Menu

ΒΑΣΙΛΕΙΩΝ Γ 12

BRE

1 Καὶ πορεύεται βασιλεὺς Ῥοβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν. 3 Καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ῥοβοὰμ, λέγοντες, 4 Ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς, καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφʼ ἡμᾶς, καὶ δουλεύσομέν σοι. 5 Καὶ εἶπε πρὸς αὐτοὺς, ἀπέλθετε ἕως ἡμερῶν τριῶν, καὶ ἀναστρέψατε πρὸς μέ· καὶ ἀπῆλθον. 6 Καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ, λέγων, πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον; 7 Καὶ ἐλάλησαν πρὸς αὐτὸν, λέγοντες, εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ, καὶ δουλεύσεις αὐτοῖς, καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθοὺς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας. 8 Καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετʼ αὐτοῦ τῶν παρεστηκότων πρὸ προσώπου αὐτοῦ. 9 Καὶ εἶπεν αὐτοῖς, τί ὑμεῖς συμβουλεύετε; καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρὸς μὲ, λεγόντων, κούφισον ἀπὸ τοῦ κλοιοῦ οὗ ἔδωκεν ὁ πατήρ σου ἐφʼ ἡμᾶς; 10 Καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετʼ αὐτοῦ οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ, λέγοντες, τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρὸς σὲ, λέγοντες, ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀφʼ ἡμῶν· τάδε λαλήσεις πρὸς αὐτοὺς, ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου. 11 Καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κᾀλὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 12 Καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλέα Ῥοβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς, λέγων, ἀναστράφητε πρὸς μὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ. 13 Καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά· καὶ ἐγκατέλιπε Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων ἃ συνεβουλεύσαντο αὐτῷ, 14 καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων, λέγων, ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κᾀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κᾀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις. 15 Καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ῥῆμα αὐτοῦ ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ. 16 Καὶ εἶδον πᾶς Ἰσραὴλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν· καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ, λέγων, τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε Ἰσραὴλ, εἰς τὰ σκηνώματά σου· νύν βόσκε τὸν οἶκόν σου, Δαυίδ· καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ. 18 Καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ῥοβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ. 19 Καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης. 20 Καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν, καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι. 21 Καὶ Ῥοβοὰμ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ, καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραὴλ, ἐπιστρέψαι τὴν βασιλείαν Ῥοβοὰμ υἱῷ Σαλωμών. 22 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ, λέγων, 23 εἶπον τῷ Ῥοβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα, καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν, καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ, λέγων, 24 καὶ ἤκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ῥῆμα Κυρίου. 25 Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ, καὶ κατῴκει ἐν αὐτῇ, καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ. 26 Καὶ εἶπεν Ἱεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἴκον Δαυίδ· 27 Ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ἱερουσαλὴμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσί με. 28 Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς, καὶ ἐπορεύθη, καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς, καὶ εἶπε πρὸς τὸν λαὸν, ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου Ἰσραὴλ οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. 29 Καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν. 30 Καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δὰν, καὶ εἴασαν τὸν οἶκον Κυρίου 31 Καὶ ἐποίησεν οἴκους ἐφʼ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί. 32 Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὧν ἐποίησε. 33 Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ· καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

Everything we make is available for free because of a generous community of supporters.

Donate