ΤΩΒΙΤ 4
BRE1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβὶτ περὶ τοῦ ἀργυρίου, οὗ παρέθετο Γαβαὴλ ἐν Ῥάγοις τῆς Μηδίας. 2 Καὶ εἶπεν ἐν ἑαυτῷ, ἐγὼ ᾐτησάμην θάνατον, τί οὐ καλῶ Τωβίαν τὸν υἱόν μου, ἵνα αὐτῷ ὑποδείξω, πρὶν ἀποθανεῖν με; 3 Καὶ καλέσας αὐτὸν, εἶπε, παιδίον, ἐὰν ἀποθάνω, θάψον με, καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου· τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ, καὶ μὴ λυπήσῃς αὐτήν. 4 Μνήσθητι, παιδίον, ὅτι πολλοὺς κινδύνους ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ· ὅταν ἀποθάνῃ, θάψον αὐτὴν παρʼ ἐμοὶ ἐν ἑνὶ τάφῳ. 5 Πάσας τὰς ἡμέρας, παιδίον, Κυρίου τοῦ Θεοῦ ἡμῶν μνημόνευε, καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ· δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας. 6 Διότι ποιουντός σου τὴν ἀλήθειαν, εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου, καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην. 7 Συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον, καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης. 19 Καὶ ἐν παντὶ καιρῷ εὐλόγει Κύριον τὸν Θεὸν, καὶ παρʼ αὐτοῦ αἴτησον, ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται, καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ σου εὐοδωθῶσι· διότι πᾶν ἔθνος οὐκ ἔχει βουλὴν, ἀλλʼ αὐτὸς ὁ Κύριος δίδωσι πάντα τὰ ἀγαθὰ, καὶ ὃν ἐὰν θέλῃ, ταπεινοῖ καθὼς βούλεται· καὶ νῦν, παιδίον, μνημόνευε τῶν ἐντολῶν μου, καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου. 20 Καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου, ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας. 21 Καὶ μὴ φοβοῦ, παιδίον, ὅτι ἐπτωχεύσαμεν· ὑπάρχει σοι πολλὰ, ἐὰν φοβηθῇς τὸν Θεὸν, καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας, καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ.
