Acta Joannis (recensio) (Greek)
The Greek text of Acta Joannis (recensio). This page has 1 section group and about 2,528 words. Each row carries its standard reference.
2 […] ἀνήνεγκαν πρὸς βασιλέα οὕτως·
3 Αὐτοκράτορι Καίσαρι Σεβαστῷ νικητῆ τροπαούχῳ· γνωστὸν ἔστω σοι ὅτι Ἰωάννης τις ὀνόματι, τῷ γένει Ἰουδαῖος, τῆς θρησκείας τῶν Γαλιλαίων, καταλαβὼν τὴν Ἀσίαν, ἔτι μὴν καὶ τὴν δουλικήν σου πόλιν Ἐφεσίων, ἐξέστησε πάντας καὶ ἀνέτρεψεν ἐκ τῆς πατροπαραδότου θρησκείας, ἕλκων πάντας ὀπίσω αὐτοῦ, ὥστε γενέσθαι ξένον ὄνομα καὶ ἔθνος ἕτερον· καὶ εἰ μὴ σπεύσας τοῦτον ταχέως σβέσῃς, ἀπώλεσε καὶ τὸ ἔθνος καὶ τὴν χώραν.
8 Ὁ δὲ βασιλεὺς ἀσμένως δεξάμενος τὴν ἀπόκρισιο τοῦ θεολόγου ἔφη πρὸς αὐτόν· Ἀγγελία μοι ἦλθε περὶ σοῦ ὅτιπερ ἐξέστησας ὅλον τὸ ἔθνος καὶ μάλιστα τῶν Ἐφεσίων ἐν φαντασίαις τινὲς καὶ μαγικαῖς χρώμενος μαγγανείαις· ἀλλὰ καὶ ἕτερον θεὸν κηρύττεις καὶ προσκυνεῖς παρὰ τοὺς ὄντας θεοὺς τοὺς παῤ ὑμῶν σεβομένους· πλὴν πειράσομαι καὶ γνώσομαι εἰ βοηθήσει ὁ θεὸς ὃν κηρύττεις.
9 Εἶτα προσκαλεσάμενος ὁ βασιλεὺς μάγον τινὰ ἐπίσημον ἐργάτην τοῦ διαβόλου λέγει αὐτῷ· Σκεύασόν μοι δηλητήριον τοιοῦτον ὥστε μόνωρον γενέσθαι τὸν ἁψάμενον αὐτό. Ταῦτα ἀκούσας ὁ μάγος παρὰ τοῦ βασιλέως ἀπελθὼν ἐποίησε τὸ ἐπιταχθὲν αὐτῷ παρὰ τοῦ βασιλέως καὶ φέρει αὐτῷ, καί φησιν ὁ βασιλεύς· Δοθήτω Ἰωάννῃ τῷ Γαλιλαίῳ. Καὶ γεμίσας ὁ μάγος τὴν κύλικα, ἐπιδίδωσι τῷ θεολόγῳ. ὃ δὲ δεξαμενος τὸ φάρμακον καὶ κατασφραγισάμενος αὐτὸ καὶ ἐπικαλεσάμενος τὸν κύριον ὑμῶν Ἰησοῦν Χριστὸν ἔπιεν αὐτὸ ὥσπερ μεθʼ ἡδονῆς πολλῆς.
11 Ἰδόντες δὲ ὅ τε βασλεὺς καὶ οἱ σὺν αὐτῷ πάντες ἐφοβήθησαν σφόδρα. τότε λέγει ὁ θεολόγος· Επειδὴ αἴτιος θανάτου γέγονα τοῦ ἀνθρώπου τούτου, χρή με λοιπὸν καὶ εὐξαμένου μου ἐγεῖραι αὐτόν. Καὶ στὰς ἐπὶ ὥραν μίαν καὶ εὐξάμενος ἤγειρε τὸν τεθνηκότα ἔμπροσθεν τοῦ βασιλέως καὶ τῶν συνόντων αὐτῷ πάντων.
12 Τότε ἰδὼν ὁ βασιλεὺς καὶ οἱ σὺν αὐτῷ ἐφοβήθησαν τὸν θεὸν τοῦ οὐρανοῦ καὶ ἐπίστευσαν πολλοὶ τῷ θεῷ καὶ τῷ ἀποστόλῳ. ὁ δὲ βασιλεὺς ἰδὼν ὅτι εὔλογον αἰτίας εὑρίσκει καθʼ ὑμῶν λέγει τῷ ἀποστόλῳ· Ἐπειδὴ κατηγορίας ἐδεξάμην κατὰ σοῦ καὶ θεσμοὶ βασιλικοί εἰσι νὴ ἀτιμωρήτους ἐξέρχεσθαι τοὺς κατηγορουμένους, κελεύομέν σε ἐν νήσῳ τινὶ ἀπενεχθῆναι λεγομένη Πάτμῳ ἄχρι καιροῦ. Ὁ δὲ θεολόγος λέγει αὐτῷ· Ποίει ὃ βούλῃ.
13 Ὁ δὲ βασιλεὺς ἀπέστειλεν ὑμᾶς ἐν τῇ νήσῳ,
14 τριετῆ χρόνον ποιήσαντες ἐν Πάτμῳ […] τοῦ δὲ βασιλέως Ῥωμαίων τοῦ βίου τούτου ἐξελθόντος κατὰ τοὺς καιροὺς τῆς ἐξορίας Ἰωάννου, αὐτίκα καὶ ὁ ἀπόστολος διὰ τὸ μὴ εἶναι πλοῖον ἐν τῇ νήσῳ ὅπερ ἐξορμήσει πρὸς τὴν στερεὰν γῆν ξύλου εὐτελοῦς ἐπιλαβόμενος φελλοῦ τοὔνομα καὶ τοῦτο ἐπιθήσας ἐπὶ τὰ νῶτα τῆς θαλάσσης καὶ ἐπιβιβάσας ἑαυτὸν ἐπὶ τὸ ξύλον κἀμὲ ἐπιτρέψας ἀνελθεῖν, εὐθυδρομεῖν ἠπείγετο ἄντκρυς τῆς τῶν Μιλησίων πόλεως. ἰδοῦσα δὲ ἡ θάλασσα τὸν τοῖ κυρίου ἀπόστολον καὶ ἠγαπημένον μαθητὴν καθάπερ εὔσημος δούλη τὰ νῶτα ὑφαπλώσασα τοῦτον μετὰ πάσης εὐλαβείας πρὸς τὴν γῆν παραστῆσαι ἐσπούδασεν.
15 […] Ἀποβάντος δὲ αὐτοῦ ἀπὸ τῆς θαλάσσης ἐν ἀκτῇ τινι ὡς ἀπὸ ὀκτὼ σημείων τ(??)ς πόλεως Μιλήτου εὗρεν ἐκεῖσε κώμην μικράν. καὶ εἰσελθὼν ἐν αὐτῇ, καὶ καθίσαντος ἐπάνω πέτρας, ὡς ἔθος ἦν τῷ ἀποστόλῳ ποεῖν εἰς πάντα τὰ ἔθνη ἃ ἐδίδαξε, πεποίηκε καὶ ἐν τῇ κώμῃ ταύτῃ, καὶ κατεφώτισε πάντας τοὺς κατοικοῦντας ἐν αὐτῇ διὰ τῆς αὐτοῦ διδασκαλίας.
16 […] Eἶτα ἐκεῖθεν ἀναστὰς ἐπορεύετο πρὸς τὴν τῶν Ἐφεσίων πόλιν. πορευομένου δὲ αὐτοῦ εἰσῆλθε καὶ ἐν τῇ τῶν Μιλησίων πόλει· καὶ πολλὰς θαυματουργίας κἀκεῖσε ἐπιτελέσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι πολλοὺς καὶ τῶν ἐκεῖσε μαθητὰς τοῦ Χριστοῦ καὶ οὐρανοπολίτας εἰργάσατο. τινὲς δὲ τῶν ἐθελοκακούργων ἀναστάντες καὶ πολλοὺς πειρασμοὺς τῷ ἀποστολῳ προσενέγκαντες, ἔτι μὴν καὶ δηλητήριον θανάτου ποτίσαντες αὐτόν, οὐδὲν ἴσχυσαν κατʼ αὐτοῦ· αὐτὸς γὰρ παραυτὰ ἐξεμέσας τὸ φάρμακον ἔμεινεν ἀβλαβής, καὶ λοπὸν ὥδευε τὴν ὀδὸν αὐτοῦ χαίρων.
30-37 Μετὰ δὲ τρεῖς ἡμέρας ἐνεφάνισεν ἑαυτὸν ὁ Ἰωάννης τοῖς Ἐφεσίοις καὶ ἤρζατο διδάσκειν αὐτούς. καὶ οἳ μὲν ἐπείθοντο τοῖς λεγομένοις ὑπʼ αὐτοῦ, οἳ δὲ μυκτηρίζοντες ἀνεχώρουν.
38-41 Συνηγμένων οὖν πάντων ἐν τῇ ἑορτῇ τῆς μιαρᾶς Ἀρτέμιδος καὶ τὰς θυσίας ἐπιτελούντων — τὸν γὰρ ναὸν αὐτῆς καταστραφέντα ὑπὸ Ἰωάννου ὄντων ἡμῶν ἐν τῇ ἐξορίᾳ οὗτοι πάλιν ἀνοικοδόμησαν — ὁ δὲ Ἰωάννης ἐν τῇ ἑορτῇ αὐτῶν ἔστη ἐφʼ ὑψηλοῦ τόπου καὶ ἐδίδασκεν τοὺς ὄχλους ἀποστῆναι τῆς μυσαρᾶς θυσίας. οἳ δὲ οὐκ ἠνέσχοντο ἀκοῦσαι αὐτοῦ λέγοντες· Τίς σε ἥφερεν ὧδε μάγε; μὴ καὶ τοῦτον τὸν ναόν, ὃν μετὰ πολλοῦ κόπου οἰκοδομήσαμεν, βούλει καταστρέψαι ὃν τρόπον καὶ πρότερον πεποίηκας; Ὁ δὲ Ἰωάννης ἔφη πρὸς αὐτούς· Οὐ μόνον ὁ ναὸς ὑμῶν ἀφίεται ἔρημος, ἀλλὰ καὶ ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν πανολεθρίᾳ παραδοθήσεσθε, ἐὰν μὴ ἐπιγνῶτε τὸν ὄντως ὄντα θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Πλησθέντες δὲ θυνοῦ καὶ καταγαγόντες αὐτὸν τύπτοντες ἔσυραν ἀνηλεῶς. κείμενος δὲ ὁ ἀπόστολος τοῦ Χριστοῦ ἐπὶ τὴν γῆν προσηύξατο λέγων· Κύριε Ἰησοῦ Χριστέ, καταπέσοι τὸ ἱερὸν τῆς μιαρᾶς Ἀρτέμιδος καὶ ἔμβαλε εὐθύτητα εἰς τὰς καρδίας τοῦ λαοῦ τούτου, ἐπιγνῶναι σὲ τὸν ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας υἱόν σου μονογενῆ Ἰησοῦν Χριστὸν σωτῆρα τοῦ κόσμου.
43 Τότε ἀναστὰς ὁ ἀπόστολος εὐλογήσας αὐτοὺς καὶ ἱκανῶς διδάξας καθʼ ἑκάστην ἡμέραν ἐβάπτιζεν χιλιάδας καὶ ἑκατοντάδας.
44 Καὶ πάντες ἔφερον τὰ εἴδωλα αὐτῶν καὶ συνέτριβον αὐτὰ πρὸ προσώπου Ἰωάννου. προσελθὼν δὲ Ἰωάννης καὶ ἐπὶ τοῖς τεθνήξασιν ἀνθρώποις προσευξάμενος ἀνέστησεν αὐτούς. καὶ οὐκέτι λοιπὸν ἦν ἐν αὐτοῖς σκάνδαλον, ἀλλὰ πᾶσα πόλις ἀπὸ μικροῦ ἕως μεγάλου γεγόνασιν χριστιανοί, οὐ μὴν ἀλλὰ καὶ πᾶσα ἡ περίχωρος· καὶ ἦν Ἰωάννης οἰκοδομῶν ναοὺς καὶ καταρτίζων ἱερεῖς καὶ ἐπισκόπους καὶ πρεσβυτέρους καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
45 Εἶθ᾿ οὕτως ἐν τῇ Σμυρναίων πόλει ἀπελθόντων ὑμῶν πάντα τὰ εἴδωλα συνετρίβησαν τῇ δυνάμει τοῦ Χριστοῦ. καὶ καθιερώσας ναοὺς ὁ ἀπόστολος τοῦ Χλριστοῦ καὶ κατηχήσας αὐτοὺς ἐβάπτισεν ἅπαντας καὶ πᾶσαν τὴν παράλιον ἐκείνην, καταλιπὼν ἐκεῖσε πρόεδρον Βούκολον καὶ Πολύκαρπον τοὺς αὐτοῦ μαθητὰς καὶ Ἀνδρόνικον.
46 Καὶ ἦσαν ἐκεῖ δύο ἱερεῖς τῆς Ἀρτέμιθος ἀδελφοὶ τυγχάνοντες σαρκικοί. συνέβη οὖν τὸν ἕνα τελευτῆσαι· καὶ δραμὼν ὁ ἕτερος πρὸς Ἰωάννην λέγων ἐν ἑαυτῷ· Πάντως ἐμοῦ πιστεύοντος καὶ τὴν ἐμαυτοῦ ψυχὴν διασῴσαντος οὐκ ἀντερεῖ ὁ Ἰωάννης ἀναστῆσαι νεκρὸν τὸν ἀδελφόν μου. Καὶ ἡνίκα ἤγγισεν πρὸς Ἰωάννην, εἶπεν πρὸς αὐτόν· Οὐ ταῦτα ἐνεθυμήθης τέκνον; ὄντως, καὶ καλὴν βουλὴν ἐποιήσῳ. Τρόμος δὲ καὶ φρίκη κατέσχεν τὸν ἱερέα ὅτι οὕτως εἶπεν αὐτὸν ῥᾳδίως ὁ ἀπόστολος τοῦ Χριστοῦ τὰ ἐνθυμήματα αὐτοῦ.
50 ἀλλ᾿ εἴ τι δύνασαι, βοήθησον ἡμῖν μαθητὰ τοῦ Χριστοῦ, ἐὰν οὖν τοῦτον ἀναστήσῃς, ἀπὸ τοῦ λοιποῦ ἀποστήσομαι τὸ κακὸν.
51 Τοῦ δὲ Ἰωάννου εἰπόντος πρὸς αὐτὸν Οὐδὲ τὰς πολιὰς τοῦ πατρός σου ᾤκτιρας ταλαίπωρε; εἰς τὸν οὐρανὸν ἀναβλέψας καὶ στενάξας εἶπεν· Κύριε σοῦ μόνου ἐστὶν τὸ ἔργον τοῦτο.
52 Καὶ κρατήσας τῆς χειρὸς τοῦ τεθνηκότος εἶπεν· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ἀνάστα. Καὶ εὐθέως ἀνέστη.
53 Ἰδὼν δὲ ὁ παῖς τὴν παρʼ ἐλπίδα ἀναβίωσιν τοῦ πατρὸς αὐτοῦ καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν τὸ δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλετο· καὶ δραμὼν εἰς τὴν οἰκίαν εἰς ὄψιν τῆς μοιχαλίδος αὐτοῦ ἔρριψεν αὐτὰ λέγων· Διὰ σὲ πατρὸς φονεὺς καὶ ἡμῶν τῶν δύο γέγονα· καὶ ἰδοὺ ἔχεις τὰ τούτων αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτὸν διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου.
54 Ταῦτα ἀκούσας ὁ Ἰωάννης καὶ λυπηθεὶς εἶπεν πρὸς αὐτόν· Ταλαίπωρε, ὁ ὑποβάλας σε τὸν πατέρα σου φονεῦσαι δαίμων, αὐτός σε ὑπέβαλεν καὶ τοῦτο ποιῆσαι. ἔδει γάρ σε οὐχὶ τοὺς τόπους αὐτῶν ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν ἐκ τῆς ψυχῆς σου· οὐ γὰρ τὰ ὄργανά εἰσιν βλαπτικά, ἀλλʼ ὁ νοῦς ὁ συγκαταβαίνων τῇ ἁμαρτίᾳ. μετανόησον οὖν ἄθλιε ἐπὶ τῇ παρανόμῳ τόλμῃ ᾗ ἐποίησας. Ὁ δὲ παῖς στένων καὶ τρέμων παρεκάλει τὸν τοῦ Χριστοῦ ἀπόστολον συγγνώμην λαβὼν τῶν ἡμαρτημένων. ὃν λαβὼν ὁ ἀπόστολος τοῦ Χριστοῦ εἰσήγαγεν ἐν τῇ πόλει· καὶ κατηχήσας καὶ βαπτίσας αὐτῷ ἅμα τοῦ πατρὸς αὐτοῦ προσήγαγεν τῇ ἐκκλησίᾳ· καὶ ἦν ὁ παῖς μεθ᾿ ἡμῶν πάντοτε ὑπηρετῶν, ὥστε πάντας θαυμάζει καὶ δοξάζειν τὸν θεόν.
107 καὶ γίνεσθε χρηστοὶ καὶ οἴκτίρμονες, ἀλλήλους οἰκοδομοῦντες, ἀναστρεφόμενοι ἐν πάσῃ ἐγκρατείᾳ καὶ σεμνότητι. ταῦτα λέγω πρὸς ὑμᾶς ἀδελφοὶ ἤδη πρὸς τὸ προκείμενόν μοι ἔργον πορεύομαι· καὶ εἰ καὶ τῷ σώματι ἀπολειφθῶ ἀφʼ ὑμῶν, ἀλλὰ τῷ πνεύματι οὐκ ἀπολειφθήσομαι. ἔχετε τοῦ θεοῦ ἡμῶν τὰ ἐνέχυρα· ἔχετε τοὺς ἀρραβῶνας τῆς ἀγαθωσύνης αὐτοῦ· ἔχετε αὐτὸν ἐν μέσῳ ὑμῶν πάντοτε καλῶς πολιτευομένων ὑμῶν.
111 Καὶ ταῦτα πλείονα εἰπόντος αὐτοῦ καὶ τοῦ λαοῦ τοῖς δάκρυσιν τῷ ἐδάφει βρεχόντων εἶπεν πρὸς Εὐτυχῆ καὶ τὸν Οὐῆρον· Τέκνον Εὐτυχῆ, σὲ καθίστημι μετὰ θεὸν πρωτόθρονον καὶ ποιμένα τοῦ λαοῦ τούτου· βλέπε τέκνον Οὐῆρε πῶς μέλλεις ποιμᾶναι τὸ ποίμνι […]
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Acta apostolorum apocrypha edited by Maximilianus Bonnet (Leipzig, Mendelssohn: 1898)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
