τέλος ἴδωμεν τοῦ βουλήματος τῶν ἐνεργησάντων καὶ τὴν ἀπὸ τούτου ὠφέλειαν ἢ βλάβην ἢ οὐδέτερα τῶν τὰς νομιζομένας εὐεργεσίας πεπονθότων, εἰ μὴ φιλόσοφον μὲν ὄψεται τὸ πάλαι Ἰουδαίων ἔθνος, πρὶν ἐξυβρίσωσιν εἰς τὸ θεῖον, ὑφ᾿ οὗ διὰ τὴν πολλὴν κακίαν ἐγκατελείφθησαν, παραδόξως δὲ συστάντας Χριστιανοὺς κατὰ τὴν ἀρχὴν μάλιστα ὑπὸ τῶν τεραστίων ἤπερ τῶν προτρεπτικῶν λόγων προσαγομένους τῷ καταλιπεῖν μὲν τὰ πάτρια αἱρεῖσθαι δὲ τὰ τῶν πατρίων ἀλλότρια. καὶ γὰρ, εἰ χρὴ καὶ τῷ εἰκότι χρῆσθαι λόγῳ περὶ τῆς ἀρχῆθεν Χριστιανῶν συστάσεως, φήσομεν ὅτι οὐ πιθανὸν οὔτε τοὺς Ἰησοῦ ἀποστόλους, ἄνδρας ἀγραμμάτους καὶ ἰδιώτας, ἄλλῳ τινὶ τεθαῤῥηκέναι πρὸς τὸ καταγγεῖλαι τοῖς ἀνθρώποις χριστιανισμὸν ἢ τῇ δοθείσῃ αὐτοῖς δυνάμει καὶ τῇ ἐν τῷ λόγῳ εἰς τὰ δηλούμενα πράγματα χάριτι, ἀλλ᾿ οὐδὲ τοὺς ἀκροωμένους αὐτῶν μετατεθεῖσθαι ἐκ πατρίων πολυχρονίων ἐθῶν, μὴ ἀξιολόγου τινὸς δυνάμεως αὐτοὺς καὶ τεραστίων πραγμάτων μετακινησάντων ἐπὶ τὰ οὕτως ξένα καὶ ἀλλότρια τῶν συντρόφων αὐτοῖς δογμάτων. [8.48] Εἶτ᾿ οὐκ οἶδ᾿ ὅπως ὁ Κέλσος τὴν προθυμίαν τῶν μέχρι θανάτου ἀγωνιζομένων ὑπὲρ τοῦ μὴ ἐξομόσασθαι χριστιανιασμὸν παρατιθέμενος ἐπιφέρει ὡσπερεὶ ἐξισῶν τὰ ἡμέτερα τοῖς ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν λεγομένοις καί φησι· μάλιστα μὲν, ὦ βέλτιστε, ὥσπερ σὺ κολάσεις αἰωνίους νομίζεις, οὕτως καὶ οἱ τῶν ἱερῶν ἐκείνων ἐξηγηταὶ τελεσταί τε καὶ μυσταγωγοί· ἃς σὺ μὲν τοῖς ἄλλοις ἀπειλεῖς, ἐκεῖνοι δὲ σοί. πότερα γὰρ αὐτῶν ἀληθέστερα ἢ ἐπικρατέστερα, ἔξεστι σκοπεῖν. λόγῳ μὲν γὰρ ἐξ ἴσου περὶ τῶν σφετέρων σφίσιν ἑκάτεροι διαβεβαιοῦσθε· τεκμηρίων δὲ εἰ δέοι. πολλὰ ἐκεῖνοι καὶ ἐναργῆ δεικνύουσιν ἔργα τε δαιμονίων τινῶν δυνάμεων καὶ χρηστηρίων καὶ ἐκ παντοδαπῶν μαντείων προκομίζοντες. οὐκοῦν διὰ τούτων τὰς αἰωνίους κολάσεις ἐπ᾿ ἴσης βούλεται καὶ ἡμᾶς λέγειν καὶ τοὺς τελεστὰς καὶ ἐξετάζειν, ὁπότεροι μᾶλλον ἀληθεύουσιν. εἴποιμι δ᾿ ἂν ἀληθεύειν τοὺς δυνηθέντας διαθεῖναι τοὺς ἀκροατὰς τῶν λεγομένων οὕτως βιοῦντας, ὡς τούτων οὕτως ἐχόντων. διατίθενται Ἰουδαῖοι καὶ Χριστιανοὶ περὶ τοῦ ὑπ᾿ αὐτῶν καλουμένου μέλλοντος αἰῶνος καὶ τῶν ἐν αὐτῷ γερῶν μὲν ἐπὶ τοὺς δικαίους κολάσεων δὲ ἐπὶ τοὺς ἁμαρτωλούς. δεικνύτω οὖν καὶ Κέλσος ἢ ὁ βουλόμενος, τίνες διετέθησαν περὶ αἰωνίων κολάσεων ὑπὸ τῶν τελεστῶν καὶ μυσταγωγῶν. εἰκὸς γάρ ἐστι τὸ βούλημα τοῦ πατρὸς τῶν λεγομένων εἶναι οὐ τὸ ἀφοσιοῦσθαι μόνον καὶ εἰπεῖν περὶ κολάσεων ἀλλὰ τὸ διαθεῖναι τοὺς ἀκούοντας πρὸς τὸ ὅση δύναμις φυλάξασθαι τὰ τῶν κολάσεων αἴτια αὐτοὺς ἐργάσασθαι. ἀλλὰ καὶ αἱ προφητεῖαι τοῖς μὴ παρέργως ἐντυγχάνουσι τῇ ἐν αὐταῖς προγνώσει ἱκαναί μοι εἶναι δοκοῦσι πρὸς τὸ πεῖσαι τὸν συνετῶς ἅμα καὶ εὐγνωμόνως ἀναγινώσκοντα ὅτι θεοῦ πνεῦμα ἦν ἐν τοῖς ἀνδράσιν ἐκείνοις· αἷς οὐδὲν τῶν δεικνυμένων ἔργων δαιμονίων οὐδὲ τῶν ἐκ χρηστηρίων δυνάμεων οὐδὲ τῶν μαντειῶν κἂν ἐπὶ ποσὸν παραβάλλεσθαι δύναται. [8.49] Ἴδωμεν δὲ καὶ τὰ ἑξῆς οὕτως λεγόμενα ὑπὸ τοῦ Κέλσου πρὸς ἡμᾶς· ἔτι δὲ πῶς οὐκ ἄτοπα ὑμῶν ταῦτα, τὸ μὲν σῶμα ποθεῖν καὶ ἐλπίζειν ὅτι αὐτὸ τοῦτο ἀναστήσεται ὡς οὐδὲν ἡμῖν τούτου κρεῖττον οὐδὲ τιμιώτερον, πάλιν δ᾿ αὐτὸ ῥίπτειν εἰς κολάσεις ὡς ἄτιμον; ἀλλὰ τοῖς μὲν τοῦτο πειθομένοις καὶ τῷ σώματι συντετηκόσιν οὐκ ἄξιον τοῦτο διαλέγεσθαι· οὗτοι γάρ εἰσιν οἱ καὶ τὰ ἄλλα ἄγροικοι καὶ ἀκάθαρτοι καὶ χωρὶς λόγου τῇ στάσει συννοσοῦντες· τοῖς μήν γε τὴν ψυχὴν ἢ τὸν νοῦν (εἴτε πνευματικὸν τοῦτον ἐθέλουσι καλεῖν εἴτε πνεῦμα νοερὸν ἅγιον καὶ μακάριον εἴτε ψυχὴν ζῶσαν εἴτε θείας καὶ ἀσωμάτου φύσεως ἔκγονον ὑπερουράνιόν τε καὶ ἄφθαρτον εἴθ᾿ ὅ τι καὶ ὅ τι χαίρουσιν ὀνομάζοντες), τοῖς τοῦτο ἐλπίζουσιν ἕξειν αἰώνιον σὺν θεῷ, τούτοις διαλέξομαι. τοῦτο μέν γε ὀρθῶς νομίζουσιν, ὡς οἱ μὲν εὖ βιώσαντες εὐδαιμονήσουσιν, οἱ δὲ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συνέξονται· καὶ τούτου δὲ τοῦ δόγματος μή θ᾿ οὗτοι μήτ᾿ ἄλλος ἀνθρώπων μηδείς ποτε ἀποστῇ † ἀποτείνοντες. περὶ ἀναστάσεως δὴ εἰ καὶ αὐτὸς ἤδη πολλάκις ὀνειδίζει, ἀλλ᾿ ἡμεῖς τὸ κατὰ τὸν τόπον ἡμῖν φανὲν εὔλογον, (ὡς) οἷόν τ᾿ ἦν, παραστήσαντες οὐ μέλλομεν πρὸς ἓν ἔγκλημα πολλάκις λεγόμενον πολλάκις ἀπολογεῖσθαι. συκοφαντεῖ δ᾿ ἡμᾶς ὁ Κέλσος ὡς οὐδὲν τοῦ σώματος κρεῖττον οὐδὲ τιμιώτερον ἐν τῇ συστάσει ἡμῶν ἡγουμένους· ψυχὴν γὰρ παντὸς σώματος καὶ μάλιστα τὴν λογικήν φαμεν εἶναι πρᾶγμα τιμιώτερον, εἰ καὶ τὸ „κατ᾿ εἰκόνα τοῦ κτίσαντος“ ψυχὴ μὲν χωρεῖ οὐδαμῶς δὲ τὸ σῶμα. οὐδὲ γὰρ καθ᾿ ἡμᾶς σῶμα ὁ θεός· ἵνα μὴ περιπέσωμεν οἷς περιπίπτουσιν ἀτόποις οἱ τὰ Ζήνωνος καὶ Χρυσίππου φιλοσοφοῦντες. [8.50] Ἐπεὶ δ᾿ ὀνειδίζει ἡμῖν καὶ ὡς ποθοῦσι τὸ σῶμα, ἴστω ὅτι, εἰ μὲν ὁ πόθος φαῦλόν ἐστιν, οὐδὲν ποθοῦμεν, εἰ δὲ μέσον, ποθοῦμεν πάντα ὅσα θεὸς τοῖς δικαίοις ἐπαγγέλλεται. οὕτως οὖν καὶ τὴν τῶν δικαίων ἀνάστασιν ποθοῦμεν καὶ ἐλπίζομεν. νομίζει δὲ Κέλσος καὶ ἀνομολογούμενα ἡμᾶς ἑαυτοῖς ποιεῖν, ὅπου μὲν ἐλπίζουσι τὴν τοῦ σώματος ἀνάστασιν, ὡς τῆς παρὰ θεοῦ τιμῆς ἀξίου. ὅπου δὲ ῥίπτουσιν αὐτὸ εἰς κολάσεις ὡς ἄτιμον. οὐδὲν οὖν ἄτιμον τὸ δι᾿ εὐσέβειαν πάσχον καὶ δι᾿ ἀρετὴν περιστάσεις αἱρούμενον. ἀλλὰ καὶ πᾶν ἄτιμον τὸ μετὰ κακίας ἐν ἡδοναῖς καταναλισκόμενον. φησὶ γοῦν καὶ ὁ θεῖος λόγος· „σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου· σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου.“ εἶτ᾿ οἴεται μὴ διαλέγεσθαι δεῖν τοῖς τὰ περὶ τοῦ σώματος ἐλπίζουσιν ὁ Κέλσος ὡς συντετηκόσιν ἀλόγως πράγματι ἀδυνάτῳ τυχεῖν τῶν ἐλπιζομένων ὑπ᾿ αὐτῶν, ἀγροίκους καὶ ἀκαθάρτους αὐτοὺς καλῶν καὶ χωρὶς λόγου συνόντας τῇ στάσει(??) δέον ὡς φιλάνθρωπον καὶ τοῖς ἀγροικοτέροις βοηθεῖν. οὐδὲ γὰρ τὸ κοινωνικὸν περιγέγραπται ὥσπερ ἀπὸ τῶν ἀλόγων ζῴων οὕτω καὶ ἀπὸ τῶν ἀγροικοτέρων ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἴσης ὁ ποιήσας ἡμᾶς πρὸς πάντας ἀνθρώπους πεποίηκε κοινωνικούς. ἄξιον οὖν διαλέγεσθαι καὶ ἀγροίκοις καὶ ὅση δύναμις μετάγειν αὐτοὺς ἐπὶ τὸ ἀστειότερον καὶ ἀκαθάρτοις καὶ ποιεῖν αὐτοὺς, ὡς οἷόν τε ἐστὶ, καθαρωτέρους καὶ τοῖς χωρὶς λόγου ὅ τι(??)ποτ᾿ οὖν φρονοῦσι καὶ τὴν ψυχὴν νοσοῦσιν, ἵνα μηκέτι χωρὶς λόγου τι πράττωσι μηδὲ τὴν ψυχὴν νοσήσωσι. [8.51] Μετὰ δὲ ταῦτα ἀποδέχεται τοὺς τὴν ψυχὴν (??) τὸν νοῦν ἢ τὸ καλούμενον παρ᾿ αὐτοῖς πνευματικὸν ἢ λογικὸν πνεῦμα νοερὸν ἄγιον καὶ μακάριον ἢ ψυχὴν ζῶσαν ἐλπίζοντας ἕξειν αἰώνιον, καὶ σὺν θεῷ αὐτὸ ἔσεσθαι, προσίεται δὲ ὀρθῶς νομιζόμενον καὶ τὸ μὲν περὶ τῶν εὖ βιωσάντων ὡς εὐδαιμονησόντων δόγμα περὶ δὲ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων. καὶ τεθαύμακά γε τοῦ Κέλσου παρὰ πάντα τὰ λεγόμενα παρ᾿ αὐτῷ τὸ οὕτως ἐπιφερόμενον τοῖς προειρημένοις, ἐν ᾧ φησι· καὶ τούτου δὲ τοῦ δόγματος μήθ᾿ οὗτοι μήτ᾿ ἄλλος ἀνθρώπων μηδείς ποτε ἀποστῇ. καὶ ἐχρῆν γε αὐτὸν ὁρᾶν κατὰ Χριστιανῶν γράφοντα, οἷς ἡ πᾶσα ὑπόθεσίς ἐστι τῆς πίστεως ὁ θεὸς καὶ αἱ διὰ τοῦ Χριστοῦ περὶ τῶν δικαίων ἐπαγγελίαι καὶ περὶ τῶν ἀδίκων αἱ περὶ κολάσεως διδασκαλίαι, ὅτι τὸν ἀνατραπέντα Χριστιανὸν ἐκ τοῦ παραδέξασθαι τοὺς κατὰ Χριστιανῶν τοῦ Κέλσου λόγους εἰκός ἐστιν ἀποβαλόντα τὸν λόγον συναποβαλεῖν καὶ τὸ δόγμα, (οὗ), φησὶ. μήτε Χριστιανοὶ ἀποσταῖεν μήτε μηδεὶς ἄλλος ἀνθρώπων. ἀλλὰ φιλανθρωπότερον οἶμαι Κέλσου Χρύσιππον πεποιηκέναι ἐν τῷ περὶ παθῶν θεραπευτικῷ, βουλόμενον θεραπεῦσαι τὰ πάθη ὡς κατεπείγοντα καὶ ἐνοχλοῦντα τὴν ἀνθρωπίνην ψυχὴν προηγουμένως μὲν τοῖς δοκοῦσιν αὐτῷ ὑγιέσι λόγοις δευτέρως δὲ καὶ τρίτως κἂν τοῖς μὴ ἀρέσκουσι τῶν δογμάτων· „κἂν γὰρ τρία,“ φησὶν, „ᾖ γένη τῶν ἀγαθῶν, καὶ οὕτω θεραπευτέον τὰ πάθη, οὐ περιεργαζόμενον ἐν τῷ καιρῷ τῆς φλεγμονῆς τῶν παθῶν τὸ προκαταλαβὸν δόγμα τὸν ὑπὸ τοῦ πάθους ἐνοχλούμενον, μή πως τῇ ἀκαίρῳ περὶ τὴν ἀνατροπὴν τῶν προκαταλαβόντων τὴν ψυχὴν δογμάτων σχολῇ ἡ ἐγχωροῦσα θεραπεία παραπόληται.“ φησὶ δὲ ὅτι, „κἂν ἡδονὴ ᾖ τὸ ἀγαθὸν, καὶ τοῦτο φρονῇ ὁ ὑπὸ τοῦ πάθους κρατούμενος, οὐδὲν ἧττον αὐτῷ βοηθητέον καὶ παραδεικτέον ὅτι καὶ τοῖς ἡδονὴν τἀγαθὸν καὶ τέλος τιθεμένοις ἀνομολογούμενόν ἐστι πᾶν πάθος.“ ἐχρῆν τοίνυν καὶ τὸν Κέλσον, ἅπαξ παραδέξασθαι λέγοντα τὰ περὶ τῶν εὖ βιωσάντων δόγματα ὡς εὐδαιμονησόντων καὶ περὶ τῶν ἀδίκων ὡς πάμπαν αἰωνίοις κακοῖς συσχεθησομένων, ἀκολούθως ἑαυτῷ ποιεῖν καὶ, εἰ οἷόν τ᾿ ἦν, μετὰ τὸν φαινόμενον αὐτῷ προηγούμενον λόγον ἐπικατασκευάσαι καὶ διὰ πλειόνων ἀποδεῖξαι ὅτι ἀληθῶς οἱ ἄδικοι πάμπαν αἰωνίοις κακοῖς συσχεθήσονται καὶ οἱ εὖ βιώσαντες εὐδαιμονήσουσι. [8.52] Καὶ γὰρ ἡμεῖς προηγουμένως μὲν διὰ τὰ πείσαντα ἡμᾶς πολλὰ καὶ μυρία κατὰ χριστιανισμὸν βιοῦν πάντας ἀνθρώπους ὅση δύναμις ὅλοις τοῖς Χριστιανῶν λόγοις οἰκειοῦν βουλόμεθα· ὅπου δὲ προκαταλαμβανομένους εὑρίσκομεν τῇ πρὸς Χριστιανοὺς διαβολῇ, ὡς μηδὲ παρέχειν τὰ ὦτα φαντασίᾳ τοῦ μηδὲ εὐσεβεῖς εἶναι Χριστιανοὺς τοῖς τὰ τοῦ θείου λόγου διδάσκειν ἐπαγγελλομένοις τινὰς, ἐκεῖ κατὰ τὸ φιλάνθρωπον ὅση δύναμις ἱστάμεθα, ἵνα κἂν τὰ περὶ αἰωνίου κολάσεως ἐπὶ τοὺς ἀσεβοῦντας δόγματα κατασκευάσαντες παραδέξασθαι ποιήσωμεν τὸν λόγον καὶ τοὺς μὴ θέλοντας χριστιανίζειν. οὕτω δὲ καὶ περὶ τῶν εὖ βιωσάντων πεῖσμα ἐμποιεῖν θέλομεν, ὁρῶντες ὅτι πολλὰ τῶν κατὰ τὸν ὑγιῆ βίον καὶ οἱ τῆς πίστεως ἀλλότριοι ὁμοίως ἡμῖν λέγουσιν· οὐδὲ γὰρ τὰς κοινὰς ἐννοίας περὶ καλῶν καὶ αἰσχρῶν καὶ δικαίων (καὶ ἀδίκων) εὕροι τις ἂν πάντως ἀπολωλεκότα. πάντες οὖν ἄνθρωποι, ὁρῶντες τὸν κόσμον καὶ τὴν ἐν αὐτῷ τεταγμένην οὐρανοῦ καὶ τῶν ἐν τῇ ἀπλανεῖ κίνησιν τῶν τε φερομένων ἐναντίως τῇ τοῦ κόσμου κινήσει λεγομένων πλανήτων τάξιν, ὁρῶντες δὲ καὶ τὴν τῶν ἀέρων καὶ πρὸς τὸ χρήσιμον ζῴοις καὶ μάλιστα ἀνθρώποις κρᾶσιν καὶ τὴν ἀφθονίαν τῶν δι᾿ ἀνθρώπους δεδημιουργημένων. εὐλαβείσθωσαν δυσάρεστόν τι ποιῆσαι τῷ δημιουργῷ τοῦ παντὸς καὶ τῶν ψυχῶν αὐτῶν καὶ τοῦ ἐν αὐταῖς νοῦ αὐτῶν, καὶ πεπείσθωσαν κολασθήσεσθαι μὲν ἐπὶ τοῖς ἁμαρτανομένοις ἀχθήσεσθαι δὲ ἀνάλογον τοῖς κατορθωθεῖσιν ἢ τοῖς καθηκόντως ἀποδοθεῖσιν ὑπὸ τοῦ κατ᾿ ἀξίαν ἕκαστον οἰκονομοῦντος ἐπὶ τὰ ἀνάλογον τοῖς κατορθωθεῖσιν ἢ καθηκόντως ἀποδοθεῖσιν ἔργοις (γέρα)· καὶ πεπείσθωσαν πάντες ἄνθρωποι εὖ μὲν ἐπὶ τοῖς βελτίοσιν ἀπαλλάξοντες κακοὶ δὲ κακῶς πόνοις καὶ βασάνοις παραδοθησόμενοι ἐπὶ τοῖς ἀδικήμασι καὶ ταῖς ἀσελγείαις καὶ ἀκολασίαις ἔτι δὲ ἐπὶ τῇ (ἀν)ανδρίᾳ καὶ δειλίᾳ καὶ ἐπὶ πάσῃ τῇ ἀφροσύνῃ. [8.53] Τοσαῦτα δὲ καὶ εἰς τοῦτον εἰπόντες τὸν τόπον ἴδωμεν τοῦ Κέλσου καὶ ἄλλην λέξιν, οὕτως ἔχουσαν· ἐπειδὴ δὲ σώματι συνδεθέντες ἄνθρωποι γεγόνασιν, εἴτ᾿ οἰκονομίας τῶν ὅλων ἕνεκεν εἴτε ποινὰς ἁμαρτίας ἀποτίνοντες, εἴθ᾿ ὑπὸ (πα)θημάτων τινῶν τῆς ψυχῆς βαρυνθείσης, μέχρι ἂν ταῖς τεταγμέναις περιόδοις ἐκκαθαρθῇ· δεῖ γὰρ κατὰ τὸν Ἐμπεδοκλέα τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι, γινομένην παντοίαν διὰ χρόνου ἰδέαν θνητῶν· πειστέον οὖν ὅτι παραδέδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου. ὅρα δὴ καὶ ἐν τούτοις περὶ πόσων ἀνθρωπίνως ἀμφιβάλλων καὶ παραθέμενος πλειόνων δόγματα περὶ τῆς αἰτίας τῆς γενέσεως ἡμῶν ἐμφαίνει τινὰ εὐλάβειαν, μὴ τολμῶν ἀποφήνασθαί τι τούτων ψεῦδος εἶναι. ἆρ᾿ οὖν οὐκ ἦν κατὰ τὸν τοιοῦτον, καὶ ἅπαξ κρίναντα μήτε ὡς ἔτυχε συγκαταθέσθαι μήτε τολμηρῶς ἀθετῆσαι τὰ δόξαντα τοῖς ἀρχαίοις. καὶ περὶ τοῦ Ἰουδαίων λόγου δηλουμένου παρὰ τοῖς ἐκείνων προφήταις καὶ περὶ τοῦ Ἰησοῦ, εἰ μὴ ἐβούλετο πιστεῦσαι, κἂν ἀμφιβάλλειν καὶ σκοπῆσαι ὅτι εἰκὸς ἦν καὶ τοὺς θεραπεύσαντας τὸν τῶν ὅλων θεὸν καὶ ἕνεκεν τῆς εἰς τοῦτον τιμῆς καὶ εἰς τὰ πεπιστευμένα ὑπ᾿ αὐτοῦ νενομοθετῆσθαι πολλάκις μυρίους κινδύνους καὶ θανάτους ἀναδεξαμένους μὴ ὑπερεωρᾶσθαι ὑπὸ τοῦ θεοῦ, ἀλλὰ καὶ αὐτοῖς τινα ἐπιφάνειαν γεγονέναι, τὰ μὲν τῆς ἀνθρωπίνης περὶ τὰ ἀγάλματα τέχνης ὑπερηφανήσασιν ἀναβαίνειν δὲ πειραθεῖσι τῷ λογισμῷ ἐπ᾿ αὐτὸν τὸν ἐπὶ πᾶσι θεόν; ἐχρῆν δ᾿ αὐτὸν σκοπῆσαι ὅτι πάντ᾿ ἐφορῶν καὶ πάντ᾿ ἐπακούων ὁ κοινὸς πάντων πατὴρ καὶ δημιουργὸς τὴν ἑκάστου προαίρεσιν, ζητοῦσαν αὐτὸν καὶ εὐσεβεῖν βουλομένην, κατ᾿ ἀξίαν κρίνων καὶ τούτοις τινὰ ἀπονέμει καρπὸν τῆς προστασίας αὐτοῦ, ἵνα μᾶλλον αὔξωσιν ἣν ἅπαξ παρειλήφασι περὶ αὐτοῦ ἔννοιαν. ταῦτα γὰρ εἰ ἐλογίσατο Κέλσος καὶ οἱ μισοῦντες Μωϋσέα καὶ τοὺς ἐν Ἰουδαίοις προφήτας καὶ Ἰησοῦν καὶ τοὺς καμόντας διὰ τὸν λόγον αὐτοῦ γνησίους μαθητὰς αὐτοῦ. οὐκ ἂν οὕτως διελοιδορήσαντο Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ Ἰησοῦ καὶ τοῖς ἀποστόλοις αὐτοῦ· οὐδὲ μόνους παρὰ πάντα τὰ ἐπὶ γῆς ἔθνη Ἰουδαίους ἀπεδοκίμαζον, λέγοντες αὐτοὺς εἶναι καὶ Αἰγυπτίων χείρονας, τῶν μέχρι ἀλόγων ζῴων εἴτε κατὰ δεισιδαιμονίαν εἴτε κατὰ οἱανδήποτ᾿ αἰτίαν ἢ πλάνην καταγαγόντων τὸ ὅσον ἐπ᾿ αὐτοῖς τὴν πρὸς τὸ θεῖον τιμήν. ταῦτα δ᾿ εἰρήκαμεν οὐκ ἐπὶ τὸ ἀμφιβάλλειν προτρεπόμενοί τινας περὶ τοῦ κατὰ χριστιανισμὸν λόγου ἀλλὰ παριστάντες ὅτι τοῖς πάντῃ διαλοιδορουμένοις τῷ Χριστιανῶν λόγῳ αἱρετώτερόν ἐστι κἂν ἀμφιβάλλειν περὶ αὐτῶν καὶ μὴ οὕτω θρασέως λέγειν περὶ τοῦ Ἰησοῦ ἢ τῶν μαθητῶν αὐτοῦ, ἃ μὴ ἐπίστανται καὶ ἀποφαίνονται οὐ μετὰ τῆς καλουμένης παρὰ τοῖς ἀπὸ τῆς Στοᾶς „καταληπτικῆς φαντασίας“ οὐδ᾿ ἀπ᾿ ἄλλου τινὸς κριτηρίου, περὶ οὗ ἑκάστη τῶν φιλοσόφων αἵρεσις τὸ φαινόμενον, ὡς ἔδοξε, κατεσκεύασεν. [8.54] Εἶτ᾿ ἐπεί φησιν ὁ Κέλσος· πειστέον οὖν ὅτι παραδίδονταί τισιν ἐπιμεληταῖς τοῦδε τοῦ δεσμωτηρίου, λεκτέον πρὸς αὐτὸν ὅτι σπουδαία ψυχὴ καὶ λυθεῖσα ἀπὸ τῶν τῆς κακίας δεσμῶν καὶ ἐν τῷ βίῳ τῶν, ὡς ὠνόμασεν ὁ Ἱερεμίας, δεσμίων „γῆς“ διὰ τὸν εἰπόντα Ἰησοῦν, ὡς πρὸ πολλοῦ χρόνου τῆς ἐπιδημίας αὐτοῦ προεῖπεν ὁ προφήτης Ἡσαΐας· τί δὲ προειπόντα ἢ „τοῖς δεσμίοις ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότῳ ἀνακαλυφθῆναι“; καὶ οὗτός γε ὁ Ἰησοῦς. ὡς ὁ αὐτὸς Ἡσαΐας περὶ αὐτοῦ προεῖπε, „καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου ἀνέτειλε φῶς,“ ὡς διὰ τοῦθ᾿ ἡμᾶς λέγειν· „διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν καὶ ἀποῤῥίψωμεν ἀφ᾿ ἡμῶν τὸν ζυγὸν αὐτῶν.“ εἰ δ᾿ ἐδύνατο ἀκοῦσαι τῆς βαθύτητος τῶν εὐαγγελίων ὁ Κέλσος καὶ οἱ παραπλησίως ἐκείνῳ καθ᾿ ἡμῶν διακείμενοι, οὐκ ἂν ἡμῖν συνεβούλευσεν οἷς ὠνόμασεν ἐπιμεληταῖς τοῦ δεσμωτηρίου πείθεσθαι. γέγραπται δὲ ἐν τῷ εὐαγγελίῳ ὅτι „γυνή“ τις „ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελὲς.“ ἥντινα ὁ Ἰησοῦς ἰδὼν καὶ ὁρῶν παρὰ τίνα αἰτίαν συγκύπτει, οὐκ ἐπιτρεπομένη ἀνακύπτειν „εἰς τὸ παντελὲς,“ εἶπε· „ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἐκ τοῦ δεσμοῦ τούτου ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου;“ πόσοι δὲ καὶ ἄλλοι νῦν δεδεμένοι ὑπὸ τοῦ σατανᾶ συγκύπτουσιν, οὐ δυνάμενοι δι᾿ ἐκεῖνον „ἀνακύψαι εἰς τὸ παντελὲς,“ θέλοντα ἡμᾶς κάτω βλέπειν; καὶ οὐδείς γε αὐτοὺς ἀνορθοῖ εἰ μὴ ὁ ἐν τῷ Ἰησοῦ ἐπιδημήσας λόγος, καὶ πρότερον δὲ θεοφορήσας. καὶ ἦλθέ γε ὁ Ἰησοῦς ἐλευθερῶσαι „πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.“ καὶ περὶ ἐκείνου εἰπὼν μετά τινος πρεπούσης αὐτῷ βαθύτητος τό· „νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται.“ οὐ λοιδορούμεθα οὖν τοῖς τῇδε δαί μοσιν ἀλλ᾿ ἐλέγχομεν τὰς ἐπ᾿ ὀλέθρῳ τοῦ γένους τῶν ἀνθρώπων ἐνεργείας αὐτῶν, προφάσει χρησμῶν καὶ θεραπείας σωμάτων καὶ ἄλλων τινῶν χωρίσαι τοῦ θεοῦ βουλομένων τὴν ἐμπεσοῦσαν ψυχὴν εἰς „τὸ σῶμα τῆς ταπεινώσεως“· ἥντινα οἱ νοήσαντες ἀναφθέγγονται τό· „ταλαίπωρος ἐγὼ ἄνθρωπος. τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;“ ἀλλ᾿ οὐδ᾿ εἰκῇ παρέχομεν τὸ σῶμα στρεβλοῦν καὶ ἀποτυμπανίζειν· οὐ γὰρ εἰκῇ παρέχει τούτοις τὸ σῶμα (ὁ) ὑπὲρ τοῦ μὴ τοὺς περιγείους δαίμονας ἀναγορεύεσθαι θεοὺς ἐπιβουλευόμενος ὑπ᾿ αὐτῶν καὶ τῶν σεβόντων αὐτούς. καὶ θεοφιλές γε τὸ διὰ τὴν ἀρετὴν ἀποτυμπανίζεσθαι καὶ δι᾿ εὐσέβειαν στρεβλοῦσθαι καὶ δι᾿ ὁσιότητα ἀποθνῄσκειν εὐλόγως εἶναι νενομίκαμεν. „τίμιος“ γὰρ „ἐνώπιον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ“· ἀγαθὸν δ᾿ εἶναί φαμεν καὶ τὸ μὴ φιλοζωεῖν. κακούργοις δὲ, εὐλόγως ὑπομένουσιν ἃ διὰ λῃστείαν πάσχουσιν, ἐξομοιῶν ἡμᾶς ὁ Κέλσος καὶ μὴ αἰδούμενος τὴν τηλικαύτην πρόθεσιν παραπλησίαν ἀποφαίνει τῇ τῶν λῃστῶν διαθέσει, ἀδελφὸν ἑαυτὸν ἐν τούτοις ποιῶν τῶν „μετὰ ἀνόμων“ λογισαμένων τὸν Ἰησοῦν. ἐφ᾿ οἷς πεπλήρωται ἡ λέγουσα γραφὴ τό· „μετὰ ἀνόμων ἐλογίσθη.“ [8.55] Ἑξῆς δὲ τούτοις φησὶν ὁ Κέλσος· δυοῖν θάτερον αἱρεῖ λόγος. εἰ μὲν ἀπαξιοῦσι θεραπεύειν τὰ εἰκότα τούτων δὲ ἐπιστάτας, μήτ᾿ εἰς ἀνδρὸς ἰέναι μήτ᾿ ἄγεσθαι γυναῖκα μήτ᾿ ἀναιρεῖσθαι τέκνα μήτ᾿ ἄλλο πράττειν μηδὲν ἐν τῷ βίῳ. χωρεῖν δ᾿ ἔνθεν πασσυδὶ μηδὲν σπέρμα ἐλλειπομένους. ὡς αν ἐρημωθείη πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον γένος· εἰ δὲ καὶ γυναῖκας ἄξονται καὶ παῖδας ποιήσονται καὶ καρπῶν γεύσονται καὶ τῶν ἐν τῷ βίῳ μεθέξουσι καὶ κακῶν τῶν ἐπιτεταγμένων ἀνέξονται (φύσις μὲν γὰρ αὕτη πάντας ἀνθρώπους πειρᾶσθαι κακῶν· εἶναι μὲν γὰρ ἀνάγκη κακὰ, χώραν δ᾿ ἄλλην οὐκ ἔχει), ἀποδοτέον δὴ τὰς προσηκούσας τοῖς ταῦτ᾿ ἐπιτετραμμένοις τιμὰς καὶ τῷ βίῳ λειτουργητέον τὰ πρέποντα. μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσι, μὴ καὶ ἀχάριστοι πρὸς τούσδε εἶναι δοκῶσι. καὶ γὰρ ἄδικον μετέχοντας ὧν οἵδε ἔχουσι μηδὲν αὐτοῖς συντελεῖν. φαμὲν δὲ καὶ πρὸς ταῦτα ὅτι εὔλογος ἐξαγωγὴ οὐδεμία ἡμῖν εἶναι δοκεῖ εἰ μὴ ἡ δι᾿ εὐσέβειαν καὶ ἀρετὴν μόνη. ἐπὰν ὑπὸ τῶν δικάζειν νομιζομένων ἢ ἐξουσίαν τοῦ ζῆν ἡμῶν ἔχειν δοκούντων τὸ ἕτερον προτείνηται, ἢ τὸ ζῆν μετὰ τοῦ παρὰ τὰ διατεταγμένα ὑπὸ τοῦ Ἰησοῦ πράττειν ἢ τὸ ἀποθνῄσκειν μετὰ τοῦ πείθεσθαι τοῖς λόγοις αὐτοῦ. ἀλλὰ καὶ ἄγεσθαι γυναῖκα ἐπέτρεψεν ἡμῖν ὁ θεὸς, ὡς οὐ πάντων χωρούντων τὸ διαφέρον τουτέστι τὸ πάντῃ καθαρὸν, καὶ ἀγομένοις γυναῖκας τὰ γεννώμενα πάντως τρέφειν καὶ μὴ ἀναιρεῖν τὰ ὑπὸ τῆς προνοίας διδόμενα τέκνα. καὶ οὐ μάχεται ταῦτα τῷ μὴ πείθεσθαι ἡμᾶς τοῖς νεμομένοις τὴν γῆν δαιμονίοις· ὁπλισάμενοι γὰρ τῇ πανοπλίᾳ τοῦ θεοῦ ἱστάμεθα ὡς ἀθληταὶ εὐσεβείας πρὸς τὸ τῶν ἐπιβουλευόντων ἡμῖν δαιμόνων γένος. [8.56] Κἂν τῷ ἑαυτοῦ οὖν λόγῳ πασσυδὶ ἡμᾶς ἀποπέμπῃ τοῦ βίου ὁ Κέλσος, ἵν᾿, ὡς νομίζει, ἐρημωθῇ πάμπαν ἐπὶ γῆς τὸ τοιοῦτον ἡμῶν γένος, ἀλλ᾿ ἡμεῖς ἐν τοῖς τοῦ κτίσαντος ἡμᾶς κατὰ τοὺς τοῦ θεοῦ βιώσομεν νόμους, οὐδαμῶς δουλεύειν θέλοντες τοῖς τῆς ἁμαρτίας νόμοις. καὶ γυναῖκας. ἐὰν βουλώμεθα, ἀξόμεθα καὶ παῖδας διδομένους ἡμῖν ἐν τοῖς γάμοις ἡμῶν ληψόμεθα. ἐὰν δὲ δέῃ, καὶ τῶν ἐν τῷ βίῳ μεθέξομεν, ἀνεχόμενοι τῶν ἐπιτεταγμένων κακῶν· ὡς πειρασμῶν τῆς ψυχῆς. οὕτως γὰρ ἔθος τοῖς θείοις ὀνομάζειν λόγοις τὰ συμβαίνοντα ἐν ἀνθρώποις· ἐν οἷς ὡς χρυσὸς ἐν πυρὶ ἡ τοῦ ἀνθρώπου βασανιζομένη ψυχὴ ἤτοι ἐλέγχεται ἢ θαυμαστὴ εἶναι ἀναφαίνεται. καὶ οὕτως γε πρὸς ἃ λέγει κακὰ Κέλσος παρεσκευάσμεθα, ὥστε καὶ λέγειν ἡμᾶς· „δοκίμασόν με. κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου.“ καὶ γὰρ οὐδεὶς „στεφανοῦται, ἐὰν μὴ νομίμως“ ἐνταῦθα καὶ ἐπὶ γῆς μετὰ σώματος τοῦ „τῆς ταπεινώσεως“ „ἀθλήσῃ.“ πρὸς δὲ τούτοις οὐδὲ ἀποδίδομεν τὰς νομιζομένας προσήκειν τιμὰς οἷς λέγει Κέλσος τὰ τῇδε ἐπιτετράφθαι. „κύριον“ γὰρ „τὸν θεὸν“ ἡμῶν προσκυνοῦμεν „καὶ αὐτῷ μόνῳ“ λατρεύομεν, εὐχόμενοι μιμηταὶ Χριστοῦ γίνεσθαι. ὃς τῷ εἰπόντι αὐτῷ διαβόλῳ· „ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι“ εἶπε τό· „κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.“ καὶ διὸ τοῦτό γε τὰς νομιζομένας προσήκειν τιμὰς οἷς φησι Κέλσος τὰ τῇδε ἐπιτετράφθαι οὐκ ἀποδίδομεν, ἐπεὶ „οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν“ καὶ οὐ δυνάμεθα ἅμα „θεῷ δουλεύειν καὶ μαμωνᾷ,“ εἴθ᾿ ὅ τι ποτὲ ἓν ἢ πλείονα καλουμένῳ. ἀλλὰ καὶ εἰ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ ἀτιμάζει τις τὸν νομοθετοῦντα, σαφὲς ἡμῖν φαίνεται ὅτι δύο νόμων ἐναντιότητα πρὸς ἀλλήλους ἐχόντων. τοῦ νόμου τοῦ θεοῦ καὶ τοῦ νόμου τοῦ μαμωνᾶ. αἱρετώτερον ἡμᾶς „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ μαμωνᾶ τὸν μαμωνᾶν ἀτιμάζειν, ἵνα διὰ τῆς τηρήσεως τοῦ νόμου τοῦ θεοῦ τὸν θεὸν τιμήσωμεν, ἢ „διὰ τῆς παραβάσεως τοῦ νόμου“ τοῦ θεοῦ τὸν θεὸν ἀτιμάζειν, ἵνα τηρήσει τοῦ νόμου τοῦ μαμωνᾶ τὸν μαμωνᾶν τιμήσωμεν. [8.57] Κέλσος μὲν οὖν οἴεται τῷ βίῳ λειτουργεῖν τὰ πρέποντα. μέχρι ἂν τῶν δεσμῶν ἀπολυθῶσιν ἄνθρωποι, ἐπὰν κατὰ τὰ νενομισμένα τοῖς πολλοῖς τὰς θυσίας τις ἀποδιδῷ ἑκάστῳ τῶν κατὰ πόλιν νομιζομένων θεῶν, οὐ νοήσας τὸ ἀληθῶς πρέπον ὑπὸ τῆς ἀκριβοῦς εὐσεβείας ὑπολαμβανόμενον· ἡμεῖς δέ φαμεν τῷ βίῳ λειτουργεῖν μετὰ τῶν πρεπόντων τὸν μεμνημένον, τίς τε ὁ δημιουργήσας καὶ τίνα τὰ ἐκείνῳ φίλα, καὶ πάντα πράττοντα πρὸς τὸ φίλον τῷ θεῷ. καὶ πάλιν Κέλσος μὲν οὐ θέλει ἡμᾶς ἀχαρίστους εἶναι πρὸς τοὺς τῇδε δαίμονας, οἰόμενος ἡμᾶς ὀφείλειν αὐτοῖς χαριστήρια· καὶ ἡμεῖς δὲ τρανοῦντες τὸν περὶ εὐχαριστίας λόγον φαμὲν πρὸς τοὺς μηδὲν εὐεργετοῦντας ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου ἱσταμένους μηδὲν ἀχάριστον ἡμᾶς ποιεῖν, ὅταν αὐτοῖς μὴ θύωμεν ἀλλὰ μηδὲ θεραπεύωμεν αὐτούς. ἀλλὰ τὸ ἀχάριστοι εἶναι πρὸς τὸν θεὸν περιϊστάμεθα, οὗ τῶν εὐεργεσιῶν πλήρεις ἐσμὲν, καὶ δημιουργήματα ὄντες αὐτοῦ καὶ προνοούμενοι ὑπ᾿ αὐτοῦ κριθέντες ὅπως ποτὲ εἶναι καὶ ἔξω τοῦ βίου τὰς παρ᾿ αὐτοῦ ἐλπίδας ἐκδεχόμενοι. ἔστι δὲ καὶ σύμβολον ἡμῖν τῆς πρὸς θεὸν εὐχαριστίας ἄρτος „εὐχαριστία“ καλούμενος. ἀλλ᾿ οὐδὲ δαίμονες ἔχουσιν, ὡς καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν, τὴν οἰκονομίαν τῶν πρὸς τὰς ἡμετέρας χρείας δεδημιουργημένων· διὸ οὐδ᾿ ἄδικόν τι πράττομεν μετέχοντες τῶν δημιουργημάτων καὶ τοῖς μὴ προσήκουσιν αὐτοῖς μὴ θύοντες. κἂν ἴδωμεν δὲ μὴ δαίμονάς τινας ἀγγέλους δὲ τεταγμένους ἐπὶ τῶν τῆς γῆς καρπῶν καὶ ἐπὶ τῆς τῶν ζῴων γενέσεως, εὐφημοῦμεν αὐτοὺς καὶ μακαρίζομεν, ἐγχειρισθέντας ὑπὸ τοῦ θεοῦ τὰ χρήσιμα τῷ γένει ἡμῶν· οὐ μὴν τὴν ὀφειλομένην πρὸς θεὸν τιμὴν τούτοις ἀπονέμομεν, οὔτε γὰρ ὁ θεὸς τοῦτο βούλεται οὔτ᾿ αὐτοὶ οἱ τὰ τοιάδε ἐγκεχειρισμένοι. καὶ ἀποδέχονταί γε ἡμᾶς φυλασσομένους αὐτοῖς θύειν ἢ θύοντας· οὐδὲ γὰρ χρῄζουσιν ἐκεῖνοι τῶν ἀπὸ γῆς ἀναθυμιωμένων. [8.58] Μετὰ ταῦτά φησιν ὁ Κέλσος τοιαῦτα· ὅτι μὴν ἐν τοῖσδε μέχρι τῶν ἐλαχίστων ἔστιν ὅτῳ δέδοται ἐξουσία. μάθοι τις ἂν ἐξ ὧν Αἰγύπτιοι λέγουσιν. ὅτι ἄρα τοῦ ἀνθρώπου τὸ σῶμα ἓξ καὶ τριάκοντα διειληφότες δαίμονες ἢ θεοί τινες αἰθέριοι εἰς τοσαῦτα μέρη νενεμημένον (οἱ δὲ καὶ πολὺ πλείους λέγουσιν) ἄλλος ἄλλο τι αὐτοῦ νέμειν ἐπιτέτακται. καὶ τῶν δαιμόνων ἴσασι τὰ ὀνόματα ἐπιχωρίῳ φωνῇ, ὥσπερ Χνουμὴν καὶ Χναχουμὴν καὶ Κνὰτ καὶ Σικὰτ καὶ Βιοὺ καὶ Ἐροὺ καὶ Ἐρεβίου καὶ Ῥαμανὸρ καὶ Ῥειανοὸρ ὅσα τε ἄλλα τῇ ἑαυτῶν γλώσσῃ ὀνομάζουσι· καὶ δὴ ἐπικα λοῦντες αὐτοὺς ἰῶνται τῶν μερῶν τὰ παθήματα. τί ουν κωλύει τούτους τε καὶ τοὺς ἄλλους δεξιούμενον, ἂν χρῄζῃ τις, ὑγιαίνειν μᾶλλον ἢ νοσεῖν καὶ εὐτυχεῖν μᾶλλον ἢ δυστυχεῖν καὶ βασανιστηρίων καὶ κολαστηρίων ὡς οἷόν τε ἀπηλλάχθαι; καὶ διὰ τούτων δὴ κατάγειν ἡμῶν πειρώμενος τὴν ψυχὴν ὁ Κέλσος ἐπὶ τοὺς δαίμονας, ὡς λαχόντας ἡμῶν τὰ σώματα, καὶ ἕνα ἕκαστον ἐπιστατεῖν ἀποφαινόμενος μέρους τοῦ σώματος ἡμῶν θέλει ἡμᾶς πιστεύειν μὲν οἷς λέγει δαιμονίοις καὶ θεραπεύειν αὐτὰ, ἵνα ὑγιαίνωμεν μᾶλλον ἢ νοσῶμεν καὶ εὐτυχῶμεν μᾶλλον ἢ δυστυχῶμεν καὶ ὅση δύναμις βασανιστηρίων, ὡς οἷόν τε ἐστὶν, ἀπαλλαγῶμεν, τοσοῦτον δ᾿ ἄρα κατέγνωκε τῆς εἰς τὸν θεὸν τῶν ολων ἀσχίστου καὶ ἀδιαιρέτου τιμῆς, ὡς μὴ αὐτάρκη πιστεύων τὸν θεὸν μόνον προσκυνούμενον καὶ μεγαλοφώνως τιμώμενον παρέχειν τῷ τιμῶντι ἀπ᾿ αὐτοῦ τοῦ σέβειν αὐτὸν δύναμιν κωλυτικὴν τῆς τῶν δαιμόνων κατὰ τοῦ ὁσίου ἐπιβουλῆς· οὐ γὰρ ἑώρακε. τίνα τρόπον τὸ ἐν ὀνόματι τοῦ Ἰησοῦ ὑπὸ τῶν γνησίως πιστευόντων καλούμενον οὐκ ὀλίγους ἀπὸ νόσων καὶ δαιμονισμῶν καὶ ἄλλων περιστάσεων ἰάσατο. [8.59] Εἰκὸς δ᾿ ὅτι γελάσεται μὲν ὁ τὰ Κέλσου ἀσπαζόμενος, λεγόντων ἡμῶν ὅτι „ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ὑπάγεται τῷ ἐξομολογεῖσθαι ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός“· γελάσας δὲ ἐνεργεστέρας ἀποδείξεις λήψεται ταῦθ᾿ οὕτως ἔχειν ἢ περὶ ἇν ὀνομάτων ἱστορεῖ τοῦ Χνουμὴν καὶ τοῦ Χναχουμὴν καὶ τοῦ Κνὰτ καὶ τοῦ Σικὰτ καὶ τῶν λοιπῶν τοῦ Αἰγυπτιακοῦ καταλόγου, ὡς καλουμένων καὶ ἰωμένων τὰ τῶν μερῶν παθήματα. καὶ ὅρα γε, τίνα τρόπον ἡμᾶς ἀποτρέπων πιστεύειν ἐπὶ τὸν τῶν ὅλων θεὸν διὰ Ἰησοῦ τοῦ Χριστοῦ, ἐπὶ πίστιν διὰ τὴν τοῦ σώματος ἡμῶν θεραπείαν καλεῖ ἓξ καὶ τριάκοντα βαρβαρικῶν δαιμόνων. οὓς μόνοι Αἰγυπτίων μάγοι καλοῦντες οὐκ οἶδ᾿ ὅπως ἐπαγγέλλονται ἡμῖν τὰ κρείττονα. ὥρα δ᾿ ἡμῖν κατὰ τὸν Κέλσον μαγγανεύειν μᾶλλον καὶ γοητεύειν ἤπερ χριστιανίζειν, καὶ ἀπείρῳ τινὶ ἀριθμῷ δαιμόνων μᾶλλον πιστεύειν ἢ τῷ αὐτόθεν ἐμφανεῖ καὶ ζῶντι καὶ ἐναργεῖ θεῷ τῷ ἐπὶ πᾶσι διὰ τοῦ πολλῇ δυνάμει ἐπισπείραντος τὸν καθαρὸν τῆς θεοσεβείας λόγον τῇ πάσῃ τῶν ἀνθρώπων οἰκουμένῃ, οὐ ψεύσομαι δὲ προστιθεὶς καὶ λέγων ὅτι καὶ τῶν ἄλλων λογικῶν καὶ δεομένων διορθώσεως καὶ θεραπείας καὶ μεταβολῆς τῆς ἀπὸ τῆς κακίας. [8.60] Ὑπιδόμενος γοῦν ὁ Κέλσος τὸν εἰς μαγείαν ὄλισθον τῶν τὰ τοιαῦτα μεμαθηκότων καὶ συναισθηθείς πως βλάβης περὶ τοὺς ἀκούοντας ἐσομένης φησίν· ἐκεῖνο μέντοι φυλακτέον, ὅπως μή τις συνὼν τούτοις τῇ θεραπείᾳ τῇ περὶ αὐτὰ συντακῇ, φιλοσωματήσας τε καὶ τῶν κρειττόνων ἀποστραφεὶς λήθῃ κατασχεθῇ. χρὴ γὰρ ἴσως οὐκ ἀπιστεῖν ἀνδράσι σοφοῖς. οἳ δή φασι διότι τῶν μὲν περιγείων δαιμόνων τὸ πλεῖστον γενέσει συντετηκὸς καὶ προσηλωμένον αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδεδεμένον κρεῖττον οὐδὲν δύναιτ᾿ ἂν τοῦ θεραπεῦσαι σῶμα καὶ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προειπεῖν, καὶ ὅσα περὶ τὰς θνητὰς πράξεις ταῦτα ἴσασί τε καὶ δύνανται. τηλικούτου οὖν ὀλίσθου περὶ τὸν τόπον ὄντος, ὡς καὶ ὁ ἐχθρὸς τῇ τοῦ θεοῦ ἀληθείᾳ μαρτυρεῖ. πόσῳ βέλτιον χωρὶς πάσης ὑφοράσεως ὑπὲρ τοῦ συντακῆναι τοιούτοις δαίμοσιν ἢ φιλοσωματῆσαι καὶ τὰ κρείττονα ἀποστραφῆναι καὶ ὑπὸ λήθης τῆς τῶν κρειττόνων κατασχεθῆναι τὸ ἑαυτὸν ἐμπιστεῦσαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ τὴν τοιαύτην ἡμῖν διδασκαλίαν ὑποθεμένου Ἰησοῦ Χριστοῦ καὶ ἀπ᾿ ἐκείνου αἰτεῖν πᾶσαν βοήθειαν καὶ φρουρὰν τὴν ἀπὸ ἁγίων ἀγγέλων καὶ δικαίων, ἵν᾿ ἡμᾶς ῥύσωνται ἀπὸ τῶν περιγείων δαιμόνων καὶ γενέσει συντετηκότων καὶ αἵματι καὶ κνίσσῃ προσηλωμένων καὶ ἀλλοκότοις μελῳδίαις ἀγομένων καὶ ἄλλοις τοιούτοις προσδεδεμένων, ὁμολογουμένως μὲν καὶ κατὰ τὸν Κέλσον κρεῖττον οὐδὲν δυναμένων τοῦ θεραπεῦσαι τὸ σῶμα. ἐγὼ δ᾿ εἴποιμ᾿ ἂν ὅτι οὐδ᾿ ἐναργές ἐστι τὸ τοὺς δαίμονας τούτους ὅπως ποτὲ θεραπευομένους δύνασθαι θεραπεύειν τὰ σώματα· ἀλλὰ χρὴ τὴν θεραπείαν τῶν σωμάτων, εἰ μὲν ἁπλούστερον βούλοιτό τις ζῆν καὶ κοινότερον, ἐφόδῳ ἰατρικῇ θεραπεύειν, εἰ δὲ βέλτιον παρὰ τοὺς πολλοὺς. εὐσεβείᾳ τῇ εἰς τὸν ἐπὶ πᾶσι θεὸν καὶ ταῖς πρὸς ἐκεῖνον εὐχαῖς. [8.61] Καὶ σὺ γὰρ σκόπησον παρὰ σαυτῷ, ποῖον παραδέξεται μᾶλλον ἦθος ὁ ἐπὶ πᾶσι θεὸς, καὶ δυνάμενος ὅσα ἄλλος οὐδεὶς πρὸς πάντα καὶ πρὸς εὐεργεσίαν ἀνθρώπων εἴτε περὶ ψυχὴν εἴτε περὶ σῶμα εἴτε περὶ τὰ ἐκτὸς, πότερον τὸν αὐτῷ περὶ πάντων ἀνακείμενον ἢ τὸν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ δυνάμεις καὶ πράξεις καὶ ἐπῳδὰς καὶ βοτάνας οἰκείας δαίμοσι καὶ λίθους καὶ τὰς ἐν αὐτοῖς γλυφὰς, καταλλήλους ταῖς παραδιδομέναις εἴτε συμβολικαῖς εἴτε ὅπως ποτὲ μορφαῖς δαιμόνων. ἀλλὰ δῆλον τῷ καὶ ἐπ᾿ ὀλίγον παρακολουθεῖν δυναμένῳ ὅτι τὸ ἄπλαστον μὲν καὶ ἀπερίεργον ἦθος διὰ τοῦτο θεῷ τῷ ἐπὶ πᾶσιν ἀνακείμενον ἀποδεκτὸν ἔσται θεῷ καὶ πᾶσι τοῖς ἐκείνῳ οἰκειουμένοις· τὸ δὲ δι᾿ ὑγείαν σώματος καὶ φιλοσωματίαν καὶ τὴν ἐν μέσοις πράγμασιν εὐτυχίαν περιεργαζόμενον δαιμόνων ὀνόματα καὶ ζητοῦν. πῶς κηλήσει τισὶν ἐπῳδαῖς τοὺς δαίμονας, ὡς μοχθηρὸν καὶ ἀσεβὲς καὶ δαιμονικὸν μᾶλλον ἢ ἀνθρωπικὸν καταλείψει ὁ θεὸς οἷς εἵλετο ὁ τὰ τοιάδε λέγων δαίμοσι, διασπαραχθησόμενον ὑπὸ τῶν ὑφ᾿ ἑκάστου ὑποβαλλομένων λογισμῶν ἢ καὶ ἄλλων κακῶν. εἰκὸς γὰρ αὐτοὺς ἅτε φαύλους ὄντας καὶ, ὡς Κέλσος ὡμολόγησε, προσηλωμένους αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις μηδὲ πρὸς τοὺς ταῦτα αὐτοῖς χαριζομένους πίστιν τηρεῖν καὶ οἱονεὶ δεξιάς. ἄλλων γὰρ αὐτοὺς καλούντων κατὰ τῶν θεραπευσάντων καὶ πλείονος αἵματος καὶ κνίσσης καὶ ἧς δέονται θεραπείας ὠνουμένων αὐτῶν τὴν δουλείαν, ἐπιβουλεύσαιεν ἂν τῷ χθὲς αὐτοὺς θεραπεύσαντι καὶ τῆς φίλης αὐτοῖς θοίνης μεταδιδόντι. [8.62] Πολλὰ δὲ Κέλσος ἐν τοῖς πρὸ τούτων εἰπὼν. μέχρι χρηστηρίων καὶ ἐπὶ τὰ μαντεῖα αὐτῶν ἀναπέμψας ἡμᾶς ὡς θεῶν. νῦν κρεῖττον πεποίηκεν ὁμολογήσας ὅτι οἱ μέλλουσαν τύχην ἀνθρώπῳ καὶ πόλει προλέγοντες καὶ ὅσοι περὶ τὰς θνητὰς πράξεις περίγειοι δαίμονές εἰσι, γενέσει συντετηκότες καὶ προσηλωμένοι αἵματι καὶ κνίσσῃ καὶ μελῳδίαις καὶ ἄλλοις τισὶ τοιούτοις προσδεδεμένοι, κρεῖττον τούτων οὐδὲν δυνάμενοι. καὶ εἰκὸς ὅτι. ἡνίκα ἱστάμεθα πρὸς Κέλσον, θεολογοῦντα τὰ χρηστήρια καὶ τὰς παρὰ τοῖς νομιζομένοις θεοῖς θεραπείας, ἀσεβεῖς τις ἡμᾶς ὑπελάμβανε, τοὺς λέγοντας δαιμόνων εἶναι ταῦτ᾿ ἔργα. κατασπώντων εἰς τὰ γενέσεως πράγματα τὰς τῶν ἀνθρώπων ψυχάς· ἀλλὰ νῦν ὁ ἐκεῖνα περὶ ἡμῶν ὑπολαβὼν πειθέσθω καλῶς λεγομένοις τοῖς ὑπὸ Χριστιανῶν καταγγελλομένοις, ὁρῶν ὅτι καὶ ὁ κατὰ Χριστιανῶν γράφων ταῦτα νῦν ἐπὶ τέλει ὡσπερεὶ νικώμενος ὑπὸ τοῦ τῆς ἀληθείας πνεύματος ἀνέγραψε. κἂν λέγῃ οὖν Κέλσος τούτοις ἀφοσιωτέον, ἐφ᾿ ὅσον συμφέρει, πάντῃ γὰρ τοῦτο ποιεῖν οὐχ αἱρεῖ λόγος· οὐκ ἀφοσιωτέον δαιμονίοις. συντετηκόσι κνίσσαις καὶ αἵμασιν, οὔτε τὸ θεῖον ὅσον ἐφ᾿ ἡμῖν μολυντέον, κατάγουσιν αὐτὸ ἐπὶ μοχθηροὺς δαίμονας. εἰ δ᾿ ἠκριβώκει Κέλσος τὴν τοῦ συμφέροντος ἔννοιαν καὶ ἑωράκει ὅτι τὸ κυρίως συμφέρον ἀρετή ἐστι καὶ ἡ κατ᾿ ἀρετὴν πρᾶξις, οὐκ ἂν τὸ ἐφ᾿ ὅσον συμφέρει ἔταξεν ἐπὶ τῶν τοιῶνδε καὶ, ὡς αὐτὸς ὡμολόγησε, δαιμόνων. ἡμεῖς οὖν αἱρούμεθα. εἰ μέλλει διὰ θεραπείας τοιούτων δαιμόνων ἡ ὑγίεια ἡμῖν παραγίνεσθαι καὶ ἡ ἐν βιωτικοῖς εὐτυχία, νοσεῖν μᾶλλον καὶ ἐν βιωτικοῖς δυστυχεῖν μετὰ συνειδότος τοῦ πρὸς τὸν θεὸν τῶν ὅλων καθαρῶς εὐσεβοῦς, ἤπερ μετὰ τοῦ σχίζεσθαι καὶ ἀποπίπτειν τοῦ θεοῦ καὶ τὴν ψυχὴν ἐσχάτως νοσεῖν καὶ κακοδαιμονεῖν ὑγιαίνειν τῷ σώματι καὶ ἐν βιωτικοῖς ἀπαλλάσσειν εὐτυχέστερον· καὶ τῷ ἀπροσδεεῖ γε παντὸς οὑτινοσοῦν πλὴν τῆς ἀνθρώπων σωτηρίας καὶ παντὸς λογικοῦ προσελθετέον. ἢ τοῖς χρῄζουσι κνίσσης καὶ αἵματος. [8.63] Κέλσος μὲν ουν οἶμαι μετὰ τοσούτους, οὓς εἶπε περὶ δαιμόνων δεομένων κνίσσης καὶ αἵματος λόγους, ὡσπερεὶ ἐπὶ μοχθηρίαν ἐρχόμενος παλινῳδίαν φησὶν ὅτι μᾶλλον οἰητέον τοὺς δαίμονας μηδενὸς χρῄζειν μηδὲ δεῖσθαί τινος ἀλλὰ χαίρειν τοῖς τὸ εὐσεβὲς δρῶσι πρὸς αὐτούς. ἐχρῆν δ᾿, εἰ τοῦτο ᾤετο εἶναι ἀληθὲς. ἐκεῖνα αὐτὸν μὴ τεθεικέναι, ταῦτα ἀπηλειφέναι. ἀλλὰ γὰρ οὐ πάντῃ ἡ ἀνθρωπίνη φύσις ὑπὸ τοῦ θεοῦ καὶ τῆς μονογενοῦς αὐτῷ ἀληθείας καταλείπεται. διόπερ καὶ Κέλσος εἶπε μὲν ἐν τῷ περὶ κνίσσης καὶ αἵματος, ὧν χρῄζουσι δαίμονες. τἀληθῆ· πάλιν δ᾿ ὑπὸ τῆς ἰδίας κακίας κατώλισθεν ἐπὶ τὰ ψευδῆ καὶ ἐξομοιοῖ τοὺς δαίμονας ἀνθρώποις τοῖς τελέως δικαίως πράττουσι τὰ δίκαια. κἂν μηδεὶς αὐτοῖς γινώσκῃ χάριν. τὰ ἀγαθὰ δὲ ποιοῦσι τοῖς ἀμειβομένοις τὸ εὐχάριστον. δοκεῖ δέ μοι συγχεῖσθαι κατὰ τὸν τόπον καὶ ὁτὲ μὲν τὸ ἡγεμονικὸν ὑπὸ τῶν δαιμόνων ταράττεσθαι, ἔσθ᾿ ὅτε δὲ καὶ ἀνανήφων ἀπὸ τῆς ὑπ᾿ ἐκείνοις ἀλογιστίας ἐπ᾿ ὀλίγον τι βλέπειν τοῦ ἀληθοῦς. πάλιν γὰρ ἐπιφέρει· θεοῦ δὲ οὐδαμῇ οὐδαμῶς ἀπολειπτέον οὔτε μεθ᾿ ἡμέραν οὔτε νύκτωρ οὔτ᾿ ἐς κοινὸν οὔτ᾿ ἰδίᾳ λόγῳ τε ἐν παντὶ καὶ ἔργῳ διηνεκῶς. ἀλλά γε καὶ μετὰ τῶνδε καὶ χωρὶς ἡ ψυχὴ ἀεὶ τετάσθω πρὸς τὸν θεόν. ἐγὼ δ᾿ ἀκούω τοῦ μετὰ τῶνδε τουτέστι μετὰ τοῦ κοινοῦ καὶ μετὰ παντὸς ἔργου καὶ μετὰ παντὸς λόγου. εἶτα πάλιν ὡσπερεὶ παλαίων τῷ λογισμῷ πρὸς τὰς ἀπὸ τῶν δαιμόνων ἐκστάσεις καὶ τὰ πολλὰ νικώμενος ἐπιφέρει καὶ λέγει· εἰ ὧδε ἔχοιεν, τί τὸ δεινὸν τοὺς τῇδε ἄρχοντας εὐμενίζεσθαι, τούς τε ἄλλους καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὡς οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε ἠξιωμένους; ἐν μὲν οὖν τοῖς ἀνωτέρω κατῆγεν ὅσον ἐφ᾿ ἑαυτῷ τὴν ψυχὴν ἡμῶν πρὸς τοὺς δαίμονας· νῦν δὲ βούλεται ἡμᾶς ἐξευμενίζεσθαι καὶ τοὺς ἐν ἀνθρώποις δυνάστας καὶ βασιλέας, ὧν ἐπεὶ μεστὸς ὁ βίος καὶ (αἱ) ἱστορίαι, νῦν οὐχ ἡγησάμην ἀναγκαῖον ἐκθέσθαι τὰ παραδείγματα. [8.64] Ἕνα οὖν τὸν ἐπὶ πᾶσι θεὸν ἡμῖν ἐξευμενιστέον καὶ τοῦτον ἵλεω εὐκτέον, ἐξευμενιζόμενον εὐσεβείᾳ καὶ πάσῃ ἀρετῇ. εἰ δὲ καὶ ἄλλους τινὰς βούλεται μετὰ τὸν ἐπὶ πᾶσιν ἐξευμενίζεσθαι θεὸν, κατανοησάτω ὅτι ὥσπερ τῷ κινουμένῳ σώματι ἀκολουθεῖ ἡ τῆς σκιᾶς αὐτοῦ κίνησις, τὸν αὐτὸν τρόπον τῷ ἐξευμενίζεσθαι τὸν ἐπὶ πᾶσι θεὸν ἕπεται εὐμενεῖς ἔχειν πάντας τοὺς ἐκείνου φίλους ἀγγέλους καὶ ψυχὰς καὶ πνεύματα. συναίσθονται γὰρ τῶν ἀξίων τοῦ παρὰ τοῦ θεοῦ εὐμενισμοῦ, καὶ οὐ μόνον καὶ αὐτοὶ εὐμενεῖς τοῖς ἀξίοις γίνονται ἀλλὰ καὶ συμπράττουσι τοῖς βουλομένοις τὸν ἐπὶ πᾶσι θεὸν θεραπεύειν καὶ ἐξευμενίζονται καὶ συνεύχονται καὶ συναξιοῦσιν· ὥστε τολμᾶν ἡμᾶς λέγειν ὅτι ἀνθρώποις μετὰ προαιρέσεως προτιθεμένοις τὰ κρείττονα εὐχομένοις τῷ θεῷ μυρίαι ὅσαι ἄκλητοι συνεύχονται δυνάμεις ἱεραὶ, συμπαρέχουσαι τῷ ἐπικήρῳ ἡμῶν γένει καὶ, ἵν᾿ οὕτως εἴπω, συναγωνιῶσαι δι᾿ οὓς ὁρῶσιν ἀντιστρατευο μένους καὶ ἀνταγωνιζομένους δαίμονας τῇ σωτηρίᾳ μάλιστα τῶν ἑαυτοὺς ἀνατιθέντων θεῷ καὶ μὴ φροντιζόντων τῆς τῶν δαιμόνων ἔχθρας, ἐὰν ἐκεῖνοι ἐξαγριαίνωσι πρὸς τὸν ἄνθρωπον, φεύγοντα μὲν αὐτῶν τὰς διὰ κνίσσης καὶ αἵματος θεραπείας παντὶ δὲ τρόπῳ λόγων καὶ πράξεων σπεύδοντα οἰκειοῦσθαι καὶ ἑνοῦσθαι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ καταλύσαντος μυρίους δαίμονας Ἰησοῦ, ἡνίκα περιῄει „ἰώμενος“ καὶ ἐπιστρέφων „τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.“ [8.65] Ἡμῖν μέντοι γε καταφρονητέον ἐξευμενισμοῦ ἀνθρώπων καὶ βασιλέων, οὐ μόνον ἐὰν διὰ μιαιφονιῶν καὶ ἀσελγειῶν καὶ ὠμοτάτων πράξεων ἐξευμενιζώμεθα αὐτοὺς, ἀλλὰ καὶ ἐὰν διὰ τῆς εἰς τὸν θεὸν τῶν ὅλων ἀσεβείας ἤ τινος μετὰ δουλοπρεπείας καὶ ταπεινότητος φωνῆς, ἀλλοτρίας ἀνδρείων καὶ μεγαλοψύχων ἀνδρῶν καὶ τὴν καρτερίαν ὡς μεγίστην ἀρετὴν συναναλαβεῖν ταῖς ἄλλαις ἐθελόντων. ἔνθα μέντοι οὐδὲν ἐναντίον πράττομεν νόμῳ καὶ λόγῳ θεοῦ, οὐ μεμήναμεν οὐδ᾿ ὁρμῶμεν καθ᾿ ἑαυτῶν ἐγείρειν βασιλέως ἢ δυνάστου θυμὸν, ἐπὶ αἰκίας καὶ βασανιστήρια ἢ καὶ θανάτους ἡμᾶς φέροντα. ἀνέγνωμεν γὰρ καὶ τὸ „πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γάρ ἐστιν ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ θεοῦ τεταγμέναι εἰσίν· ὥστε οἱ ἀνθεστηκότες τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇ ἀνθίστανται.“ ἐν μέντοι γε τοῖς εἰς τὴν πρὸς Ῥωμαίους ἐξηγητικοῖς, ὡς δυνατὸν ἦν ἡμῖν, ἐπὶ πλεῖον καὶ ταῦτα τὰ ῥήματα ποικίλως ἐξητάσαμεν· νῦν δ᾿ αὐτὰ εἰς τὸ προκείμενον ἁπλούστερον κατὰ τὴν κοινοτέραν ἐκδοχὴν παρειλήφαμεν, ἐπείπερ φησὶν ὁ Κέλσος· οὐδὲ τούτους ἄνευ δαιμονίας ἰσχύος τῶν τῇδε εἶναι ἠξιωμένους. καὶ ἐπεὶ πολὺς ἦν ὁ λόγος ὁ περὶ τῆς τῶν βασιλευόντων καὶ δυναστῶν καταστάσεως, πολλῆς ζητήσεως οὔσης κατὰ τὸν τόπον διὰ τοὺς ὠμότερον καὶ τυραννικώτερον ἄρξαντας ἢ τοὺς ἐκ τοῦ ἄρχειν ἐπὶ θρύψιν καὶ τρυφὴν ἐξοκείλαντας, διὰ τοῦτο ἐπὶ τοῦ παρόντος τὸ πρόβλημα ἐξετάσαι ὑπερεθέμεθα. τύχην μέντοι βασιλέως οὐκ ὄμνυμεν ὡς οὐδ᾿ ἄλλον νομιζόμενον θεόν· εἴτε γὰρ, ὡς ὠνόμασάν τινες, ἐκφορὰ μόνον ἐστὶν ἡ τύχη ὁμοίως δοκήσει καὶ διαστάσει, οὐκ ὄμνυμεν τὸ μηδαμῶς ὂν ὡς θεὸν ἢ ὅλως ὑφεστηκὸς καὶ δυνάμενόν τι ποιῆσαι, ἵνα μὴ τὴν ὀμοτικὴν δύναμιν εἰς ἃ μὴ δεῖ παραλαμβάνωμεν, εἴτε καὶ (ὥς τισιν ἔδοξεν εἰποῦσι· τοῦ Ῥωμαίων βασιλέως τὸν δαίμονα ὀμνῦσιν οἱ τὴν τύχην αὐτοῦ ὀμνύοντες) δαίμων ἐστὶν ἡ ὀνομαζομένη τύχη τοῦ βασιλέως, καὶ οὕτως ἀποθανετέον ἐστὶ μᾶλλον ἡμῖν ὑπὲρ τοῦ μὴ ὀμόσαι μοχθηρὸν δαίμονα καὶ ἄπιστον, πολλάκις συνεξαμαρτάνοντα ᾧ ἔλαχεν ἀνθρώπῳ ἢ καὶ πλέον αὐτοῦ ἁμαρτάνοντα. [8.66] Εἶτα πάλιν ὁ Κέλσος ὁμοίως τοῖς ἀπὸ δαιμονισμοῦ ἔσθ᾿ ὅτε ἀναφέρουσιν εἶτα πάλιν καταπίπτουσιν ὥσπερ νήφων τοιαῦτά τινα λέγων· ἐὰν μέντοι γε κελεύῃ τις, εἰ τύχοι θρησκεύων θεὸν, ἢ ἀσεβεῖν ἢ ἄλλο τι αἰσχρὸν εἰπεῖν, οὐδαμῇ οὐδαμῶς πιστευτέον ἀλλὰ πρὸ τούτων πάσας βασάνους ἐγκαρτερητέον καὶ πάντας θανάτους ὑπομενετέον, πρίν τι ἀνόσιον περὶ θεοῦ μὴ ὅτι γε εἰπεῖν ἀλλὰ μελῆσαι· εἶτα πάλιν ἀπ᾿ ἀγνοίας τῆς περὶ τοῦ ἡμετέρου λόγου καὶ πρὸς ταύτῃ ἀπὸ τοῦ φύρειν τὰ πάντα τοιαῦτά φησιν· ἐὰν δὲ κελεύῃ τις εὐφημῆσαι τὸν Ἥλιον ἢ τὴν Ἀθηνᾶν προθυμότατα μετὰ καλοῦ παιᾶνος εὐφημεῖν, οὕτω τοι σέβειν μᾶλλον δόξεις τὸν μέγαν θεὸν, ἐὰν καὶ τούσδε ὑμνῇς· τὸ γὰρ θεοσεβὲς διὰ πάντων διεξιὸν τελεώτερον γίνεται. φαμὲν οὖν ὅτι οὐ περιμένομεν εὐφημῆσαι τὸν Ἥλιον τὸν κελεύοντα, οἱ μαθόντες οὐ μόνον τοὺς τῇ διατάξει ὑποτεταγμένους εὐφημεῖν ἀλλὰ καὶ τοὺς ἐχθρούς. εὐφημοῦμεν οὖν Ἥλιον ὡς καλὸν θεοῦ δημιούργημα καὶ τοὺς νόμους φυλάσσον τοῦ θεοῦ καὶ ἀκοῦον τοῦ „αἰνεῖτε τὸν κύριον ἥλιος καὶ σελήνη,“ καὶ ὅση δύναμις ὑμνοῦντα τὸν πατέρα καὶ τὸν δημιουργὸν τοῦ παντός. Ἀθηνᾶν μέντοι μετὰ Ἡλίου τασσομένην ἐμυθοποίησαν οἱ Ἑλλήνων λόγοι, εἴτ᾿ ἐν ὑπονοίαις εἴτε χωρὶς ὑπονοιῶν φάσκοντες ἐκ τῆς τοῦ Διὸς γεγεννῆσθαι κεφαλῆς καθωπλισμένην· καὶ διωκομένην τότε ὑπὸ τοῦ Ἡφαίστου. βουλομένου αὐτῆς φθεῖραι τὴν παρθενίαν, ἐκπεφευγέναι μὲν αὐτὸν τὴν δ᾿ ἐκ τῆς ἐπιθυμίας πεσοῦσαν ἐπὶ τὴν γῆν θορὴν ἀγαπήσασαν ἐκθρέψαι, καλέσασαν Ἐριχθόνιον, τόν ποτε, φασὶν, Ἀθήνη θρέψε, Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. καὶ ὁρῶμέν γε ὅτι τῷ προσιεμένῳ τὴν Ἀθηνᾶν, Διὸς θυγατέρα, πολλοὺς μύθους καὶ πλάσματα παρεκδεκτέον, οὓς οὐκ ἂν παραδέχοιτο ὁ φεύγων μὲν μύθους ζητῶν δὲ ἀλήθειαν. [8.67] Ἵνα δὲ καὶ τροπολογῆται καὶ λέγηται φρόνησις εἶναι ἡ Ἀθηνᾶ, παραστησάτω τις αὐτῆς τὴν ὑπόστασιν καὶ τὴν οὐσίαν, ὡς ὑφεστηκυίας κατὰ τὴν τροπολογίαν ταύτην. εἰ δὲ καὶ ἀρχαία τις γενομένη ἄνθρωπος ἡ Ἀθηνᾶ τετίμηται, παραδόντων τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς τῶν βουληθέντων αὐτῆς τὸ ὄνομα παρὰ ἀνθρώποις ὡς θεοῦ ᾄδεσθαι, πολλῷ μᾶλλον οὐ χρὴ ὑμνῆσαι καὶ ὡς θεὸν δοξάσαι τὴν Ἀθηνᾶν, εἴ γε οὐδὲ τὸν τηλικοῦτον ἥλιον προσκυνεῖν ἡμῖν θέμις, κἂν εὐφημῶμεν αὐτόν. Κέλσος μὲν οὖν φησι μᾶλλον ἡμᾶς σέβειν δοκεῖν τὸν μέγαν θεὸν, ἂν καὶ Ἥλιον καὶ Ἀθηνᾶν ὑμνῶμεν, ἡμεῖς δὲ τὸ ἐναντίον ἴσμεν. ὕμνους γὰρ εἰς μόνον τὸν ἐπὶ πᾶσι λέγομεν θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ θεὸν λόγον. καὶ ὑμνοῦμέν γε θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ ὡς καὶ „ἥλιος καὶ σελήνη“ καὶ „ἄστρα“ καὶ πᾶσα ἡ οὐρανία στρατιά. ὑμνοῦσι γὰρ πάντες οὗτοι, θεῖος ὄντες χορὸς, μετὰ τῶν ἐν ἀνθρώποις δικαίων τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ. προείπομεν μὲν οὖν μὴ δεῖν ὀμνύναι τὸν ἐν ἀνθρώποις βασιλέα ἢ τὴν ὀνομαζομένην τύχην αὐτοῦ. διὸ οὐκ ἀναγκαῖον ἡμᾶς πάλιν ἀπολογεῖσθαι πρὸς τὸ κἂν ἐν ἀνθρώποις βασιλέα κελεύῃ σέ τις ὁρκωμοτεῖν, οὐδὲ τοῦτο δεινόν. δέδοται γὰρ τούτῳ τὰ ἐπὶ γῆς, καὶ ὅ τι ἂν λαμβάνῃς ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνεις. ἡμεῖς δέ φαμεν ὅτι οὐ πάντως δέδοται τούτῳ τὰ ἐπὶ γῆς ὅλα, οὐδ᾿ ὅ τι ἂν λαμβάνωμεν ἐν τῷ βίῳ, παρὰ τούτου λαμβάνομεν. δικαίως γὰρ καὶ καλῶς λαμβάνοντες, ἀπὸ τοῦ θεοῦ καὶ τῆς προνοίας αὐτοῦ λαμβάνομεν, οἷον ἡμέρους καρποὺς καὶ ἄρτον, στηρίζοντα „καρδίαν ἀνθρώπου,“ καὶ τὴν προσηνῆ ἄμπελον καὶ οἶνον, εὐφραίνοντα „καρδίαν ἀνθρώπου.“ ἀλλὰ καὶ τοὺς τῆς ἐλαίας καρποὺς ἀπὸ τῆς προνοίας ἔχομεν τοῦ θεοῦ „τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ.“ [8.68] Εἶθ᾿ ἑξῆς φησιν ὁ Κέλσος ὅτι οὐ χρὴ ἀπιστεῖν ἀνδρὶ ἀρχαίῳ, πάλαι προειπόντι τό· εἷς βασιλεὺς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω. καὶ ἐπιφέρει· ὡς, ἂν τοῦτο λύσῃς τὸ δόγμα, εἰκότως ἀμυνεῖταί σε ὁ βασιλεύς. εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, οὐδὲν κωλύσει τὸν μὲν καταλειφθῆναι μόνον καὶ ἔρημον, τὰ δ᾿ ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομωτάτοις τε καὶ ἀγριωτάτοις βαρβάροις γενέσθαι, καὶ μήτε τῆς σῆς θρησκείας μήτε τῆς ἀληθινῆς σοφίας ἐν ἀνθρώποις ἔτι καταλείπεσθαι κλέος. εἷς μὲν οὖν κοίρανος ἔστω, εἷς βασιλεὺς, οὐχ ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, ἀλλ᾿ ᾧ ἔδωκεν ὁ καθιστῶν „βασιλεῖς καὶ“ μεθιστῶν „καὶ τὸν χρήσιμον“ κατὰ καιρὸν ἐγείρων ἐπὶ τῆς γῆς· καὶ οὐχ ὁ τοῦ καταταρταρωθέντος, ὡς οἱ μῦθοι Ἑλλήνων λέγρυσι, Κρόνου υἱὸς ἀπελάσας τοῦτον τῆς ἀρχῆς καθίστησι βασιλεῖς, οὐδ᾿ ἂν ἀλληγορῇ τις τὰ κατὰ τοὺς τόπους, ἀλλ᾿ ὁ διοικῶν τὰ σύμπαντα θεὸς οἶδεν ὅ τι ποτὲ ποιεῖ κατὰ τὸν τόπον τῆς τῶν βασιλέων καταστάσεως. λύομεν οὖν τὸ δόγμα· ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω, οὐδὲν ἀγκύλον καὶ σκολιὸν βούλεσθαι πειθόμενοι θεὸν ἢ πατέρα θεοῦ. οὐ λύομεν δὲ τὸ δόγμα τὸ περὶ προνοίας καὶ τῶν εἴτε προηγουμένως ὑπ᾿ αὐτῆς γινομένων εἴτε καὶ ἔκ τινων ἐπακολουθούντων. ἀλλ᾿ οὐδ᾿ εἰκότως ἡμᾶς ἀμύνεται βασιλεὺς, φάσκοντας μὲν ὅτι οὐ Κρόνου παῖς ἀγκυλομήτεω ἔδωκεν αὐτῷ τὸ βασιλεύειν, ὁ δὲ μεθιστῶν „βασιλεῖς καὶ“ καθιστῶν. καὶ τὸ αὐτό γε ποιείτωσάν μοι ἅπαντες, τὸ μὲν Ὁμηρικὸν καταλύοντες δόγμα τὸ δὲ θεῖον περὶ βασιλέως τηροῦντες καὶ τὸ „τὸν βασιλέα τιμᾶτε“ φυλάττοντες· καὶ τὸ ὡς ἐν ὑποθέσει γε τοιαύτῃ οὔτε μόνος ὁ βασιλεὺς καταλειφθήσεται οὔτ᾿ ἔρημος ἔσται οὔτε τὰ ἐπὶ γῆς ἐπὶ τοῖς ἀνομωτάτοις καὶ ἀγριωτάτοις βαρβάροις ἔσται. εἰ γὰρ, ὡς λέγει Κέλσος, τὸ αὐτό μοι ποιήσειαν ἅπαντες, δηλονότι καὶ οἱ βάρβαροι τῷ λόγῳ τοῦ θεοῦ προσελθόντες νομιμώτατοι ἔσονται καὶ ἡμερώτατοι· καὶ πᾶσα μὲν θρησκεία καταλυθήσεται μόνη δὲ ἡ Χριστιανῶν κρατήσει, ἥτις καὶ μόνη ποτὲ κρατήσει, τοῦ λόγου ἀεὶ πλείονας νεμομένου ψυχάς. [8.69] Εἶτα ἑαυτοῦ μὴ ἀκούσας ὁ Κέλσος, τὰ ἀνακόλουθα εἰπόντος τῷ εἰ γὰρ τὸ αὐτό σοι ποιήσειαν ἅπαντες, φησίν· οὐ μὲν δὴ τοῦτο φήσεις. ὡς, ἂν πεισθέντες σοι Ῥωμαῖοι καὶ τῶν νενομισμένων αὐτοῖς πρὸς θεούς τε καὶ ἀνθρώπους ἀμελήσαντες τὸν σὸν Ὕψιστον, ἢ ὅντινα βούλει, προσκαλέσωνται. καταβὰς ὑπερμαχεῖται αὐτῶν, καὶ οὐδεμιᾶς ἄλλης ἀλκῆς δεήσει. καὶ γὰρ πρότερον ὁ αὐτὸς θεὸς τοῖς προσέχουσιν αὐτῷ ταῦτά τε καὶ πολὺ μείζω τούτων, ὡς ὑμεῖς φατε, ὑπισχνούμενος ὁρᾶτε ὅσα ὠφέλησεν ἐκείνους τε καὶ ὑμᾶς· ὧν τοῖς μὲν ἀντὶ (τοῦ) γῆς ἁπάσης εἶναι δεσπόταις οὐδ᾿ ὁποία τις βῶλος οὐδ᾿ ἑστία λείπεται, ὑμῶν δὲ κἂν πλανᾶταί τις ἔτι λανθάνων, ἀλλὰ ζητεῖται πρὸς θανάτου δίκην. ἐπεὶ δὲ καθ᾿ ὑπόθεσιν ζητεῖ, εἰ πεισθέντες Ῥωμαῖοι τῷ Χριστιανῶν λόγῳ, τῶν πρὸς τοὺς νενομισμένους θεοὺς ἀμελήσαντες καὶ τῶν κατὰ τοὺς ἀνθρώπους προτέρων νόμων, τὸν Υψιστον σέβοιντο, τί ἂν ἀπαντήσαι· ἄκουε τί ἀρέσκει περὶ τούτων ἡμῖν. φαμὲν ὅτι, εἴπερ, „ἂν δύο συμφωνῶσιν“ ἐξ ἡμῶν „ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος, οὗ ἐὰν αἰτήσωνται γενήσεται αὐτοῖς παρὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς“ τῶν δικαίων· χαίρει γὰρ συμφωνίᾳ τῶν λογικῶν ζῴων ὁ θεὸς καὶ ἐκτρέπεται τὴν διαφωνίαν· τί χρὴ νομίζειν, εἰ μὴ μόνον ὡς νῦν πάνυ ὀλίγοι συμφωνοῖεν ἀλλὰ πᾶσα ἡ ὑπὸ Ῥωμαίων ἀρχή; εὔξονται γὰρ τῷ καὶ πρότερον εἰπόντι πρὸς τοὺς Ἑβραίους καταδιωκομένους ὑπὸ Αἰγυπτίων λόγῳ· „κύριος πολεμήσει ὑπὲρ ὑμῶν, καὶ ὑμεῖς σιγήσεσθε,“ καὶ μετὰ πάσης συμφωνίας εὐξάμενοι πολλῷ πλείονας δυνήσονται καταλῦσαι ἐχθροὺς ἐπιδιώκοντας, ἢ οὓς καθεῖλεν ἡ Μωϋσέως πρὸς τὸν θεὸν βοῶντος καὶ τῶν σὺν αὐτῷ εὐχή. ἃ δ᾿ ὑπέσχετο ὁ θεὸς τοῖς τηροῦσι τὸν νόμον εἰ μὴ γεγένηται, οὐ τῷ ψεύδεσθαι τὸν θεὸν οὐ γεγένηται ἀλλὰ τῷ ἐπὶ συνθήκαις γεγονέναι τὰς ἐπαγγελίας, ταῖς περὶ τοῦ τηρεῖν τὸν νόμον καὶ τὸν κατὰ τὸν νόμον βίον. καὶ εἰ οὔτε βῶλος οὔθ᾿ ἑστία Ἰουδαίοις καταλείπεται τοῖς τὰς ἐπαγγελίας ἐπὶ συνθήκαις εἰληφόσιν, αἰτιατέον πᾶσαν μὲν αὐτῶν τὴν παρανομίαν ἐξαιρέτως δὲ τὴν κατὰ τοῦ Ἰησοῦ. [8.70] Ἀλλ᾿ οἱ καθ᾿ ὑπόθεσιν Κέλσου πάντες ἂν πεισθέντες Ῥωμαῖοι εὐχόμενοι περιέσονται τῶν πολεμίων ἢ οὐδὲ τὴν ἀρχὴν πολεμήσονται. φρουρούμενοι ὑπὸ θείας δυνάμεως, τῆς διὰ πεντήκοντα δικαίους πέντε πόλεις ὅλας ἐπαγγειλαμένης διασῶσαι. ἅλες γὰρ εἰσι τηρητικοὶ τῶν ἐπὶ γῆς συστάσεων τοῦ κόσμου οἱ τοῦ θεοῦ ἄνθρωποι, καὶ συνέστηκε τὰ ἐπὶ γῆς, ὅσον οἱ ἅλες οὐ τρέπονται· „ἐὰν γὰρ τὸ ἅλας μωρανθῇ,“ „οὔτ᾿ εἰς γῆν οὔτ᾿ εἰς κόπρον“ „ἰσχύει ἔτι“ ἀλλὰ „βληθὲν ἔξω“ καταπατηθήσεται „ὑπὸ τῶν ἀνθρώπων.“ „ὁ δ᾿ ἔχων ὦτα ἀκουέτω,“ πῶς ταῦτα λέγεται. καὶ ἡμεῖς δὲ, ὅτε μὲν ἐπιτρέπει ὁ θεὸς τῷ πειράζοντι δοὺς ἐξουσίαν τὴν τοῦ διώκειν ἡμᾶς, διωκόμεθα· ὅτε δ᾿ ὁ θεὸς (οὐ) βούλεται τοῦθ᾿ ἡμᾶς πάσχειν, καὶ ἐν μισοῦντι ἡμᾶς τῷ κόσμῳ παραδόξως εἰρήνην ἄγομεν καὶ θαῤῥοῦμεν ἐπὶ τῷ εἰπόντι· „θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.“ καὶ ἀληθῶς νενίκηκε „τὸν κόσμον,“ διόπερ (ἰσχύει ὁ κόσμος) εἰς ὅσον νικήσας αὐτὸν βούλεται, λαβὼν ἀπὸ τοῦ πατρὸς τὸ νικᾶν „τὸν κόσμον·“ θαῤῥοῦμεν δὲ τῇ ἐκείνου νίκῃ. εἰ δὲ βούλεται πάλιν ἡμᾶς ἀθλεῖν καὶ ἀγωνίζεσθαι περὶ εὐσεβείας, ἡκέτωσαν ἀνταγωνισταὶ, πρὸς οὓς ἐροῦμεν· „πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.“ καὶ γὰρ δύο στρουθίων πιπρασκομένων, ὡς ὠνόμασεν ἡ γραφὴ, „ἀσσαρίου,“ „ἓν εἰς παγίδα οὐ πίπτει ἄνευ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός.“ καὶ ἐπὶ τοσοῦτον πάντα ἡ θεία περιείληφε πρόνοια, ὡς μηδὲ τὰς τρίχας „τῆς κεφαλῆς“ ἡμῶν ἐκπεφευγέναι τὸ ὑπ᾿ αὐτοῦ ἠριθμῆσθαι. [8.71] Εἶτα πάλιν, ὡς ἔθος τῷ Κέλσῳ. φύρει ἐν τοῖς ἑξῆς λέγων ἃ οὐδεὶς ἡμῶν ἀνέγραψε· φησὶ γὰρ τοιαῦτα· οὐ μὴν οὐδὲ ἐκεῖνο ἀνεκτόν σου λέγοντος, ὡς, ἂν οἱ νῦν βασιλεύοντες ἡμῶν σοι πεισθέντες ἁλῶσι. τοὺς αὖθις βασιλεύοντας πείσεις εἶτ᾿ ἄλλους, ἂν κἀκεῖνοι ἁλῶσι, καὶ ἄλλους ἐπ᾿ ἄλλοις, μέχρι πάντων τῶν σοι πειθομένων ἁλισκομένων μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον πάντας ὑμᾶς, πρὶν αὐτὴν προαπολέσθαι, παγγενεὶ διολέσει. εἰπεῖν δὲ περὶ τούτων οὐχ αἱρεῖ λόγος, οὐ γὰρ λέγει τις ἡμῶν περὶ τῶν νῦν βασιλευόντων ὅτι, ἐὰν πεισθέντες ἁλῶσι, τοὺς μετ᾿ αὐτοὺς πάλιν πείσομεν, κἀκείνων ἁλόντων πάλιν τοὺς ἑξῆς πείσομεν. πόθεν δὲ καὶ ἀπέῤῥιψεν ὅτι κατὰ διαδοχὴν ἀεὶ τῶν ὑστέρων πειθομένων ἡμῖν καὶ ἁλισκομένων διὰ τὸ μὴ ἀμύνεσθαι τοὺς πολεμίους μία τις ἀρχὴ σωφρονήσασα καὶ προειδομένη τὸ συμβαῖνον παγγενεὶ ἡμᾶς διολέσει; ἀλλ᾿ ἔοικε φλυαρίας ἐν τούτοις ἑξῆς συνάπτων καὶ τοῦτ᾿ ἀφ᾿ ἑαυτοῦ ἀπεῤῥοιβδηκέναι. [8.72] Μετὰ δὲ ταῦτα εὐχήν τινα εἰπὼν τήν· εἰ γὰρ δὴ οἷόν τε εἰς ἕνα συμφρονῆσαι νόμον τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους ἄχρι περάτων νενεμημένους, ἀδύνατον τοῦτο νομίσας εἶναι ἐπιφέρει ὅτι ὁ τοῦτο οἰόμενος οἶδεν οὐδέν. εἰ δὲ χρὴ καὶ τοῦτ᾿ εἰπεῖν, λελέξεται ὀλίγα εἰς τὸν τόπον, δεόμενον πολλῆς ἐξετάσεως καὶ κατασκευῆς, εἰς τὸ φανῆναι οὐ μόνον δυνατὸν ἀλλὰ καὶ ἀληθὲς τὸ λεγόμενον περὶ τοῦ εἰς ἕνα συμφρονῆσαι νόμον πᾶν τὸ λογικόν. οἱ μὲν οὖν ἀπὸ τῆς Στοᾶς. ἐπικρατήσαντος ὡς οἷόν τε τοῦ ἰσχυροτέρου τῶν ἄλλων στοιχείου, τὴν ἐκπύρωσιν ἔσεσθαι πάντων εἰς πῦρ μεταβαλλόντων, ἡμεῖς δὲ τῆς λογικῆς φύσεώς φαμεν ὅλης κρατῆσαί ποτε τὸν λόγον καὶ μεταποιῆσαι πᾶσαν ψυχὴν εἰς τὴν ἑαυτοῦ τελειότητα, ἐπὰν ἕκαστος ψιλῇ χρησάμενος τῇ ἐξουσίᾳ ἕληται ἃ βούλεται καὶ γένηται ἐν οἷς εἵλατο· καὶ φαμεν ὅτι οὐκ ἔστιν εἰκὸς, ὥσπερ ἐπὶ τῶν (ἐν) τοῖς σώμασι νοσημάτων καὶ τραυμάτων τινὰ τῶν συμβαινόντων ἰσχυρότερα εἶναι πάσης ἰατρικῆς τέχνης, οὕτως ἐπὶ τῶν ψυχῶν εἶναί τι τῶν ἀπὸ κακίας ἀδύνατον ὑπὸ τοῦ ἐπὶ πᾶσι λογικοῦ καὶ θεοῦ θεραπευθῆναι. πάντων γὰρ τῶν ἐν ψυχῇ κακῶν δυνατώτερος ὢν ὁ λόγος καὶ ἡ ἐν αὐτῷ θεραπεία προσάγει κατὰ βούλησιν θεοῦ ἑκάστῳ αὐτὴν, καὶ τὸ τέλος τῶν πραγμάτων ἀναιρεθῆναί ἐστι τὴν κακίαν· πότερον δὲ ὥστε μηδαμῇ μηδαμῶς ἔτι αὐ τὴν ἐπιτραπῆναι δύνασθαι ἢ μὴ, οὐ τοῦ παρόντος ἐστὶ λόγου διδάξαι. πολλὰ μὲν ουν αἱ προφητεῖαι περὶ τῆς παντελοῦς ἀναιρέσεως τῶν κακῶν καὶ διορθώσεως πάσης ψυχῆς ἐν ἀποῤῥήτοις λέγουσιν, ἀρκεῖ δ᾿ ἐπὶ τοῦ παρόντος παραθέσθαι τὴν ἀπὸ τοῦ Σοφονίου λέξιν, οὕτως ἔχουσαν· „ἑτοιμάζου, ὄρθρισον· διέφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. διὰ τοῦτο ὑπόμεινόν (με), λέγει κύριος, ἐν ἡμέρᾳ ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ ἐκδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ᾿ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου. ἐν γὰρ πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ· ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν (αὐτῷ) ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας θύσουσι θυσίας μοι. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου, ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πραῢν καὶ ταπεινὸν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσι μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς.“ ὁ δυνάμενος δ᾿ εἰς ταῦτα ὅλα μὲν κατανοήσας τὴν σαφήνειαν τῆς προφητείας παραστησάτω, μάλιστα δ᾿ ἐξετασάτω, τί τὸ ἀναλουμένης πάσης τῆς γῆς μεταστραφῆναι „ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς,“ ἀνάλογον τοῖς πρὸ τῆς συγχύσεως πράγμασι· καὶ κατανοησάτω, τί τὸ „ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα,“ ὡς περιαιρεθῆναι „τὰ τῆς ὕβρεως φαυλίσματα,“ καὶ μηκέτι εἶναι „ἀδικίαν“ μηδὲ λόγους ματαίους μηδὲ γλῶσσαν δολίαν. ταῦτα δ᾿ ἔδοξέ μοι μετρίως καὶ οὐ μετὰ τῆς ἀκριβοῦς διηγήσεως παραθέσθαι διὰ τὴν Κέλσου λέξιν, οἰομένου τὸ συμφρονῆσαι τοὺς τὴν Ἀσίαν καὶ Εὐρώπην καὶ Λιβύην Ἕλληνάς τε καὶ βαρβάρους οἰκοῦντας ἀδύνατον εἶναι. καὶ τάχα ἀληθῶς ἀδύνατον μὲν τὸ τοιοῦτο τοῖς ἔτι ἐν σώμασι, οὐ μὴν ἀδύνατον καὶ ἀπολυθεῖσιν αὐτῶν. [8.73] Εἶθ᾿ ἑξῆς προτρέπεται ἡμᾶς ὁ Κέλσος ἀρήγειν τῷ βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν. λεκτέον δὲ καὶ πρὸς ταῦτα ὅτι ἀρήγομεν κατὰ καιρὸν τοῖς βασιλεῦσι θείαν, ἵν᾿ οὕτως εἴπω, ἄρηξιν, καὶ „πανοπλίαν“ ἀναλαμβάνοντες „θεοῦ.“ καὶ ταῦτα ποιοῦμεν πειθόμενοι ἀποστολικῇ φωνῇ λεγούσῃ· „παρακαλῶ οὖν ὑμᾶς πρῶτον ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων.“ καὶ ὅσῳ γε τὶς εὐσεβέστερός ἐστι, τοσούτῳ ἀνυτικώτερος ἐν τῷ ἀρήγειν τοῖς βασιλεύουσι παρὰ τοὺς εἰς τὰς παρατάξεις ἐξιόντας στρατιώτας καὶ ἀναιροῦντας οὓς ἂν δύνωνται τῶν πολεμίων. εἶτα δὲ καὶ ταῦτ᾿ εἴποιμεν ἂν πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως καὶ ἀξιοῦντας ἡμᾶς στρατεύεσθαι ὑπὲρ τοῦ κοινοῦ καὶ ἀνθρώπους ἀναιρεῖν ὅτι καὶ οἱ καθ᾿ ὑμᾶς ἱερεῖς ἀγαλμάτων τινῶν καὶ νεωκόροι ὧν νομίζετε θεῶν τηροῦσιν ἑαυτῶν ἀμίαντον τὴν δεξιὰν διὰ τὰς θυσίας, ἵν᾿ ἀναιμάκτοις χερσὶ καὶ καθαραῖς ἀπὸ φόνων προσάγωσι τὰς νενομισμένας θυσίας οἷς φατε θεοῖς· καὶ οὐ δή που πολέμου καταλαβόντος καὶ τοὺς ἱερεῖς στρατεύετε. εἰ ουν τοῦτ᾿ εὐλόγως γίνεται. πόσῳ μᾶλλον ἄλλων στρατευομένων καὶ οὗτοι στρατεύονται ὡς ἱερεῖς τοῦ θεοῦ καὶ θεραπευταὶ, καθαρὰς μὲν τηροῦντες τὰς δεξιὰς ἀγωνιζόμενοι δὲ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὑπὲρ τῶν δικαίως στρατευομένων καὶ ὑπὲρ τοῦ δικαίως βασιλεύοντος, ἵνα τὰ ἐναντία πάντα καὶ ἐχθρὰ τοῖς δικαίως πράττουσι καθαιρεθῇ; ἡμεῖς δὲ καὶ ταῖς εὐχαῖς πάντας δαίμονας. τοὺς ἐγείροντας τὰ πολεμικὰ καὶ ὅρκους συγχέοντας καὶ τὴν εἰρήνην ταράσσοντας, καθαιροῦντες μᾶλλον βοηθοῦμεν τοῖς βασιλεύουσιν ἤπερ οἱ δοκοῦντες στρατεύεσθαι. συμπονοῦμεν δὲ τοῖς κοινοῖς πράγμασιν οἱ μετὰ δικαιοσύνης ἀναφέροντες προσευχὰς, σὺν ἀσκήσεσι καὶ μελέταις διδασκούσαις καταφρονεῖν ἡδονῶν καὶ μὴ ἄγεσθαι ὑπ᾿ αὐτῶν. ἡμεῖς καὶ μᾶλλον ὑπερμαχοῦμεν τοῦ βασιλέως· καὶ οὐ συστρατευόμεθα μὲν αὐτῷ, κἂν ἐπείγῃ, στρατευόμεθα δὲ ὑπὲρ αὐτοῦ ἴδιον στρατόπεδον εὐσεβείας συγκροτοῦντες διὰ τῶν πρὸς τὸ θεῖον ἐντεύξεων. [8.74] Εἰ δὲ βούλεται ἡμᾶς ὁ Κέλσος καὶ στρατηγεῖν (ὑπὲρ) πατρίδος. ἴστω ὅτι καὶ ταῦτα ποιοῦμεν, οὐ πρὸς τὸ βλέπεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ κενοδοξεῖν ἐπ᾿ αὐτῶν ταῦτα πράττοντες· ἐν γὰρ τῷ κρυπτῷ ἡμῶν κατ᾿ αὐτὸ τὸ ἡγεμονικὸν εὐχαί εἰσιν, ἀναπεμπόμεναι ὡς ἀπὸ ἱερέων ὑπὲρ τῶν ἐν τῇ πατρίδι ἡμῶν. Χριστιανοὶ δὲ μᾶλλον εὐεργετοῦσι τὰς πατρίδας ἢ οἱ λοιποὶ τῶν ἀνθρώπων, παιδεύοντες τοὺς πολίτας καὶ εὐσεβεῖν διδάσκοντες εἰς τὸν πολιέα θεὸν, ἀναλαμβάνοντες εἰς θείαν τινὰ καὶ ἐπουράνιον πόλιν τοὺς ἐν ταῖς ἐλαχίσταις πόλεσι καλῶς βιώσαντας· πρὸς οὓς λέγοιτο ἄν· (ἐν) ἐλαχίστῃ πόλει „πιστὸς ἐγένου,“ ἧκε καὶ ἐπὶ τὴν μεγάλην, ὅπου „θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει,“ καὶ σὲ συναριθμῶν αὐτοῖς, ἐὰν μηκέτι ὡς ἄνθρωπος ἀποθνῄσκῃς μηδ᾿ „ὡς εἷς τῶν ἀρχόντων“ πίπτῃς. [8.75] Προτρέπει δ᾿ ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας. ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν; οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι· καὶ οἱ καλῶς ἄρχοντες ἡμῶν βιασθέντες ὑπάρχουσι. τοῦ μεγάλου βασιλέως ἀναγκάζοντος, ὃν πεπείσμεθα εἶναι υἱὸν θεοῦ λόγον θεόν. καὶ εἰ ἄρχουσιν οἱ καλῶς ἄρχοντες ἐν τῇ ἐκκλησίᾳ τῆς κατὰ θεὸν πατρίδος (λέγω δὲ τῆς ἐκκλησίας), λεγόμενοι ἢ (βιαζόμενοι), καὶ ἄρχουσι κατὰ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα, οὐδὲν παρὰ τοῦτο μολύνοντες τῶν θετῶν νόμων. καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν᾿ ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν. [8.76] Ἔχεις δ᾿ ἐν τούτοις, ἱερὲ Ἀμβρόσιε, τὸ τέλος κατὰ τὴν παροῦσαν ἡμῖν καὶ δοθεῖσαν δύναμιν τῶν προστεταγμένων ὑπὸ σοῦ. καὶ περιεγράψαμεν ἐν ὀκτὼ βιβλίοις πάντα, ὅσα πρέπον εἶναι ἐνομίσαμεν ὑπαγορεῦσαι πρὸς τὸν ἐπιγεγραμμένον Κέλσου ἀληθῆ λόγον. τοῦ δ᾿ ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς ἡμεῖς κατ᾿ αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας. ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν ᾧ διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι. εἰ μὲν οὖν οὐκ ἔγραψεν ὑποσχόμενος τὸν δεύτερον λόγον, εὖ ἂν ἔχοι ἀρκεῖσθαι ἡμᾶς τοῖς ὀκτὼ πρὸς τὸν λόγον αὐτοῦ ὑπαγορευθεῖσι βιβλίοις· εἰ δὲ κἀκεῖνον ἀρξάμενος συνετέλεσε, ζήτησον καὶ πέμψον τὸ σύγγραμμα. ἵνα καὶ πρὸς ἐκεῖνο ἅπερ ἂν ὁ τῆς ἀληθείας διδῷ ἡμῖν πατὴρ ὑπαγορεύσαντες καὶ τὴν ἐν ἐκείνῳ ψευδοδοξίαν ἀνατρέψωμεν, εἰ δέ που τι ἀληθὲς λέγεται, τούτῳ ἀφιλονείκως ὡς καλῶς εἰρημένῳ μαρτυρήσωμεν. ------------------------------------------------------------ https://www.sermonindex.net/fathers/origen-of-alexandria-contra-celsum-greek-part-2/