Constantini imperatoris oratio ad coetum sanctorum (Greek)
The Greek text of Constantini imperatoris oratio ad coetum sanctorum. This page has 27 section groups and about 11,558 words. Each row carries its standard reference.
Contents (27)
- Chapter TOC: Τοῦ πέμπτου λόγου τα κεφάλαια
- Chapter 1: Βασιλέως Κωνσταντίνου — Λόγος ὃς ἐγραψε τῷ ἀγίων οὐδλλόγῳ
- Chapter 2
- Chapter 3
- Chapter 4
- Chapter 5
- Chapter 6
- Chapter 7
- Chapter 8
- Chapter 9
- Chapter 10
- Chapter 11
- Chapter 12
- Chapter 13
- Chapter 14
- Chapter 15
- Chapter 16
- Chapter 17
- Chapter 18
- Chapter 19
- Chapter 20
- Chapter 21
- Chapter 22
- Chapter 23
- Chapter 24
- Chapter 25
- Chapter 26
α΄. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο.
β΄. Προσφώνησις τῇ ἐκκληςίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα.
γ΄. Ὅτι καὶ τοὺ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια.
δ΄. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης.
ε΄. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποςὸν ἐν ἑκάστῳ διωρίσατο.
ς΄. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν, ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα.
ς΄. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάξειν, καὶ οὐκ ἄλλον οὐδ’ αὐτόματον αἰτιπασθαι φοράν.
η΄. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν.
θ΄. Περὶ τῶν φιλοςόφων, οἵ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων.
ι΄. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα Διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἤ πάντα πιστεύειν τοῖς ποιηταῖς ἤ πάντα ἀπιστγεῖν.
Ια΄.Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουςίας, τίς καὶ ἐπὶ τίσιε γεγένηται.
ιβ΄. Περὶ τῶν μὴ γνόντων γὸ μυστήριον, καὶ ὄτι ἐκόντες ἠγνόησαν, Καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι’ ὁμολογίας Τελειωθέντας.
Ιγ’. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι πρὸς Τὸ καλὸν καὶ κακὸν ὀρπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος.
Ιδ’. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, Πληςίον δὲ αὐτῆς τῷ κατ’ ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται.
Ιε’. ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν.
ις΄. Τὴν χριστοῦ παρουςίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ Καταστροψῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων.
Ις΄. Περὶ τῆς Μωϋςέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, Καὶ περὶ Δανιὴλ κὰι τῶν τριῶν παίδων.
Ιη΄. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἠ ἀκροστιχίς· Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός.
Ιθ΄. Ὅτι ἡ περὶ τοῦ σωτγῆρος μαντεία παρ’ οὐδενὸς τῶν τῆς ἐκκλησαιας Πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς Βίβλους Κικέρων ὀ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ μετέρφασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ Τόκου, δι’ αἰνιμάτων ψόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον.
Κ΄. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία, ἐφ’ οἷς δείκνυται δι’ αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον.
Κα΄. ὅτι οὐ δυνατον περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι Οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὄθεν αὐτοῖς ἀγνοοῦσιν.
Χβ΄. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λαοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ’ αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος.
κγ΄. Περὶ τῆς τῶν χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ Βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ ἀναταπόδοσιν.
Κδ΄. Περὶ Δεκίου καὶ Οὐαλεριανοῦ κὰι Αὐρηλιανοῦ ἀθλίως τὸν βίον Καταστρεψύντων διὰ τὸν τῆς ἐκκληςίας διωγμόν.
Κέ. Περὶ Διοκλητιανοῦ μετ’ αἰσχύνης τὴν βασιλείαν παραιτησαμένου καὶ διὰ τὸν διωγμὸν τὴς ἐκκληστίας κεραυνωθέντος.
Σς΄. Ὅτι τῆς τοῦ βασιλέως εὐσεβείας ὁ θεὸς αἴτιος, καὶ ὅτι τὰ μὲν Καταορθώματα παρὰ θεοῦ χρὴ ζητεῖν καῖ αὐτῷ λογίζεσθαι, ῥᾳθυμίᾳ δὲ ἡμετέρᾳ ἐπιγράφειν τὰ πτρίασματ.
Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ.
Τὸ τηλαυγέστερον ἠμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἀρμογὴ δὲ νέα τῶν πονηςάντων ποτὲ σωμάτων, ἕρμα θ’ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, ψίλοι Θ’οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει Τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἐκάστου δι’ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.
σὺ δ’, ὦ παμμήτειρα φύσις, τί τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποιτε; Ποῖον δ’ ὅλως σὸν δμηιούργημα, Εἴπερ ὁ τῶν πάντων αἴτοις καὶ τῆς σῆς οὐσίας; Οὖτος γάρ σε ἐκόσμησεν, ἐπὲι κόαμος φύσεως ἠ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ μετρίως ἄ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατ’ἀξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλ’ὠς ἔτυχον ἐτάκτως τε καὶ πλημθείας τὰ πάντα συνεστάναι
καὶ ταῦτα ἐξαγγελλούσης καθ’ ἕκαστα Θείας ἐπιπνοίας διὰ προφητῶν, οἶς, δόν πείθεσθαι, ἀνθίστατο παντοίαται Μηχαναῖς ἀδικία δυσσβής, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας Φῶς, ἀσπαζομένη δὲ τὸ δυςέλεγκτον τοῦ σκότους. ἀλλ’ οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος, ἐξαιρέετως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγείτο. διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος. 4ἐπιλαμφάσης δὲ παραυτγίκα τῆς τοῦ σωτῆρος ἐπιδημίας, δίκη μὲν ἐξ ἀδίκων Ἕργων, ἐκ δὲ παντοδαποῦ κλύσωνος γαλήνη συνίστατο, καὶ πάνθ’ ὅσα Διὰ προφητῶν προείρητο ἐπληροῦτο. τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν ἁστίαν ἀρθείς, αἰδοῦς καὶ σωφροςύνης ἀγλαἵσμασι τὴν οἰκουμένην περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς τὴν ἐκκληςίαν ἐπὶ τῆς γῆς ἰδρύσατο, ἀίδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ πατρὶ Θεῷ δέοντα τά θ’ ἑαυτῷ καθήκοντα ἐτελεῖετο μετ’εὐσεβείας.
τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία;
ἐπετήδευε τὰς Τοῦ χριστοῦ χάριτας ἐκβάλλουσα καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων Συσταθεῖσαν ἐκκληςίαν πορθοῦσα, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν, ὅπως αὖθις στάσεις, πόλεμοι, μάχαι, δυστράπελος βίου Παρασκενή, χρημάτων ἔρως, (ὅ καὶ φυσικῶς ἴδιον πονηρίας,) Ποτὲ μὲν ἀλπίσι κακαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι. ἀλλ’ αὕτη μὲν χαμαὶ κείσθῳ ἡ ττηθεῖσα ὑπ’ ἀρετῆς, ᾗ θέμις, διαρρηγνυμένη σπαρττομένη τε ὑπὸ μεταμελείας. ἡμῖν νῦν τὰ προσστκοντα τῷ θείῳ λόγῳ ῥητέον.
Ἄκουε τοίνυν, ἁγνείας παρθενίας τ’ ἐπήβολε ναύκληρε, ἐκκληςία, ἀώρου τε καὶ ἀδαοῦς ἡλικίας τιθήνη, ᾗ μέλει μὲν ἀληθείας, μέλει δὲ φιλανθρωπίας, ἐξ ἧς ἀενάου πηγῆς ἀποστάζει σωτήριον πόμα. ἀκούιτε δ’ ἄν καὶ ὑμεῖς εὐφήμως οἱ τὸν θεὸν εἰλικρινῶς σέβοντες (διὸ καὶ μεμέλησθε αὐτῷ), προςέχοντες, τὸν νοῦν μὴ τῇ φράσει μᾶλλον ἢ τῇ τῶν λεγομένων ἀληθείᾳ, μηδ’ἐμοὶ τῷ λέγοντι, ἀλλὰ τῇ τῆς καθοσιώσεως εὐσεβείᾳ.
τίς γὰρ ἂν εἴη λόγων χάρις, ἀνεξετάστου καταλειπομένης τῆς τοῦ λέγοντος διαθέσεως; τολμῶ δ’οὖν ἴσως μεγάλα, τῆς δὲ τόλμης τὴν πρὸς τὸ θεῖον στοργὴν ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω, ἵν’ἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες διορθῶσθε, τὴν μὲν ἄκραν παιδείαν μὴ ἐπιποθοῦντες, τὸ δὲ πιστὸν τῆς ἐπιχειρήσεως ἀποδεχόμενοι. 3ἐπίπνοια δ’ἡμῖν μεγίστη τοῦ πατρὸς παιδός τε ἀγαθοεργοῦ παρείη φθεγγομένῳ ταῦτα, ἅπερ ἂν αὐτὴ φράσῃ καὶ διανοίᾳ προσάψῃ. εἰ γάρ τις ἄνευ θεοῦ ῥητορικὴν ἢ ἄλλην τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληθεν, ἀτελὴς αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸμῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον.
τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθ’ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τ’οὐράνια τά τ’ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,
τοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμεδὲ καὶ λιτανεῖαν πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων ἐξαιρέτως οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δ’ ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δ’ ἀντιπράξαντι ἐμεμψάμην. τίνι δὲ προσευξάμενος τὴν αἰτίαν ἄν τῆς περιστάσεως γνῶναι τῆς τ’ἀπαλλαγῆς τυχεῖν ἠξίουν;
θῶμεν δὴ λογίοις καὶ χρησμοῖς Ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ’ἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.
τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων στάσις τὰ ὑὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο ἄν, ἀφανισθείσης μὲν τῆς τῶν ὡρῶν διατάξεως καιρῶν τε μεταβολῆς καὶ τῆς κατὰ τοὺς καιροὺς τῶν φυομένων καρπῶν τε μεταβολῆς καὶ νισθείσης δ’ἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀνα΄αύσεως. καὶ τούτων μὲν ἅλις, πάλιν δ’ἐπὶ τὸν ἀνεξέλεγκτον ἐπανήκωμεν λόγον.
ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἶα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι.
τῶν δ’ ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.
Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων ὑμνεῖν τὸν ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δ’ ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τ’ ἴδιον ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς ὀφειλομένης αὐτῷ πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας.
φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τ’ αὐτοὺς κατ’ ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δ’ ἀπονεῖμαι μόνην λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ τότε δὴ καὶ τὸγ ένος αὔξειν ἐκέλευσεν, ὡς ἂν ποτε τὸ ὅλον ὑπὸ τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο.
πληθύοντος δ’ οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι ἀνηυρίσκοντο, πληθύει τ’ οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων ζώων γενεά, ἐφ’ ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶσον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις πρόνοια.
καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις ἐπέταξε, πρὸς δὲ τὰ ἄγρια ἅμιλλάν τινα, νομοθετήσας. μετὰ δὲ ταῦτα τὴν τῶν πεπτεινῶν γενεὰν συνεστήσατο, πολλὴν μὲν ἀριθμῷ φύσει δὲ καὶ ἔθεσι διάφορον, ἐκπρεπῆ μὲν χρωμάτων ποικιλίᾳ μουσικῆς δ’ ἁρμονίας ἐμφύτου μέτοχον, ἄλλα τε πάντα ὅσα κόσμος περιλαβὼν συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.
ἔτι δὲ καὶ οὕτω βασανιστέον εἰ τὸ λεγόμενον ἀληθές ἐστιν, ὡς ἡ πάντων παραγμάτων διάταξις ἐκ τύχης καὶ τοῦ αὐτομάτου συνέστη· ἆρ’ οὖν καὶ τὰ οὐράνια καὶ τὰ ἄστρα, γῆ τε καὶ θάλασσα, καὶ πῦρ καὶ ἄνεμοι, ὕδωρ τε καὶ ἀήρ, καὶ ἡ τῶν καιρῶν παραλλαγή, θέρους τε καὶ χειμῶνος ὧραι, ταῦτα πάντα ἀλογίστως καὶ ὡς ἔτυχε συμβεβηκέναι μᾶλλον ἢ δημιουργηθῆναι πείθεσθαι χρή;
τὸν νοῦν γὰρ οὐκ ἔχοντές φασί τινες τὰ πλεῖστα τῶν τοιούτων διὰ τὴν ἑατῶν χρείαν τοὺς ἀνθρώπους ἐπινενοηκέναι, ἀφθόνως τῆς φύσεως πάντα χρήματα χορηγούσης. ἔστω περὶ τῶν ἐπιγείων καὶ φθαρτῶν τὴν δόξαν ταύτην λόγου τινὸς μετειληφέναι· ἆρ’ οὖν καὶ τὰ ἀθάνατα καὶ τὰ ἀναλλοίωτα τῶν ἀνθρώπων ἐστὶν εὑρήματα; τούτων γὰρ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα τῆς ἡμετέρας αἰσθήσεως κεχώρισται, νῷ δὲ μόνῳ καταληπτὰ τυγχάνει ὄντα, οὐκ ἔνυλον ζῶον, ἄνθρωπος, ἀλλὰ νοητὴ καὶ αἰώνιος οὐσία θεοῦ γεννήτριά ἐστιν.
τὸ τ’ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρποὺς πεπαινούσης, ἀνέμων τε πνεύματα εὐετηρίαν παρασκευάζοντα, ὄμβρων τε παραψυχή, καὶ ἡ τούτων ἀρμονία ἁπάντων, καθ’ ἣν εὐλόγως τε καὶ εὐτάκτως διοικεῖται τὰ πάντα, τό τ’ ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;
ὕψη δ’ ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τ’ ἀναπεπταμένων πεδίων ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν, τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δ’ αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι.
ταῦτά τοι σπάνιόν, ἵν’, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.
πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρηται, ἐξαιρέτως δ’ ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δ’ ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δ’ ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθ’ ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.
εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποινημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὸ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἶον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.
πόσα δ’ ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτεπομένης διαρρήδην, ἀπαγούσης δ’ ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;
εἶς ἄν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτ. μίζοιτο.
μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζονος πλάνης παρὰ τοῖς ἀλογίστοις τπων ἀνθρώπων, πρὸς πρὸς τὴν πρόνοιαν τοῦ ὑ ψίστου θεοῦ μὴ ἀφορώντων, τὰς δ’ εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑγτέρων ζώων τύποις μεταμορφουμένας σεβόντων. συμβέβηκε δὲ μεγίστην τινὰ ψεγάλου τ’ ἐπαίνου ἀξίαν φύσιν τε καῖ παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ εἰλιχρινῶς ἔχειν.
Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βελαμμένοι, ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάωνσι, μήτ’ ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουδι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἐώλοις τε καὶ ψευδέδι φήμαις διαβῶσιν.
οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς φυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, Οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δδαιμόνων καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, 'ἱμαρμένας τε αὐτῶν διαφημίξουσι, καὶ τοῦς μέν τινας φύσει πιχρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοῦς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὁδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὄτι γ’ ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεεῖν, ἀνθρωποπαθεῖς τ’ αὐτοῦς εἰσάγουσι, πολέμους καὶ τρώσεισ χαράς τε καὶ τρώσεις χαράς τε καὶ ὁδυρμοὺς ᾄδοντες.
καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίῳ θείᾳ μετἐρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ’ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εῑναι ποιητικῆς, τὸ δ’ ἀληθὲς εῖναι, ἡνίκα ἄν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.
ἔστω τοῦτ’ ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἄλήθειαν ἔσθ’ ὅτε ἀφαρπάζειν· ἀλλ’ οἱ τὰ ψευδὴ λέγοντες οὐ μάτην ψεύδονται· ἤ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἤ καχήν τινα πρᾶξιν συνειδότες ἐαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπιχαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν πεερὶ τῆς τῆς χρείττονος φύσεως ἱστροῦτντας φεύδεσθαι μηδὲ δυσσεβεῖν.
αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπιδμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται.
φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι ... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν, ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς ὑπ᾽ ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδ᾽ ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ ἀνεξίκακον οὔθ’ ὑπὸ ὕβρεως διατρέπεται, οὔθ’ ὐπὶ προπηλακισμοῦ τῆς τῆς φυσικηῆς στερότητος ἐξίσταται, ἀλλ’ ἀεὶ . . . γίγνεται τῶν ἐπεμβαι8 νόντων τὴν ἀγριότητα λογισμοῦ τε καὶ μεγαλοψυχ΄’ιας φρονήματι θραύουσα.
ἀκόλουθα δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ, ἐντρεπόμενός τε αὐτὸν μετὰ αἰδοῦς ὁ τῶν λουτρῶν πάροχος Ἰορδάνης,
πρὸς τούτῶ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοζα κατορθοῦσα καὶ τὰ ἀνίατα ἰωμέην, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις, καὶ ὅλως ὁ σύμπας ὐπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ φρόνησιν ἀλλὰ σοφίαν διδάσχουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς λεγομέενας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον ἀτραποῦς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων.
τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεζία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποχατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν.
ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τ’ ἐκ τῶν κακῶν καὶ τὴν μαχαριωτάτην διδασκαλίαν διδάσχοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ’ ἀλλ’ εὐχαμὲν ριστῶν λέγω.
Ἀλλ’ ἐρεῖ τις, ᾦ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δεδυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώ- πων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ’ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοῦς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐσίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;
τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνω- μεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάζεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ’ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὠς ἀληθῶς βίος· ὁ γάρ τοι μεσθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄξθαρτος καὶ ἀίδιος βίος, οὖ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομένοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρη- μένοις.
καὶ οὐδὲν σεμνύνεται· ἐπέσταται γὰρ οἶμαι καὶ τοῦτο θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώ- νιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυδίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.
καὶ τοιαύτη τις εὐχαριστίας θθςία τοῖς ἀνδράσιν ἀποτελείται, ἁγνὴ μὲν αἵματος ἁγνὴ δὲ πάσης βίας, οὐδὲ μὴν ὀσμὴ λιβάνων ἐπιποθεῖται οὐδὲ πυρκαϊά, καθαρὸν δὲ φῶς ὅσον ἐξαρκέσαι τοῖς εὐχομένοις πρὸς ἔκλαμψιν, σωφρονέστατα δὲ πολλῶν καὶ τὰ συμπόσια πρὸς ἔλεον καὶ ἀνάκτησιν τῶν δεομένων ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεςόντων. ἅπερ ἄν τις φορτικὰ εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.
Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ- πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.
τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ- ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμνότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό- τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύτην οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δ’ ἐξαιρέτως εὐσέ- βειαν καὶ σωφροςύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τούτοις αὐτοῖς καὶ τούτων παραπλγςίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,
Πυθαγόρας γὰρ τὴν ἐκείνου σουφίαν μιμηςάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’ Ἀσσυρίαν τότε τυράννου;
ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἂχραντον πρὸς τὸν ὂντως θεὸν εὐσέβειαν, τὴν ἂκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.
Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.
ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὲν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ’ ἴσης τῷ θρησκευομένῳ ὑπ’ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἀλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι’ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.
δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται·
Ηξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων
Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα.
Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι
Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο,
Σαρκοφόρων ψυχὰς δ’ ἀνδρῶν ἐπὶ βήματι κρίνει.
Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἂκανθαγένηται,
Ρίψωσίν τ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα,
Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν,
Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.
Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει,
Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει.
Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει,
Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.
Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι,
Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται.
Υψώσει δὲ φάραγγας, ὁλεῖ δ’ ὑψώματα βουνῶν.
Υγος δ’ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται,
Ισά τ’ ὂρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα
Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ,
Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν,
Σάλπιγξ δ’ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει,
Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου.
Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα,
Ηξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες.
Ρεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου,
Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον
Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται·
Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου,
Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·
Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.
Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν
Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ’ ἡμῶν.
Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιβφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας ἐξουςίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας.
ἐν προφανεῖ δ’ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενἠσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.
ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ’ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ’ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν
τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν·
Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάάνθη.
καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ·
Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν.
τί τούτου φανερώτερον; προστίθησι γάρ·
Ἤλυθε Κθμαίου μαντεύματος εἰς τέλος ὀμφή,
Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.
καὶ οὐκ ἠρκέσθη Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ Μαρτυρίαν ἐπιποθούσης· τί λέγων ;
Αὖθις ἄρ’ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν·
Ἥκει παρθένος αὖθις ἄγους’ ἐρατὸν βασιλῆα.
τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν- ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·
Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη,
Ἀντὶ σιδηρείης χρυςῆν γενεὴν ὀπάσαντα,
Προσκύνει.
Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια
Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.
συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύψως δι’ ἀλληγορῶν τα ῦτα Λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ’ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,
ὅτως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ Πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται Τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον Τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήσειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυςίας τ’ ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. Φηςὶ γάρ·
Αήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει
Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἀδὲ καὶ αὐτὸς
.
Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανετιται,
Πατροδότοις ἀφετῇσι κυβερνῶν ἡνία κόσμου.
Σοὶ δ’ ἄρα, παῖ, πρῶτιστα ψύει δωρήματα γαῖα
Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ καλακάσςἰ ἀκάνθῳ.
θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμήμένος, ὅς ἀκριβῶς ἐπι- Στάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα·
Σοὶ δ’ αἶγες θαλεραί,
Φηςίν,
Μαστοῖς καταβεβριθυῖαι,
Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος,
Οὐδὲ δέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας.
ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοῦς δυνάστας Οὐ φοβηθήσεται.
Φύσει δ’ εὐώδη τὰ σπάργανα σεῖό γε ποίην
Ὄλλυται ἰοβόλου φύσις ἑφπετοῦ, ὅλλυται. . .
Λοίγιος, Ἀσςύριον δύλλει κατὰ τέμπε’ ἄμωμον.
τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτήρος ἀρετῆς οἰκειό- Τερον εἴποι τις ἔν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὥπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὅς τοὺς πρωτοπλάστους Πρῶτος ἐξηπάτα, παράγων τὰς διανοιάς αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροςύνης ἐπὶ τὴν τῶν ἠδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον.
πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθαναςίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀνθρώπων ἀπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος Δὲ α’τοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώ- ποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδι- κημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. Τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς Διαςήμου τε ἀναστάσεως τὰ ὅμοια ἀλπίζειν ἐκέλευσεν.
οὐκοῦν δι- Καίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνα- Τος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων Γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆδος τῶν θρηδκευόντων προσ- Αγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι δάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει.
πεπαιδευμένων δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολού- θως ἔχει·
Αὐτίκα δ’ ἡρώων ἀρετὰς πατρὸς τε μεγίστου
Ἔργ’ ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ.
Τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα ση- Μαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ Τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργαςίαν λέγων, ἴσως δὲ καὶ τοὺς νόμους, οἷς ἡ θεοφιλὴς ἐκκληςία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δι- Καιοςύνης τε καὶ σωφροςύνης βίον.
θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ Τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, Τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου·
Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί·
(τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.)
Ἐ δ’ ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς,
(ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον,)
Σκληρῶν δ’ ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα·
τὴν ἀλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογράφων ὖθος· ἔσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήφεσθαι διδάσκων.
Παῦρα δ’ ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης·
Πόντον ἐπαΐξαι περὶ τ’ ἄστεα τείχεσι κλεῖσαι,
Ῥῆξαί τ’ εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης·
Ἄλλος ἔπειτ’ ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ,
Ἀνδράσιν ἡρώεσσιν ἐγαλλομένη, πολέμου δὲ
Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς.
εὖγ’, ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουςίαν μέχρι τοῦ Προςήκοντος ἐταμιεύσω. Οὐ γὰρ ἦν σοί προκείμενον ἀποδεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι Τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηστημένος.
πεφραγμένωνς δὴ Καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας Τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιαςάμενος, ἅπερ ἀληθῶς ἔτι Καὶ νῦν ἐξετάξεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν Δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός.
τί δὴ μετὰ ταῦτα ὁ ποιη- τὴς λέγει;
Ἀλλ’ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται,
(τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώ- Πων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆς εἰρήνῃ κατακοσμήσῃ,)
Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι,
Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ,
Αὐτὴ δ’ ἄσπαρτος καὶ ἀνήροτος · οὐδὲ μὲν ἀκμὴν
Ὀτραλέου δρεπάνοιο ποθηςέμεν ἄμπελον οἶμαι.
Οὐδ’ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ
Ἀρνειὸς Τυρίῃσι περιπρέφει λίβάλεσσι,
Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμέίβων.
Ἀλλ’ ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς
Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο.
Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα,
Χαρμοςύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης,
Γηθόσυόν τ’ αἰῶνος ἀπειρεςίου λάσιον κῆρ.
Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς
Σὴν ἀρετὴν κελαδεῖν, ἐφ’ ὅσον δύναμίς γε παρείη·
Οὐκ ἄν μ’ ἐκπλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός,
Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών·
Ἀλλ’ οὐδ’ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης.
Κόσμου κητώεντος ὅρα, φηςί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.
Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μήτέρα κεδνὴν
Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας.
Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ΄ ἐγέλασσαν,
Οὐδ’ ἥψω λεχέων, οὐδ΄ ἔγνως δαῖτα δάλειαν.
τοὺς μὲν αὐτοὺς δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρηςίαν.
τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν Προαίρεσιν, οὐ πειλθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων.
Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα Τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατι ᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.
ἀλλὰ σύγε, Οὐαλεριανέ, τὴν αὐτὴν μιαιφονίαν ἐνδειξάμενος τοῖς ὑπηκόοις τοῦ θεοῦ, τὴν ὁσιαν κρίσιν ἐξέφηνας ἁλοὺς αἰχμάλωτός τε καὶ δέσμιος ἀχθεὶς σὺν αὐτ ῇ πορφυρίδι καὶ τ ῷ λοιπ ῷ βασιλικ ῷ κόσμῳ, τέλος δὲ ὑπὸ Σαπώρου τοῦ Περσῶν βασιλέως ἐκδαρῆναι κελευσθεὶς καὶ ταριχευθεὶς τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον.
Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμ ῷ.
τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὤν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βαςίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.
τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.
ἀλλὰ τίς ἄν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν εὐμοιρίᾳ νομίζονται τὴν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν εὐμένειαν. ἀλλὰ μὴν καὶ αἱ πρὸς τὸν θεὸν ἐκφωνήσεις τῶν πιεζομένων καὶ τὴν ἔμφυτον ἐλευθερίαν ποθούντων, καὶ οἱ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν τῆς εὐχαριστίας πρὸς τὸν θεὸν ἔπαινοι, ἀποδοθείσης τῆς ἐλευθερίας αὐτοῖς καὶ τῶν μετὰ δικαιοσύνης συμβολαίων, πῶς οὐ παντὶ τρόπῳ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν πρὸς τοὺς ἀνθρώπους στοργὴν χαρακτηρίζουσιν;
Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἀφ´ οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἔδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.
καὶ ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ Συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ τοσαύτης, ὅσην ἄν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο. ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τῆν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέρας εὐχαῖς συναρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἄν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρπωπίνω πταισμάτων· χρὴ Τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Eusebius Werke edited by Ivar A. Heikel (Leipzig, J.C.Hinrichs'Sche Buchhandlung: 1902)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
