De decretis Nicaenae synodi (Greek)
The Greek text of De decretis Nicaenae synodi. This page has 2 section groups and about 1,241 words. Each row carries its standard reference.
Κατὰ Εὐσεβίου καὶ Θεογνίου.
»Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ ἐκκλησίᾳ Νικομηδέων.
>Τὸν δεσπότην θεὸν δηλαδὴ καὶ σωτῆρα Χριστὸν ἀκριβῶς ἄπαν- >τες ἴστε, ἀγαπητοὶ ἀδελφοί, πατέρα τε καὶ υἱὸν εἶναι. >φημὶ ἄναρχον ἄνευ τέλους γονέα τοῦ αἰῶνος αὐτοῦ, υἱὸν δέ, τοῦτ᾿ >τὴν τοῦ πατρὸς βούλησιν, ἥτις οὔτε δέ ἐνθυμήσεώς τινος οὔτε πρὸς τὴν τῶν ἔργων αὐτοῦ τελεσιουργίαν διά τινος ἐξεζητη- >μένης οὐσίας κατελήφθη. ὃς γὰρ τοῦτο καὶ νοεῖ καὶ νοήσει, >ἕξει πρὸς ἅπαν τιμωρίας γένος ἀκάματον ὑπομονήν.
ἔστι τι μεταξὺ >τοῦ θεοῦ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ; οὐδὲν δηλαδή· αὕτη γὰρ ἡ τῶν πραγμάτων συμπλήρωσις αἰσθήσει παρείληφε τὸ τῆς βουλήσεως πρόσ- >ταγμα, οὐχὶ δὲ μερισθεῖσαν ἐκ τῆς τοῦ πατρὸς οὐσίας τὴν >διέστησεν. ὅ δὲ τούτοις ἕπεται· τίς έστιν, ὃς τοῦ Χριστοῦ τοῦ ἐμοῦ >δεσπότου ὀπαδὸς δι’ αἰδῶ μᾶλλον ἢ μωρίαν δέδιεν;
ἀρ’ οὖν πάσχει
>τὸ θεῖον, ἐπειδὰν ἡ τοῦ σεμνοῦ σώματος οἴκησις πρὸς >τῆς ἰδίας ἁγιότητος ὁρμᾷ, ἢ ὑποπίπτει θίξει τὸ τοῦ σώματος >χωρισμένον; ἆρ’ οὐχὶ διέστηκε τοῦθ’ ὅπερ ἐκ τῆς τοῦ σώματος >ρηται ταπεινότητος; οὐχὶ δὲ ζῶμεν, κἂν πρὸς θάνατον ἡ τῆς >εὔκλεια τὸ σῶμα προσκαλέσηται;
ἀλλ’ ὑμεῖς, οὓς λοιπὸν ἀδελφοὺς ἡ τῆς ἀγάπης κοινωνία >εἰκότως ὑπ’ ἐμοῦ προσαγορεύεσθαι ποιεῖ, οὐκ ἀγνοεῖτέ με τὸν >τερον συνθεράποντα, οὐκ ἀγνοεῖτε τὸ τῆς ὑμετέρας σωτηρίας >ρωμα, οὗ τὴν φροντίδα γνησίως ἐπανῄρημαι, καὶ δι’ οὑ τῶν >ἐχθρῶν οὐ μόνον τὰ ὅπλα κατεμαχεσάμεθα ἀλλὰ καὶ ζῶντας ἔτι
>τὴν ψυχὴν συγκατείρξαμεν πρὸς τὸ τὴν τῆς φιλανθρωπίας >πίστιν ἐκφάναι.
ἀλλ’ ἐγὼ ἐπὶ τοῖς ἀγαθοῖς τούτοις διὰ τὴν τῆς >οἰκουμένης μάλιστα ἀνανέωσιν ἔχαιρον. καὶ γὰρ θαύματος ᾐν >ἀληθῶς ἔθνη τοσαῦτα εἰς ὁμόνοιαν ἐπαγαγεῖν, ἃ πρὸ βραχέος ἐλέγετο >τὸν θεὸν ἀγνοεῖν. πλὴν τί ἔμελλε γινώσκειν τὰ ἔθνη ταῦτα, ἃ >οὐδεμίαν φιλονεικίας ἐπανῄρηντο φροντίδα; τί οὐν νοεῖτε, >ἀγαπητοί, ὡς ὑμᾶς αὐτοὺς αἰτιῶμαι; Χριστιανοί ἐσμεν καὶ >διαθέσει διχονοοῦμεν.
οὐδὲν γὰρ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν ἐρῶ, δι’ ὡν, ὅτε μάλιστα τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὑτος καὶ όφθαλμοὺς κατασκόπους ὑπέλαμπε κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας.
μηδ’ ἐμέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον· ἔλεγχος γάρ ἐστιν ἀκριβής, ὅτι
τοὺς πρεσβυτέρους καὶ διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ’ ἐμοῦ συνειλῆφθαι συνέστηκεν. ἀλλὰ ταῦτα μὲν παρίημι, ἄ νῦν οὐκ ἀγανακτήσεως ἕνεκέν, ἀλλ’ εἰς ἐκείνων αἰσχύνην ὑπ’ ἐμοῦ προενήνεκται. ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν. διὰ γὰρ τῆς Εύσεβίου ἀγωγῆς τε καὶ διαστροφῆς συνείδησιν τῆς ἀληθείας κεχωρισμέ- νην ἀνειλήφατε.
ἀλλ’ ἔστιν οὐ βραβεῖα θεραπεία, εἴγε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς τὸν θεὸν ἀπίδητε, ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστι καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος + δεινῇ τότε συλλαβομένων αὐτῷ ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς τάξεως ὀρθότητα ανασχυντως † ουνεπεπραχει.
Ἀλλ’ ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγάπην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ
τῆς ἐμῆς συνειδήσεως λατρεία παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρὸ πάντων ἐλέγξαι τε καὶ ἀπο- σείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου ποῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς.
Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί
μάλιστα μετὰ Θεοξενίου. ὃν τῆς ἀνοίας ἴχει κοινωνον διεπράξατο. ἀκούσατε, παρακαλῶ. Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός..
ἀλλ’ οὗτοι τὸ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ὑπεδέξαντο καὶ πὰρ ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας. διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι·
Νικητὴς Κωνσταντῖνος Σεβαστὸς Θεοδότῳ·
Ὅση τῆς θείας ὁργῆς ἡ ἰσχὺς πέφυκε, καὶ ἐξ ὡν Εὐσέβιός τε καὶ >Θεόγνιος πεπόνθασιν εὐχερὲς καὶ σὲ μαθεῖν, οἳ εἰς τὴν ἁγιωτάτην >παροινοῦντες θρησκείαν τὸ τοῦ σωτῆρος θεοῦ ὄνομα τῷ συστήματι >ποῦ οἰκείου λῃστηρίου καὶ μετὰ τὸ τυχεῖν συγγνώμης ἐμίαναν. ὅτε >γὰρ μάλιστα μετὰ τὴν τῆς συνόδου ὁμογνώμονα συμφωνίαν ἐχρῆν >τὴν προτέραν ἐπανορθώσασθαι πλάνην, τότε τοῖς αὐτοῖς ἀτοπημασιν >σιν ἐμμένοντες ἑάλωσαν.
διὰ τοῦτο γοῦν ἡ θεία πρόνοια αὐτοὺς ποῦ ἑαυτῆς ἀπώσατο λαοῦ· ἐπειδὴ μηδὲ ἔφερε τὰς ἀκάκους ψυχὰς ὀλίγων ἀπονοίᾳ φθειρομένας καθορᾶν. καὶ νῦν μὲν ἀξίαν παρ’ αὐτῶν ᾔτησε δίκην, μείζονα δὲ καὶ εἰς τὸ ἐξῆς διὰ τοῦ παντὸς αἰῶνος λήψεται.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Gelasius Kirchengeschichte edited by Margret Heinemann; Gerhard Loeschke (Leipzig, J. C. Hinrichs'Sche Buchhandlung: 1918) Die griechischen christlichen Schriftsteller der ersten drei Jahrhunderte 28), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
