Vita Constantini (Greek)
The Greek text of Vita Constantini. This page has 4 section groups and about 38,441 words. Each row carries its standard reference.
ά. Προοίμιον περὶ τῆς Κωνσταντίνου τελευτῆς.
β΄. Περὶ υἱῶν αὐτοῦ βασιλευσάντων. Ἔτι προοίμιον.
γ΄. Περὶ θεοῦ τιμῶντος εὐσεβεῖς βασιλεῖς καὶ ἀπολλύντος τυράννους.
δ΄. Ὅτι ὁ θεὸς Κωνσταντῖνον ἐτίμησεν.
έ. Ὅτι δὲ ὑπὲρ τὰ ἑξήκοντα.
ς΄. Ὅτι θεοῦ μὲν δοῦλος ἦν ἐθνῶν δὲ νικητής.
ς΄. Πρὸς Κῦρον τὸν Περςῶν βασιλέα καὶ Ἀλέξανδρον τὸν Μακεδόνων σύγκρισις.
ή. Ὅτι τῆς οἰκουμενης πάσης σχεδὸν ἐκράτησεν.
θ΄. Ὅτι υἱὸς βασιλέως εὐσεβὴς καὶ υὐοῖς βασιλεῦσι κατέλιπε τὴν ἀρχήν.
ί. Περὶ τοῦ καὶ ἀναγκαίαν εἶναι καὶ ψυχωφελῆ τὴν ἱστορίαν ταύτην.
ιά. Ὅτι μόνας τὰς Κωνσταντίνου νῦν ἱστόρησε θεοφιλεῖς πράξεις.
ιβ΄. Ὅτι ὡς Μωϋςῆς ἐν οἵκοις τυράννων ἀνετάφη Κωνσταντῖνος.
ιγ΄. Περὶ Κωνσιταντίου τοῦ πατρὸς αὐτοῦ μὴ ἀνασχομένου τῶν περὶ
Διοκλητιανὸν καὶ Μαξιμιανὸν καὶ Μαξέντιον διῶξαι τοὺς Χριστιανους.
ιδ'. Ὅπως Κωνστάντιος ὁ πατὴρ ὁνειδισθεὶς πενίαν ὑπὸ Διοκλητιανοῦ τοὺς θησαυροὺς πλήσας ἀπέδωκε πάλιν τοῖς προσενέγκασι τὰ χρήματα.
ιέ. Περὶ τοῦ ὑπὸ τῶν ἄλλων διωγμοῦ.
ις΄. “Οπως Κωνστάντιος ὁ πατὴρ εἰδωλολατρείαν σχηματισάμενος τοὺς μὲν θύειν θελήσαντας ἐξέβαλε, τοὺς δὲ ὁμολογῆσαι προθε- μένους εἷχεν ἐν τῷ παλατίῳ.
ις΄. Περὶ τῆς φιλοχρίστου προαιρέσεως τοῦ αὐτοῦ.
τή. “Οτι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀποδυσαμένων πρῶτος ἦν λοιπὸν αὒγοθστος ὁ Κωνστάντιος, ἐν εὐτεκνίᾳ κομῶν.
ιθ΄. Περὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου νεανίου ἃμα Διοκλητιανῷ τὸ πρὶν εἰς Παλαιστίνην παραγενομένου.
κ΄. Κωνσταντίνου πρὸς τὸν πατέρα διὰ τὰς ἐπιβουλὰς Διοκλητιανοῦ αναχωρησις.
κα κά. Τελευτὴ Κωνσταντίου τὸν υἱὸν Κωνσταντῖνον βασιλέα καταλιποντος.
κβ΄. Ὅπως Κωνσταντίου προκομισθέντος τὰ στρατεύματα Κωνσταντῖνον αὒγοθστον ἀνηγόρευσεν.
κγ΄. Καταστροφὴ τῶν τυράννων δί ὑπομνήσεως ὁλίγης.
κδ΄. Ὅτι βουλήσει θεοῦ Κωνσταντῖνος ἔσχε τὸ βασιλεύειν.
κέ. Κωνσταντίνου κατà βαρβάρων καὶ Βρεττανῶν νίκαι.
κς΄. Ὅπως Ῥώμην ἐλευθερῶσαι Μαξεντίου προέθετο.
κς΄. Ὅτι τàς τῶν εἰδωλολατρησάντων καταστροφὰς ἐνθυμηδεὶς μᾶλλον τὸν χριστιανισμὸν ἐξελέξατο.
κη. Ὅπως εὐξαμένῳ τὴν ὁπτασίαν ὁ θεὸς παρέσχε, σταυρὸν ἐκ φωτὸς ἐν οὐρανῷ μεσημβρίᾳ καὶ γραφὴν τούτῳ νικᾶν παραινοῦσαν.
κθ΄. Ὅπως ὁ Χριστὸς τοῦ Θεοῦ καθ’ ὕπνους αὐτῷ φανεὶς ὁμοιοπατὴρ
τρλιοῳ τοῦ σαυροῦ σημείῳ κεχρπγσυαθ κατὰ τοὺς πολέμους προςέταξεν.
λ΄. Κατασκευὴ τοῦ αὐτοῦ σταυρικοῦ σημείου.
λα΄. Ἔκφρασις σταυροειδοῦς σημείου, ὅπερ νῦν οἱ Ῥωμαῖοι λάβαρον καλοῦσιν.
καλοῦσιν.
λβ΄. Ὅπως κατηχηθεὶς Κωνσταντῖνος τὰς θείας γραὰς ἀνεγίνωσκε.
λγ΄. Περὶ τῶν Μαξεντίου μοιχειῶν τῶν ἐν Ῥώμῃ.
λδ΄. Ὅπως ἡ τοῦ ἐπάρχου διὰ σωφροσύν ἑαυτὴν ἀνεῖλεν.
λέ. Άναίρεσις δήμου Ῥωμαίων ὑπὸ Μαξεντίου
λς΄.Μαγεῖαι Μαξεντίου καὶ ἔνδεια τροφῶν ἐν Ῥώμῃ.
λς΄. Ἧττα ἐν Ἰταλίᾳ Μαξεντίου στρατευμάτων.
λή. Μαξεντίου θάνατος ἐν γεφύρᾳ ποταμοῦ Τιβέριδος.
λθ΄. Εἵσοδος ἐν Ῥώμῃ Κωνσταντίνου.
μ΄. Περὶ ἀνδριάντος αὐτοῦ σταυρὸν κατέχοντος καὶ τῆς ἐπιγραφῆς.
μά. Εὐφροσύναι κατὰ τὰς ἐπαρχίας καὶ δωρεαὶ Κωνσταντίνου.
μβ΄.Ἐπισκόπων τιμαὶ καὶ ἐκκλησιῶν οἰκοδομαί.
μγ΄.Περὶ τῶν εἰς τοὺς πένητας καὶ δεομένους εὐεργεσιῶν Κωνσταν τίνου.
μδ΄. Ὅπως ταῖς συνόδοις τῶν ἐπισκόπων συμπαρῆν.
μέ. Ὅπως καὶ τῶν ἀφρόνων ἠνείχετο.
μς΄. Νίκαι κατὰ βαρβάρων.
μς΄. Μαξιμίνου θελήσαντος ἐπιβουλεῦσαι θάνατος καὶ ἄλλων, οὓς ἐξ ἀποκαλύψεως Κωνσταντῖνος εὖρεν.
μή. Δεκαετηρίδος Κωνσταντίνου πανήγουρις.
μθ΄. Ὅπως τὴν ἀνατολὴν ἐκακούχει Δικίνιος.
ν΄. Ὅπως καὶ Κωνσταντίνῳ Δικίνιος ἐπιβουλεύειν ἤθελεν.
νά. Δικινίου κατ’ἐπισκόπων συσκευαὶ καὶ συνόδων κωλύσεις
νβ΄.Ἐξορισμοὶ καὶ δημεύσεις κατὰ Χριστιανῶν.
νγ΄. Γυναῖκας εἰς ἐκκλησίας μὴ συνάγεσθαιπρόσταγμα καὶ πρὸ τῶν πυλῶν εὔχεσθαι λαούς.
νδ΄. Τοὺς μὴ θύοντας ἀποστρατεύεσθαι, καὶ τοὺς ἐν φυλακαῖς μὴ τρέφεσθαι.
νέ. Περὶ τῶν Δικινίου παρανομιῶν καὶ πλεονεξιῶν καὶ αἰσχρουργιῶν.
νς΄. Ὅτι διωγμὸν ποιῆσαι λοιπὸν ἐπεχείρει.
νζ΄.Ὅτι Μαξιμιανὸς σύριγγι καὶ σκώληκι δαμασθεὶς ὑπὲρ Χριστιανῶν ἔγραψεν.
νή. Ὅτι Μαξιμῖνος διώξας Χριστιανοὺς καὶ φυγὼν ὡς οἰκέτης ἐκρύπτετο.
νθ΄.Ὅτι ἐν νόςῳ τυφλωθεὶς Μαξιμῖνος ὑπὲρ χριστιανῶν ἔγραψεν.
Κεφάλαια τοῦ πρώτου λόγου.
Δόγος ᾱ.
ά. Λικινίου διωγμὸς λαθραῖος ἐπισκόπους ἀναιροῦντος ἐν Ἀμασείᾳ τοῦ Πόντου.
β΄, Καθαιρέσεις ἐκκλησιῶν καὶ ἐπισκόπων κρεουργίαι.
γ΄. Ὅπως Κωνσταντῖνος ὑπὲρ Χριστιανῶν διώκεσθαι μελλόντων ἐκινήθη.
δ΄. Ὅτι Κωνσταντῖνος μὲν παρεσκευάζετο μετ’ εὐχῶν Λικίνιος δὲ μετà μαντειῶν εἰς πόλεμον.
έ. Ὅσα Λικίνιος ἐν τῷ ἄλσει θύων εἶπεν περὶ τῶν εἰδώλων καὶ τοῦ Χριστοῦ.
ς΄. Φαντασίαι κατὰ τὰς ὑπὸ Λικίνιον πόλεις, ὡς τῶν Κωνσταντίνου στρατευμάτων διιόντων.
ζ΄. Ὅτι ἐν πολέμοις ὅπου σταυροειδὲς σημεῖον παρῆν, ἐκεῖ τὰ τῆς νίκης ἐγίνετο.
ή. Οτι πεντήκοντα τὸν σταυρὸν φέρειν ἐξελέχθησαν.
θ΄. Ὅτι τῶν σταυροφόρων ἀνῃρέθη μὲν ὁ φυγών, ὁ δὲ πίστει παραμείνας ἐσώθη.
ί. Συμβολαὶ Συμβολαὶ καὶ Κωνσταντίνου νίκαι.
ιά. Φυγὴ Λικινίου καὶ γοητεῖαι.
ιβ΄. Ὅπως Κωνσταντῖνος ἐν σκηνῇ προσευχόμενος ἐνίκα.
ιγ'. Φιλανθρωπία περὶ τοὺς συλλαμβανομένους στρατιώτας.
ιδ΄. Ἕτι περὶ τῶν ἐν τῇ σκηνῇ προσευχῶν.
ιέ. Λικινίου περὶ φιλίας δόλος καὶ εἰδωλολατρεία.
ις΄. Ὅπως μὴ ἀντιπολεμεῖν τῷ σταυρῷ Λικίνιος παρῄνει τοῖς στρα τιωταις.
ιζ΄. Νίκη Κωνσταντίνου.
ιή. Λικινίου θάνατος, καὶ ἐπινίκια περὶ τούτου.
ιθ΄. Φαιδρότης καὶ πανηγύρεις.
κ'. Ὅπως ὑπὲρ ὁμολογητῶν ἐνομοθέτει Κωνσταντῖνος.
κα. Ὅπως καὶ περὶ μαρτύρων καὶ ἐκκλησιαστικῶν κτημάτων.
κα. Ὅπως καὶ τοὺς δήμους ἀνεκτήσατο.
χγ΄. Ὅτι θεὸν τῶν ἀγαθῶν αἴτιον ἐκήρυττεν, καὶ περὶ ἀντιγράφων νομων.
κδ΄. Νόμος Κωνσταντίνου περὶ τῆς εἰς θεὸν εὐσεβείας καὶ τοῦ χριστιανισμου, ἐν ῳ ἐστι ταυτα.
κε . Ὑπόδειγμα ἐκ παλαιῶν χρόνων.
κς΄. Περὶ διωχθέντων καὶ διωκτῶν.
κζ΄. Ὅσων ὁ διωγμὸς αἴτιος κακῶν τοῖς τολμήσασι κατέστη.
κη . Ὅτι θεὸς τῶν καλῶν ὑπηρέτην Κωνσταντῖνον ἐξελέξατο.
κθ΄ . Εὐσεβεῖς εἰς θεὸν Κωνσταντίνου φωναὶ καὶ ὁμολογητῶν ἔπαινος.
λ΄. Νόμος ἀπολύων ἐξορισμοῦ καὶ βουλῆς καὶ δημεύσεως.
λά. Τοὺς ἐν νήσοις ὁμοίως.
λβ΄. Τοὺς ἐν μετάλλοις καὶ δημοσίοις ἀτιμωθέντας.
λγ΄. Περὶ ὁμολογητῶν στρατευσαμένων.
λδ΄. Ἀπολύσεις τῶν ἐν γυναικείοις ἢ εἰς δουλείαν δοθέντων ἐλευθέρων.
λέ . Περὶ κληρονομίας οὐσιῶν τῶν μαρτύρων καὶ ὁμολογητῶν καὶ μετοικισθέτων καὶ ταμιευθέντων.
λς΄. Τῶν μὴ ἐχόντων συγγενεῖς κληρονόμον εἶναι τὴν ἐκκλησίαν καὶ τὰ ὑπ' αὐτῶν δοθέντα τισὶ βέβαια μένειν.
λζ΄. Ἀποδιδόναι τοὺς κατέχοντας τὰ τοιαῦτα χωρία καὶ κήπους καὶ οἰκίας χωρὶς ὡν ἐκαρπώσαντο.
λή. Ποίῳ τρόπῳ χρὴ περὶ τούτων ἐπιδιδόναι δεήσεις.
λθ΄. Ταῖς ἐκκλησίαις ἀποδοῦναι τὸ ταμεῖον χωρία καὶ κήπους καὶ οἰκίας καὶ λοιπά.
μ΄ . Τὰ μαρτύρια καὶ τὰ κοιμητήρια ταῖς ἐκκλησίαις ἀποδοθῆναι.
μά. Τοὺς ἀγοράσαντας ἐκκλησιαστικὰ ἢ κατὰ δωρεὰν λαβόντας ἀποδοῦναι.
μβ΄. Σέβειν τὸν θεὸν σπουδαίως παραίνεσις.
μγ΄. Ὅπως τὰ νομοθετηθέντα ὑπὸ Κωνσταντίνου δἰ ἔργων πληροῦτο.
μδ΄. Ὅτι τοὺς ἄρχοντας Χριστιανοὺς προῆγεν· εἰ δὲ καὶ Ἕλληνες ἦσαν, τὸ θύειν αὐτοῖς ἀπηγόρευτο.
μέ. Περὶ νόμων κωλυόντων μὲν θυσίας οἰκοδομεῖν δὲ ἐκκλησίας προσταττόντων.
μς΄ . Κωνσταντίνου πρὸς Εὐσέβιον καὶ λοιποὺς ἐπιοκόπους περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς, καὶ ὥστε τὰς παλαιὰς ἐπισκευάζεῖν καὶ μείζονας οἰκοδομεῖν διὰ τῶν ἀρχόντων.
μζ΄. Ὅτι κατὰ εἰδωλολατρείας ἔγραφεν.
μή. Κωνσταντίνου πρὸς τὰς ἐπαρχίας περὶ τῆς πολυθέου πλάνης διάταγμα ἐν ᾧ προοίμιον περὶ κακίας καὶ ἀρετῆς.
μθ΄. Περὶ τοῦ πατρὸς τοῦ φιλοθέου Κωνσταντίνου καὶ περὶ Διοκλλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν διωκτῶν.
ν΄. Ὅτι διὰ τὴν τοῦ Ἀπόλλωνος μαντείαν, ὡς μὴ δυναμένου μαντεύεσθαι διὰ τοὺς δικαίους, ὁ διωγμὸς ἀνεκινήθη.
νά. Ὅτι νέος ὢν ἔτι Κωνσταντῖνος αὐτήκοος γέγονε Διοκλητιανοῦ διὰ τὸ ἀκοῦσαι τοὺς δικαίους εἶναι Χριστιανοὺς τὰ περὶ διωγμοῦ γράψαντος.
νβ΄. Ὅσα εἴδη βασάνων καὶ τιμωριῶν κατὰ Χριστιανῶν ἐτολμήθη.
νγ΄. Ὅτι βάρβαροι Χριοτιανοὺς ὑπεδέξαντο.
νδ΄. Οἴα μετῆλθε δίκη τοὺς διὰ τὴν μαντείαν διώκτας.
νέ. Δοξολογία Κωνσταντίνου εἰς θεὸν καὶ ὁμολογία περὶ τοῦ σημείου τοῦ σταυροῦ καὶ εὐχὴ περὶ ἐκκλησιῶν καὶ λαῶν.
νς΄. Ὅτι προσεύχεται μὲν Χριστιανοὺς εἶναι πάντας, οὐκ ἀναγκάζει δέ.
νζ΄. Δοξολογία εἰς θεὸν δι᾿ υἱοῦ φωτίσαντος τοὺς πλανωμένους.
νή. Δοξολογία πάλιν ἐκ τῆς τοῦ κόσμου λειτουργίας.
νθ΄. Δοζολογία εἰς θεὸν ἀεὶ διδάσκοντα τὰ καλά.
ξ΄. Παραινέσεις ἐπὶ τἐλει τοῦ διατάγματος μηδένα μηδενὶ ἐνοχλεῖν.
ξά. Ὅπως ἀπὸ τῆς Ἀλεξανδρέων διὰ τὸ κατὰ Ἄρειον ἐκινοῦντο ζητήσεις.
ξβ΄. Περὶ τοῦ αὐτοῦ καὶ περὶ Μελιτιανῶν.
ξγ΄. Ὅπως περὶ εἰρήνης πέμψας Κωνσταντῖνος ἔγραψεν.
ξδ΄. Κωνσταντίνου πρὸς Ἀλέξανόρον τὸν ἐπίσκοπον καὶ Ἄρειον τὸν πρεσβύτερον.
ξέ. Ὅτι περὶ τῆς εἰρήνης ἐμερίμνα συνήθως.
ξς΄. Ὅτι καὶ τὰς έν Ἀφρικῇ ζητήσεις διωρθώσατο.
ξζ΄. Ὅτι ἐκ τῆς ἀνατολῆς τὰ τῆς εὐσεβείας ἤρξατο.
ξή. Ὅτι λυπηθεὶς διὰ τὴν στάσιν τὰ περὶ εἰρήνης συμβουλεύει.
ξθ΄. Πόθεν ἡ Ἀλεξάνδρου καὶ Ἀρείου ζήτησις ἤρξατο, καὶ ὅτι μὴ ἐχρῆν συζητεῖν ταῦτα.
ό. Παραινέσεις περὶ ὁμονοίας.
οά. Μὴ διὰ μικρὰς λέζεις φιλονεικεῖν περὶ τοῦ αὐτοῦ.
οβ΄. Ὅτι δι’ εὐλάβειαν ὑπεραλγῶν δακρύειν ἠναγκάζετο καὶ μέλλων εἰς τὴν ἀνατολὴν ἐπέσχε διὰ ταῦτα.
ογ΄. Ἐπίμονος καὶ μετὰ τὸ γράμμα τοῦτο ταραχὴ τῶν ζητήσεων.
Κεφάλαια τοῦ δευτέρου λόγου.
α΄. Σύγκρισις εὐσεβείας Κωνσταντίνου καὶ τῆς τῶν διωκτῶν παρανομίας.
β΄. Ἔτι περὶ τῆς εὐσεβείας Κωνσταντίνου ἐμπαρρησιαζομένου τῷ τοῦ σταυροῦ σημείῳ.
γ΄. Περὶ εἰκόνος αὐτοῦ, ἐν ᾗ ὑπερέκειτο μὲν ὁ σταυρὸς πέπληκτο δὲ κάτω ὁ δράκων.
δ΄. Ἔτι περὶ τῶν διὰ Ἄρειον ἐν Αἰγύπτῳ ζητημάτων.
ε΄. Περὶ τῆς διὰ τὸ πάσχα διχονοίας.
ς΄. Ὅπως σύνοδον ἐν Νικαίᾳ γενέσθαι προςέταξεν.
ζ΄. Περὶ οἰκουμενικῆς συνόδου, καὶ ὁπόσων ἐθνῶν παρῆσαν ἐπίσκοποι.
η΄. Ὅτι, ὡς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐκ διαφόρων συνῆλθον ἐθνῶν.
θ΄. Περὶ ἀρετῆς καὶ ἡλικίας τῶν διακοσίων πεντήκοντα ἐπισκόπων.
ι΄. Σύνοδος ἐν παλατίῳ, οἷς ὁ Κωνσταντῖνος εἰσελθὼν συνεκαθέσθη.
ια΄. Ἡσυχία συνόδου μετὰ τὸ εἰπεῖν τι Εὐσέβιον τὸν ἐπίσκοπον.
ιβ΄. Κωνσταντίνου πρὸς τὴν σύνοδον περὶ εἰρήνης.
ιγ΄. Ὅπως τοὺς ἀμφισβητοῦντας τῶν ἐπισκόπων εἰς ὁμόνοιαν συνῆψεν.
ιδ΄. Περὶ πίστεως καὶ τοῦ πάσχα τῆς συνόδου σύμφωνος ἔκθεσις.
ιε΄. Ὅπως τοῖς ἐπισκόποις συνειστιάθη Κωνσταντῖνος τῆς εἰκοσαετηρίδος οὔσης.
ις΄. Χαρίσματα ἐπισκόποις καὶ γράμματα πρὸς τοὺς πάντας.
ιζ΄. Κωνσταντίνου πρὸς τὰς ἐκκλησίας περὶ τῆς ἐν Νικαίᾳ συνόδου.
ιη΄. Τοῦ αὐτοῦ περὶ συμφωνίας τῆς τοῦ πάσχα ἑορτῆς καὶ κατὰ Ἰουδαίων.
ιθ΄. Παραίνεσις ἐξακολουθεῖν μᾶλλον τῷ πλείστῳ τῇς οἰκουμένης μέρει.
κ΄. Παραίνεσις τοῖς ὑπὸ τῆς συνόδου γραφεῖσι πεισθῆναι.
κα΄. Συμβουλία πρὸς τοὺς ἐπισκόπους ὑποστρέφοντας περὶ ὁμονοίας.
κβ΄. Ὅπως οὓς μὲν προέπεμψεν, οἷς δὲ ἔγραψε, καὶ χρημάτων διαδόσεις.
κγ΄. Αἰγυπτίοις ὑπὲρ εἰρήνης ὅπως ἔγραψε τε καὶ καρῄνεσεν.
κδ΄. Ὅτι καὶ ἐπισκόποις καὶ λαοῖς εὐλαβῶς πολλάκις ἔγραψεν.
κε΄. Ὅπως ἐν Ἱεροσολύμοις ἐπὶ τῷ ἁγίῳ τόπῳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως ναὸν προσευκτήριον οἰκοδομεῖσθαι προςέταξεν.
κς΄. Ὅτι τὸ θεῖον μνῆμα χώμασι καὶ εἰδώλοις ἀπέκρυψαν οἱ ἄθεοι.
κζ΄. Ὅπως Κωνσταντῖνος τοῦ εἰδωλείου τὰς ὕλας καὶ τὰ χώματα μακράν που ῥιφῆναι προςέταξεν.
κη΄. Φανέρωσις τοῦ ἁγίου μνήματος. κθ΄. ὅπως περὶ τῆς οἰκοδομῆς καὶ πρὸς ἄρχοντας καὶ πρὸς Μακάριον τὸν ἐπίσκοπον ἔγραψεν.
λ΄. Κωνσταντίνου πρὸς Μακάριον περὶ τῆς τοῦ μαρτυρίου τοῦ σωτῆρος οἰκοδομῆς
λα΄. τῶν ἐν τῇ οἰκουμένῃ κασῶν ἐκκλησιῶν οἰκοδομηθῆναι καλλίονα τοίχοις καὶ κίοσι καὶ μαρμάροις.
λβ΄. ἔτι καὶ περὶ τοῦ κάλλους τῆς κόγχης καὶ ἐργατῶν καὶ ὑλῶν δηλῶσαι τοῖς ἄρχουσι.
λγ΄. Ὅπως ἡ προφητευθεῖσα καινὴ Ἱερουσαλὴμ ἐκκλησία τοῦ σωτῆρος ᾠκοδόμητο.
λδ΄. Ἔκφρασις οἰκοδομῆς τοῦ παναγίου μνήματος.
λε΄. Ἔκφρασις αἰθρίου καὶ στοῶν.
λϛ’. Ἔκφρασις τοῦ ναοῦ τῆς ἐκκληςίας τοίχων καὶ δωματουργίας κάλλους τε καὶ χρυςώσεως.
λζ’. Ἔκφρασις διπλῶν στοῶν ἑκατέρωθεν καὶ πυλῶν ἀνατολικῶν τριῶν.
λη’. Ἔκφρασις ἡμισφαιρίου καὶ κιόνων δώδεκα καὶ κρατήρων.
λθ’. Ἔκφρασις μεσαυλίου καὶ ἐξεδρῶν καὶ προπύλων.
μ’. Περὶ πλήθους ἀναθημάτων.
μα’. Περὶ οἰκοδομῆς ἐκκλησιῶν ἐν Βηθλεὲμ καὶ τῷ ὄρει τῶν έλαιῶν.
μβ΄. Ὅτι Ἑλένη βασιλὶς ἡ Κωνσταντίνου μήτηρ εἰς εὐχὴν παραγενομένη ταύτας ᾠκοδόμησεν.
μγ’. Ἔτι περὶ ἐκκληςίας ἐν Βηθλεέμ.
μδ΄. Περὶ μεγαβῶς ἐν ταῖς ἐκκληςίαις συνήγετο Ἑλένη.
με’. Ὅπως εὐλαβῶς ἐν ταῖς ἐκκληςίαις συνήγετο Ἑλένη.
μϛ’. Ὅπως ὀγδοηκοντοῦτις οὖσα καὶ διαθεμένη ἐτελεύτα.
μζ’. Ὅπως τὴν μητέρα Κωνσταντῖνος κατέρθετο, καὶ πρὸ τούτου δὲ ζῶσαν ἐτίμησεν.
μη΄. Ὅπως ἐν Κωνσταντίνου πόλει μαρτύρια μὲν ᾠκοδόμησε, πᾶσαν δὲ εἰδωλολατρείαν περιεῖλεν.
μθ’. Σταυροῦ σημεῖον ἐν παλατίῳ καὶ Δανιὴλ ἐν κρήναις.
ν’. Ὅτι καὶ ἐν Νικομηδείᾳ καὶ ἐν ἄλλαις πόλεσιν ᾠκιδόμησεν ἐκκληςίας.
να’. Περὶ τῆς ἐν Ἀντιοχείᾳ ᾠκοδομηθείσης κἐκκληςίας.
νβ’. Ὅτι καὶ ἐν τῇ Μαμβρῇ προςέταξεν ἐκκληςίαν γενέσθαι.
νγ΄. Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ τῆς Μαμβρῆ.
νδ’. Ὅτι ὁ σωτὴρ ὤφθη αὐτόθι τῷ Ἀβραάμ.
νε’. Εἰδωλείων καὶ ξοάνων πανταχοῦ κατάλυσις.
νϛ΄. Τοῦ ἐν Ἀφάκοις τῆς Φοινίκης εἰδωλείου καὶ τῆς ἀκολαςίας περιαίρεσις.
νζ΄. Ἀσκληπιοῦ τοῦ ἐν Αἰγαῖς κατάλυσις.
νη΄. Πῶς οἱ Ἕλληνες κααγνόντες τῶν εἰδώλων ἐπέστρεφον εἰς θεογνωςίαν.
νθ’. Ὅπως ἐν Ἡλίου πόλει τὴν Ἀφροδίτην καθελὼν ᾠκοδόμησε πρῶτος ἐκκληςίαν.
ξ’. Περὶ τῆς ἐν Ἀντιοχείᾳ δι’ Εὐστάθιον ταραχῆς.
ξα’. Ὅπως εἰρηνεύων Δωνσταντῖνος ἔγραψε περὶ τούτων.
ξβ’. Κωνσταντίνου πρὸς Ἀντιοχέας μὴ ἀποσπᾶν Εὐσέβιον Καισαρείας ἀλλ’ ἕτερον ζητῆσαι.
ξγ’. Κωνσταντίνου πρὸς Εὐσέβιον ἐπαινοῦντος τὴν παραίτησιν Ἀντιοχείας.
ξδ΄. Κωνσταντίνου πρὸς τὴν σύνοδον, μὴ ἀποσπάσθαι Καισαρείας Εὐσέβιον.
ξε΄. Ὅπως τὰς αἰρέσεις ἐκτεμεῖν ἐσπούδασεν.
ξϛ΄. Κωνσταντίνου διάταγμα πρὸς τοὺς αἱρετικούς.
ξζ΄. Περὶ ἀφαιρέσεως τόπων συνάξεων τῶν αἱρετικῶν.
ξη΄. Ὅπως βιβλίων ἀθεμίτων παρ’ αὐτοῖς εὑρεθέντων πολλοὶ τῶν αἰρετικῶν εἰς τὴν καθολικὴν ἐκκληςίαν ἐπέστρεψαν.
Λόγος γݲ.
α΄. Οπως δωρεαις καὶ προκοπαῖς ἀφιωμάτων ἐτίμα τοὺς πλείστους.
β΄. Συγχώρησις τοῦ τετάρτου μέρους τῶν κήνσων.
γ΄. Ἐξισώσεις καὶ τῶν βεβαρημένων κήνσων.
δ΄. Ὅτι τοῖς ἐν χρηματικαῖς δίκαις ἡττηθεῖσιν ἀυτὸς ἐξ οἰκείων ἐχαρίζετο.
ε΄. Σκυθῶν ὑποταγὴ διὰ τοῦ σημείου τοῦ σωτῆρος ἡμῶν νικηθέντων.
ϛ΄. Σαυροματῶν ὑποταγὴ προφάσει τῆς τῶν δούλων ἐπαναστάσεως.
ϛ΄. Βαρβάρων διαφόρων πρεσβεῖαι καἰ δωρεαὶ παρ᾿ αὐτοῦ.
η΄. Ὅτι καὶ πρεσωευσαμένῳ τῷ Περσῶν βασιλεῖ περιὶ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν.
θ΄. Κωνσταντίνου Αύγούστου πρὸς Σαπώρην τὸν βασιλέα Περσῶν ὁμολογοῦντος εἰς θεὸν καὶ χριστὸν εὐσεβέστατα.
ι΄. Ἕτι κατὰ εἰδώλων καὶ περὶ θεοῦ δοξολογίας.
ια΄. Ἔτι κατὰ τυράννων καὶ διωκτῶν καὶ περὶ Οὐαλεριανοῦ τοῦ αἰχμαλωτισθέντος.
ιβ΄. Ὁτι τῶν μὲν διωκτῶν εἶδεν τὰς πτώσεις, εὐθυμεῖ δὲ νῦν διὰ τὴν τῶν Χριστιανῶν εἰρήνην.
ιγ΄. παρακλήσεις ὥστε τοὺς παρ᾿ αὐτῷ Χριστιανοὺς ἀγαπᾶν.
ιδ΄. Ὅπως χριστιανοῖς μὲν ἦν εἰρήνη σπουδῇ τῶν κωνσταντίνου προσευχῶν.
ιε΄. Ὅτι καὶ ἐν νομίσμασι καὶ ἐν εἰκόσιν ὡς εὐχόμενον ἑαυτὸν ἐχάραττεν.
ιϛ΄. Ὅτι καὶ ἐν εἰδωλείοις εἰκόνας αὐτοῦ θεῖναι νόμῳ διεκώλυσεν.
ιϛ΄. Ἐν παλατίῳ προσευχαὶ καὶ θείων γραφῶν ἀναγνώσεις.
ιη΄. Τῆς κυριακῆς τὴν ἡμέραν καὶ παρασκευῆς νομοθεσία τιμᾶν.
ιθ΄. Ὅπως καὶ τοὺς ἐθνικοὺς στρατιώτας ἐν κυριασκαῖς εὔχεσθαι προσέταξεν.
κ΄. Εὐχῆς ῥήματα στρατιώταις ὑπὸ Κωνσταντίνου δοθείσης.
κα΄. Ἐν τοῖς τῶν στρατιωτῶν ὅλοις σημεῖα τοῦ σταυροῦ τοῦ σωτῆρος.
κβ΄. Σπουδὴ προσευχῆς καὶ τιμὴ τῆς τοῦ πάσχα ἑορτῆς.
κγ΄. Ὅπως εἰδωλολατρείαν μὲν ἐκώλυσε, μάρτυρας δὲ καὶ ἑορτὰς ἐτίμα.
κδ΄. Ὅτι τῶν ἔξω πραγμάτων ὥσπερ ἐπίσκοπον ἑαυτὸν εἶπεν εἶναι.
κε΄. Ἕτι περὶ κωλύσεως θυσιῶν καὶ τελετῶν καὶ μονομαχιῶν καὶ τῶν τὸ πρὶν ἀκολάστων τοῦ Νείλου.
κϛ΄. Νόμου τοῦ κατὰ τῶν ἀτέκνων ὄντος διόρθωσις, ἔτι δὲ καὶ τοῦ περὶ διαθηκῶν ὁμοίως διόρθωσις.
χζ΄. Ὅτι Χριστιανὸν μὲν Ἰουδαίοις μὴ δουλεύειν, τῶν δὲ συνόδων βεβαίους εἶναι τοὺς ὅρους ἐνομοθέτει καὶ λοιπὰ.
κη΄. Ἐκκλησίαις δωρεαὶ παρθένοις τε καὶ πένησι διαδόσεις.
κθ΄. Λογογραφίαι καὶ ἐπιδείξεις ὑπὸ Κωνσταντίνου.
λ΄. Ὅτι τῶν πλεονεκτῶν ἑνὶ μνημείου μέτρον ὑπέδειξε πρὸς δυσώπησιν.
λα΄. Ὅτι διὰ τὴν πλείονα φιλανθρωπίαν ἐχλευάζετο.
λβ΄. Περὶ συγγάμματος Κωνσταντίνου, ὃ πρὸς τὸν τῶν ἁγίων αύλλογον ἔγραψεν.
λγ΄. Ὅπως τῶν Εὐσεβίου περὶ τοῦ μνήματος τοῦ σωτῆρος ἐπιδείξεων ἑστὼς ἤκουσεν.
λδ΄. Ὅτι περὶ τοῦ πάσχα καὶ θείων βιβλίων πρὸς Εὐσέβιον ἔγραψεν.
λε΄. Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν τοῦ πάσχα λόγον ἐπαινοῦντος.
Λζ΄. Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ κατασκευῆς βιβλίων θείων.
Λζ΄. Ὅπως αἱ βίβλοι κατεσκευάσθησαν.
Λη΄. ὅπως τὸ Γαζαίων ἐμπόριον ὁιὰ τὸν χριστιανισμὸν ἐπολίσθη καὶ Κωνστάντα προσηγορεύθη.
λθ΄. Ὅτι ἐπὶ τῆς Φοινίκης ἐπολίσθη μέν τις, ἐν δὲ ταῖς ἅλλαις Πόλεσιν εἰδωλείων μὲν ην καθαίρεσις ἐκκλησιῶν δὲ κατασκευαί.
Μ΄. ὅτι ἐν τριςὶ δεκαετηρίσι τρεῖς υἱοὺς βασιλέας ἀναγορεύσας, τὰ ἐγκαίνια τοῦ ἐν Ἱεροσολύμοις μαρτυρίου ἀγαγεῖν προὔθετο.
Μα΄. ὅτι διὰ τὰ πατ᾿ Αἴγυπτον ζητήματα σύνοδον εἰς Τύρον ἐν τῷ Μεταξὺ γενέσθαι προςέταξεν.
Μγ΄. Ἐγκαινίων τῶν ἐν Ἱερισικ;τνιθς ε΄θς τὴν ἑορτὴν ἐκ παςῶν ἐπαρχιῶν ἠσαν ἐπίσκοποι.
Μδ΄. Περὶ τῆς διὰ Μαριανοῦ τοῦ νοταρίου δεξιώσεως αὐτῶν καὶ τῶν εἰς πτωχοὺς διαδόσεων ἐν συνάξεσι προσομιλίαι ποικίλαι καὶ Εὐσεβίου Τοῦ ταῦτα συγγράψαντος.
Μζ΄. Ὅτι καὶ τὴν ἔκφρασιν τοῦ μαρτυρίου τοῦ σωτῆρος καὶ τριακονταετηρικὸν Εἶπεν ὕστερον ἐπ᾿ αὐτοῦ Κωνσταντίνου.
μζ΄. Ὅτι ἡ μὲν ἐν Νικαίᾳ σύνοδος τῇ εἰκοσαετηρίδι, τὰ ἐγκαίνια δὲ Τὰ ἐν Ἱεροσολύμοις τῇ τριακονταετηρίδι Κωνσταντίνου γέγονεν.
Μη΄. ὅπως τινὸς ἄγαν ἐπαινοῦντος οὐκ ἠνέσχετο Κωνσταντῖνος.
Μθ΄. Γάμοι Κωνσταντίου υἱοῦ αὐτοῦ καίσαρος.
Ν΄. Ἰνδῶν πρεσβεἱα καὶ δῶρα.
να΄. Ὅπως τοῖς τριςὶν υἱοῖς Κωνσταντῖνος διελὼν τὴν ἀρχήν, τὰ Βασιλικὰ μετ᾿ εὐσεβείας διηγεῖτο.
Νβ΄. ὅπως καὶ ἀνδρωθέντας αὐτοὺς εἰς εὐσέβειαν ἤγαγεν.
Νγ΄. Ὅτι ἀμφὶ τὰ τρακονταδύο ἔτη βασιλεύσας καὶ ὑπὲρ τὰ ἑξήκοντα Ζήσας σῶον εἶχε τὸ σῶμα.
νδ΄. Περὶ τῶν τῆ ἄγαν αὐτοῦ φιλανθρωπίᾳ συγκεχρημένων εἰς ἀπληστίαν καὶ ὑποκρίσεις.
Νε΄. Ὅπως μέχρι τελευτῆς ἐλογογράφει Κωνσταντινος.
Νζ΄. Ὅπως ἐπὶ Πέρσας στρατεύων συμπαρέλαβεν ἐπισκόπους καὶ σκηνὴν ὡς σχῆμα τῆς ἐκκληςίας.
νζ΄. Ὅπως Περςῶν πρεσβείας δεξάμενος, ἐν τῇ τοῦ πάσχα ἑορτῇ Συνδιενυκτέρευσε τοῖς ἄλλοις.
νη΄. Περὶ οἰκοδομῆς τοῦ ἐπικαλουμένου τῶν ἀποστόλων ἐν Κωνσταντινουπόλει Μαρτυρίου.
νθ΄. Ἔκφρασις ἔτι τοῦ αὐτοῦ μαρτυρίου.
ξ΄. Ὅτι ἐν τούτῳ καὶ μνημεῖον εἰς ταφὴν ἑαυτῷ προςῳκοδόμησεν.
ξα΄. Ἀνωμαλία σώματος ἐν Ἑλενοπόλει καὶ προσευχαὶ περὶ βαπτίσματος.
ξβ΄. Κωνσταντίνου πρὸς ἐπισκόπους περὶ μεταδόσεως τοῦ λουτροῦ παράκλησις.
ξγ΄. Τὸ λουτρὸν λαβὼν ὅπως ἀνύμνει τὸν θεόν.
ξδ΄.Κωνσταντίνου τελλευτὴ ἐν τῇ τῆς πεντηκοστῆς ἑορτῇ μεσημβρίας. ξε΄.Στρατιωτῶν καὶ ταξιαρχῶν ὀδυρμοί
ξζ΄. Μετακομιδὴ τοῦ σκήνους ἀπὸ Νικομηδείας ἐν Κωνσταντινουπόλει ἐν παλατίῳ.
ξζ΄. Ὅπως καὶ μετὰ θάνατον ὑπὸ κομήτων καὶ λοιπῶν καθὼς καὶ ἐν τῷ ζῆν ἐτιμᾶτο.
ξη΄. Ὅπως αὐγούστους εἶναι λοιπὸν τοὺς υἱοὺς αὐτοῦ τὸ στρατόπεδον ἔκρινεν.
ξθ΄. ῾Ρώμης ἐπὶ Κωνσταντίνῳ πένθος καὶ διὰ τῶν εἰκόνων τιμὴ μετὰ Θάνατον.
Ο΄. Κατάθεσις τοῦ σκηνώματος ὑπὸ Κωνσταντίου παιδὸς ἐν Κωνσταντινουπόλει.
οα΄. Σύναξις ἐν τῷ καλουμένῳ μαρτυρίῳ τῶν ἀποστόλων ἐπὶ τῇ Κωνσταντίνου τελευτῇ.
Οβ΄. Περὶ φοίνικος ὀρνέου.
Ογ΄. Ὅπως ἐν νομίσμενσιν ὡς εἰς οὐρανὸν ἀνιόντα Κωνσταντῖνον
οδ΄. Ὅτι τιμηθεὶς ὑπ᾿ αὐτοῦ θεὸς δικαίως αὐτὸν ἀντετίμησεν.
Οε΄. Ὅτι τῶν προγενομένων ῾Ρωμαίων βασιλέων εὐεβέστερος Κωνσταντῖνος.
Τοῦ τετάρτου λόγου τὰ κεφάλαια.
Ἄρτι μὲν τῷ μεγάλῳ βασιλεῖ παντοίων δεκάδων περιοδους ἐν ἑορτῶν εὐωχίαις πᾶν γένος ἀνθρώπων ἐπανηγύριζεν, ἄρτι δὲ καὶ ἡμεῖς αὐτοὶ καλλίνικον, μέσον ἀπολαβόντες θεοῦ λειτουργῶν συνόδου, εἰκοσαετηρικοῖς ὕμονις ἐγεραίρομεν, ἤδη δὲ καὶ τριακονταετηρικοὺς αὐτῷ λόγων πλέξαντες στεφάνους, ἐν αὐτοῖς πρώην βασιλείοις τὴν ἱερὰν κεφαλὴν ἀνεστέφομεν.
νυνὶ δ’ὁ λόγος ἡμῖν ἀμηχανῶν ἕστηκε, ποθῶν μέν τι τῶν συνήθων προσφθέγξασθαι, ἀπορπων δ’ὅπη καὶ τράποιτο μόνῳ τε τῷ θαύματι τῆς ξενιζούσης ὄψεως καταπεληγμένος. ὅπη γὰρ ἀτενὲς ἐμβλέψειεν, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν, ἤν τ’ἐπὶ γῆς αὐτῆς ὅλης ἤν τε πρὸς οὐρανὸν αὐτόν, πάντη καὶ πανταχοῦ τὸν μακάριον αὐτοῖς συνόντα βασιλέα ἐθεώρει.
γῆς μὲν γὰρ τοὺς αὐτοῦ παῖδας οἷά τινας νέους λαμπτῆρας τῶν αὐτοῦ μαρμαρυγῶν συνορᾷ πληροῦντας τὸ πᾶν, αὐτόν τε ζῶντα δυνάμει καὶ τὸν σύμπαντα διακυβερνῶντα βίον κρειττόνως ἢ πρόσθεν τῇ τῶν παίδων πολυκπλασιασθέντα διαδοχῇ. οἵ καισάρων μὲν ἔτι πρότερον μετεῖχον τιμῆς, νυνὶ δ’ὅλον αὐτὸν ἐνδυσάμενοι θεοσεβείας ἀρετῇ, αὐτοκράτορες αὔγουστοι σεβαστοι βασιλεῖς τοῖς τοῦ πατρὸς ἐμπρέποντες καλλωπίσμασιν ἀνεδείχθησαν.
Καὶ τὸν ἐν σὠματι δὲ θνητῷ μικρῷ πρόσθεν ὁρώμενον αὐτοῖς θ’ἡμῖν συνόντα παραδοξότατα καὶ μετὰ τὴν τοῦ βίου τελευτήν, ὅτε ἡ φύσις ὡς ἀλλότριον τὸ περιττὸν ἐλέγχει, τῶν αὐτῶν βασιλικῶν οἴκων τε καὶ κτημάτων καὶ τιμῶν καὶ ὕμνων ἠξιωμένον θεώμενος ὁ λόγος ὑπερεκπλήττεται. 2ἤδη δὲ καὶ πρὸς αὐταῖς οὐρανίαις ἁψῖσιν ἑαυτὸν ἐκτείνας, κἀνταῦθα τὴν τρισμακάριον ψυχὴν αὐτῷ θεῷ συνοῦσαν φαντάξεται, θεητοῦ μὲν καὶ γεώδους παντὸς ἀφειμένην περιβλήματος, φωτὸς δ’ἐξαστραπτούσῃ στολῇ καταλαμπομένην. εἶτα οὐκέτι μὲν μακραῖς χρόνων περιόδοις ἐν θνητῶν διατριβαῖς εἰλουμένην αὐτήν, αἰωνοθαλεῖ δὲ διαδήματι ζωῆς ἀτελευτήτου καὶ μακαρίου αἰῶνος ἀθανασίᾳ τετιμημένην ἐννοῶν, ἀχανὴς ἕστηκεν οἷα θητὸς λόγος, μηδεμίαν μὲν ἀφιεὶς φωνὴν τῆς δ’ αὐτὸς αὐτοῦ κατεγνωκὼς ἀσθενείας, καὶ δὴ σιωπὴν καθ’ ἑαυτοῦ ψηφισάμενος τῷ κρείττονι καὶ καθόλου λόγῳ παραχωρεῖ τυγχάνειν τῆς τῶν ἐφαμίλλων ὕμνων ἀξίας· ᾦ δὴ καὶ μόνῳ δυνατὸν ἀθανάτῳ καὶ θεοῦ ὄντι λόγῳ τὰς οἰκείας πιστοῦσθαι φωνάς,
θεὸς δ’ἄρα, θεὸς ὁ κοινὸς τῶν ὄλων σωτήσ, μείζονα ἤ κατὰ θνητοὺς λογισμοὺς τοῖς εὐσεβείας ἐρασταῖς ἀγαθὰ παρ’ἑαυτῷ ταμιευσάμενος, τὰ πραωτόλεια τῶν ἐρασταῖς ἐπάθλων ἀνθένδε προαρραβωνίζεται, θνητοῖς ὀφθαλμοῖς ἁμωσγέπως τὰς ἀθανάτους πιστούμενος ἐλπίδας.
παλαιοὶ ταῦτα χρησμοὶ προφητῶν γραφῇ παραδοθέντες θεσπίζουσι, ταῦτα βίοι θεοφιλῶν ἀνδρῶν παντοίας ἀρεταῖς πρόπαλαι διαλαμψάντων τοῖς ὀφιγόνοις μηνμονευόμενοι μαρτύρονται, ταῦτα καὶ ὁ καθ’ ἡμᾶς ἀληθῆ ὄντα διήλεγξε χρόποτε τῆς Ῥωμαίων ἀρχὴς καθηγησαμένων γεγονὼς φίλος ἐναργὲς ἅπασιν ἀθρώποις παρόδειγμα θεοσεβοῦς κατέστη βίου.
Ταῦτα δὲ καὶ θεός, ὅν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῷ καὶ μεσάζοντι καὶ τελευτῶντιο, διδώσιλίας αὐτῷ δεξιὸς παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδάσκαλον θεοσεβοῦς ὑποραστάς, δείματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων ἀυτοκρατςοτςν οἷόν τινα μέγιστον γιστον φωστῆρα καὶ κήρυσα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας βείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο,
χρόνον μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαςι καὶ προσέτι λῷον τιμήσας, τούτων δὲ διπλάσιον τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τε ὀλετῆρα γιγάντων, οἵ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. ἀλλ’ οἱ μὲν ὡς εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα καὶ ἀπέσβησαν, τὸν δ’ αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι’αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας τῆς εἰς αὐτὸν διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς ὄντων ἀποστρέφεσθαι πλάνην.
Ὁ δ᾿ ἠμετερος βασιλεὺς ἐξ ἐκείνου μὲν ἤρχετο, οὗπερ ό Μακεδὼν ἐτελεύτα, ἐδιπλασίαξε δὲ τῷ χρόνῳ τὴν ἐκείνου ζωήν, τριπλάσιον δ᾿ ἐποιεῖτο τῆς βασιλείας τὸ μῆκος.
ἡμέροις γέ τοι καὶ σώφροσι θεοσεβείας παραγγέλμασι τὸν αὐτοῦ φραξάμενος στρατόν, ἐπῆλθε μὲν τὴν Βρεττανῶν καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον τε Σκυθικὸν ἐπηγάγετο πᾶν, ὑπ᾿ αὐτῇ ἄρκτῳ μυρίοις βαρβάρων ἐξαλλάττουσι γένεσι τεμνόμενον ,
ἤδη δὲ καὶ μεσημβρίας ἐπ᾿ τὴν ἀρχὴν ἐκτείνας εἰς αὐτοὺς Βλέμμυὰς τε καὶ Αἰθίοπας, ούδὲ τῶν πρὸς ἀνίσχοντα ἥλιον ἀλλοτρίαν ἐποιεῖτο τὴν κτῆσιν,
Πολλοῦ δὴ λόγου φήμῃ περιτρέχοντος ἀμφὶ τοῦδε τοῦ βασιλέως, ὡς ἤπιος ὡς ἀγαθὸς ὡς τὸ θεοφιλὲς ὑπεράγαν κεκτημένος, ὡς δἰ ὑπερβολὴν φειδοῦς τῶν ὑπηκόων οὐδὲ θησαυρός τις αὐτῷ τεταμίευτο χρημάτων, βασιλεὺς ὁ τηνικαῦτα τὸν πρῶτον τῆς ἀρχῆς ἐπέχων βαθμὸν πέμψας αὐτῷ κατεμέμφετο τὴν τῶν κοινῶν ὁλιγωρίαν γωρίαν πενίαν τ' ἐπωνείδιζεν, δεῖγα τοῦ λόγου παρέχων τὸ μηθὲν αὐτὸν ἐν θησαυροῖς ἀπόθετον κεκτῆσθαι.
ὁ δὲ τοὺς παρὰ βασιλέως ἥκοντας αὐτοῦ μένειν παρακελευσάμενος, τῶν ὑπ' αὐτὸν τοὺς ἀμφιλαφῆ πλοῦτον κεκτημένους ἐξ ἁπάντων τῶν ὑπὸ τῇ βασιλείᾳ συγκαλέσας λέσας Μνῶν, χρημάτων ἴφη δεῖσθαι, καὶ τοῦτον εἶναι καιρόν, ἐν ᾠ προσήκειν ἓκαστον αὐτοπροαίρετον εὔνοιαν πρὸς τὸν σφῶν ἐνδείξασθαι βασιλέα.
τοὺς δ’ ἀκούσαντας, ὅσπερ εὐχὴν ταύτην ἐκ μακροῦ θεμένους τὴν ἀγαθὴν ἐνδείξασθαι προθυμίαν, σὺν τάχει τε καὶ σπουδῇ χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν χρημάτων τοὺς θησαυροὺ ἐμπλῆσαι, τῇ τοῦ πλείονος ὑπερβάλλοντας ἀλλήλους φιλοτιμίᾳ, τοῦτό τε πρᾶξαι σὺν φαιδροῖς καὶ μειδιῶσι προσώποις.
οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν. εἶθ’ ὧν ὄψει παρίλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, . . . τὰ μὴ ἀπὸ γόων μηδ’ ἐξ ἀδίκου πλεονεξίας παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ’ἑαυτῷταῦτα, πάλαι δ’αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάττεσθαι.
τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, κάντα τ’ἀπολαβόντας οἴκαδε φάναι ἀπιέαι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον.
μία μὲν ἥδε φιλανδρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις. θατέρα δὲ τῆς πρὸς τὸ θεῖον ὁσίας περιέχοι ἄν ἐμφανῆ μαρτυρίαν.
Ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ’ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλειων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες, πῦρ καὶ σίδηρον καὶ θαλάττης βθυοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὅ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς.
υἱοῖς θ' ἅμα καὶ θυγατράσι συνταξάμενος χοροῦ δίκην αὐτὸν κυκλοῦσιν, ἐν αὐτοῖς βασιλείοις ἐπὶ βασιλικῇ στρωμνῇ, τὸν κλὴρον τῆς βασιλείας νόμῳ φύσεως τῷ τῇ ἡλικίᾳ προάγοντι τῶν παίδων παραδούς, διανεπαύσατο.
Οὐ μὴν ἀβασίλευτος ἔμενεν ἡ ἀρχή, αὐτῇ δ' ἁλουργίδι πατρικῇ Κωνσταντῖνος κοσμησάμενος τῶν πατρικῶν οἴκων προᾐει, ὥσπερ ἐξ ἀναβιώσεως τὸν πατέρα βασιλεύοντα δι' ἑαυτοῦ δεικνὺς τοῖς πᾶσιν. εἶτα τῆς προκομιδῆς ἡγούμενος σὺν τοῖς ἀμφ' αὐτὸν πατρικοῖς φίλοις τὸν πατέρα προύπεμπε· δήμων τε πλήθη μύρια στρατιωτῶν τε δορυφορίαι, τῶν μὲν ἡγουμένων τῶν δὲ κατόπιν ἑπομένων, σὺν παντὶ κόσμῳ τὸν θεοφιλῃ συνέπεμπον, εὐφημίαις τε καὶ ὕμνοις οἱ πάντες τὸν τρισμακάριον ἐτίμων, ὁμογνώμονί τε συμφωίᾳ τοῦ τεθνεῶτος ἀναβίωσιν τὴν τοῦ παιδὸς κράτησιν ἐδόξαζον βοαῖς τε εὐφήμοις τὸν νέον βασιλέα αὐτοκράτορα καὶ αὔγουστον εὐθέως ἐκ πρώτης ἀνηγόρευον φωνῆς.
καὶ τὸν μὲν τεθνηκότα ἐκόσμουν αἱ βοαὶ ταῖς εἰς τὸν υἱὸν εὐφημίαις, τὸν δὲ παῖδα ἐμακάριζον τοιοῦδε πατρὸς διάδοχον ἀποδειχθέντα, πάντα δὲ τὰ ὑπὸ τὴν ἀρχὴν ἔθνη εὐφροσύνης ἐπληροῦτο καὶ ἀλέκτου χαρᾶς ὡς μηδὲ χρόνου βραχυτάτου ῥοπὴν χηρεύσαντα βασιλικῆς εὐκοσμίας. τοῦτο τέλος εὐσεβοῦς καὶ φιλοθέου τρόπου ἐπὶ βασιλεῖ Κωνσταντίῳ θεὸς ἔδειξε τῷ καθ' ἡμᾶς γένει.
Τῶν δ' ἄλλων, ὅσοι τὰς στροφὰς οὐκ εἶναι πρέπον ἔκρινα τῷ παρόντι παραδοῦναι διηγήματι οὐδὲ τὰς τῶν ἀγαθῶν μνήμας τῇ τῶν ἐναντίων παραθέσει μιαίνειν. ἀπαρκεῖ δὲ ἡ τῶν ἔργων πεῖρα πρὸς σωφρονισμὸν τῶν αὐταῖς ὄψεσι καὶ ἀκοαῖς τὴν τῶν ἑκάστῳ συμβεβηκότων παρειληφότων ἱστορίαν.
Οὕτω δὴ Κωνσταντῖνον, τοιούτου φύντα πατρός, ἄρχοντα καὶ χαθηγεμόνα τῶν ὅλων θεὸς ὁ τοῦ σύμπαντος κόσμου πρύτανις δι' ἑαυτοῦ προεχειρίζετο, ὡς μηδένα ἀνθρώπων μόνου τοῦδε τὴν προαγωγὴν αὐχῆσαι, τῶν ἄλλων ἐξ ἐπικρίσεως ἑτέρων τῆς τιμῆς ἠξιωμένων.
Ὡς οὖν ἐπὶ τὴς βασιλείας ἵδρυτο, τέως μὲν τῆς πατρικῆς προενόει λήξεως ἐπισκοπῶν σὺν πολλῇ φιλανθρωπίᾳ πάνθ' ὅσα πρότερον ἔθνη ὑπὸ τῇ τοῦ πατρὸς μοίρᾳ διεκυβερνᾶτο, ὅσα τε γένη βαρβάρων τῶν ἀμφὶ Ῥῆνον ποταμὸν ἑσπέριόν τε ὠκεανὸν οἰκούντων στασιάζειν ἐτόλμα, πάντα ὑποτάττων ἥμερα ἐξ ἀτιθάσωνβ κατειργάζετο, ἄλλα δ' ἀναστέλλων ὥσπερ τινὰς θῆρας ἀγρίους ἀπεσόβει τῆς οἰκείας, ὅσα περ ἀνιάτως ἔχοντα πρὸς ἡμέρου βίου κατάστασιν ἑώρα. 2ἐπεὶ δὲ ταῦτα κατὰ λόγον ἔκειτο αὐτῷ, τὰς λοιπὰς τῆς οἰκουμένης λήξεις πρὸ ὀφθαλμῶν θέμενος, τέως μὲν ἐπὶ τὰ Βρετταωῶν ἔθνη διέβαινεν ἔνδον ἐν αὐτῷ κείμενα ὠκεανῷ, παραστησάμενος δὲ ταῦτα διεσκόπει τὰς ἑτέρας τοῦ παντὸς μοίρας, ὡς ἂν θεραπεύοι τὰ βοηθείας δεόμενα.
Εὖ δ' ἐννοήσας ὡς κρείττονος ἢ κατὰ στρατιωτικὴν δέοι αὐτῷ βοηθείας διὰ τὰς κακοτέχνους καὶ γοητικὰς μαγγανείας τὰς παρὰ τῷ τυράννῳ ἐσπουδασμένας, θεὸν ἀνεζήτει βοηθόν, τὰ μὲν ἐξ ὁπλιτῶν καὶ στρατιωτικοῦ πλήθους δεύτερα τιθέμενος (τῆς γὰρ παρὰ θεοῦ βοηθείας ἀπούσης τὸ μηθὲν ταῦτα δύωασθαι ἡγεῖτο), τὰ δ' ἐκ θεοῦ συνεργίας ἄμχα εἶναι καὶ ἀήττητα λέγωω.
ἐννοεῖ δῆτα ὁποῖον δέοι θεὸν ἐπιγράψασθαι, ζητῦντι δ' αὐτῷ ἔννοιά τις ὑπεισῆλθεν, ὡς πλειόνων πρότερον τῆς ἀρχῆς ἐφαψαμένων οἱ μὲν πλείοσι θεοῖς τὰς σφῶν αὐτῶν ἀναρτήσαντες ἐλπίδας, λοιβαῖς τε καὶ θυσίαις καὶ ἀναθήμασι τούτους θεραπεύσαντες, ἀπατηθέντες τὰ πρῶτα διὰ μαντειῶν κεχαρισμένων χρησμῶν τε τὰ αἴσια ἀπαγγελλομένων αὐτοῖς τέλος οὐκ αἴσιον εὕραντο, οὐδέ τις θεῶν πρὸς τὸ μὴ θεηλάτοις ὑποβληθῆναι καταστροφαῖς δεξιὸς αὐτοῖς παρέστη, μόνον δὲ τὸν ἑαυτοῦ τὴν ἐνατίαν ἐκείνοις τραπέντα τῶν μὲν πλάνην καταγνῶναι, αὐτὸν δὲ τὸν ἐπέκεινα τῶν ὅλων θεόν, διὰ πάσης τιμήσαντα ζωῆς, σωτῆρα καὶ φύλακα τῆς βασιλείας ἀγαθοῦ τε παντὸς χρηγὸν εὕρασθαι.
Καὶ δὴ διαπορεῖν πρὸς ἑαυτὸν ἔλεγε, τί ποτε εἴη τὸ φάσμα. ἐνθυμουμένῳ δ' αὐτῷ καὶ ἐπὶ πολὺ λογιζομένῳ νὺξ ἐπᾐει καταλαβοῦσα. ἔνθα δὴ ὑπνοῦντι αὐτῷ τὸν Χριστὸν τοῦ θεοῦ σὺν τῷ φανέντι κατ' οὐρανὸν σημείῳ ὀφθῆναί τε καὶ παρακελεύσασθαι, μίμημα ποιησάμενον τοῦ κατ' οὐρανὸν ὀφθέντος σημείου τούτῳ θρὸς τὰς τῶν πολεμίων συμβολὰς ἀλεξήματι χρῆθαι.
Ἅμα δ' ἡμέρᾳ διαναστὰς τοῖς φίλοις ἐξηγόρευε τὸ ἀπόρρητον. κἄπειτα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουγροὺς συγκαλέσας μέσος αὐτὸς καθιζάνει καὶ τοῦ σημείου τὴν εἰκόνα φράζει, ἀπομιμεῖσθαί τε αὐτὴν χρυσῷ καὶ πολυτελέσι λίθοις διεκελεύετο. ὃ δὴ καὶ ἡμᾶς ὀφαλμοῖς ποτε παραλαβεῖν αὐτὸς βασιλεύς, θεοῦ καὶ τοῦτο χαρισαμένου, ἠξίωσεν.
ὡς δὲ καὶ Χριστιαναἷς ἐνεχείρει, οὐκέθ' οἷός τε ἢν εὐπορίαν ταῖς μοιχείαις ἐπινοεῖν θᾶττον γὰρ τὴν ψυχὴν θανατῶσαι ἢ τὸ σῶμα αὐτῷ παρεχώρουν ἐπὶ φθορὰν αὗται.
Μία γοῦν τις 〈γυνὴ〉 τῶν αὐτόθι ουγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο Χριστιανὴ δ' ἦν), τόν τε ἄνδρα τὸν αὑτῆς ἔγων δέους ἔνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κκόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρον πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ’ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετεπειτα γενησομένους ἐξέφηνεν. αὕτη μεν οὐν τοιαύτη τις ὤφθη.
Ἤδη δ' αὐτῆς Ῥώμης ἄγχιστα ἦν. εἶθ' ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἐξαναγκάζοιτο, θεὸς αὐτὸς οἷα
δεσμοῖς τισι τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατ΄ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐταῖς ἐνεργείαις ἅπασιν ἁπλῶς εἰπεῑν πιστοῖς ἅμα καὶ ἀπίστοις ὀφθαλμοῖς τὰ παράδοξα θεωμένοις ἐπιστώσατο. ὥσπερ γοῦν ἐπ' αὐτοῦ ποτε Μωὑσέως καὶ τοῦ θεοσεβοῦς Ἑρραίων γένους ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν καὶ ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ”, κατὰ ταῦτα δὴ καὶ Μαξέντιος οἴ τ' ἀμφ' αὐτὸν ὑπλῖται καὶ δορυφόροι „ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος”, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμόν, ὃν αὐτὸς σκάφεσι ξεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεπήξατο, ὧδέ πη ἐλεῖν τὸν τῷ θεῷ φίλον ἐλπίσας. ἀλλὰ τῷδε μὲν δεξιὸς παρῆν ὁ αὐτοῦ θεός, ὁ δ' τὰς τὰς κρυφίους μηχανὰς καθ’ ἐαυτοῦ συνίστη. ἐφ' ᾠ καὶ ἡν εἰπεῖν, ὡς ἄρα λάκκον λάκκον καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.” οὕτω δῆτα θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ' ἐν αὐτοῖς ἐγκρύμματος διαλυθέντος οὐ κατὰ τὸν ἐλισθέντ, ὑφιζάνει μὲν ἡ διάβασις χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατà τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὸ δείλαιος εἶτα δὲ καὶ οἱ ἀμφ' αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾐ τὰ θεῖα προανεφώνει φώνει λόγια, „ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ.” ὥστ' εἰκότως ἂν εἰ καὶ μὴ λόγοις ἔργοις δ' οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωῦσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· „ ἄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν.“ καί „τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.“
Ὁ μὲν οὖν θεοφιλὴς βασιλεὺς ὧδέ πη τῇ τοῦ νικοποιοῦ σταυροῦ ὁμολογίᾳ λαμπρυνόμενος σὺν παρρησίᾳ πάσῃ τὸν υἱὸν τοῦ θεοῦ Ῥωμαίοις αὐτοῖς αὐτοῖς γνώριμον ἐποίει. πάντες δ' ἀθρόως οἱ τὴν πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμων πλήθεσιν, ὡσανεὶ πικρᾶς καὶ τυραννικῆς ἀναπνεύσαντες δυναστείας, φωτὸς ἀπολαύειν ἐδόκουν καθαρωτέρου αύγῶν καινοῦ τε καὶ νέου βίου παλιγγενεσίας μετέχειν. ἔθνη τε πάνθ' ὅσα ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιωρίζετο, τῶν πρὶν συνεχόντων κακῶν ἠλευθερωμένα, πανηγύρεσι φαιδραῖς ἐνευφραινόμενα τὸν καλλίνικον τὸν θεοσεβῆ τὸν κοινὸν εὐεργέτην ἀνυμνοῦντα διετέλει, φωνῇ τε μιᾷ καὶ ἑνὶ στόματι κοινὸν ἀγαθὸν ἀνθρώποις ἐκ θεοῦ χάριτος οἱ πάντες Κωνσταντῖνον ὡμολόγουν ἐπιλάμψαι. ἡπλοῦτο δὲ καὶ βασιλικὸν ἁπανταχοῦ γράμμα, τοῖς μὲν τὰς ὑπάρξεις ἀφαρπαγεῖσι τὴν τῶν οἰκείων ἀπόλαυσιν δωρούμενον τοὺς δ' ἄδικον ἐξορίαν ὑπομείναντας ἐπὶ τὰς σφῶν ἀνακαλούμενον ὲστίας, ἡλευθέρου δὲ καὶ δεσμῶν παντός τε κινδύνου καὶ
δέους τοὺς ὑπὸ τῆς τυραννικῆς ὠμότητος τούτοις ὑποβεβλημένους.
Ὡδε μὲν οὖν τὸν τῶν ἀπάντων ἔφορον θεὸν διὰ πάσης βασιλεὺς θεραπεύων πράξεως ἄτρυτον ἐποιεῖτο τὴν τῶν ἐκκλησιῶν αὐτοῦ πρόνοιαν. θεὸς δ' αὐτὸν ἀμειβόμενος πάντα γένη βαρβάρων τοῖς αὐτοῦ καθυπέταττε ποσ·ὶν ὡς πάντη καὶ πανταχοῦ τρόπαια κατ ἐχθρῶν ἐγείρειν, νικητήν τ' αὐτὸν παρὰ τοῖς πᾶσιν ἀνεκήρυττεν ἐπίφοβόν τε ἐχθροῖς καὶ πολεμίοις καθίστη, οὐκ ὄντα τὴν φύσιν τοιοῦτον ἡμερώτατον δὲ καὶ πραότατον καὶ φιλανθρωπότατον εἴ τις πώποτε καὶ ἄλλος.
Ἐν τούτοις δ’ ὄντι αὐτῷ μηχανὴν θανάτου συρράπτων ἁλοὺς τῶν τὴν ἀρχὴν ἀποθεμένων ὁ δεύτερος αἰσχίστῳ καταστρέφει θανάτῳ. πρώτου δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς ἀνδριάντας τε καὶ ὅσα ἄλλα τοιαῦτα ἐπ' ἀναθέσει τιμῆς νενόμιστο πανταχοῦ γῆς ὡς ἀνοσίου καὶ δυσσεβοῦς καθῄρουν.
εἶτα δὲ καὶ μετὰ τοῦτον τῶν πρὸς γένους ἕτεροι κρυφίους αὐτῷ συρράπτοντες ἐπιβουλὰς ἡλί- σκοντο, παραδόξως τοῦ θεοῦ τὰς τούτων ὰπάντων βουλὰς τῷ αὐτοῦ θεράποντι διὰ φασμάτων ἐκκαλύπτοντος.
καὶ γὰρ δὴ καὶ θεοφανείας
αὐτὸν πολλάκις ἠξίου, παραδοξότατα θείας ὄψεως ἰπιφαινομένης αὐτῷ παντοίας τε παρεχούσης πραγμάτων ἔσεσθαι μελλόντων προ- γνώσεις. τὰ μὲν οὖν ἐκ θεοῦ χάριτος ἀδιήγητα θαύματα οὑδ' ἔστι λόγῳ περιλαβεῖν , ὅσα περ θεὸς αὐτὸς τῷ αὐτοῦ θεράποντι παρέχειν ἠξίου.
οἷς δὴ πεφραγμένος έν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγεν, χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ οἶς τοὺς ὑπ' αὐτῷ πάντας εὔθυμον διατελοῦντας ἑώρα βίον, ὑπερ- βαλλόντως δὲ ἐνευφαινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ φαιδρότητι.
Οὕτω δ' ἔχοντι δεκαέτης αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος. ἐφ' ᾦ δὴ πανδήμους ἐκτελῶν ἐορτὰς τῷ πάντων βασιλεῖ θεῷ εὐχαρίστους εὐχὰς ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμ- πετο. ἀλλ’ ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ' οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑᾠαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.
Δεινὸς γάρ τις αὐτῷ κάνταῦθα τῇ τ' ἐκκλησία τοῦ θεοῦ τοῖς τε λοιποῖς ἐπαρχιώταις ἐφεδρεύειν ἀπηγγέλλετο θήρ, τοῦ πονηροῦ δαίμονος ὥσπερ ἁμιλλωμένου τοῖς παρὰ τῷ θεοφιλεῖ πραττομένοις τἀναντία κατεργάζεσθαι, ὡς δοκεῖν τὴν σύμπασαν ὑπὸ Ῥωμαίοις ἀρχὴν δυσὶ τμήμασιν ἀπολφθεῖσαν ἐοικέναι νυκτὶ καὶ ἡμέρᾳ, σκότους μὲν τοῖς τὴν ἐᾠαν λαχοῦσιν ἐπιπολάζοντος ἡμέρας δὲ τηλαυγεστάτης τοῖς τῆς θατέρας μοίρας οἰκήτορσι καταλαμπούσης·
οἷς μυ- ρίων ἀγαθῶν ἐκ θεοῦ πρυτανευομένων, οὐκ ἠν τῷ μισολάλῳ φθόνῳ φορητὴ ἡ τῶν γινομένων θέα, ὥσπερ οὖν οὐδὲ τῷ θάτερον μέρος τῆς οἰκουμένης καταπονοῦντι τυράννῳ, ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῶ Κωνσταντίνου τε τοσούτου βασιλέως ἐπιγαμβρίας ἠξιωμένος, μιμήσεως μὲν τοῦ θεοφιλοῦς ἀπελιμπάνετο τῆς δὲ τῶν δυσσεβῶν προαιρέσεως ἐζήλου τὴν κακοτροπίαν, καὶ ὡν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ ταῖς τοῦ κρείττονος φιλικαῖς δεξιαῖς ἐπειρᾶτο.
Ὡς δ’ οὐκ εἶχεν οὐδ' ἐν τούτῳ τοὺς ὑπακούοντας, γυμνῇ λοιπὸν τῇ κεφαλῇ τοὺς κατὰ πόλιν στρατιώτας ἡγεμονικῶν ταγμάτων ἀποβάλλεσθαι, εἰ μὴ τοῖς δαίμοσιν αἱροῖντο θύειν, παρεκελεύετο. ἐγυμνοῦντο δῆτα τῶν κατὰ πᾶν ἔθονς ἀξιωμάτων αἱ τάξεις ἀνδρῶν θεοσεβῶν, ἐγυμνοῦτο δὲ καὶ αὐτὸς ὁ τούτων νομοθέτης εὐχῶν, ὁσίων ἀνδρῶν ἐαυτὸν στερήσας. τί δὲ δεῖ τῶν ἐκτὸς μνημονεύειν, ὡς
τοὺς ἐν εἱρκταῖς ταλαιπωρουμένους μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι ἐκέλευσε, μηδ’ ἐλεεῖν τοὺς έν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ' ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ’ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἐλκομένους; καὶ ἠν γε νόμων οὑτος ἄντικρυς ἀναιδὴς καὶ παρανομώτατος, πᾶσαν ήμερον ὐπρακοντίξων φύσιν, ἐφ' ᾦ καὶ τιμωρία προσέκειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνθσθαι τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν τοὺς τὰ φιλάνθρωπα διακονουμένους.
Τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας κατὰ τῶν ἐκκλησιῶν ὼπλίζετο, ἐπί τε τοὺς ἐπισκόπους ἐχώρει, οὓς ἂν μάλιστα ἐναντιουμέ-
νους ἑώρα καὶ ἐχθροὺς ἡγεῖτο τοὺς τῷ θεοφιλεῖ καὶ μεγάλῳ βασιλεῖ φίλους. διὸ δὴ μάλιστα καθ’ ἡμῶν τὸν θυμὸν ὠξύνετο, τοῦ σώφρονος παρατραπεὶς λογισμοῦ διαρρήδην τε μανεὶς τὰς φρένας, ουτε τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων ὲν νῷ κατεβάλλετο, οὔθ' ὡν αὐτὸς ὁλετὴρ καὶ τιμωρὸς δἰ ἃς μετῆλθον ἀσεβείας κατέστη, οὔθ’ ὦν αὐτόπτης γέγονεν, αὐτοῖς παραλαβὼν ὅμμασι τὸν πρωτοστάτην τῶν κακῶν, ὅστις πότε ἡν ἐκεῖνος, θεηλάτῳ μάστιγι πληγέντα.
Ἀλλ' ὁ μὲν τοῦ διωγμοῦ κατάρξας τοιαύτην ὑπεῖχε δίκην. τούτων δ' αὐτόπτης ὁ πρὸς τοῦ λογου δηλούμενος γεγονὼς ταῦτα τ΄ ἀκριβῶς ἀκριβῶς τῇ πείρᾳ, λήθην λήθην ἁπάντων ἐποιεῖτο. οὔτε τὴν κατὰ τοῦ προτέρου ποινὴν ἀνενέγκας τῇ μνήμῃ οὔτε τὴν τοῦ δευτέρου τιμωρὸν δίκην.
ὃς δὴ καὶ αὐτὸς ὑπερβαλέσθαι τὸν πρωτον ὡς ἐν κακῶν πεφιλοτιμημένος ἀγῶνι, καινοτέρων τιμωριῶν
εὑρέσει καθ’ ἡμῶν ἐκαλλωπίξετο. οὐκ ἀπήρκει γὰρ αὐτῷ πῦρ καὶ σίδηρος καὶ προσήλωσις οὐδέ γε θῆρες ἄγριοι καὶ θαλάσσης βυθοί, ἤδη δὲ πρὸς ἅπασι τούτοις ξένην τινὰ κόλασιν αὐτὸς ἐφευρών, τὰ τοῦ φωτὸς αἰσθητήρια λυμαίνεσθαι δεῖν ἐνομοθέτει. ἀθρόα δῆτα πλήθη οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ παίδων καὶ γυναικῶν, ὁράσεις δεξιῶν ὀφθαλμῶν ποδῶν τ΄ ἀγκύλας σιδήρῳ καὶ καυτῆρσιν ἀχρειού- μενα, ταλαιπωρεῖσθαι μετάλλοις παρεδίδοτο.
Ἔνθα τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος τοῦτο δεύτερον μετὰ τὰς πρώτας καθῃροῦντο πολιορκίας, τὰς δ' ἀπέκλειον οἱ κατὰ τόπους ἡγεμόνες, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐνθέσμους ἀποδιδοίη λατρείας. συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας ὁ τὰ τοιάδε προστάττων, συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο.
οἱ δ' αὐτοὶ θῶπες ὄντες τινὲς καὶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τοὺς δοκιμωτάτους τῶν ἐκκληοιῶν προέδρους κεφαλικαῖς ὑπέβαλλον τιμωρίαις, ἀπήγοντό τε καὶ ἐχολάςοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἱ κατὰ μηδὲν ἠόικηκότες. ἤδη δέ τινες καινοτέραν ὑπέμενον τοῦ βίου τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ κατακρεουργούμενοι τμηήματα καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ πάσης τραγικῆς ἀκοῆς φρικτοτἐραν κόλασιν θαλαττίοις βυθοῖς ἰχθύσιν εἰς βορὰν ῥιπτούμενοι.
Μέλλων δέ γε τοῦ πολέμου κατάρχειν, τῶν ἀμφ’ αὐτὸν ὑπα- σπιστῶν τῶν τε τετιμημένων φίλων τοὺς ἐrκρίτους εἴς τινα τῶν αὐτοῖς νενομισμένων ἱερῶν συνεκάλει τόπων. ἄλσος δ' ἦν ἐπίρρυτον καὶ ἀμφιλαφές, παντοῖα δὲ ἐν τούτῳ γλυφαῖς λίθων ἀγάλματα ὡς ἡγεῖτο θεῶν ἵδρυτο. οἶς κηροὺς ἐξάψας καὶ τὰ συνήθη θυσάμενος, τοιόνδε λόγον ἀποδοῦναι λέγεται·
„Ἄνδρες φίλοι καὶ σύμμαχοι, πάτριοι μὲν οἴδε θεοί, οὓς ἐκ προγόνων τῶν ἀνέκαθεν παρειληφότες σέβειν τιμῶμεν, ὁ δὲ τῆς ἐναντίας ἡμῖν ἐξάρχων παρατάξεως τὰ πάτρια παρασπονδήσας τὴν ἄθεον εἵλετο δόξαν, οἶδ’ ὁπόθεν ξένον τινὰ πεπλανημένως περιέπων θεόν, αἰσχρῷ τε τούτου σημείῳ τὸν οἰκεῖον καταισχύνει στρατόν· ᾧ πεποιθὼς ὁρμᾶταιοὐ πρὸς ἡμᾶς πολὺ πρότερον δὲ πρὸς αὐτοῦς οὕς παρέβη θεοὺς ἀράμενος τὰ ὅπλα.
καὶ εἰ μὲν ὁ ξένος καὶ νῦν γελώμενος ἡμῖν κρείττων φανείη, μηδὲν ἐμποδὼν γινέσθω τοῦ καὶ ἡμᾶς αὐτὸν γνωρίζειν τε καὶ τιμᾶν, μακρὰ χαίρειν τούτοις εἰπόντας οἷς μάτην τοὺς κηροὺς ἐξάπτομεν, εἰ δ’οἱ ἡμέτεροι κρατήσειαν, ὅ δὴ οὐκ ἀμφιβάλλεται, μετὰ τὴν ἐνταυθοῖ νίκην ἐπὶ τὸν κατὰ τῶν ἀθέων πόλεμον ὁρμῶμεν“.
ὁ μὲν δὴ τοῖς πραφὴν οἱ τῶν λόγων αὐτήκοοι τῆς τούτων σμικρὸν ὕστερον μετεδίδοσαν γνώσεως. καὶ δὴ τοιούτους διεξελθὼν λόγους ἡγεῖσθαι τῆς συμβολῆς τὰ στρατιωτικὰ παρήγελλεν.
Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὀπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ’ ἐβλέπετο μηδενός πω τῇ ἀληθείᾳ μηδαμῆ φαινομένου, θειοτέρᾳ δὲ καὶ δρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης. ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κωνσταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ' οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανεν, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ’ αὐτὸν φάλαγγος.
VII Ἔνθα δὴ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴπου τι τάγμα κεκμη- κὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾠ παραυτίκα συνανέβαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους
Ἔφη γάρ ποτε ἐν μέσῃ τοῦ πολέμου συμβολῇ κτύπου καὶ ταραχῆς ἀθρόας διαλαβούσης τὸ στρατιωτικόν, τὸν ἐπὶ τῶν ὤμων φέροντα τὸ σημεῖον ὑπὸ δειλίας ἐν ἀγωνίᾳ γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ' ὁ μὲν ὑπεδέδεκτο, ὁ δ' ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν ἀφαιρεῖται αὐτοῦ. ἀλλ' οὑτος μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίγνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ’ αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασώσεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι xa βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος,
ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολε-
μίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιουμένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ' ὁ λόγος ἀλλ' αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· ὃς δπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας.
ἀλλ’ ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ' ἤθελεν καὶ νἐμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δὲ οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ' ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἠν δὲ καὶ ἐπ' ἀυτῷ, ὡς ἅρα „ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ“ παλαιῷ τυράννῳ παραπλησίως, φάναι.
Ἀλλ’ ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δὲ ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ’ ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὅν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα παιστοῦνται λόγια. προσεκαρτέρουν δ’ αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ’ αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ’ αὐτῷ σύνηθες ἦς πράττειν, καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι’ ἀσφάλειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου.
ἐπὶ καὶ θεοφανείας ἐτύγχανεν, εἶτα ὥσπερ θειοτέρᾳ κινηθεὶς ἐμπνεύσει, τῆς μέλλειν ἀλλὰ καὶ αὐτῆς ὥρας ξιφῶν ἅπτεσθαι παρεκελεύετο. οἱ δ’ ἀθρόως ἐπιθέμενοι ἡβηδὸν ἔκοπτον, ἔστ’ ἄν τὴν νίκην ἐν ὥρας ἀκαρεῖ ῥοπῇ ἀπολαβόντες τρόπαια κατ’ ἐχθρῶν ἀνίστων ἐπινίκια.
Οὕτω μὲν δὴ βασιλεὺς ἄγειν ἑαυτόν τε καὶ τὸν αὐτοῦ στρατὸν ἐν ταῖς τῶν πολέμων παρατάξεσι καὶ πάλαι πρότερον εἰώθει, τὸν ἑαυτοῦ θεὸν πρὸ τῆς ψυχῆς ἀεὶ τιθέμενος καὶ πάντα ταῖς αὐτοῦ βουλαῖς πράτειν διανοούμενος ἐν εὐλαβείᾳ τε τιθέμενος τὸν τῶν πολλῶν θάνατον.
Εἲτα ἔργῳ μαθὼν ὁπόση τις ἦν θεικὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι' ἦς ὁ Κωνοταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ' αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ’ ὡς ἔτυχεν ἀπεριβλέπτως όρᾶν επ' αὐτῷ· δενὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ' αὐτοῦ θάνατον ἀναβαλλομένῳ μἐνω̣ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀφύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ’ εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν
ἐναντίων παρέταττεν. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολἐμου ὡν πεποίητο συνθηκῶν εἵνεκα,
ὡς δ’ ἐπιμόνως ἔχοντας τοὺς ὑπεναντίους ἤδη τε ξιφῶν ἁπτομένους ἑώρα, τηνικαῦτα διαγανακτήσας βαοιλεὺς μιᾷ ῥοπῇ πᾶσαν τὴν τῶν ἐναντίων ἐτροποῦτο δύναμιν ὁμοῦ τε τὰς κατ' ἐχθρῶν καὶ κατὰ δαιμόνων ἀπεφέρετο νίκας.
Εἶτα αὐτὸν τὸν θεομισῆ κἄπειτα τοὺς ἀμφ' αὐτὸν νόμῳ πολέμου διακρίνας τῇ πρεπούσῃ παρεδίδου τιμωρίᾳ, ἀπήγοντό τ' αὐτῷ τυράννῳ καὶ ἀπώλλυντο τὴν προσήκουσαν ὑπέχοντες δίκην οἱ τῆς θεομαχίας σύμβουλοι, οἵ τε σμικρὸν ἔμπροσθεν τῇ τῶν ματαίων ἐλπίδι μετεωρισθέντες ἔργῳ τὸν Κωνσταντίνου θεὸν ὅστις ἠν παρελάμβανον καὶ τοῦτον ἄρα θεὸν ἀληθῆ καὶ μόνον γνωρίζειν ὡμολόγουν.
Καὶ δὴ τῶν δυσσεβῶν ἀνδρῶν ἐκποδὼν ἠρμένων καθαραὶ λοιπὸν ἠσαν ἡλίου αὐγαὶ τυραννικῆς δνναοτείας, συνήπτετό τε πᾶσα ὅση τις ὑπὸ Ῥωμαίους ἐτύγχανε μοῖρα, τῶν κατὰ τὴν ἑῴαν Μνῶν ἑνουμένων θατέρῳ μέρει, μιᾷ τε τῇ τοῦ παντὸς ἀρχῇ ὥσπερ τινὶ κεφαλῇ τὸ πᾶν κατεκοσμεῖτο σῶμα μοναρχικῆς ἐξουσίας διὰ πάντων ἡκούσης, λαμπραί τε φωτὸς εὐσεβείας μαρμαρυγαὶ τοῖς πρὶν καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φαιδρὰς παρεῖχον ἡμέρας. οὐδ' ἦν τις ἔτι προτἐρων μνήμη κακῶν. ἁπανταχοῦ πάντων τὸν νικητὴν ἀνυμνούντων μόνον τε τὸν τούτου σωτῆρα θεὸν ὁμολογούντων γνωρίζειν. ὁ δ' ἀρετῇ θεοοεβείας πάσῃ ἐμπρέπων νικητὴς βασιλεὺς ταύτην γὰρ αὐτὸς αὐτῷ τὴν ἐπώνυμον κυριωτάτην ἐπηγορίαν εὕρατο τῆς ἐκ θεοῦ δεδομένης αὐτῷ κατὰ πάντων ἐχθρῶν τε καὶ πολεμίων νίκης εἵνεκα) τὴν ἑᾠαν ἀπελάμβανε, καὶ μίαν συνημ- μένην κατὰ τὸ παλαιὸν τὴν Ῥωμαίων ἀρχὴν ὑφ' ἑαυτὸν ἐποιεῖτο, μοναρχίας μὲν ἐξάρχων θεοῦ κηρύγματος τοῖς πᾶσι μοναρχίᾳ δὲ καὶ αὐτὸς τοῦ Ῥωμαίων κράτους τὸν σύμπαντα πηδαλιουχῶν βίον. ἀφᾐρητό τε πᾶν δέος τῶν πρὶν πιεςούντων τοὺς πάντας κακῶν,
λαμπρὰς δ᾿ ἐπετέλουν ἑορτὰς οἱ κατὰ πάσας ἐπαρχίας καὶ πόλεις δῆμοι, μειδιῶσί τε προσώποις ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλοις ἐνέβλεπον, χοροὶ δ᾿ αὐτοῖς καὶ ὕμνοι τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων ὄντα δὴ τοῦτον ἐδίδασκον, κἄπειτα τὸν καλλίνικον παῖδάς τ' αὐτοῦ κοσμιωτάτους καὶ θεοφιλεῖς καίσαρας φωναῖς ἀσχέτοις ἐγέραιρον, κακῶν τ᾿ ἀμνηστία παλαιῶν ἦν καὶ δυσσεβείας πάσης λήθη, παρόντων δ᾿ ἀγαθῶν ἀπόλαυσις καὶ προσέτι μελλόντων προσδοκία.
Ἡπλοῦντο δὲ καὶ παρ᾿ ἡμῖν, ὥσπερ οὖν καὶ πρότερον παρὰ τοῖς θάτερον μέρος τῆς οἰκουμένης λαχοῦσι, βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε τῆς πρὸς τὸν θεὸν ὁσίας πνέοντες παντοίας παρεῖχον ἀγαθῶν ἐπαγγελίας, τοῖς μὲν κατ᾿ ἔθνος ἐπαρχιώταις τὰ πρόσφορα καὶ λυσιτελῆ δωρούμενοι, ταῖς δ᾿ ἐκκλησίαις τοῦ θεοῦ τὰ κατάλληλα διαγορεύοντες.
ἀνεκαλοῦντο γοῦν ἐκείνους πρώτιστα πάντων ὅσοι τοῦ μὴ εἰδωλολατρῆσαι χάριν ὑπὸ τῶν κατ᾿ ἔθνος ἡγουμένων ἐξορίας καὶ μετοικίας ὑπέμειναν, κἄπειτα τοὺς βουλευτηρίοις ἐγκριθέντας τῆς αὐτῆς ἕνεκεν ἀἰτίας ἠλευθέρουν τῶν λειτουργημάτων, καὶ τοῖς ἀφῃρημένοις δὲ τὰς οὐσίας ἀναλαμβάνειν ταύτας ἐγκελευόμενοι.
Ἐπιστολὴ Κωοταντίνου Κωνσταντίου Ῥωμαίων αὐτοκράτορος, τὸ πρῶτον καταπεμφθὲν τοῖς ἐπὶ γῆς ἑῴσς γράμμα μετὰ τὴν κατὰ τῶν τυράννων νίκην.
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπαρχιώταις Παλαιστίνης.
Ἡν μὲν ἀνωθέν τε καὶ πάλαι παρὰ τοῖς ὀρθῶς καὶ σωφρόνως περὶ τοῦ κρείττονος δοξάζουσιν ἔκδηλος ἡ διαφορὰ καὶ πᾶσαν ἀνείργουσα πόρρωθεν ἀμφιβολίαν, ὅσῳ τῷ μέσῳ διήλλαττεν ἡ περὶ τῆς τοῦ χριστιανισμοῦ σεβασμιωτάτης θεραπείας ἀκριβὴς παρατήρησις παρὰ τοὺς πρὸς αὐτὴν ἐκπεπολεμωμένους τε καὶ καταφρονητικῶς ἔχειν ἐθέλοντας.
νυνὶ δὲ καὶ μᾶλλον ἐπιφανεστέραις πράξεσι καὶ κατορθώμασι λαμπροτέροις τό τε τῆς ἀμφιβολίας ἄλογον ἀποδέδεικται καὶ ὁπόση τις ἡ τοῦ μεγάλου θεοῦ δύναμις, ἡνίκα τοῖς μὲν πιστῶς τὸν σεμνότατον σέβουσι νόμον καὶ μηδὲν τῶν παραγγελμάτων παραλύειν τολμῶσιν ἄφθονα τὰ ἀγαθὰ καὶ πρὸς τὰς ἐγχειρήσεις ἰσχὺς ἀρίστη καὶ μετ’ ἐλπίδων ἀγαθῶν ἀπαντῶσα, τοῖς δὲ τὴν ἀσεβῆ λαβοῦσι γνώμην πρὸς τὰς προαιρέσεις ἀκόλουθα καὶ τὰ ἀποβαίνοντα ἠν.
τίς γὰρ ἂν ἀγαθοῦ τύχοι τινός, τὸν τῶν ἀγαθῶν αἴτιον θεὸν οὔτε γνωρίζων οἴτε τὰ προσήκοντα σέβειν ἐθέλων; πίστιν δὲ τῷ ῥηθέντι καὶ τὰ ἔργα δίδωσιν.“
„Εἰ γοῦν τις εἰς τοὺς ἄνωθεν εἰς δεῦρο παρατείναντας χρόνους ἀναδράμοι τῷ νῷ καὶ τὰς πώποτε γενομένας πράξεις κατίδοι τῷ λογισμῷ, πάντας ἂν εὕροι τοὺς μὲν ὅσοι δικαίαν καὶ ἀγαθὴν προκατεβάλοντο τῶν πραγμάτων κρηπῖδα εἰς ἀγαθὸν καὶ προαγαγόντας τὰς ἐγχειρήσεις πέρας, καὶ οἷον ἀπὸ ῥίζης τινὸς ἡδείας κοιμσαμάνους καὶ τὸν καρπὸν γλυκύν, τοὺς δὲ ἀδίκοις ἐπιχειρήσαντας τόλμαις καὶ ἢ πρὸς τὸ κρεῖττον ἀνοήτως ἐκμανέντας ἢ πρὸς τὸ ἀνθρώπινον γένος λογισμὸν ὅσιον οὐδένα λαβόντας, ἀλλὰ φυγὰς ἀτιμίας δημεύσεις σφαγὰς τοιαῦτα πολλὰ τολμήσαντας, καὶ οὕτε
μεταμεληθέντας ποτὲ οὔτε τὸν νοῦν ἐπιστρέψαντας πρὸς τὰ καλλίω, ἵσων καὶ τῶν ἀμοιβαίων τυχόντας. καὶ ταῦτά γε οὐκ ἂν ἀπεικότως οὐδ’ ἂν ἀπὸ λόγου συμβαίνοι.“
Οὐ μὴν ἀλλὰ καὶ ὅσους οὐ βουλομένους νῆσοι κατέχουσιν τῆς προμηθείας ταύτης ἀπολαῦσαι προοτόττομεν, ὅπως οἱ μέχρι νῦν ὀρῶν τε δυσχωρίαις καὶ περιρρύτῳ περικεκλεισμένοι θαλάσσῃ τῆς σκυθρωπῆς τε καὶ ἀπανθρώπου ἐρημίας ἐλευθερωθέντες τοῖς φιλτάτοις σφᾶς αὐτοὺς ἀποδοῖεν, τὸν εὐκταῖον πόθον πληρώοαντες· οἳ πενιχρὰν ἐπὶ πολὺν χρόνον ςωὴν μετά τινος ἀποτροπαίου ῥύπου διῆγον, οἶον ἅρπαγμα τι τὴν ἐπάνοδον ποιηοάμενοι, καὶ τῶν φροντίδων εἰς τὸ λοιπὸν ἀπηλλαγμένοι, μὴ μετὰ φόβου σὺν ἡμῖν βιῷεν.
μετὰ φόβου γὰρ ὑφ᾿ ἡμῖν βιοῦν, οἳ θεοῦ θεράποντες εἶναι αὐχοῦμέν τε καὶ πιστεύομεν, καὶ εἰς ἀκοὴν ἐλθεῖν μόνον τῶν ἀτοπωτάτων ἂν εἴη, μήτι γε δὴ καὶ πιστεῦσαι· οἳ καὶ τὰς ἀλλοτρίας ἁμαρτίας διορθοῦν πεφύκαμεν.“
Καὶ μὴν καὶ ὅσοι τῆς εὐγενείας πρὸς βίαν στερόμενοι τοιουτότροπόν τινα γνῶσιν δικαστῶν ὑπέστησαν, ὥστε ἢ γυναικείοις ἤ λινοϋφίοις ἐμβληθέντες ἀήθη καὶ ἄθλιον ὑπομένειν πόνον ἢ οἰκέται νομίζεσθαι τοῦ ταμιείου, οὐδὲν αὐτοῖς τῆς προτέρας ἐπαρκε-
σάσης γενέσεως, οὑτοι τιμῶν τε ὡν ἀπέλαυον πρόσθεν καὶ τοῖς τῆς ἐλευθερίας καλοῖς ἐνευφραινόμενοι, ἀνακαλεσάμενοι τὰς συνήθεις ἀξίας, μετὰ πάσης λοιπὸν εὐφροσύνης βιούντων. καὶ ὀ δουλείαν γε μὴν ἐλευθερίας ἀλλαξάμενος ἀθεμίτῳ τινὶ καὶ ἀπανθρώπῳ δήπου ἀπονοίᾳ, πολλάκις τε τὰς ἀήθεις διακονίας ἀποδυράμενος, καὶ οἶον αἰφνίδιον οἰκέτην ἑαυτὸν ἀντ' ἐλευθέρου γνούς, ἐλευθερίας τῆς πρόσθεν καθ’ ἡμέτερον λαβόμενος πρόσταγμα, ἀποδότω τε τοῖς λεννήτορσιν ἑαυτὸν καὶ πόνους τοὺς ἐλευθέρῳ πρέποντας μετίτω, ἃς προεμόχθησεν οὐκ οἰκείας διακονίας ἐκβαλὼν τῆς μνήμης.“
,,Ἐπειδὴ δὲ ὁλοκλήρου προνοίας ἂν εἴη μηδὲ τούτους σιωπῇ παρελθεῖν, ὅσοιπερ ἢ ὠνῆς δικαίῳ ἐπρίαντό τι παρὰ τοῦ ταμιείου ἢ κατὰ δωρεὰν κατέσχον συγχωρηθέν, μάτην καὶ ἐπὶ τὰ τοιαῦτα τὰς ἀπλήστους ἐπιθυμίας ἐκτείνοντες, γινωοκέτωοαν, ὡς οἱ τοιοῦτοι, εἰ καὶ ὅτι μάλιστα οἱς ἐτόλμησαν πρίασθαι ἀλλοτρίαν τὴν παρ' ἡμῶν εἰς αὐτοὺς ἐπειράθησαν καταστῆσαι φιλανθρωπίαν, ὅμως ταύτης εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον οὐκ ἀτυχήσουσιν. ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἀνήχθω.“
Ἐπειδὴ δὲ ἀποδείξεσιν ἐναργεστάταις καὶ σαφεστάταις ἐξεφάνη ἀρετῇ τε τοῦ πάντα δυνατοῦ θεοῦ καὶ παραινέσεσιν ἅμα καὶ βοηθείαις, ἃς ὑπὲρ ἐμοῦ συχνὰς ἀξιοῖ ποιεῖσθαι, τὴν πρότερον κατέχουσαν πάντα τὰ ἀνθρώπεια δυσχέρειαν ἐκ πάσης ἤδη ἐληλάσθαι τῆς ὑφ' ἡλίῳ, καθ' ἕνα τε τε καὶ σύμπαντες ἐσπουδασμέναις καθορᾶτε φροντίσιν, τίς ἐκείνη καθέστηκεν ἐξουσία, τίς χάρις, ἣ τῶν μὲν πονηροτάτων καὶ μοχθηροτάτων τὸ ὡς εἰπεῖν σπέρμα ἠφάνισέν τε καὶ διέφθειρεν, τῶν δὲ ἀγαθῶν τὴν εὐφροσύνην ἀνακληθεῖσαν ἐπὶ πάσας ἐκτείνει τὰς χώρας ἀφθόνωνς, καὶ αὖθις αὐτόν τε τὸν θεῖον νόμον τὰ εἰκότα μετὰ παντὸς σεβάσματος θεραπεύεσθαι, τούς τε τούτῳ σφᾶς αὐτοὺς καθιερώσαντας τὸ προσήκοντα σέβειν, ἐξουσίαν δίδωσιν ἅπασαν. οἳ καθάπερ ἔκ τινος σκότους βαθυτάτου ἀνακύψαντες καὶ λαμπρὰν τῶν πραγμάτων λαβόντες γνῶσιν, θεραπείαν τε τὴν προσήκουσαν τοῦ λοιποῦ περὶ αὐτὸν καὶ τιμὴν σύμφωνον ἐπιδείξονται. προτεθήτω ἐν τοῖς ἡμετέροις ἁνατολικοῖς μέρεσιν.“
Τὸ μὲν δὴ πρῶτον ὡς ἡμᾶς καταπεμφθὲν βασιλέως γάμμα ταῦτα διετάττετο.λ αὐτίκα δὲ δι' ἔργων ἐχώρει τὰ πρὸς τοῦ νόμου διηγορευμένα, καὶ πάντα ἐπράττετο τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμότητος τετολμημένοις ἀπήλαυόν τε βασιλικῶν δωρεῶν οἱς ταῦτα νενομοθέτητο.
Μεταβὰς δ’ ἐκ τούτων βασιλεὺς πραγμάτων ἐνεργῶν ἤπτετο. καὶ πρῶτα μὲν τοῖς κατ' ἐπαρχίας διῃρημένοις ἔθνεσιν ἡγεμόνας κατέπεμπεν, τῇ σωτηρίῳ πίστει καθωσιωμένους τοὺς πλείους. ὅσοι δ᾿ ἑλληνίζειν ἐδόκουν, τούτοις θύειν ἀπείρητο. ὁ δ᾿ αὐτὸς ἠν νόμος καὶ ἐπὶ τῶν ὑπερκειμένων τὰς ἡγεμονικὰς ἀρχὰς ἀξιωμάτων, ἐπί τε τῶν ἀνωτάτω καὶ τὴν ἔπαρχον διειληφότων ἐξουσίαν. ἢ γὰρ Χριστιανοῖς οὖσιν ἐμπρέπειν ἐδίδου τῇ προσηγορίᾳ, ἢ διακειμένοις ἑτέρως τὸ μὴ εἰδωλολατρεῖν παρήγγειλεν.
τοιαῦτα γὰρ φρονεῖν τε καὶ γράφειν τοῖς κατὰ τόπον ἄρχουσι βασιλέα ἡ αὐτοῦ περὶ τὸν θεὸν ἐνῆγεν ὁσία, χρημάτων δὲ μὴ φείδεσθαι δόσεως ἀλλ᾿ ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν τὰς ἐπισκευὰς ποιεῖσθαι περιεῖχεν ὁ νόμος. ἐγράφετο δὲ καὶ τοῖς κατὰ πάντα τόπον τῶν ἐκκλησιῶν προέδροις τοιαῦτα, ὁποῖα καὶ ἡμῖν ἐπιστέλλειν ἠξίου, πρώτην ταύτην εἰς ἡμέτερον πρόσωπον γραφὴν διαπεμψάμενος.
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε.
νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δ᾿ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἁμαρτήμασί τισι περιπεσόντας ἐπιγνόντας τε τὸ ὄντως ὂν ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν.
ὄσων τοίνυν ἢ αὐτὸς προίοταοαι ἐκκλησιῶν ἢ ἄλλους τοὺς κατὰ τόπον προισταμένους ἐπισκόπους πρεο͂βυτέρους τε ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα ἢ εἰς μείςονα αὔξειν ἢ ἔνθα ἂν χρεία ἀπαιτῇ καινὰ ποιεῖν. αἰτήσεις δὲ καὶ αὐτὸς καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως. τούτοις γὰρ ἐπεστάλη πόσῃ προθυμίᾳ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.
ταῦτα μὲν οὖν καθ’ ἕκαστον ἔθνος ἐγράφετο τοῖς τῶν ἐκκλησιῶν προεστῶσι, τὰ ἀκόλουθά τε τούτοις πράττειν οἱ τῶν ἐθνῶν ἡγεμόνες ἐκελεύοντο, σὺν πολλῷ τε τάχει δι' ἔργων ἐχώρει τὰ νενομοθετημένα.
Ἐπιτείνας δ' ἔτι μᾶλλον βαοιλεὺς τὴν πρὸς τὸν θεὸν ὁσίαν, διόασκαλίαν ἀπελεγκτικὴν τῆς εἰδωλολάτρου πλάνης τῶν πρὸ αὐτοῦ κεκρατηκότων τοῖς κατὰ πᾶν ἔθνος ἐπαρχιώταις κατέπεμπεν, λογιώτερον τοὺς ἀρχομένους προτρέπων τὸν ἐπὶ πάντων θεὸν γνωρί- ζειν αὐτὸν τε τὸν Χριστὸν αὐτοῦ διαρρήδην ἐπιγράφεσθαι σωτῆρα. καὶ ταύτην δὲ τὴν γραφήν, αὐτόγραφον οὐσαν αὐτοῦ μεταληφθεῖσαν δ' ἐκ τῆς Ῥωμαίων φωνῆς, ἀπολαβεῖν ἀναγκαῖον τῷ παρόντι λόγῳ, ὡς ἂν δοκοῖμεν αὐτοῦ βασιλέως ἐπακούειν ταῖς πάντων ἀνθρώπων ἀκοαῖς τοῦτον ἐκβοῶντος τὸν τρόπον.
Βασιλέως ἐπιστολὴ κατὰ πάσας τὰς ἐπαρχίας. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαοτὸς ἐπαρχιώταις ἀνατολικοῖς.
Πάντα μὲν ὅσα τοῖς κυριωτάτοις τῆς φύσεως περιέχεται νόμοις τῆς κατὰ τὴν θείαν διάταξιν προνοίας τε καὶ θεωρίας ἱκανὴν αἴσθησιν τοῖς πᾶσι παρέχει, οὐδὲ ἐστί τις ἀμφιβολία οἱς κατ' εὐθεῖαν γνώσεως ὁδὸν ἡ διάνοια ἐπ' ἐκεῖνον ἄγεται τὸν σκοπόν, ὡς ἡ τοῦ ὑγιοῦς λογισμοῦ καὶ τῆς ὄψεως αὐτῆς ἡ ἀκριβὴς κατάληψις μιᾷ ῥοπῇ τῆς ἀληθοῦς ἀρετῆς ἐπὶ τὴν γνῶσιν ἀναφέρει τοῦ θεοῦ. διόπερ πᾶς συνετὸς ἀνὴρ οὐκ ἄν ποτε ταραχθείη τοὺς πολλοὺς ὁρῶν ἐναντίαις προαιρέσεσι φερομένους. 2ἀνόνητος γὰρ ἂν ἡ τῆς ἀρετῆς ἐλάνθανε χάρις, εἰμὴ καταντικρὺ τὸν τῆς διεστραμμένης ἀπονοίας βίον ἡ κακία προυβέβλητο. διὸ τῇ μὲν ἀρετῇ στέφανος πρόκειται, τῆς δὲ κρίσεως αὐθεντεῖ ὁ ὕψιστος θεός. ἐγὼ δ᾿ ὡς ἔνι μάλιστα φανερῶς περὶ τῶν κατ᾿ ἐμαυτὸν ἐλπίδων πᾶσιν ὑμῖν ὁμολογήσαι πειράσομαι.”
„Τὸν Ἀπόλλω τὸ τηνικαῦτα ἔφασαν ἐξ ἄντρου τινὸς καὶ σκοτίου μυχοῦ οὐχὶ δ᾿ ἐξ ἀνθρώπου χρῆσαι, ὡς ἄρα οἱ ἐπὶ τῆς γῆς δίκαιοι ἐμπόδιον εἶεν τοῦ ἀληθεύειν αὐτόν, καὶ διὰ τοῦτο ψευδεῖς τῶν τριπόδων τὰς μαντείας ποιεῖσθαι. τοῦτο γάρ τοι ἡ ἱερεία αὐτοῦ, κατηφεῖς τοὺς πλοκάμους ἀνεῖσα ὑπὸ μανίας τ᾿ ἐλαυνομένη, τὸ ἐν ἀνθρώποις κακὸν ἀπωδύρετο. ἀλλ᾿ ἴδωμεν ταῦτα εἰς ὁποῖον τέλος ἐξώκειλε.
Σὲ νῦν τὸν ὕψιστον θεὸν καλῶ· ἠκρούμην τότε κομιδῆ παῖς ἔτι ὑπάρχων, πῶς ὁ κατ᾿ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ῥωμαίων αὐτοκράτορσιν ἔχων τὰ πρωτεῖα, δείλαιος, ἀληθῶς δείλαιος, πλάνῃ τὴν ψυχὴν ἠπατημένος, παρὰ τῶν δορυφορούντων αὐτόν, τίνες ἄρα εἶεν οἱ πρὸς τῇ γῇ δίκαιοι, πολυπραγμονῶν ἐπυνθάνετο, καί τις τῶν περὶ αὐτὸν θυηπόλων ἀποκριθείς, Χριστιανοὶ δήπουθεν, ἔφη. ὁ δὲ τὴν ἀπόκρισιν ὥσπερ τι βροχθίσας μέλι τὰ κατὰ τῶν ἀδικημάτων εὑρεθέντα ξίφη κατὰ τῆς ἀνεπιλήπτου ὁσιότητος ἐξέτεινεν. αὐτίκα δὴ οὖν διατάγματα λύθρων μιαιφόνοις ὡς εἰπεῖν ἀκωκαῖς συνέταττε, τοῖς τε δικασταῖς τὴν κατὰ φύσιν ἀγχίνοιαν εἰς εὕρεσιν κολαστηρίων καινοτέρων ἐκτείνειν παρεκελεύετο.”
„Ἀλλὰ τί ταῦτα; αὐχοῦσι νῦν ἐπ᾿ ἐκείνοις οἱ βάρβαροι οἱ τοὺς κατ᾿ ἐκεῖνο καιροῦ ἐξ ἡμῶν φεύγοντας ὑποδεδεγμένοι καὶ φιλανθρώπῳ ανθρώπῳ τηρήσαντες αἰχμαλωσίᾳ ὅτι οὐ μόνον τῆν· σωτηρίαν ἀλλὰ καὶ τὰ τῆς σεμνότητος αὐτοῖς κατέστησαν ἐν ἀσφαλείᾳ ἔχειν καὶ νῦν τὸ Ῥωμαίων γένος κηλῖδα ταύτην διηνεκῆ φέρει, ἣν οἱ κατ᾿ ἐκεῖνο καιροῦ τῆς Ῥωμαϊκῆς οἰκουμένης ἐλαυνόμενοι χριστιανοὶ καὶ βαρβάροις προσφεύγοντες προσετρίψαντο.”
„Ἀλλὰ τί τῶν θρήνων ἐκείνων καὶ τοῦ κοινοῦ τῆς οἰκουμένης πένθους ἐπὶ πλέον μεμνῆσθαί με δεῖ; οἴχονται λοιπὸν καὶ ἐκεῖνοι οἱ τοῦ μύσους αὐθένται, πρὸς διηνεκῆ κόλασιν τοῖς Ἀχέροντος βαράθροις ἐκδοθέντες, σὺν αἰσχρῷ τέλει. πολέμοις γὰρ ἐμφυλίοις καταμιγέντες οὔτ᾿ ὄνομα οὔτε γένος αὐτῶν καταλελοίπασιν. ὃ δὴ οὐκ ἂν αὐτοῖς συμβεβήκει, εἰ μὴ ἡ ἀσεβὴς ἐκείνη τῶν τοῦ Πυθίου χρηστηρίων μαντεία κίβδηλον δύναμιν ἐσχήκει.”
διὰ ταῦτά τοι ἀνέθηκά σοι τὴν ἐμαυτοῦ ψυχὴν ἔρωτι καὶ φόβῳ καθαρῶς ἀνακραθεῖσαν· τὸ μὲν γὰρ ὄνομά σου γνησίως ἀγπῶ, τὴν δὲ δύναμιν εὐλαβοῦμαι, ἣν πολλοῖς τεκμηρίοις ἔδειξας καὶ τὴν ἐμὴν πίστιν βεβαιοτέραν εἰργάσω. ἐπείγομαι γοῦν καὶ τοὺς ὤμους αὐτὸς ὑποσχὼν τοὺς ἐμοὺς τὸν ἁγιώτατόν σοι οἶκον ἀνανεώσασθαι, ὃν οἱ μυσαροὶ ἐκεῖνοι καὶ ἀσεβέστατοι τῷ ἀτοπήματι τῆς καθαιρέσεως ἐλυμήναντο.“
„Εἰρηνεύεσθαίι σου τὸν λαὸν καὶ ἀστασίαστον μένειν ἐπῖθυμῶ ὑπὲρ τοῦ κοινοῦ τῆς οίκουμένης καὶ τοῦ πάντων ἀνθρώπων χρησίμου. ὁμοίαν τοὶς πιστεύουσιν οἱ πλανώμενοι χαίροντες λαμβανέτωσαν εἰρήνης τε καὶ ἡσυχίας ἀπόλαυσιν. αὓτη γὰρ ἡ τῆς κοινωνίας γλυκώτης κἀκείνους ἐπανορθώσασθαι καὶ πρὸς τὴν εύθεῖαν ἀγαγεῖν ὁδὸν ἰσχύσει. μηδεὶς τὸν ἕτερον παρενοχλείτω· ἕκαστος ὅπερ ἡ ψυχὴ βούλεται κατεχέτω, τούτῳ κατακεχρήσθω.
τοὺς δ’ εὖ φρονοῦντας πεπεῖσθαι χρή, ὡς οὗτοι μόνοι ἁγίως καὶ καθαρῶς βιώσονται, οὗς αὐτὸς καλεῖς ἐπαναπαύεσθαι τοῖς σοῖς ἁγίοις νόμοις. οἱ δ’ ἑαυτοὺς ἀφέλκοντες ἐχόντων βουλόμενοι τὰ τῆς ψευδολογίας τεμένη· ἡμεῖς ἔχομεν τὸν φαιδρότατον τῆς σῆς ἀληθείας οἶκον. ὅπερ κατὰ φύσιν δέδωκας, τοῦτο κἀκείνοις εὐχόμεθα, ἵνα δηλαδὴ διὰ τῆς κοινῆς ὁμονοίας καὶ αὐτοὶς τὴν θυμηδίαν ἀναφέρωνται.“
„Οὐδὲ γάρ ἐστι καινὸν οὐδέ τι νεώτερον τὸ καθ’ ἡμᾶς, ἀλλ’ ἐξ οὗπερ τὴν τῶν ὃστι διακόσμησιν παγίως γεγενῆσθαι πεπιστεύκαμεν, μετὰ τοῦ πρέποντός σοι σεβάσματος τοῦτο παρεκελεύσω, ἐσφάλη δὲ τὸ ἀνθρώπινον γένος πλάναις παντοίαις παρηγμένον· ἀλλὰ σὺ γε διὰ τοῦ σοῦ υἱοῦ, ἵνα μὴ τὸ κακὸν ἐπὶ πλέον ἐπιβρίσῃ, καθαρὸν φῶς ἀνασχὼν ὑπέμηνσας περὶ σεαυτοῦ τοὺς πάντας.“
ὅπερ εἰ μὴ κατὰ κρίσιν τῆς σῆς βουλήσεως ἐπράττετο, ἀναμφιβόλως ἂν ἡ τοσαύτη διαφορὰ καὶ ἡ πολλή τῆς ἐξουσίας διάκρισις παντὶ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐλυμήνατο. οἱ γὰρ πρὸς ἑαυτοὺς μαχεσθέντες χαλεπώτερον ἂν τὸ ἀνθρώπινον κατέωλαψαν γένος· ὅπερ καὶ μὴ ὁρώμενοι πράττουσιν.“
„Ἀλλὰ χάρις σοι πλείστη, δέσποτα τῶν ἁπάντων, μέγιστε θεέ· ὅσον γὰρ διαφόροις σπουδάσμασιν ἡ ἀνθρωπότης γνωρίζεται, τοσούτῳ τὰ τοῦ θείου λόγου συνίσταταζι μαθήματα. πλὴν ὅστις αὑτὸν θεραπεύεσθαι κωλύει, ἄλλῳ τοῦτο μὴ λογιζέσθω· ἡ γὰρ ἰατρικὴ τῶν ἰαμάτων προκαθέζεται ἅπασιν εἰς τουμφανὲς προκειμένη. μόνον μή τις καταβλαπτέτω τοῦθ’ ὅπερ ἄχραντον εἶναι τὰ πράγματα παρεγγυᾷ. χρησώμεθα τοίνυν ἅπαντες ἄνθρωποι τῇ τοῦ δοθέντος ἀγαθοῦ συγκληρίᾳ, τουτέστι τῷ τῆς εἰρήνης καλῷ, χωρίζοντες δηλαδὴ τὴν δυνείδησιν ἀπὸ παντὸς ἐναντίου.
Τοιαῦτα βασιλεὺς ὡσανεὶ θεοῦ μεγαλοφωνότατος κήρυξ τοῖς ἐπαρχιώταις ἅπασι δι’ οἰκείου προσεφώνει γράμματος, δαιμονικῆς μὲν ἀπείργων τοὺς ἀρχομένους πλάνης, τὴν δ’ ἀληθῆ μετιέναι θεοσέβειαν ἐγκελευόμενος.
φαιδρυνομένῳ δ’ αὐτῷ ἐπὶ τούτοις φήμη τις διαγγέλλεται ἀμφὶ ταραχῆς οὐ σμικρᾶς τὰς ἐκκλησίας διαλαβούσης, ἐφ’ ᾗ τὴν ἀκοὴν πληγγεὶς ἴασιν τῷ κακῷ περιενόει. τὸ δ’ ἄρα τοιόνδε.
ἐσεμνύνετο μὲν ὁ τοῦ θεοῦ λεὼς ταῖς τῶν καλῶν καλλωπιζόμενος πράξεσιν, οὐδ’ ἦν τις ἔξωθεν φόβος ταράττων, ὡς καὶ πρώνη λαμπρᾶς καῖ βαθυτάτης εἰρήνης ἁπανταχόθεν τὴν ἐκκλησίαν θεοῦ χάριτι περιφραττούσης· φθόνος δ’ ἂρα τοῖς ἡμετέροις ἐφήδρευε καλοῖς, εἴσω μὲν εἰσδυόμενος μέσος δ’ ἐν αὐτοῖς χορεύων τοῖς τῶν ἁγίων ὁμίων ὁμίλοις.
συμβάλλει δῆτα τοὺς ἐπισκόπους, στάσιν ἐμβαλὼν ἐρεσχελίας θείων προφάσει δογμάντων, κἄπειθ’ ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξεκάετο, ἄκρας μὲν ὥσπερ ἀπὸ κορυφῆς ἀρξάμενον τῆς ἀλεξανδρέων ἐκκλησίας, διαδραμὸν δὲ τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην τήν τ’ ἐπέκεινα Θηβαΐδα,
ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις, ὥστε οὐ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ τὰ πλήθη κατατεμνόμενα, τῶν μὲν ὡς τούσδε τῶν δὲ θατέροις ἐπικλινομένων. τοσοῦτον δὲ διήλαυνεν ἀτοπίας ἡ τῶν γινομένων θέα, ὥστ’ ἤδη ἐν αὐτοῖς μέσοις τῶν ἀπίστων θεάτροις τὰ σεμνὰ τῆς ἐνθέου διδασκαλίας τήν αἰσχίστην ὑπομένειν χλεύην.
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Ἀλεξάνδρῳ καὶ ἈΡείῳ.
Διπλῆν μοι γεγενῆσθαι πρόθεσιν τούτων, ὧν ἔργῳ τὴν χρείαν ὑπέστην, αὐτὸν ὡς εἰκὸς τὸν τῶν ἐμῶν ἐγχειρημάτων βοηθὸν καὶ σωτῆρα τὸντῶν ὅλων θεὸν ποιοῦμαι μάρτυρα.
Πρῶτον μὲν γὰρ τὴν ἁπάντων τῶν ἐθνῶν περὶ τὸ θεῖον διάθεσιν πρὸς μίαν ἕξεως σύστασιν ἑνῶσαι, δεύτερον δὲ τὸ τῆς κοινῆς οίκουμένης σῶμα καθάπερ χαλεπῷ τινι τραύμαιτ πεπονηκὸς ἀνακτήσασθαι καὶ συναρμόσαι προὐθυμήθην.
ἃ δὴ προδκοπῶν ἕτερον μὲν ἀπορρήτῳ διανοίας ὀφθαλμῷ συνελογιζόμην, ἕτερον δὲ τῇ τῆς στρατιωτικῆς χειρὸς ἐξουσίᾳ κατορθοῦν ἐπειρώμην, εἰδὼς ὡς εἰ κοινὴν ἅπασι τοῖς τοῦ θεοῦ θεράπουσιν ἐπ’ εὐχαῖς ταῖς ἐμαῖς ὁμόνοιαν καταστήσαιμι, καὶ ἡγησάμην τῶν δημοσίων πραγμάτων χρεία σύνδρομον ταῖς ἁπάντων εὐσεβέσιν γνώμαις τὴν μεταβολὴν καρπώσεται.
Μανίας γὰρ δήπουθεν οὐκ ἀνεκτῆς ἅπασαν τὴν Ἀφρικὴν ἐπιλαβούσης διὰ τοὺς ἀβούλῳ κουφότητι τὴν τῶν δήμων θρησκείαν εἰς διαφόρους αἱρέσεις σχίσαι τετολμηκότας, ταύτην ἐγὼ τὴν νόσον καταστεῖλαι βουληθείς, οὐδεμίαν ἑτέραν ἀρκουσαν τῷ πρόγματι θεραπείαν ηὕρισκον, ἢ εἰ τὸν κοινὸν τῆς οίκουμένης ἐχθρὸν ἐξελών, ὃς ταῖς ἱεραῖς ὑμῶν συνόδοις τὴν ἀθέμιτον ἑαυτοῦ γνώμην ἀντέστησεν, ἐνίους ὑμῶν πρὸ τὴν τῶν πρὸς ἀλλήλους διχονοούντων ὁμόνοιαν βοηθοὺς ἀποστείλαιμι.“
„Ἐπειδὴ γὰρ ἡ τοῦ φωτὸς δύναμις καὶ ὁ τῆς ἱερᾶς θρησκείας νόμος, ὑπὸ τῆς τοῦ κρείττονος εὐεργεσίας οἷον ἔκ τινων τῆς ἀνατολῆς κόλπων ἐκδοθείς, ἅπασαν ὁμοῦ τὴν πάνταςολπθ,ἐμξμ οερῲ λαμπτῆρι κατήστραψεν, εἰκότως ὑμᾶς, ὥσπερ τινὰς ἀρχηγοὺς τῆς τῶν ἐθνῶν σωτηρίας ὑπάρξειν πιστεύων, ὁμοῦ καὶ ψυχῆς νεύματι καὶ ὀφθαλμῶν ἐνεργείᾳ ζητεῖν ἐπειρώμην. ἅμα γοῦν τῇ μεγάλῃ νίκῃ καὶ τῇ τῶν ἐχθρῶν ἀληθεῖ θριμβείᾳ τοῦτο πρῦτον εἱλόμην ἐρευνᾶν, ὃ δὴ πρῶτόν μοι καὶ τιμιώτατον ἁπάντων ὑπάρχειν ἁγούμην.”
„Ἀλλ᾿, ὦ καλλίστη καὶ θεία κρόνοια, οἷόν μου τῆς ἀκοῆς μᾶλλον δὲ τῆς καρδίας αὐτῆς τραῦμα καίριον ἥψατο, πολλῷ χαλεπωτέραν τῶν ἐκεῖ καταλειφθέντων τὴν ἐν ὑμῖν γιγνομένην διχοσταςίαν σημαῖνον, ὡς πλείονος ἤδη τὰ καθ᾿ ὑμᾶς μέρη θεραπείας δέεσθαι, παρ᾿ ὧν τοῖς ἄλλοις τὴν ἴασιν ὑπάρξειν ἤλπισα.
διαλογιζομένῳ δή μοι τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τούτων ἄγαν εὐτελὴς καὶ οὐδαμῶς ἀξία τῆς τοσαύτης φιλονεικίας ἡ πρόφασις ἐφωράθη. διόπερ ἐπὶ τὴν τῆς ἐπιστολῆς ταύτης ἀνάγκην ἐπειχθείς, καὶ πρὸς τὴν ὁμόψυχον ὑμῶν ἀγχίνοιαν γράφων, τήν τε θείαν πρόνοιαν καλέσας ἀρωγὸν τῷ πράγματι, μέσον τῆς πρὸς ἀλλήλους ὑμῶς ἀμφισβητήσεως οἷον εἰρήνης πρύτανιν ἐμαυτὸν εἰκότως προςάγω.
ὅπερ γὰρ δὴ συναιρομένου τοῦ κρείττονος, εἰ καὶ μείζων ἦν τις ἀφορμὴ διχονοίας, οὐ χαλεπῶς ἂν ἠδυνήθην, ὁσίαις τῶν ἀκουόντων γνώμαις ἐγχειρίζων τὸν λόγον, εἰς τὸ χρησιμώτερον ἕκαστον μεταστῆσαι, τοῦτο, μικρᾶς καὶ λίαν εὐτελοῦς ἀφορμῆς ὑπαρχούσης, ἣ πρὸς τὸ ὅλον ἐμποδὼν ἵσταται, πῶς οὐκ εὐχερεστέραν καὶ πολλῷ ῥᾳδιωτέραν μοι τοῦ πράγματος τὴν ἐπανόρθωσιν μνηστεύσει;“
„Μανθάνω τοίνυν ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν. ὅτε γὰρ σύ, ὦ Ἀλέξανδρε, παρὰ τῶν πρεσβυτέρων ἐζήτεις, τί δήποτε αὐτῶν ἕκαστος ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων μᾶλλον δ᾿ ὑπὲρ ματαίου τινὸς ζητήσεως μέρους ᾐσθάνετο, σύ, ὦ Ἄρειε, τεῦθ᾿, ὅπερ ἢ μήδ᾿ ἀρχὴν ἐνθυμηθῆναι ἢ ἐνθυμηθέντα σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας, ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης ἡ μὲν σύνοδος ἠρνήθη, ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη.
πόσος γάρ ἐστιν ἕκαστος, ὡς πραγμάτων οὕτω μεγάλων καὶ λίαν δυσχερῶν δύναμιν ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν ἢ κατ᾿ ἀξίαν ἑρμηνεῦσαι; εἰ δὲ καὶ τοῦτό τις εὐχερῶς ποιεῖν νομισθείη, πόσον δήπου μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως ἂν ἀντισταίη;
οὐκοῦν ἐφεκτέον ἐστὶν ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως, ἢ ἡμῶν ἀσθενείᾳ φύσεως τὸ προταθὲν ἑρμηνεῦσαι μὴ δυνηθέντων, ἢ τῶν ἀκροατῶν βραδυτέρᾳ συνέσει πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρηςάντων, ἐξ ὁποτέρου τούτων ἢ βλασφημίας ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη.“
„Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος καὶ ἀπόκρισις ἀπρονόητος ἴσην ἀλλήλαις ἀντιδότωσαν ἐφ᾿ ἑκάτερα συγγνώμην. οὐδὲ γὰρ περὶ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἡ τῆς φιλονεικίας ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ θεοῦ θρησκείας αἵρεσις ἀντειςήχθη, ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμόν, ὡς πρὸς τὸ τῆς κοινωνίας σύνθημα δύνασθαι συνελθεῖν.
Ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τοῦ θεοῦ λαόν, ὃν ὑπὸ ταῖς ὑμετέραις χερσὶν εὐθύνεσθαι προςήκει, διχονοεῖν οὔτε πρέπον οὔθ᾿ ὅλως θεμιτὸν εἶναι πιστεύεται.
ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσαιμι, ἴστε δήπου καὶ τοὺς φιλοςόμους αὐτοὺς ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται, πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἶ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦδόγματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. εἰ δὴ τοῦτο ἔστι, πῶς οὐ πολλῷ δικαιότερον ἡμᾶς τοὺς τοῦ μεγάλου θεοῦ θεράποντας καθεστῶτας ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι;
ἐπισκεψώμεθα δὴ λογισμῷ μείζονι καὶ πλείονι συνέσει τὸ ῥηθέν, εἴπερ ὀρθῶς ἔχει δι᾿ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι᾿ ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν. δημώδη ταῦτά ἐστι καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προςήκοντα.
ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. ὁ μέγας ἡμῶν θεός. ὁ σωτὴρ ἁπάντων, κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ὑφ᾿ οὗ τῇ προνοίᾳ ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἶς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως αὐτοὺς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεςίᾳ καὶ νουθεςίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπανάγαγοιμι.
ἐπειδὴ γάρ, ὡς ἔφην, μία τίς ἐστιν ἐν ἡμῖν πίστις καὶ μία τῆς καθ᾿ ἡμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα τοῖς δυσὶν αὐτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὀλίγη ἐν ὑμῖν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ὑμῖν μηδαμῶς ἐμποιείτω.
„Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας νύκτας δ᾿ ἀμερίμνους, ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς καὶ βίου λοιπὸν ἡσύχου εὐφροσύνη σώζηται· εἰ δὲ μή, στένειν ἀνάγκη καὶ δακρύοις δἰ ὅλου συγχεῖσθαι καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πράως ὑφίστασθαι. τῶν γάρ τοι τοῦ θεοῦ λαῶν, τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν;
ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε, πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει παραχρῆμα πρὸς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ. σπεύδοντι δή μοι πρὸς ὑμᾶς καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι ἡ τοῦδε τοῦ πράγματος ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν, ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶν ἀναγκασθείην ἃ μηδὲ ταῖς ἀκοαῖς προαισθέσθαι δυνατὸν ἡγούμην. ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ᾿ ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδόν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε, καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντα, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας καὶ ἐλευθερίας ὀφειλομένην χάριν ἐπ᾿ εὐφήμοις λόγων συνθήμασιν ὁμολογῆσαι τῷ κρείττονι.“
O μὲν δὴ μισόκαλος φθόνος ὧδέ πη τοῖς τῆς ἐκκληςίας βασκαίνων καλοῖς χειμῶνας αὐτῇ καὶ ταραχὰς ἐμφυλίους ἐιρήνης ἐν καρῷ καὶ θυμηδίας εἰργάζετο. οὐ μὴν βασιλεὺς ὁ τῷ θεῷ φίλος τῶν αὐτῷ πρεπόντων κατωλιγώρει, πάντα δὲ πράττων τἀναντία τοῖς μικτὸς ἦν ἐχθροῦ καὶ πολεμίου κρείττων.
αὐτίκα δ´ οὖν οἱ μὲν θεοὺς τοὺς μὴὄντας παντοίαις ἀνάγκαις ἐβιάζοντο σέβειν τοῦ ὄντος ἀφεστῶτες, ὁ δὲ τοὺς μὴ ὄντας ὅτι μὴ εἰσὶν ἔργοις καὶ λόγοις ἀπελέγχων τὸν μόνον ὄντα περεκάλει γνωρίζειν. εἶτα οἱ μὲν βλασφήμοις τὸν Χριστὸν τοῦ θεοῦ διεχλεύαζον φωναὶς, ὀ δὲ ἐφ’ ᾧ μέλιστα οἱ ἄθεοι τὰς βλασφημίας ἐκίνουν τοῦὸ νικητικὸν ἐπεγράφετο φυλακτήριον, τῷ τοῦ πάθους σεμνυνόμενος τροπαίῳ. οἱ μὲν ἤλαυνον ἀοίκους καὶ ἀνεστίους καθιστῶντες τοὺς θεραπευτὰς τοῦ θεοῦ, ὁ δὲ ἀνεκαλεῖτο τοὺς πάντας καὶ ταὶς οἰκείαις ἀπεδίδου ἑστίαις.
οἱ μὲν ἀτιμίαις περιέβαλλον, ὁ δὲ ἐντίμους καὶ ζηλωτοὺς καθίστη τοῖς ἅπασιν. οἰ μὲν ἐδήμευον ἀδίκως τῶν θεοσεβῶν ἀφαρπάζοντες τοὺς βίους, ὁ δὲ ἀπεδίδου πλείστοις ἐπιδαψιλεύμενος χαρίσμασιν. οἱ μὲν διατάμασιν ἐγγράφοις τὰς κατὰ τῶν προέδρων ἐδηοςίευον συκοφαντίας, ὁ δὲ ἔμπαλιν ἐπαίρων καὶ ἀνυψῶν τῇ παρ’αὐτῷ τιμῇ τοὺς ἄνδρας προγράμμασι καὶ νόμοις διαφανεστέρους ἐποίει.
οἱ μὲν ἐκ βάθρων τοὺς εὐκτηρίους οἴκους καθῄρουν, ἄνωθεν ἐξ ὕψους καταστρωννύντες εἰς ἔδαφος, ὁ δὲ τὰς οὔσας ὑψοῦσθαι καὶ καινοτέρας ἀνίστασθαι μεγαλοπρεπῶς ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν ἐνομοθέτει. οἱ μὲν τὰ θεόπνευστα λόγια ἀφανῆ ποιεῖσθαι πθρὶ φλεχθέντα προςέταττον, ὁ δὲ καὶ ταῦτα πληθύνειν ἐκ βασιλικῶν θησαυρῶν μεγαλοπρεπεῖ κατασκευῇ πολυπλασιαζόμενα διεκελεύετο.
οἱ μὲν τοὺς ταῦτ θεοῦ μάρτυρας αἰσχίσταις ὑπέβαλλον τιμωρίαις, ὁ δὲ αὐτοὺς μὲν τοὺς ταὺτα δεδρακότας μετῄει σωφρονίζων τῇ πρεπούσῃ τοῦ θεοῦ κολάσει, τῶν δ’ ἀγίων μαρτύρων τοῦ θεροῦ τὰς μνήμας τιμῶν οὐ διελίμπανεν. οἱ μὲν τῶν βασιλικῶν οἴκων ἤλαυνον τοὺς θεοσεβεῖς ἄνδρας, ὁ δ’ αὐτοῖς μάλιστα τούτοις διετέλει θαρρῶν, εὔνους αὐτῷ καὶ πιστοὺς ἁπάντων μᾶλλον τούτους εἶναι γινώσκων.
οἱ μὲν χρημάτων ἥττους ὑπῆρχον Τανταλείῳ πάθει τὴν ψυχὴν δεδουλωμένοι, ὁ. δὲ βασιλικῇ μεγαλοπρεπείᾳ πάντας ἀναπτάσες θησαυροὺς πλουςίᾳ καὶ μεγαλοφύχῳ δεξιᾷ τὰς μεταδόσεις ἐποιεῖτο. οἱ μὲν μυρίους κατειργάζοντο φόνους ἐφ’ ἁρπαγῇ καὶ δημεύσει τῆς τῶν ἀναιρουμένων οὐσίας, Κωνσταντίνου δ’ ἐπὶ τάσῃ τῇ βασιλείᾳ πᾶν ξίφος ὡς ἄχρηστον τοῖς δικασταῖς ἀπῃώρητο, τῶν κατ’ ἔθνος δήμων τε καὶ πολιτευτῶν ἀνδρῶν πατρονομουμένων μᾶλλον ἤ ἀπ’ ἀνάγκαις ἀρχομένων.
εἰς ἃ δὴ ἀποβλέψας εἶπεν ἄν τις εἰκότως νεαρόν τινα καὶ νεοαγῆ βίον ἄρτι τότε φανῆναι δοκεῖν, ξένου φωτὸς ἀθρόου ἐκ σκότους τῷ θνητῷ καταλάμψαντος γένει, θεοῦ τε κτὸ πᾶν ἔρτγον εἶναι ὁμολογεῖν, τῆς τῶν ἀθέων πληθύος ἀντίπαλον τὸν θεοφιλῆ βασιλέα προβεβλημένου.
Ἐπειδὴ γὰρ οἱ μὲν οἷοι μηδένες ἄλλοι πώποτ’ ὤφθησαν καὶ οἶνα μηδ’ ἐξ αἰῶνος ἀκοῇ παρείληπται κατὰ τῆς ἐκκληςίας τετολμήκασιν, εἰκότως ὀ θεὸς αὐτὸς ξένον τι χρῆμα προστηςάμενος τὰ μήτ’ ἀκοῇ γνωσθέντα μήτ’ ὄψει παραδοθέντα δι’ αὐτοῦ κατειργάζετο. καὶ τίνεώτερον ἦν ἤ τὸ θεαῦμα τῆς βασιλέως ἀρετῆς ἐκ θεοῦ σοφίας τῷ θνητῷ γένει δεδωρημένον; τοιγάρτοι τὸν Χριστὸν τοῦ θεοῦ σὺν παρρησίᾳ τῇ πάςῃ πρεσβεύων εἰς πάντας διετίλει, μηδἐν ἐγκαλυπτόμενος τὴν σωτήριον ἐπηγορίαν, σεμνολογούμενος δ’ ἐπὶ τῷ πράγματι, φανερὸν δὲ αὐτὸ καθίστη, νῦν μὲν τὸ πρόσωπον τῷ σωτηρίῳ κατασφραγιζόμενος σημείῳ, νῦν δ’ ἐναβρυνόμενος τῷ νικη- τικῷ τροπαίῳ,
ὅ δὴ καὶ ἐν ὑφηλοτάτῳ πίνκαι πρὸ τῶν βασιλικῶν προθύρων ἀνακειμένῳ τοῖς πάντων ἀφθαλμοῖς ὁρᾶσθαι προὐτίθει, τὸ μὲν σωτήριον σημεῖον ὑπερκείμενον τῆς αὐτοῦ κεφαλῆς τῇ γραφῇ παραδούς, τὸν δ’ ἐχθρὸν καὶ πολέμιον θῆρα τὸν τὴν ἐκ- κλησίαν τοῦ θεοῦ κιὰ τῆς τῶν ἀθέων πολιορκήσαντα τυραννίδος κατὰ βυθοῦ φερόμενον ποιήσας ἐν δράκοντος μορφῇ. δράκοντα γὰρ αὐτὸν καὶ σκολεὸν ὄφιν ἐν προφητῶν θεοῦ βίβλοις ἀνηγόρευε τὰ λόγια.
διὸ καὶ βασιλεὺς ὑπὸ τοῖς αὐτοῦ τε καὶ τῶν αὐτοῦ παίδων ποςὶ βέλει πεπαρμένον κατὰ μέσου τοῦ κύτους βυθοῖς τε θαλάττης ἀπερριμμένον διὰ τῆς κηροχύτου γραφῆς ἐδείκνυ τοῖς πᾶσι τὸν δρά- κοντα, ὧδέ πη τὸν ἀφανῆ τοῦ τῶν ἀνθρώπων γένους πολέμιον αἰνιττόμενος, ὅν καὶ δυνάμει τοῦ ὑπὲρ κεφαλῆς ἀνακειμένου σωτηρίου τροπαίου κατὰ βυθῶν ἀπωλείας κεχωρηκέναι ἐδήλου. 3ἀλλὰ ταῦτα μὲν ἄνθη χρωμάτων ᾐνίττετο διὰ τῆς εἰκόνος· ἐμὲ δὲ θαῦμα τῆς βασιλέως κατεῖχε μεγαλονοίας, ὡς ἐμπνεύσει θείᾳ ταῦτα διετύπου ἅ δὴ φωναὶ προφητῶν ὧδέ που περὶ τοῦδε τοῦ θηρὸς ἐβόων, ,,ἐπάξειν τὸν θεόν’’ , λέγουσαι, ,,τὴν· μάχαιραν τὴν μεγάλην καὶ φοβερὰν ἐπὶ τὸν δράκοντα ὄφιν τὸν σκολιόν, ἐπὶ τὸν φεύγοντα, καὶ ἀνελεῖν τὸν δράκοντα τὸν ἐν τῇ θαλάσςῃ.’’ εἰκόνας δὴ τούτων διετύπου βασι- λεύς, ἀληθῶς ἐντιθεὶς μιμήματα τῇ σκιαγραφίᾳ.
Προϋπῆρχε δ’ ἄρα καὶ ἄλλη τις τούτων προτέρα νόσος ἀργα- λεωτάτη ἐκ μακροῦ διενοχλοῦσα, τῆς σωτηρίου ἑορτῆς διαφωωία, τῶν μὲν ἑπεσθαι δεῖν τῇ Ἰουδαίων συνηθείᾳ φασκόντων, τῶν δὲ προσήκειν τὴν ἀδριβῆ τοῦ καιροῦ παραφυλάττειν ὥραν μηδὲ πλανωμένους ἕπεσθαι τοῖς τῆς εὐαγγελικῆς ἀλλοτρίοις χάριτος.
κἀν τούτῳ τοι- γαροῦν μακροῖς ἤδη χρόνοις τῶν ἁπανταχοῦ λαῶν διενηνεγμένων θεσμῶν τε θείων συγχεομένων, ὡς ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἑορτῆς τὴν τοῦ καιροῦ παρατροπὴν μεγίστην διάστασιν ἐποιεῖν τοῖς τὴν ἑορτὴν ἄγουσι, τῶν μὲν ἀσιτίαις καὶ κακοπαθείαις ἐνασκουμένων τῶν δ’ ἀνέσει τὴν σχολὴν ἀνατιθέντων, οὐδεὶς οἶός τ’ ἦν ἀνθρώπων θεραπείαν εὕρασθαι τοῦ κακοῦ, ἰσοστασίου τῆς ἔριδος τοῦς διεστῶσιν ὑπαρχού- σης, μόνῳ δ’ ἄρα τῷ παντοδυνάμῳ θεῷ καὶ ταῦτα ἰᾶσθαι ῥᾀδιον ἦν, ἀγαθῶν δ’ ὑπηρέτης αὐτῷ μόνος τῶν ἐπὶ γῆς κατεφαίνετο Κων- σταντῖνος. 3ὅς ἐπειδὴ τὴν τῶν λεχθέντων διέγνω ἀκοὴν τό τε κατα- πεμφθὲν αὐτῷ γράμμα τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν ἄπρακτον ἑώρα, τότε τὴν αὐτὸς ἑαυτοῦ διάνοιαν ἀνακινήσας, ἄλλον τουτονὶ καταγω- ωιεῖσθαι ἔφη τὸν κατὰ τοῦ ταράττοντος τὴν ἐκκλησίαν ἀφανοῦς ἐχθροῦ πόλεμον.
τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς ὑστέρει διὰ γῆρας, πρεσβύτεροι δ' αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. τοιοπυτον μόνος ἐξ αἰῶνος εἶς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῇρι τῆς κατ' ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ' ἡμᾶς συστησάμενος.
Ἐπεὶ καὶ κατ' ἐκείνους συνῆχθαι λόγος ,,ἀπὸ παντὸς ἔθνους ῶν ὑπὸ τὸν οὐρανὸν“ ,,ἄνδρας εὐλαβεῖς“, ἐν οἶς ἐτύγχανον ,,Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοπῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τ' ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες“, πλὴν ὅσον ἐκείνοις ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἦν πεντήκοντα καὶ διακοσίων τὸν ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ' ἦν ἀριθμὸς εἰς κατάληψιν.
Ἐπεὶ δ' ἡμέρας ὁρισθείσης τῇ συνόδῳ, καθ' ἣν ἐχρῆν λύσιν ἐπιθεῖναι τοῖς ἀμφισβητουμένοις, παρῆν ἑκάτερος ταύτην ἄγων, ἐν αὐτῷ δὴ τῷ μεσαιτάτῳ οἴκῳ τῶν βασιλείων, ὃς δὴ καὶ ὑπερφέρειν ἐδόκει μεγέθει τοὺς πάντας, βάθρων ἐν τάξει πλειόνων ἐφ' ἑκατέραις τοῦ οἴκου πλευραῖς διατεθέντων, εἴσω παρῆσαν οἱ κεκλημένοι καὶ τὴν προσήκουσαν ἕδραν οἱ πάντες ἀπελάμβανον.
ἀλλ' ὅτε δὴ σὺν κόσμῳ τῷ πρέποντι ἡ πᾶσα καθῆστο σύνοδος, σιγὴ μὲν τοὺς πάντας εἶχεν προσδοκίᾳ τῆς βασιλέως παρόδου, εἰσᾐει δέ τις πρῶτος κἄπειτα δεύτερος καὶ τρίτος τῶν ἀμφὶ βασιλέα. ἡγοῦντο δὲ καὶ ἄλλοι οὐ τῶν συνήθων ὁπλιτῶν τε καὶ δορυφόρων μόνων δὲ τῶν πιστῶν φίλων.
πάντων δ' ἐξαναστάντων ἐπὶ συνθήματι, ὃ τὴν βασιλέως εἴσοδον ἐδήλου, αὐτὸς δὴ λοιπὸν διέβαινε μέσος οἶα θεοῦ τις οὐράνιος ἄγγελος, λαμπρᾷ μὲν ὥσπερ φωτὸς μαρμαρυγαῖς ἐξαστραπτούσῃ περιβολῇ ἁλουργίδος πυρωποῖς καταλαμπόμενος ἀκτῖσι, χρυσοῦ δὲ καὶ λίθων πολυτελῶν διαυγέσι φέγγεσι κοσμούμενος.
ταῦτα μὲν οὖν ἀμφὶ τὸ σῶμα. τὴν δὲ ψυχὴν θεοῦ φόβῳ καὶ εὐλαβείᾳ δῆλος ἦν κεκαλωπισμένος· ὑπέφαινον δὲ καὶ ταῦτα ὀφθαλμοὶ κάτω νεύοντες, ἐρύθημα προσώπου περιπάτου κίνησις, τό τ' ἄλλο εἶδος, τὸ μεγεθός τε ὑπερβάλλον μὲν τοὺς ἀμφ' αὐτὸν ἅπαντας . . . τῷ τε κάλλει τῆς ὥρας καὶ τῷ μεγαλοπρεπεῖ τῆς τοῦ σώματος εὐπρεπείας ἀλκῇ τε ῥώμης ἀμάχου, ἃ δὴ τρόπων ἐπιεικείᾳ πραότητί τε βασιλικῆς ἡμερότητος ἐγκεκραμένα τὸ τῆς διανοίας ὑπερφυὲς παντὸς κρεῖττον ἀπέφαινον λόγου. 5ἐπεὶ δὲ παρελθὼν ἐπὶ τὴν πρώτην τῶν ταγμάτων ἀρχὴν μέσος ἔστη, σμικροῦ τινος αὐτῷ καθίσματος ἐξ ὕλης χρυσοῦ πεποιημένου προτεθέντος, οὐ πρότερον ἢ τοὺς ἐπισκόπους ἐπινεῦσαι ἐκάθιζε. ταῦτὸν δ' ἔπραττον οἱ πάντες μετὰ βασιλέως.
Τῶν δ' ἐπισκόπων ὁ τοῦ δεξιοῦ τάγματος πρωτεύων διτε μεμετρημένον ἀπεδίδου λόγον, προσφωνῶν τὸν βασιλέα τῷ τε παντοκράτορι θεῷ χαριστήριον ἐπ' αὐτῷ ποιούμενος ὕμνον.ἐπειδὴ δὲ καὶ αὐτὸς καθῆστο, σιγὴ μὲν ἐγίγνετο πάντων ἀτενὲς εὶς βασιλέα βλεπόντων, ὁ δὲ φαιδροῖς ὄμμασι τοὺς πάντας γαληνῶς ἐμβλέψας κἄπειτα συναγαγὼν αὐτὸς πρὸς ἑαυτὸν τὴν διάνοιαν ἡσύχῷ καὶ πραείαᾳ φωνῇ τοῖον ἀπέδωκε λόγον.
,,Εὐχῆς μὲν ἐμοὶ τέλος ἦν, ὦ φίλοι, τῆς ὑμετέρας ἀπολαῦσαι χορείας, τούτου δὲ τυχὼν εἰδέναι τῷ βασιλεῖ τῶν ὅλων τὴν χάριν ὁμολογῶ, ὅτι μοι πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο κρεῖττον ἀγαθοῦ παντὸς ἰδεῖν ἐδωρήσατο, φημὶ δὴ τὸ συνηγμένουης ὁμοῦ πάντας ἀπολαβεῖν μίαν τε κοινὴν ἁπάντων ὁμόφρονα γνώμην θεάσασθαι.
μὴ δὴ οὖν βάσκανός τις ἐχθρὸς τοῖς ἦμετέροις λυμαινέσθω καλοῖς, μηδὲ τῆς τῶν τυράννων θεομαχίας ἐκποδὼν ἀρθείσης θεοῦ σωτῆρος δυνάμει ἑτέρως ὁ φιλοπόνηρος δαίμων τὸν θεῖον νόμον βλασφημίαις περιβαλλέτω· ὡς ἔμοιγε παντὸς πολέμου καὶ μάχης δεινῆς καὶ χαλεπωτέρα πωτέρα ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐμφύλιος νενόμισται στάσις καὶ μᾶλλον ταῦτα τῶν ἐξωθεν λυπηρὰ καταφαίνεται.
ὅτε γοῦν τὰς κατὰ τῶν πολεμίων νίκας νεύματι καὶ συνεργείᾳ τοῦ κρείττονος ἠράμηυν, οὐδέν γε λείπειν ἐνόμιζον ἢ θεῷ μὲν γινώσκειν τὴν χάριν, συνχάιρειν δὲ καὶ τοῖς ὑπ' αὐτοῦ δι' ἡμῶν ἠλευθερωμένοις. ἐπειδὴ δὲ τὴν ὑμετέραν διάστασιν παρ' ἐλπίδα πᾶσαν ἐπυθόμην, οὐκ ἐν δευτέρῳ τὴν ἀκοὴν ἐθέμην, τυχεῖν δὲ καὶ τοῦτο θεραπείας δι' ἐμῆς εὐξάμενος ὑπηρεσίας τοὺς πάντας ἀμελλήτως μετεστειλάμην.
καὶ χαίρω μὲν ὁρῶν τὴν ὑμετέραν ὁμήγυριν, τότε δὲ μάλιστα κρίνω κατ' εὐχὰς ἐμαυτὸν πράξειν, ἐπειδὰν ταῖς ψυχαῖς ἀνακραθέντας ἴδοιμι τοὺς πάντας μίαν τε κοινὴν βραβεύουσαν τοῖς πᾶσιν εἰρηνικὴν συμφωνίαν, ἣν καὶ ἑτέροις ὑμᾶς πρέπον ἃν εἴη πρεσβεύειν τοὺς τῷ θεῷ καθιερωμένους.
μὴ δὴ οὖν μέλλετε, ὦ φίλοι δὴ λειτουργοὶ θεοῦ καὶ τοῦ κοινοῦ πάντων ἡμῶν δεσπότου τε καὶ σωτῆρος ἀγαθοὶ θεράποντες, τὰ τῆς ἐν ὑμῖν διαστάσεως αἴτια ἐντεῦθεν ἤδη φέρειν εἰς μέσον ἀρξάμενοι πάντα σύνδεσμον ἀμφιλογίας νόμοις εἰρήνης ἐπιλύσασθαι. οὕτω γὰρ καὶ τῷ ὑμετέρῳ συνθεράποντι ὑπερβάλλουσαν δώσετε τὴν χάριν.“
Ὁ μὲν δὴ ταῦτα εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἐτέρου, παρεδίδου τὸν λόγον τοῖςπ τῆς συνόδου προέδροις. ἐντεῦθεν δ' οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ' ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. πλείστων δῆτα ὑφ' ἑκατέρου τάγματος προτεινομένων πολλῆς τ' ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων σχολῇ τε εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ' ἀντιλαμβανόμενος τῶν παρ' ἑκατέρου τάγματος λεγομένων,ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους
πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχεν, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν συμπείθων, τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ' εὖ λέγοντας ἐπαινῶν, πάντας τ' εἰς ὁμόνοιαν ἐλαύνων, εἰσόθ' ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο,
ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς σωτηρίου δ' ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. ἐκυροῦτο δ' ἤδη καὶ ἐν γραφῇ δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. ὦν δὴ πραχθέντων, δευτέραν ταύτην νίκην ἄρασθαι εἰπὼν βασιλεὺς κατὰ τοῦ τῆς ἐκκλησίας ἐχθροῦ ἐπινίκιον ἑορτὴν τῷ θεῷ σννετέλει.
Κατὰ τὸ αὐτὸ δὲ αὐτῷ καὶ τῆς Βασιλείας εἰκοσαετὴς ἐπληροῦτο χρόνος. ἐφ' ᾦ πάνδημοι μὲν ἤγοντο πανηγύρεις τοῖς λοιποῖς ἔθνεσιν, τοῖς δέγε τοῦ θεοῦ λειτουργοῖς εὐωχίας αὐτὸς ἐξῆρχε βασιλεύς, συμποσιάζων εἰρηνεύσασι καὶ οἱονεὶ θυσίαν ταύτην ἀποδιδοὺς ἐμπρέπουσαν τῷ θεῷ δι' αὐτῶν· οὐδ' ἀπελείπετό τις ἐπισκόπων βασιλικῆς ἑστιάσεως.
κρεῖττον δ' ἦν παντὸς λόγου τὸ γιγνόμενον· δορυφόροι μὲν γὰρ καὶ ὁπλῖται γυμναῖς ταῖς τῶν ξιφῶν ἀκμαῖς ἐν κύκλῳ τὰ πρόθυρα τῶν βασιλείων ἐφρούρουν, μέσοι δὲ τούτων ἀδεεῖς οἱ τοῦ θεοῦ διέβαινον ἄνθρωποι ἐνδοτάτω τε ἀνακτόρων ἐχώρουν.
εῑτα οἱ μὲν αὐτῷ συνανεκλίνοντο, οἱ δ' ἀμφὶ τὰς ἑκατέρων προσανεπαύοντο καλινάδας. Χριστοῦ βασιλείας ἔδοξεν ἄν τις φαντασιοῦσθαι εἰκόνα, ὄναρ τ' εἶναι ἀλλ' οὐχ ὕπαρ τὸ γινόμενον.
Ἐπεὶ δὲ λαμπρῶς τὰ τῆς εὐωχίας προύχώρει, ἔτι καὶ τοῦτο βασιλεὺς δεξιούμενος τοὺς παρόντας προσετίθει, μεγαλοψύχως ἕκαστον κατὰ τὴν πρέπουσαν ἀξίαν τοῖς παρ' αὐτοῦ τιμῶν ξενίοις. τῆς δὲ συνόδου ταύτης καὶ τοῖς μὴ παροπῦσι τὴν μνήμην δι' οἰκείου παρεδι΄δου γράμματος, ὃ δὴ καὶ αὐτὸ ὥσπερ ἐν στήλῃ τῇδε τῇ περὶ αὐτοῦ συνάψω διηγήσει, τοῦτον ἔχον τὸν τρόπον.
Ἐπιστολὴβασιλέωςπ περὶ τῆς σωτηρίου ἑορτῆς, ἣν ἔγραψε ταῖς ἐκκλησίαις μετὰ τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν σύνοδον.
,Ἔνθα καὶ περὶ τῆς τοῦ πάχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεπῖν. τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἦς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι;
καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροπῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθνους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας ἄχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐκτείνεσθαι. μηδὲν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου.
εἰλήφαμεν γὰρ παρὰ τοῦ σωτῆρος ἑτέραν ὁδόν, πρόκειται δρόμος τ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων. τούτου συμφώνως ἀντιλαμβανόμενοι τῃς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ ἦμεν ἱκανοί.
τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσονται, οἳ μετὰ τὴν κυριοκτονίαν τε καὶ πατροκτονίαν ἐκεῖνοι δυνήσονται, οἳ μετὰ τὴν κυριοκτονίαν τε καὶ πατροκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν ἄγονται οὐ λογιμῷ τινι ἀλλ' ὁρμῇ ἀκατασχέτῳ, ὅπη δἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀγάγῃ μανία. ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς δὴ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ πάσχα ἐπιτελεῖν. τίνος οὖν χάριν τούτοις ἑπόμεθα, οὓς δεινὴν πλάνην νοσεῖν ὡμολόγηται; δεύτερον γὰρ τὸ πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. ἀλλ' εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δτ’ εὐχῆς ἔχειν πάντοτε, ἐν μηδεμιᾷ ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν δοκεῖν ἀνθρώπων ἔθεσι παγκάκων.
πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέμιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν τουτέστιν τὴν τοῦ ἁυιωτάτου πάθους ὁ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβοληται, ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ’ ὅμως ἑνὶ πνεύματι τουτέστι τῷ θείῳ βουλήματι θάλπεται.
λογισάσθω δ’ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν, καὶ μετὰ τοῦ πάσχα ἡμέρας ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωνσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾶν.“
ἵνα δὴ τὸ κεφαλιωδέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει τὴν ἁγιωτδέστατον συντόμως εἴπω, μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.“
„Τούτων οὖν οὕτως ἐχόντων, ἀσμένως δέχεσθε τὴν τοῦ θεοῦ χάριν καὶ θείαν ὡς ἀλγθῶς ἐντολήν· πᾶν γὰρ ὅτι ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν.
διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε, ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ’ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ’ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαωβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαξούσης πανταχοῦ τῆς ὑμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας. ὁ θεὸς ὑμᾶς διαφυλάξειν, ἀδελφοὶ ἀγαπητοί.“
ταύτης βασιλεὺς τῆς ἐπιστολῆς ἰσοδυναμοῦσαν γραφὴν ἐφ’ ἑκάστης ἐπαρχίας διεπέμπετο, ἐνοπιρίζεσθαι τῆς αὐτοῦ διανοίας τὸ καθαρώτατον τῆς πρὸς τὸ θεῖον ὁσίας παρέχων τοῖς ἐντυγχάνουσιν.
Ἐπειδὴ δὲ λοιπὸν ἡ σύνοδος ἀναλύειν ἤμελλεν, συντατιμίαν συγκαλέσας ἡμέραν, παροῦσι δὲ τὴν πρὸς φιλονείκους ἔριδας ἐκτρέπεσθαι, μηδὲ βασκίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαινοιτο τρέπεσθαι, μηδὲ βασκαίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαίνοιτο σοφίας ἐν λόγῳ, κοινὸν δ’ ἡγεῖσθαι τἀγαθὸν τῆς ἑνὸς ἀρετῆς, μηδὲ μὴν τῶν μετριωτέρων κατεπαίρεσθαι τοὺς κρείττονας, θεοῦ γὰρ εἶναι τὸ κριτήριον τῶν ἀληθεὶ λόγῳ κρειττόνων, καὶ τοὶς ἀσθενεστέροις δὲ δεῖν ὑποκατακλίνεθαι λόγῳ συγγνώμης, τῷ τὸ τέλειον ἁπανταχοῦ σπάνιον τυγχάνειν.
διὸ καὶ ἀλλήλοις δεῖν τὰ σμικρὰ πταίουσι συγγνώμην νέμειν χαρίζεσθαιί τε καὶ συγχωρεῖν ὅσα ἀνθρώπινα, πάντων περὶ πολλοῦ τιμωμένων τὴν σύμφωνον ἁρμονίαν, ὡς ἄν μὴ πρὸς αλλήλους στασιαζόντων χλεύης αἰτία παρέχηται τοῖς τὸν θεῖον βλασφημεῖν νόμον παρεσκευασμένοις, ὧν μάλιστα κήδεσθαι δεῖν τὰ πάντα, σωθῆναι δυνμενων, εἰ τὰ καθ’ ἡμᾶς αὐτοῖς ζηλωτὰ φαίνοιντο, κακεῖνο δὲ μὴ ἀμφιγνοεῖν ὡς οὐ τοῖς πᾶσιν ἡ ἐκ λόγων ὠφέλεια συντελεῖ.
οἱ μὲν γὰρ τὰ πρὸς τροφὴν χαίρουσζιν ἐπικουρούμενοι, οἱ δὲ τὰς προστασίας ὑποτρέχειν εἰώθασιν, ἄλλοι τοὺς δεσιώσεσι φιλοφρονουμένους ἀσπάζονται, καὶ ξενίοις τιμώμενοι ἀγαπῶσιν ἕτεροι, βραχεῖς δ’ οἱ λόμων ἀληθῶν ἐρασταί, καὶ σπάνιος αὖ ὁ τῆς ἀληθείας φίλος, διὸ πρὸς πάντας ἁρμόττεσθαι δεῖν, ἰατροῦ δίκην ἑκάστῳ τὰ λυσιτελῆ πρὸς σωτηρίαν ποριξομένους, ὥστ’ ἐξ ἅπαντος τὴν σωτήριον παρὰ τοῖς πᾶσι δοξάζεσθαι διδασκαλίαν.
τοιαῦτα μὲν ἐν πρώτοις παρῄνει, τέλος δ’ ἐπετίθει τὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν ἱκετηρίας ἐσπουσδασμένως ποιεῖσθαι. οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει· οἱ δ’ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη παῥ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.
Χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δεδώρητο δι’ ἐπιστολῶν, λαοῖς θ’ ἅπασι τοῖς τε κατ’ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς βασιλείας.
Καὶ ἄλα δὲ τούτοις ἔγραφεν ἀδεφὰ μυρία πλείστας θ’ ὅσας ἐπιστολὰς διετύπου, ἐν μέρει μὲν ἐπισκόποις ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ τὰ πρόσφορα διαταττόμενος, ἤδη δὲ καὶ αὐτοῖς προσεφώνει τοὺς πλήθεσιν, ἀδελφοὺς ἀποκαλῶν καὶ συνθεράποντας ἑαυτοῦ τοὺς τῆς ἐκκλησίας λαοὺς ὁ τρισμακάριος.
σχολῆς δ’ἄν δέοιτο ταῦτα ἐπ’ οἰκείας ὑποθέσεως συναγαγεῖν, ὡς ἄν μὴ τὸ σῶμα τῆς παρούσης ἡμῖν διακόπτιτο ἱστορίας.
Τούτων δ’ ὧδ’ ἐχόντων, μνῆμα ἄλλο τι μέγιστον ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὁ θεοφιλὴς εἰργάζετο. τί δ’ ἦν τοῦτ; τὸν ἐν τοῖς Ἱεροσολύμοις τῆς σωτηρίου ἀναστάσεως μακαριστότατον τόπον ἐδόκει δεῖν αὐτῷ προφανῆ καὶ σεπτὸν ἀποφὴναι τοῖς πᾶσιν. αὐτίκα δ’ οὖν οἶκον εὐκτήριον συστήσασθαι διεκελεύετο, οὐκ ἀθεεὶ τοῦτο ἐν διανοίᾳ εὐκτήριον συστήσασθαι τοῦ σωτῆρος ἀνακινηθεὶς τῷ πνεύματι.
Ἄνδρες μὲν γάρ ποτε δυσσεβεῖς, μᾶλλον δὲ πᾶν τὸ δαιμόνων διὰ τούτων γένος, σπουδὴν ἔθεντο σκότῳ καὶ λήθῃ παραδοῦναι τὸ θεσπέσιον ἐκεῖνο τῆς ἀθανασίας μνῆμα, παρ’ ᾧ φῶς ἐξαστράπτων ὁ καταβὰς οὐρανόθεν ἄγγελος ἀπεκύλισε τὸν λίθον τῶν τὰς διανοίας λελιθωμένων καὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ἔθ’ ὑπάρχειν ὑπειληφότων, τὰς γυναῖκας εὐαγγελιζόμενος τὸν τε τῆς ἀπιστίας λίθον τῆς αὐτῶν διανοίας ἐπὶ δόξῃ τῆς τοῦ ζητουμένου ζωῆς ἀφαιρούμενος.
τοῦτο μὲν οὖν τὸ σωτήριον ἄντρον ἄθεοί τινες καὶ δυσσεβεῖς ἀφανὲς ἐξ ἀνθρώπων ποιῆσαι διανενόηντο, ἄφρονι λογισμῷ τὴν ἀλήθειαν ταύτῃ πη κρύψαι λογισάμενοι. καὶ δὴ πολὺν εἰσενεγκάμενοι μόχθον, γῆν ἔξωθέν ποθεν εἰσφρήσαντες τὸν πάντα καλύπτουσι τόπον, κἄπειτα εἰς ὕψος αἰωρήσαντες λίφῳ τε καταστρώσαντες κάτω που τὸ θεῖον ἄντρον ὑπὸ πολλῷ χώματι κατακρύπτουσιν.
εἶθ’ ὡς οὐδενὸς αὐτοῖς λειπομένου, τῆς γῆς ὕπερθε δεινὸν ὡς ἀληθῶς ταφεῶνα ψυχῶν ἐπισκευάζουσι , σκότιον Ἀφροδίτης ἀκολάστῳ δαίμονι μυχὸν οἰκοδομησάμενοι, κἄπειτα μυσρὰς ἐνταυθοῖ θυσίας ἐπὶ βεβήλων καὶ ἐναγῶν βωμῶν ἐπισπένδοντες· ταύτῃ γὰρ μόνως καὶ οὐκ ἄλλως τὸ σπουδασθὲν εἰς ἔργον ἄξειν ἐνόμιζον, εἰ διὰ τοιούτων ἐναγῶν μυσαγμάτων τὸ σωτήριον ἄντρον κατακρύψειαν.
οὐ γὰρ οἷοί τε ἦσαν συνιέναι οἱ δείλαιοι, ὡς οὐκ εἶχεν φύσιν τὸν κατὰ τοῦ θανάτου βραβεῖα ἀναδησάμεν μενον κρύφιον καταλιπεῖν τὸ κατόρθωμα, οὐδὲ τὴν σύμπασαν τῶν ἀνθρώπων οἰκουμένην λαθεῖν λάμπων ὑπὲρ γῆς γενόμενος ὁ ἥλιος καὶ τὸν οἰκεῖον ἐν οὐρανῷ διιππεύων δρόμον· τούτου γὰρ κρειττόνως ψυχὰς ἀνθρώπων ἀλλ’ οὐ σώματα ἡ σωτήριος καταυγάζουσα δύναμις τῶν οἰκείων τοῦ φωτὸς μαρμαρυγῶν τὸν σύμπαντα κατεπλήρου πλήρου κόσμον.
πλὴν ἀλλὰ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τὰ κατὰ τῆς ἀληθείας μηχανήματα μακροῖς παρετείνετο χρόνοις, οὐδείς τε τῶν πώποτε, οὐχ ἡγουμένων, οὐ στρατηγῶν, οὐκ αὐτῶν βασιλέων, λέων, ἐπὶ καθαιρέσει τῶν τετολμημένων εὕρηται ἐπιτήδειος ἤ μόνος εἷς ὁ τῷ παμβασιλεῖ θεῷ φίλος.
πνεύματι γοῦν κάτοχος θείῳ χῶρον αὐτὸν ἐκεῖνον τὸν δεδηλωμένον πάσαις οὐ καθαραῖς ὕλαις ἐχθρῶν ἐπιβουλαῖς κατακεκρύφαι λήθῃ τε καὶ ἀγνοίᾳ παραδεδομένον οὐ παριδών, οὐδὲ τῇ τῶν αἰτίων παραχωρήσας κακίᾳ, θεὸν τὸν αὐτοῦ συνεργὸν ἐπικαλεσάμενος καθαίρεσθαι προστάττει, αὐτὴν δὴ μάλιστα τὴν ὑπὸ τῶν ἐχθρῶν μεμιασμένην ἀπολαῦσαι δεῖν οἰόμενος τῆς τοῦ παναγάθου δι’ αὐτοῦ μεγαλουργίας.
ἅμα δὲ προστάγματι τὰ τῆς ἀπάτης μηχανήμαντα εἰς ἔδαφος ἄνωθεν ἀφ᾿ ὑψηλοῦ κατερρίπτετο, ἐλύετό τε καὶ κκαθῃρεῖτο αὐτοῖς ξοάνοις καὶ δαίμοσι τὰ τῆς πλάνης οἰκοδομήματα.
Οὐ μὴν ἐν τούτοις τὰ τῆς σπουδῆς ἵστατο, ἀλλὰ πάλιν βασιλεὺς αἴρεσθαι καὶ πορρωτάτω τῆς χώρας ἀπορρίαπτεσθαι τῶν καθαιρουμένων τὴν ἐν λίθοις καὶ ξύλοις ὕλην προστάττει. ἔργον δὲ καὶ τῷδε παρηκολούθει τῷ λόγῳ. ἀλλ᾿ οὐδ᾿ ἐπὶ τοῦτο μόνον προελθεῖν ἀπήρκει, πάλιν δ᾿ ἐπιθειάσας βασιλεὺς τοὔδαφος αὐτό, τολὺ τοῦ χώρου βάθος ἀνορύξαντας, αὐτῷ χοὶ πόρρω που καὶ ἐξωτάτω λύθροις ἅτε δαιμονκοῖς ἐρρυπωμένον ἐκφορεῖσθαι παρακελεύεται.
Τούτων δ’ ὧδε πραχθέντων, αὐτίκα βασιλεὺς νόμων εὐσεβῶν διατάξεσι χορηγίαις τε ἀφθόνοις οἶκον εὐκτήριον θεοπερπῆ ἀμφὶ τὸ σωτήριον ἄντρον ἐγκελεύεται πλουσίᾳ καὶ βασιλικῇ δείμασθαι πολυτελείᾳ, ὡς ἄν ἐκ μακροῦ τοῦτο προτεθειμίνος καὶ τὸ μέλλον ἔσεσθαι κρείττονι προμηθείᾳ τεθεαμένους. τοῖς μὲν δὴ τῶν ἐθνῶν ἐπὶ τὴς ἑῴας ἄρχουσιν ἀφθόνοις καὶ δαφιλέσι χορηγίαις ὑπερφυές τι καὶ μέγα καὶ πλούσιον άποδεικνύναι τὸ ἔργον διεκελεύετο, τῷ δὲ τῆς ἐκκλησίας ἐπισκόπῳ τῷ τηνικαῦτα τῆς ἐν Ἱεροσολύμοις προεστῶτι τοιάνδε κατέπεμπε γραφήν, δι’ ἧς τὸ φιλόθεον τῆς αὐτοῦ ψυχῆς τό τε καθαρὸν τῆς εἰς τὸν σωτήριον λόγον πίστεως ἐναργέσι φωναῖς παρίστη, τοῦτον γράφων τὸν πρόπον.
Ἑπιστολὴ βασιλέως πρὸς Μακάριον ἐπίσκοπον τῆς ἐν Ἱεροσολύμοις ἐκκλέως περὶ τῆς οἰκοδομῆς τοῦ μαρτυρίου.
„Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ. Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν· τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείονυ πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει.
εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἕν καὶ τὸ αὐτὸ συνελθόντς ἔξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ’ ἄν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται, ἐπεὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν δυνατώτερα.
διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος μοι σκοπός, ἵν’ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θανύμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἰ ὁμογνώμονι προθυμίᾳ περὶ τὸν ἅγιον νόμον σωξροσύνῃ πάσῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνωνται.
ὅπερ δ’ οὖν πᾶσιν εἶναι νομίζω φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον,ὃν θεοῦ προστάγματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπέρ τινὸς ἐπικεμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον ἁγιώτερον δ’ ἀποφανθέντα ἀφ’ οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φὼς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν.
Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν ἁπανταχοῦ βελτίονα ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι, ὡς πάντα τά ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι.
καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας Δρακιλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τὰ τῶν ἐπάρχων μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάνθ’ ὅσα περὶ εἰς οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίαςα, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι.
περὶ δὲ τῶν κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτατά τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι τε καὶ χρησιμώτατα αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον, ἵν’ ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμμαοτς ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετεχθᾶηναι δυνηθῇ· τὸν γὰρ τοῦ κόσμου θαυμασιώτατον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον.
Τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον λαδωναρίαν ἢ δι’ ἑτέρας τινὸς ἐργασίας γενέσθαι σοι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι. εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι.
τὸ λειπόμενον, ἵν’ ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τ’ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία, καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπουσάσῃ οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴγε τοῦτο κάλλιον ἐπικρίνειεν. Ὁ θεὸς σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“
Ταῦτα μὲν ἔγραφε βασιλεύς. ἅμα δὲ λόγῳ δι’ ἔργων ἐχώρει τὰ προστεταγμένα, καὶ δὴ κατ’ αὐτὸ τὸ σωτήριον μαρτύριον ἡ νέα κατεσκευάζετο Ἱερουσαλήμ, ἀντιπρόσωπος τῇ πάλαι βοωμένῃ ἣ μετὰ τὴν κυριοκτόνον μιαιφονίαν ἐρημίας ἐπ’ ἔσχατα περιτραπεῖσα δίκην ἔτισε δυσσεβῶν οἰκητόρων.
Τοῦτο μὲν οὖν πρῶτον ὡσανεὶτοῦ παντὸς κεφαλὴν ἐξαιρέτοις κίοσι κόσμῳ τε πλείστῳ κατεποίκιλεν ἡ βασιλέως φιλοτιμία, παντοίοις καλλωπίσμασι τὸ σεμνὸν ἄντρον φαιδρύνουσα.
Διέβαινε δ’ ἑξῆς ἐπὶ παμμεγέθη χῶρον εἰς καθαρὸν αἴθριον ἀναπεπταμένον, ὃν δὴ λίθος λαμπρὸς κατεστρωμένος ἐπ’ ἐδάφους ἐκόσμει, μακροῖς περιδρόμοις στοῶν ἐκ τριπλε3 ύρου περιεχόμενον.
Τῷ γὰρ καταντικρὺ πλευρῷ τοῦ ἄντρου, ὃ δὴ πρὸς ἀνίσχοντα ἥλιον ἑώρα, ὁ βασίλειος συνῆπτο νεώς, ἔργον ἐξαίσιον εἰς ὕψος ἄπειρον ἠρμένον μήκους τε καὶ πλάτους ἐπὶ πλεῖστον εὐρυνόμενον· οὗ τὰ μὲν εἴσω τῆς οἰκοδομίας ὕλης μαρμάρου ποικίλης διεκάλυπτον πλακώσεις, ἡ δ’ ἐκτὸς τῶν τοίχων ὄψις ξεστῷ λίθῳ ταῖς πρὸς ἕκαστον ἁρμογαῖς συνημμένῳ λαμπρυνομένη ὑπερφυές τι χρῆμα κάλλους τῆς ἐκ μαρμάρου προσόψεως οὐδὲν ἀποδέον παρεῖχεν.
ἄνω δὲ πρὸς αὐτοῖς ἀρόφοις τὰ μὲν ἐκτὸς δώματα μολίβου περιέφραττεν ὕλη, ὄμβρων ἀσφαλὲς ἔρυμα χριμερίων, τὰ δὲ τῆς εἴσω στέγης γλυτοῦ βασιλείου οἴκου συνεχέσι ταῖς πρὸς ἀλλήλας συμπλοκαῖς ἀνευρυνόμενα, χρυσῷ τε διαυγεῖ δι’ ἅλου κεκαλλυμμένα, φωτὸς οἷα μαρμαρυγαῖς τὸν πάντα νεὼν ἐξαστράπτειν ἐποίει.
Ἀμφὶ δ’ ἑκάτερα τὰ πλευρὰ διττῶν στοῶν, ἀναγείων τε καὶ καταγείων, δίδυμοι παραστάδες τῷ μήκει τοῦ νεὼ συνεξετείνοντο, χρυσῷ καὶ αὗται τοὺς ὀρόφους πεποικιλμέναι· ὧν αἱ μὲν ἐπὶ προσώπου τοῦ οἴκου κίοσι παμμεγέθεσιν ἐπηρείδοντο, αἱ δ’ εἴσω τῶν ἔμπροσθεν ὑπὸ πεσσοῖς ἀνηγείροντο πολὺν τὸν ἔφωθεν περιβελημένοις κόσμον. πύλαι δὲ τρεῖς πρὸς αὐτὸν ἀνίσχοντα ἥλιον εὖ διατάξαι κείμεναι τὰ πλήθη τῶν εἴσω φερομένων ὑπεδέχοντο.
Τούτων δ’ ἀντικρὺς τὸ κεφάλαιον τοῦ παντὸς ἡμισφαίριον ἦν ἐπ’ ἄκρου τοῦ βασιλείου τεταγμένον, ὃ δὴ δυοκαίδεκα κίονες ἐστεφάνουν, τοῖς τοῦ σωτῆρος ἀποστόλοις ἰσάριθμοι, κρατῆρσι μεγίστοις ἐξ ἀργύρου πεποιημένοις τὰς κορυφὰς κοσμούμενοι, οὓς δὴ βασιλεὺς αὐτὸς ἀνάθημα κάλλιστον ἐδωρεῖτο τῷ αὐτοῦ θεῷ.
Ἔνθεν δὲ προϊόντων ἐπὶτὰς πρὸ τοῦ νεὼ κειμένας εἰσόδους αἴθριον διελάμβανεν ἄλλο. ἐξέδραι δ’ ἦσαν ἐνταυθοῖ παρ’ ἑκάτερα, καὶ αὐλὴ πρώτη στοαὶ τ’ ἐπὶ ταύτῃ, καὶ ἐπὶ πᾶσιν αἱ αὔλειοι πύλαι, μεθ’ ἃς ἐπ’ αὐτῆς μέσης πλατείας τὰ τοῦ παντὸς προπύλαια φιλοκάλως ἠσκημένα τοῖς τὴν ἐκτὸς πορείαν ποιουμένοις καταπληκτικὴν παρεῖχον τὴν τῶν ἔνδον ὁρωμένων θέαν.
Τόνδε μὲν οὖν τὸν νεὼν σωτηρίου ἀναστάσεως ἐναργὲς ἀνίστη μαρτύριον βασιλεύς, πλουσίᾳ καὶ βασιλικῇ κατασκευῇ τὸν σύμπαντα καταφαιδρύνας, ἐκόσμει δ’ αὐτὸν ἀδιηγήτοις κάλλεσι πλείστων ὅσων ἀναθημάτων, χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτελῶν ἐν διαλλαττούσαις ὕλαις, ὧν τὴν κατὰ μέρος ἐπισκευὴν φιλοτέχνως εἰργασμένην μεγέθει τε καὶ πλήθει καὶ ποικιλίαις οὐ σχολὴ νῦν ἐπεξιέναι τῷ λόγῳ.
Ἀπολαβὼν δ’ ἐνταυθοῖ χώρας ἑτέρας δυσὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις καὶ ταῦτα φιλοτιμίαις ἐκόσμει· τῷ μὲντῆς πρώτης τοῦ σωτῆρος θεοφανείας ἄντρῳ, ἔνθα δὴ καὶ τὰ τῆς ἐνσάρκου γενέσως ὑπέστη, τὰς καταλλήλους νέμων τιμάς, τῷ δὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων. καὶ τὰῦτα δὲ φιλοκάλως ἐτίμα, τῆς αὐτοὺ μητρός, ἣ τοσοῦτον ἀγαθὸν τῷ τῶν ἀνθρώπων διηκονήσατο βίῳ, διαιωνίζων τὴν μνήμην.
Αὐτίκα δ’ οὖν τῷ προσκυνηθέντι θεῷ δύο νεὼς ἀφιέρου, τὸν μὲν πρὸς τῷ τῆς γενέσεως ἄντρῳ, τὸν δ’ ἐπὶ τοῦ τῆς ἀναλήψεως ὄρους. καὶ γὰρ καὶ γέν εσιν ὑπομεῖναι ὁ μεθ’ ἡμῶν θεὸς δι’ ἡμᾶς ἠνέσχετο, καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γενέσεως ὀνομαστὶ παρ’ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο.
διὸ δὴ βασιλὶς ἡ θεοσεβεστάτη τῆς θεοτόκου τὴν κύησιν μνήμασι θαυμαστοῖς κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα, βασιλεὺς δὲ μικρὸν ὕστερον βασιλικοῖς ἀναθήμασι καὶ ταύτην ἐτίμα, τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ κειμηλίοις περιπετάσμασί τε ποικίλοις τὰς τῆς μητρὸς ἐπαύξων φιλοκαλίας.
πάλιν δ’ ἡ μὲν βασιλέως μήτηρ τῆς εἰς οὐρανοὺς πορείας τοῦ τῶν ὅλων σωτῆρος ἐπὶ τοῦ τῶν ἐλαιῶν ὅρους τὴν μνήμην ἐπηρμέναις οιἰκοδομίαις ἀνύψου, ἄνω πρὸς ταῖς ἀκρωρείαις παρὰ τὴν τοῦ παντὸς ὄρους κορυφὴν ἱερὸν οἶκον ἐκκλησίας ἀνεγείρασα, νεών τε κἀνταῦθα προσευκτήριον τῷ τὰς αὐτόθι διατριβὰς ἑλομένῳ σωτῆρι συστησαμένη, ἐπεὶ κἀνταῦθα λόγος ἀληθὴν κατέχει ἐν αὐτῷ ἄντρῳ τοὺς αὐτοῦ θιασώτας μυεῖν τὰς ἀπορρήτους τελετὰς τὸν τῶν ὅλων σωψτῆρα.
βασιλεὺς δὲ κἀνταῦθα παντοίοις ἀναθήμασί τε καὶ κόσμοις τὸν μέγαν ἐγέραιρε βασιλέα. καὶ δὴ δύο ταῦτα μνήμης ἐπάξια αἰωνίου σεμνὰ καὶ περικαλλῆ καθιερώματα ἐπὶ δύο μυστικῶν ἄντρων Ἑλένη αὐγούστα θεῷ τῷ αὐτῆς σωτῆρι, θεοφιλοῦς βασιλέως θοεφιλὴς μήτηρ, εὐσεβοῦς τεκεμήρια διαθέσεως ἵδρυτο, δεξιὰν αὐτῇ βασιλικῆς ἐξουσίας τοῦ παιδὸς παρασχομένου.
καρπὸν δ’ ἐπάξιον ἡ πρέσβυς οὐκ εἰς μακρὸν ἀπελάμβανεν, ἀγαθοῖς μὲν ἅπασι τὸν πάντα τῆς ζωῆς χρόνον ἐπ’ αὐτῷ γήραος οὐδῶ διαπεραναμένη, λόγοις δὲ καῖ ἔργοις τῶν σωτηρίων παραγγελμάτων εὐθαλεῖς παρασχομένη βλαστούς, κἄπειτα οὕτω βίον εὐσταλῆ καὶ ἄλυπον σώματος ὁμοῦ καὶ ψυχῆς ἐν ἐρρωμένῳ φρονήματι διανύσασα, ἐφ’ οἷς καὶ τέλος εὐσεβείας ἐπάξιον ἀγαθήν τε παρὰ θεοῦ ἀμοιβὴν κἀπὶ τοῦ παρόντος εὕρατο βίου.
Τὴν γάρ τοι σύμπασαν ἑῲαν μεγαλοπρεπείᾳ βασιλικῆς ἐξουσίας ἐμπεριελθοῦσα, μυρία μὲν ἀθρόως τοῖς κατὰ πόλιν ἐδωρεῖτοδήμοις ἰδίᾳ τε τῶν προσιόντων ἑκάστῳ, πλεῖστά θ’ ὅσα πένησι τικοὶς τάγμασι δεξιᾷ μεγαλοπρεπεὶ διένεμεν, πλεπιστά θ’ ὅσα πένησι γυμνοῖς καὶ ἀπεριστάτοις ἐδίδου, τοῖς μὲν χρημάτων δόσεις ποιουμένη τοῖς δὲ τὰ πρὸς τὴν τοῦ σώματος σκέπην δαψιλῆς ἐπαρκοῦσα, ἐτέρους δ’ ἀπήλλαττε δεσμῶν μετάλλων τε κακοπαθείᾳ τελαιπωρουμένους, ἠλευθέρου τε πλεονεκτουμένους, καὶ πάλιν ἄλλους ἐφορίας ἐνεκαλεῖτο. καλεῖτο.
Τοιούτοις δῆτα λαμπρυνομένη οὐδὲ τῆς ἄλλης πρὸς τὸν θεὸν ὁσίας κατωλιγώρει, φοιτῶσαν μὲν αὐτὴν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διὰ παντὸς ὁρᾶσθαι παρέχουσα, λαμπροῖς δὲ κατακοσμοῦσα κειμηλίοις τοὺς εὐκτηρίους οἴκους μηδὲ τοὺς ἐν ταῖς βραχυτάταις πόλεσι παρορῶσα ναούς. ἦν γοῦν ὁρᾶν τὴν θαυμασίαν ἐν σεμνῇ καὶ εὐσταλεῖ περιβολῇ τῷ πλήθει συναγελαζομένην τήν τε πρὸς τὸν θεῖον εὐλάβειαν διὰ πάσης θεοφιλοῦς πράξεως ἐπιδεικνυμένην.
Επεὶ δὲ λοιὸν τὰ τῆς αὐτάρκους διανύσασα ζωῆς ἐπὶ τὴν κρείττονα λῆξιν ἐκλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς τὴν κρείττονα λῆξιν ἐκαλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς ὀγδοήκοντα ἐνιαυτοὺς διαρκέσασα, πρὸς αὐτῷ γενομένη τῷ τέλει συνετάττετο καὶ διετίθετο, ἐπὶ μονογενεῖ υἱῷ βασιλεῖ μονάρχῳ κοσμοκράτορι παισί τε τούτου καίσαρσιν, ἑαυτῆς ἐκγόνοις, τὴν ὑστάτην βουλὴν διοριζομένη, διανέμουσά τε τῶν ἐκγόνων ἑκάστῳ τῆς οἱκείας ὑπάρξεως, ὅση τις αὐτῇ καθ’ ὅλης ὑπῆρξε τῆς οἰκουμένης.
καὶ δὴ τοῦτον διαθεμένη τὸν τρόπον, λοιπὸν τὴν τοῦ βίου κατέλυε τελευτήν, παρότος αὐτῇ καὶ παρεστῶτος υἱοῦ τοσούτου θεραπεύοντός τε καὶτῶν χειρῶν ἐφαπτομένου, ὡς μὴ τεθνάναι εἰκότως τὴν τρισμακαρίαν τοῖς φρονοῦσι δοκεῖν, μεταβολὴν δὲ καὶ μετάθεσιν λόγῳ τῆς γεώδους ζωῆς ἐπὶ τὴν οὐράνιον ὐπομεῖναι. ἀνεστοιχειοῦτο γοῦν αὐτῇ ψυχῇ ἐπὶ τὴν ἄφθαρτον καὶ ἀγγελικὴν οὐσίαν, πρὸς τὸν αὐτῆς ἀναλαμβανομένη σωτῆρα.
Και τὸ σκῆνος δὲ τῆς μακαρίας οὐ τῆς τυχούσης ἠξιιοῦτο πόλιν ἀνεκομίζετο, ἐνταυθοῖ τε ἠρίιοις βασιλικοῖς ἀπετίθετο. ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία γε μνήμης ἀλήστου τῶν τε αὐτῆς εἵνεκα θεοφιλῆν πράξεων τοῦ τ’ ἐξ αὐτῆς φύντος ὑπέρφυοῦς καὶ παραδόξου φυτοῦ,
ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γειναμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μέν αὐτὴν θεοσεβῆ καταστήσαντα οὐκ οὖσαν πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ ἀξι8 ώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ’ αὐτοῖς τε τοῖς στρατιωτικοῖς τάγμασιν αὐτγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα.
ἤδη δὲ καὶ βασιλικῶν θησαυρῶν παρεῖχε τὴν ἐξουσίαν, ὡς χρῆσθαι κτὰ προαίρεσιν καὶ διοικεῖν κατὰ γνώμην, ὅπως ἂν ἐθέλοι καὶ ὡς ἂν εὖ ἔχειν αὐτῇ νομίζοιτο ἕκαστα, τοῦ παιδὸς αὐτὴν κἀν τούτοις διαπρεπῆ καὶ ἀξιοζήλωτον πεποιημένου. διὸ τῶν εἰς αὐτοῦ μνήμην ἀναφερομένων καὶ ταῦτα εἰκότως ἡμῖν ἀνείληπται, ἃ δι’ εὐσεβείας ὑπερβολὴν μητέρα τιμῶν θεσμοὺς ἀπεπλήρου θείους ἀμφὶ γονέων τιμῆς τὰ πρόποντα διαταττομένους.
τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεις ἐκκλησίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινεν.
Τὴν δέ γ’ ἐπώνυμον αὐτοῦ πόλιν ἐξόχῳ τιμῇ γεραίρων εὐκτηρίοις πλείοσιν ἐφαίδρυνεν μαρτυρίοις τε μεγίστοις καὶ περικαλλεστάτοις οἴκοις, τοῖς μὲν πρὸ τοῦ ἄστεως τοῖς δ’ ἐν αὐτῷ τυγχάνουσι, δι’ ὧν ὁμοῦ καὶ τὰς τῶν μαρτύρων μνήμας ἐτίμα καὶ τὴν αὐτοῦ πόλιν τῷ τῶν μαρτύρων καθιέρου θεῷ.
ὅλως δ’ἐμπνέων θεοῦ σοφίας, ἣν τῆς ἐπηγορίας τῆς αὐτοῦ πόλιν ἐπώνυμον ἀποφῆναι ἔκρινε, καθαρεύειν εἰδωλολατρείας ἁπάσης ἐδικαίου, ὡς μηδαμοῦ φαίνεσθαι ἐν αὐτῇ τῶν δὴ νομιζομένων θεῶν ἀγάλματα ἐν ἱεροῖς θρησκευόμενα, ἀλλ’ οὐδὲ βωμοὺς λύθροις αἱμάτων μιαινομένους, οὐ θυσίας ὁλοκαυτουμένας πυρί, οὐ δαιμονικὰς ἑορτάς, οὐδ’ ἕτερόν τι τῶν συνήθων τοῖς δεισιδαίμοσιν.
Εἶδες δ’ ἂν ἐπὶ μέσον ἀγορῶν κειμέναις κρήναις τὰ τοῦ καλοῦ ποιμένος σύμβολα, τοῖς ἀπὸ τῶν θείων λογίων ὁρμωμένοις γνώριμα, τόν τε Δανιὴλ σὺν αὐτοῖς λέουσιν ἐν χαλκῷ πεπλασμένον χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατελήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ ἐδόκει τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι.
Τάδε μὲν οὖν τὰ ἐξοχώτατα βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος δέ τοι ἕνα καὶ τὸν αὐτὸν σωτῆρα τόν ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσιν τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῆν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι τῷ ὀφθέντι θεῷ διακελεύεται.
τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον ἐπισταλθέντων γραμμάτων ἐπεφοίτα, εἰς πέρας ἀγαγεῖν τὸ προσταχθὲν διακελευομένη, ἡμῖν δὲ τοῖς τήνδε γράφουσι τὴν ἱστορίαν λογικωτέραν κατέπεμπε διδασκαλίαν, ἧς ἔμοιγε δοκεῖ τὸ ἴσον γράμμα τῷ παρόντι συνάψαι λόγῳ εἰς ἀκριβῆ διάγνωσιν τῆς τοῦ θεοφιλοῦς ἐπιμελείας. καταμεμψάμενος γοῦν ἡμῖν ἐφ’ οἷς ἐπύθετο πραττομένοις αὐτόθι τάδε κατὰ λέξιν ἔγραφε.
Τὸ χωρίον, ὅπερ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ προσαγορεύεται, ἐν ᾧ τὸν Ἀβραὰμ τὴν ἑστίαν ἐσχηκέναι μανθάνομεν, παντοίως ὐπό τινων δεισιδαιμόνων μιαίνεσθαί φησιν· εἴδωλά τε γὰρ πάσης ἐξωλείας ἄξια παρ’ αὐτὴν ἱδρῦσθαι καὶ βωμὸν ἐδήλωσεν πληςίον ἑστάναι καὶ θυςίας ἀκαθάρτους συνεχῶς ἐπιτελεῖσθαι.
ὅθεν ἐπειδὴ καὶ τῶν καιρῶν τῶν ἡμετέρων ἀλλότριον καὶ τῆς τοῦ τόπου ἁγιότητος ἀνάξιον καταφαίνεται, γινώσκειν ὑμῶν τὴν σεμνότητα βούλομαι δεδηλῶσθαι παρ’ ἡμῶν πρὸς Ἀκάκιον τὸν διασημότατον κόμητα καὶ φίλον ἡμέτερον γράμματι, ἵν’ ἄνευ τινὸς ὑπερθέσεως καὶ τὰ εἴδωλα ὅσα σἄν ἐπὶ τοῦ προειρημένου εὑρίσκοιτο τόπου πυρὶ παραδοθῇ, καὶ ὁ βωμὸς ἐκ βάθρων ἀνατραπῇ, καὶ ἁπλῶς εἰπεῖν, πάντων τῶν τοιούτων ἐκεῖθεν ἄρδην ἀφανισθέντων, παντὶ σθένει καὶ τρόπῳ τὸ περιέχον ὅλον ἐκκαθᾶραι σπουδάσῃ, καὶ μετὰ ταῦτα, καθὼς ἂν αὐτοὶ διατυπώσητε, ἀξίαν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκληςίας βασιλικὴν ἀνοικοδομηθῆναι ἐπὶ τοῦ αὐτοῦ ποιήσῃ χωρίου. λοιπὸν ἔσται τῆς ὑμετέρας συνέσεως τε καὶ εὐλαβείας, ἐπειδὰν πάντα ἐκεῖθεν τὰ μυσαρὰ παντελῶς ἀνῃρῆσθαι μάθητε, εἰς ταὐτὸ συνελθεῖν ἅμα τοῖς ἐκ Φοινίκης ἐπισκόποις, οὓς προσκαλέσασθαι ἐξ αὐθεντίας τοῦ γράμματος τούτου δυνήσεσθε, καὶ διαγράψαι βασιλικὴν τῆς ἐμῆς φιλοτιμίας ἀξίαν, ὅπως τοῖς προσταχθεῖσιν ἀκολούθως μετὰ πάσης ταχυτῆτος ἡ τοῦ ἔργου φαιδρότης κατ’ ἀξίαν τῆς τοῦ τόπου ἀρχαιότητός τε καὶ σεμνότητος προνοίᾳ τοῦ προειρημένου ἡμῶν κόμητος τελεσιουργηθῆναι δυνηθῇ. ἐκεῖνο δὲ πρό γε ἁπάντων παραφυλάξαι ὑμᾶς βούλομαι, ὥπως μηδεὶς πρὸς τοὐπιὸν τῶν ἐναγῶν ἐκείνων καὶ μυσαρῶν ἀνθρώπων τῷ τόπῳ πλησιάσαι τολμήσῃ· ἔστι γὰρ ὡς ἀληθῶς ἡμῖν ἀφόρητον καὶ πᾶσι τοῖς τολμῶσι τιμωρίας ἄξιον μετὰ τὴν ἡμετέραν κέλευσιν ἀσεβές τι ἐν τῷ τοιούτῳ τόπῳ πραχθῆναι, ὃν καθαρῷ βασιλικῆς οἰκοδομήματι κοσμεῖσθαι διετάξαμεν, ὅπως ἁγίων ἀνθρώπων ἄξιον συνέδριον ἀποδειχθῇ. εἰ δέ τι παρὰ τὸ προσταχθὲν γενέσθαι συμβαίη, χωρίς τινος μελλήσεως τῇ ἡμετέρᾳ ἡμερότητι δι’ ὑμετέρων δηλαδὴ γραμμάτων γνωρισθῆναι πρέπει, ἵνα τὸν ἁλισκόμενον ὡς παρανομήσαντα τὴν ἀνωτάτω κόλασιν ὑποστῆναι προστάξωμεν.
Πάντα μὲν δὴ ταῦτα συντελῶν εἰς δόξαν τῆς σωτηρίου δυνάμεως βασιλεὺς διεπράττετο. καὶ τὸν μὲν αὐτοῦ σωτῆρα θεὸν ὧδέ πη διετέλει γεραίρων, τὴν δέ γε τῶν ἐθνῶν δεισιδαίμονα πλάνην παντοίοις ἐξήλεγχε τρόποις.
ἔνθεν εἰκότως ἐγυμνοῦτο μὲν αὐτοῖς τῶν κατὰ πόλεις νεῶν τὰ προπύλαια θυρῶν ἔρημα γιγνόμενα βασιλέως προστάγματι, ἑτέρων δ’ ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη τῶν καλυπτήρων ἀφαιρουμένων ἐφθείρετο, ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ’ οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνύνετο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο, ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν ὧδε μὲν τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δ’ ἱπποδρομίῳ τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ’ Ἑλικωνίδας Μούσας ἐν παλατίῳ.
ἐπληροῦτο δὲ δι’ ὅλου πᾶσα ἡ βασιλέως ἐπώνυμος πόλις τῶν κατὰ πᾶν ἔθνος ἐντέχνοις χαλκοῦ φιλοκαλίαις ἀφιερωμένων, 0ἷς θεῶν ὀνόματι πλείστας ὅσας ἑκατόμβας ὁλοκαύτους τε θυςίας εἰς μάταιον ἀποδόντες μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου.
τὰ δέ γε χρύσεα τῶν ἀγαλμάτων ἄλλῃ πη μετήρχετο. ἐπειδὴ γὰρ συνεῖδεν μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσας πορείαν.
ταῦτα δ’ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο.
οἱ δὲ τῇ βασιλέως ἐπιθαρροῦντες εὐσεβείᾳ σφῶν τε αὐτῶν τῇ περὶ τὸ θεῖον εὐλαβείᾳ, μυριάνδρων δήμων τε καὶ λαῶν μέσοι παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς ἐγκελευόμενοι, κἄπειτ’ ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν.
οἷον δὲ καὶ τόδ’ ἔρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες.
Ἐπὶ τούτοις βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρςὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ οὗτος τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου σννεῖδεν.
ἄλσος δὲ τοῦτο ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ’ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖς τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται, τὸ δ’ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων ἐκτὸς αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐπ’ ἀκρωρείας μέρει τοῦ Λιβάνου τῆς ἐν Ἀφάκοις ἱδρυμένον.
σχολή τις ἦν αὕτη κακοεργίας πᾶσιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα. γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνηςάμενοι θηλεέᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τ’ αὖ παράνομοι ὁμιλίαι κλεψίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ ἀπροστάτῃ χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦντο. φώρ τ’ οὐδεὶς ἦν τῶν πραττομένων, τῷ μηδένα σεμνῶν ἀνδρῶν αὐτόθι τολμᾶν παριέναι.
ἀλλ’ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷά τ’ ἦν τὰ τῇδε δρώμενα λανθάνειν, αὐτοπτήσας δὲ καὶ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἄξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δ’ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει·
ἐλύετο δῆτα αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ’ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδ’ ἀκόλαστοι, ὥσπερ οὖν καὶ τῶν δοκησιςόφων Ἑλλήνων οἱ δεισιδαίμονες, οἳ καὶ αὐτοὶ τῆς σφῶν ματαιότητος ἔργῳ τὴν πεῖραν ἐμάνθανον.
ἑνὶ δὲ νεύμσατι κατὰ γῆς ἡπλοῦτο δεξιᾷ καταρριπτόμενον στρατιωτικῇ τὸ τῶν γενναίων φιλοσόφων βοώμενον θαῦμα καὶ ὁ τῇδε ἐνδομυχῶν οὐ δαίμων οὐδέ γε θεός, πλάνος δέ τις ψυχῶν μακροῖς καὶ μυρίοις ἐξαπατήσας χρόνοις. εἶθ' ὁ κακῶν ἑτέρους ἀπαλλάξειν καὶ συμφορᾶς προισχόμενος οὐδὲν αὐτὸς ἑαυτῷ πρὸς ἄμυναν εὔρατο φάρμακον μᾶλλον ἤ ὄτε κεραυνῷ βληθῆναι μυθεύεται.
ἀλλ' οὐκ ἐν μύθοις ἦν τὰ τοῦ ἡμεδαποῦ βασιλέωβς θεῷ κεχαρισμένα κατορθώματα, δι' ἐναργοῦς δέ γε ἀρετῆς τοῦ αὐτοῦ σωτῆρος αὐτόρριζος καὶ ὁ τῇδε νεὼς ἀνετρέπετο, ὡς μηδὲ ἴχνος αὐτόθι τῆς ἔμπροσθεν περιλελεῖξθαι μανόιας.
Πάντες δ' οἱ πρὶν δεισιδαίμονες, τὸν ἔλεγχον τῆς αὐτῶν πλάνης αὐταῖς ὄψεσιν ὁρῶντες τῶν θ' ἁπανταχοῦ νεῶν τε καὶ ἱδερυμάτων ἔργῳ θεώμενοι τὴν ἐρημίαν, οἱ μὲν τῷ σωτηρίῳ προσέφευγον λόγῳ, οἱ δὲ εἰ καὶ τοῦτο μὴ ἔπραττον, τῆς γοῦν πατρῴας κατεγίνωσκον ματαιοτητος ἐγέλων τε καὶ κατεγέλων τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν.
καὶ πῶς γὰρ οὐκ ἔμελλον οὔτω φρονεῖν, τῆς ἔξωθεν τῶν ξοάνων φαντασσίας πλείστην ὄσην μιαρίαν εἴσω κεκρυμμένην ὁρῶντες; ἥ γὰρ νεκρῶν σωμάτων ὑπῆν ὀστέα ξηρά τε κρανία γοήτων περιεργασίαις ἐσκευωρημένα, ἤ ῥυπῶντα ῥάκη βδευρίας αἰσχρᾶς ἔμπλεα, ἤ χόρτου καὶ καλάμης φορυτός.
ἄ δὴ τῶν ἀψύχων ἐντὸς σεσωρευμένα θεώμενοι αὐτοῖς τε καὶ τοῖς αὐτῶν παατράσιν πολλὴν λογισμοῦ κατεμέμφοντο ἀφροσύνην, ὄτε μάλιστ' ἐνενόουν ὡς οὐδεὶς ἄρα ἦν ἐν τοῖς ἀδύτοις αὐτῶν μυχοῖς οὐδ' ἐν αὐτοῖς ἀγάλμασιν ἔνοικος οὐ δαίμων οὐ χρησμῳδὸς οὐ θεὸς οὐ μάντις, οἶα δὴ τὸ πρὶν ὑπελάμβανον, ἀλλ' οὐδ' ἀμυδρόν τι ἤ σκιῶδες φάντασμα.
διὸ δὴ προχείρως τοῖς ἐκ βασιλέως καταπεμφθεῖσι πᾶν σκοτεινὸν ἄντρον καὶ πᾶς ἀπόρρητος μυχὸς βατὸς ἦν, ἄβατά ττε καὶ ἄδυτα ἱερῶν τε τὰ ἐνδοτάτω στρατιωτικοῖς κατεπατεῖτο βήμασιν, ὥστ' ἐναργῆ τοῖς πᾶσιν ἐκ τῶνδε καὶ κατάφωρον γεγονέναι τὴν ἐξ αἰῶνος μακροῦ τῶν ἐθνῶν ἁπάντων κατακρατήσασαν διανοίας πήρωσιν.
Καὶ ταῦτα δ' ἄν τις τοῖς βασιλέως εἰκότως ἀναθείη κατορθώμασιν, ὤσπερ οὖν καὶ τὰ μερικῶς καθ' ἔκαστον ἔθνος αὐτῷ διαταχθέντα· οἶον ἐπὶ τῆς Φοινίκων Ἡλιουπόλεως, ἐφ' ἦς οἱ μὲν τὴν ἀκόλαστον ἡδονὴν τιμῶντες Ἀφροδίτης προσρήματι γαμεταῖς καὶ θυγατράσιν ἀνέδην ἐκπορνεύειν συνεχώρουν πρότγερον.
νυνὶ δὲ νόμος ἐφοίτα νέος τε καὶ σώφρων παρὰ βασιλέως μηδὲν τῶν πάλαι συνήθων τολμὰν διαγορεύων, καὶ τούτοις δ' ἐγγράφους πάλιν παρέθετο διδασκαλίας, ὡς ἄν έπ' αὐτῷ τούτῳ πρὸς τοῦ θεοῦ προηγμένος ἐφ' ᾦ πάντας ἀνθρώπους νόμοις σωφροσύνης παιδεύειν. διὸ οὐκ ἀπηξίου καὶ τούτοις δι' οἰκείου προσομιλεῖν γράμματος, προὔτρεπέ τε σπεύδειν ἐπὶ τὴν τοῦ κρείττονος γνῶσιν.
κάνταῦθα δέ τὰ ἔργα ἐπῆγεν τοῖς λόγοις ἀδελφά, οἶκον εὐκτήριον ἐκκλησίας μέγιστον καὶ παρὰ τοῖσδε καταβαλλόμενος, ὡς τὸ μὴ ἐκ τοῦ παντός πω αἰῶνος ἀκοῇ γνωσθὲν νῦν τοῦτο πρῶτον ἔργου τυχεῖν, καὶ τὴν τῶν δεισιδαιμόνων πόλιν ἐκκλησίας θεοῦ πρεσβυτέρων τε καὶ διακόνων ἠξιῶσθαι τῷ τ' ἐπὶ πάντων θεῷ ἱερωμένον ἐπίσκοπον τῶν τῇδε προκαθέζεσθαι.
προνοῶν δὲ κἀνταῦθα βασιλεὺς ὅπως ἄν πλείους προσίοιςν τῷ λόγῳ, τὰ πρὸς ἐπικουρίαν τῶν πενήτων ἔμπλεα παρεῖχεν, καὶ ταύτῃ προτρέπων ἐπὶ τὴν σωτήριον σπεύδειν διδασκαλίαν, μόνον οὐχὶ τῷ φάντι παραπλησίως εἰπὼν ἄν καὶ αὐτός· ,,εἴτε προφάσει εἴτ' ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.“
Ἀλλὰ γὰρ ἐπὶ τούτοις ἁπάντων ἐν θυμηδίαις τὴν ζωὴν διαγόντων τῆς τ' ἐκκλησίας τοῦ θεοῦ πανταχοῦ κατὰ πάντα τρόπον καὶ παρὰ πᾶσιν ἔθνεσιν ὑψουμένης, αὖθις ὁ τοῖς καλοῖς ἐφεδρεύων φθόνος ἐπηλείφετο τῇ τῶν τοσούτων ἀγαθῶν εὐπραγίᾳ, τάχα ποτὲ καὶ αὐτὸν ἀλλοῖον ἔσεσθαι βασιλέα περὶ ἡμᾶς ἀποκναίσαντα ταῖς ἡμετέραις ταραχαῖς ττε καὶ ἀκοσμίαις ἐλπίσας.
μέγιστον δ' οὖν ἐξάψας πυρσὸν τὴν Ἀντιοχέων ἐκκλησίαν τραγικαῖς διελάμβανε συμφοραῖς, ὡς μικροῦ τὴν πᾶσαν ἐκ βάθρων ἀνατραπῆναι πόλιν. εἰς δύο μὲν γὰρ τμήματα διαιρεθέντων τῶν τῆς ἐκκλησίας λαῆν, τοῦ δὲ κοινοῦ τῆς πόλεως αὐτοῖς ἄρχουσι καὶ στρατιωτικοῖς πολεμίων τρόπον ἀνακινηθέντων, ὡς καὶ ξιφῶν μέλλειν ἄπτεσθαι, εἰ μὴ θεοῦ τις ἐπισκοπὴ ὄ τε παρὰ βασιλέως φόβος τὰς τοῦ πλήθους ἀνέστειλεν ὁρμάς,
πάλιν ἡ βασιλέως ἀνεξικακία δίκην σητῆρος καὶ ψυχῶν ἰατροῦ τὰς διὰ λόγων θεραπείας προσῆγε τοῖς νενοσηκόσιν.
(COd. V ξά). Διεπρεσβεύετο δῆτα τοῖς λαοῖς ἡμερωτάτως, τῶν παρ' αὐτῷ δοκίμων καὶ τῇ τῶν κομήτων ἀξίᾳ τετιμημένων ἀνδρῶν τὸν πιστότατον ἐκπέμψας, φρονεῖν τε τὰ πρὸς εἰρήνην ἐπαλλήλοις παρῄνει γράμμασιν, ἐδίδασκέ τε πράττειν θεοσεβείᾳ πρεπόντως, ἔπειθέ τε καὶ ἀπελογεῖτο δι' ὧν πρὸς αὐτοὺς ἔγραφεν, ὡς τοῦ τῆς στάσεως αἰτίου διακηκοὼς αὐτὸς εἴη.
καὶ ταύτας δ' αὐτοῦ τὰς ἐπιστολὰς οὐ τῆς τυχούσης παιδεύσεώς ττε καὶ ὠφελείας πλήρεις παρεθέμην ἄν ἐπὶ τοῦ παρόντος, εἰ μὴ διαβολὴν ἐπῆγον τοῖς κατηγορουμένοις.
διὸ ταύτας μὲν ἀναθήσομαι, κρίνας μὴ ἀνανεοῦσθαι κακῶν μνήμην, μόνας δὲ συνάψω τῷ λόγῳ ἄς ἐπὶ συναφείᾳ καὶ είρήῃ τῶν λαῶν εὐθυμούμενος συννέγραψε, δι' ὦν παρῄνει ἀλλοτρίου μὲν ἄρχοντος, ἐφ' ᾦ τὴν εἰρήνην πεποίηντο, μηδαμῶς ἐθέλειν μεταποιεῖσθαι, θεσμῷ δ' ἐκκλησίας τοῦτον αἱρεῖσθαι ποιμένα, ὅν αὐτὸς ἄν ἀναδείξειεν ὁ κοινὸς τῶν ὄλων σωτήρ. γράφει δὲ αὐτῷ τε τῷ λαῷ καὶ τοῖς ἐπισκόποις διαφόρως τὰ ὑποτεταγμένα.
Βασιλέως ἐπιστολὴ πρὸς Ἀντιοχέας ἐπὶ τῇ ἑνώσει τοῦ λαοῦ καὶ τοῦ μὴ δεῖν ἀλλοτρίου ἐφίεσθαι ἐπισκόπου.
„Νικητὴς κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ Ἀντιοχέων.
Ὠς κεχαρισμένη γε τῇ τοῦ κόσμου συνέσει τε καὶ σοφίᾳ ἡ παρ' ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδεῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ.
θαυμαστὸν τοῦτο ἴσως ὑμῖν καταφαίνεται, τί δή ποτε τὸ προοίμιόν μοι τοῦ λόγου βούλεται. οὐ δὴ παραιτήσομαι οὐδ' ἀρνήσομαι τὴν αἰτίαν εἰπεῖν. ὁμολογῶ γὰρ ἀνεγνωκέναι τὰ ὑπομνήματα, ἐν οἶς λαμπραῖς εὐξφημίαις τε καὶ μαρτυρίαις, αἶς εἰς Εὐσέβιον εἰσηνέγκασθε ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὄν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἔνεκεν καλῶς γε ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους.
τί οὖν ἡμεῖσθέ με πρὸς ἀκριβῆ τοῦ καλῶς ἔχοντος ἐπιζήτησιν ἐπειγόμενον διεντεθυμῆσθαι, τίαν δὲ ἐκ τῆς ὑμετέρας σπουσδῆς ἀνειληφέναι φροντίδα; ὦ πίστις ἁγία, ἤ διὰ τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὤσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἄν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, τῆς νίκης περιγενέσθαι ὁ τῆς δἐρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ὁ μὴ τερπόμενος εὑρεθείη.
διὸ δὴ οὐδὲν οὔτ' ἐκπλήγξεως οὔτε τραχύτητος ἐνοχλήσει, εἰ τὰς περὶ τὴν ἐκκληγσίαν τιμὰς ὁμοίας τε καὶ διὰ πάντων ἐπ' ἴσης ἀγαπητὰς εἶναι συμβαίη. συμβαίη. οὐδὲ γὰρ εὔλογον εἰς ἑτέρων πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτων ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπ' ἴσης, ἄν τ' ἐλάττους ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους τῶν ἑτέρων εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι.
εἰ δὴ τἀληθὲς λοιπὸν γνώριμον διαρρήδην ἀποφαινόμεθα, οὐ κάθεξιν ἀλλ' ἀφαίρεσιν μᾶλλον ἅν εἴποι τις ἔσεσθαι τἀνδρός καὶ βίας ἔργα οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον, ἄν θ' οὔτως ἄν θ' ἑτέρως τὰ πλήθη φρονῇ· ὡς ἔγωγε διαρρήδην καὶ εὐτόλμως ἀποφαίνομαι ἐγκλήματος ὑπόθεσιν εἶναι τοῦτο προκαλούμενον οὐ τῆς τυχούσης στάσεως ταραχήν. ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν καὶ ἀρνειοί, ὄταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθξούσης ἐπὶ τὰ χείρω τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν.
Βασιλέως ἐπιστολὴ πρὸς ἡμᾶς ἐπὶ τῇ παραιτήσει τῆς Αντιοχέων ἐπισκοπῆς.
,,Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.
Ἀνέγνων ἤδιστα τὴν ἐπιστολὴν ἥν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθένατ κατενόησα· ἐμμένοις γοῦν τούτοις ἄπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἄπαντες εἶναί σε παρ' αὐθτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν.
ἀλλ' ἡ σὴ σύνεσις, ἤ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ τὸν τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἤν ἐκ πρώτης θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο.
περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐποιησάμην ἐπιστολήν, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἴ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἄπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου ἔγραψα, ὦν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἄν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὁ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“
Βασιλέως ἐπιστολὴ πρὸς τὴν Ἀντιοχέων σύνοδον.
,,Νικητὴς Κωνσταντὶνος Μέγιστος Σεβαστὸς Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ.
Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασιν τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν Ἀντιοχέων λαὸν ἔργαψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προσιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα.
καλῶς οὖν εἶχεν δηλῶσαι τῇ συνέσει ὑμῶν τούσδε προχειρισαμένους καὶ ἑτέρους, οὕς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφων ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος. ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί.“
Τοιαῦτα τοῖς τῶν ἐκκλησιῶν ἄρχουσι διαταττόμενος βασιλεὺς πάντα πράττειν ἐπ᾿ εὐφημίᾳ τοῦ θείου λόγου παρῄνει. ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος ὑπὸ σύμφωνον ἁρμονίαν τὴν ἐκκλησίαν τοῦ θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν ὥσπερ δηλητήριον τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου.
φθόροι δέ τινες ὑπῆρχον οὗτοι, ρποσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ πη θεσπίζουσα φωνή· „προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δ᾿ εἰδὶ λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνωσεσθε αὐτούς.“
καταπεμφθὲν δέ τι τοῖς κατ᾿ ἔθνος ἡγεμόι πρόσταγμα πᾶν τὸ τῶν τοιούτων δύσφημον φῦλον ἄλαυνεν, πρὸς δὲ τῲ νόμῳ καὶ ζωοποιὸν διδασκαλίαν εἰς αὐτῶν πρόσωπον διετύπου, σπεύδειν ἐπὶ μετάνοιαν παρορμῶν τοὺς ἄνδρας· σωτηρίας γὰρ ὅρμον αὐτοῖς ἔσεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπάκουσον δ᾿ ὅπως καὶ τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ὡμίλει γράμματος.
Βασιλέως ἐπιστολὴ πρὸς τοὺς ἀθέους αἱρεσιώτας.
„Νικητὴς Κωνσταντιῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς.
Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Νοουατιανοί, Οὐαλεντῖνοι, αρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύσεσιν ἡ παρ᾿ ἡμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὁπως ἰοβόλοις τιδὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι᾿ ὑμῶν.
ὦ τῆς μὲν ἀληθείας ἐχθροί, τῆς δὲ ζωῆς πολέμιοι καὶ ἀπωλείας σύμβουλοι· πάντα παρ᾿ ὑμῖν τῆς ἀληθείας ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνᾴδοντα, ἀτοπίαις καὶ δράμασι χρήσιμα, δι᾿ ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετα, τοὺς δ᾿ ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες, πάντα μιαίνετε, τὰς ἀθώους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε, αὐτὴν δὲ σχεδὸν εἰπεῖν τὴν ἠμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε.
καὶ τί δεῖ καθ᾿ ἕκαστον λέγειν, ὅπου γε περὶ τῶν ὑμετέρων κακὼν εἰπεῖν τι κατ᾿ ἀξίαν οὔτε βραχέος ἐστὶ χρόνου οὔτε τῶν ἡμετέρων ἀσχολιῶν. οὕτω γάρ ἐστι μακρὰ καὶ ἄμετρα τὰ παρ᾿ ὑμῖν ἀτοπήματα, οὕτως εἰδχθῆ καὶ πάσης ἀπηνείας πλήρη, ὡς μηδ᾿ ὁλόκληρον ἠμέραν πρὸς ἔκφρασιν τούτων ἀρκεῖν· ἄλλως τε καὶ ἐκκλίνειν τῶν τοιούτων προσήκει τὰς ἀκοὰς τούς τ᾿ ὀφθαλμοὺς ἀποστρέφειν, ὑπὲρ τοῦ μὴ χραίενσθαι τῇ καθ᾿ ἕκαστον διηγήσει τὴν τὴς ἡμετέρας πίστεως εἰλικρινῆ καὶ καθαρὰν προθυμίαν.
τί οὖν ἀνεξόμεθα περαιτέρω τῶν τοιούτων κακῶν; ἀλλ᾿ ἡ μακρὰ παρεπιθύμησις ὥσπερ λοιμικῷ νοσήμαται καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας ὡς εἰπεῖν τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;“
„Τοιγάρτοι ἐπειδὴ τὸν ἄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὔκ ἐστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν ἐκ τοῦ λοιποῦ τολμήσῃ. διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους, ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προστετάχαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδ᾿ ἐν οἰκίᾳ ἰδιωτικῇ ἢ τόποις τιδὶν ἰδιάζουσι τὰ τῆς δειδιδαίμονος ὐμῶν ἀνοίας συστήματα συντρέχειν.
τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν επιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοτῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει τῶν εἰσαγομένων κατέλεγον.
ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν δχισματικῶν αἰτίᾳ διεστῶτας, ἀμελλήτως εἰσεδέχοντο. οἱ δ᾿ ἀγεληὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοὐτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ, συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπεν, μησαμοῦ γῆς αἱρετικοῦ συστήματος μησὲ σχισματικοῦ λειπομένου. καὶ τούτους δὲ μόνου τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν τοὺ θεὸν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.
Ἐπεὶ δ᾿ ἕτεροι τὰς τῶν πρότερον κρατούντων τῆς γῆς καταμετρήσεις κατεμέμφοντο, βεβαρῆυσθαι σφῶν τὴν χώραν καταιτιώμενοι, πάλιν κἀνταῦθα θεσμῷ δικαιοςύνης ἄνδρας ἐξισωτὰς κατέπερπε τοὺς τὸ ἀζήμιον τοῖς δεηθεῖσι παρέξοντας.
Ἄλλοις δικάσας βασιλεύς, ὡς ἄν μὴ τὸ ληφθὲν παρ᾿ αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ κτήσεις ἀγρῶν, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κκατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεοῦαι. οὕτω δ᾿ οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προςώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ᾿ ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλυνοίας.
Τί δέ με χρὴ λόγου πάρεργον ποιεῖσθαι, ὡς τὰ βάρβαρα φῦλα τῇ ῾Ρωμαίων καθυπέταττεν ἀρχῇ, ὡς τὰ τὰ Σκυθῶν καὶ σαυροματῶν γένη μήπω πρότερον δουλεύειν μεμαθηκότα πρῶτος αὐτὸς ὑπὸ ζυγὸν ἤγαγε, δεσπότας ἡγεῖσθαι ῾Ρωμαίους καὶ μὴ θέλοντας ἐπαναγκάσας. Σκύθαις μὲν γὰρ καὶ δασμοὺς οἱ πρόσθεν ἐτέλουν ἄρχοντες, ῾Ρωμαῖοί τε βαβράροις ἐδούλευον εἰσφοραῖς ἐτηςίοις.
οὐκ ἦν δ᾿ ἄρα οὗτος βασιλεῖ φορητὸς ὁ λόγος, οὐδὲ τῷ νικητῇ καλὸν ἐνομίζετο τὰ ἴσα τοῖς ἔμπροσθεν προσφέρειν, τῷ δ᾿ αὐτοῦ ἐπιθαρςῶν σωτῆρι τὸ νικητικὸν τρόπαιον καὶ τούτοις ἐπανατείνας, ἐν ὀλίγῳ καιρῷ πάντας παρεστήσατο, ἄρτι μὲν τοὺς ἀφηνιῶντας στρατιωτικῇ σωφρονίσας χειρί, ἄρτι δὲ λογικαῖς πρεσβείαις τοὺς λοιποὺς ἡμερώσας, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νόμιμον μεθαρμοςάμενος. οὕτω δ᾿ οὖν Σκύθαι ῾Ρωμαίοις ἔγνωςάν ποτε δουλεύειν.
Σαυρομάτας δ᾿ αὐτὸς ὁ θεὸς ὑπὸ τοῖς Κωνσταντίνου ποςὶν ἤλαυνεν, ὧδέ πη τοὺς τοὺς ἄνδρας βαρβαρικῷ φρονήματι γαυρουμένους χειρωςάμενος. Σκυθῶν γὰρ αὐτοῖς ἐπαναστάντων τοὺς οἰκέτας ὥπλιζον οἱ δεσπόται πρὸς ἄμυναν τῶν πολεμίων. ἐπεὶ δ᾿ ἐκλράτουν οἱ δοῦλοι, κατὰ τῶν δεσποτῶν ἤραντο τὰς ἀσπίδας πάντας τε ἤλαυνον τῆς οἰκείας.
οἱ δὲ λιμένα σωτηρίας οὐκ ἄλλον ἢ μόνον Κωνσταντῖνον εὕραντο, ὁ δὲ οἷα σώζειν εἰδὼς τούτους πάτας ὑπὸ τῇ ῾Ρωμαίων εἰσεδέχετο χώρᾳ, ἐν οἰκείοις τε κατέλεγε στρατοῖς τοὺς ἐπιτηδείους, τοῖς δ᾿ ἄλλοις τῶν πρὸς τὴν ζωὴν εἵνεκα χώρας εἰς γεωργίαν διένεμεν, ὡς ἐπὶ καλῷ τὴν συμφορὰν αὐτοῖς ὁμολογεῖν γεγενῆσθαι Ῥωμαἴκῆς ἐλευθερίας ἀντὶ βαβάρου θηριωδίας ἀπολαύουσιν οὕτω δὴ θεὸς αὐτῷ τὰς κατὰ πάντων ἐθνῶν ἐδωρεῖτο νικάς, ὡς καὶ ἑκοντὶ ἐθέλειν ὑποτάττεσθαι αὐτῷ παντοῖα φῦλα βαρβάρω.
ἐν μέρει δὲ τούτων ἕκαστοι, ὥσπερ ἐν πίνακος γραφῇ, τὰ παρ᾿ αὐτοῖς τίμια βασιλεῖ προσεκόμιζον, οἱ μὲν στεφάνους χρυσοῦς, οἱ δ᾿ ἐκ λίθων διαδήματα τιμίων, ἄλλοι ξανθοκόμους παῖδας, οἱ δὲ χρυσῷ καὶ ἄνθεσι καθυφασμένας βαρβαρικὰς στολάς, οἱ δ᾿ ἵππους, οἱ δ᾿ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεςίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι.
ἃ δὴ παρὰ τῶν κομιζόντων ὑποδεχόμενος καὶ ἐντάττων, ἀντεδίδου τοσαῦτα βασιλεύς, ὡς ὑφ᾿ ἕνα καιρὸν πλουσιωτάτους ἀποφῆναι τοὺς κομιζομένους, ἐτίμα δὲ καὶ Ῥωμαικοῖς ἀξιώμασι τοὺς ἐν αὐτοῖς διαφανεστέρους, ὥστ᾿ ἤδη πλείους τὴν ἐνταυθοῖ στέργειν διατριβὴν ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.
Βασιλέως ἐπιστολὴ πρὸς Σαπώρην τὸν βασιλέα Περςῶν περὶ τῆς τοῦ λαοῦ τοῦ θεοῦ προνοίας.
„Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω. τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν ἐπιγινώσκω. τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω. διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγίου θεοῦ ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον. ἐκ τῶν περάτων τοῦ Ὠκεανοῦ ἀρξάμενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίοις σωτηρίας ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. τοῦτον τὸν θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ᾿ ἅπερ ἂν ὁ τοῦ δικαίου λόγος παρακαλῇ κατευθύνεται, ἐξ αὐτῶν δ᾿ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω. τοῦτον τὸν θεὸν ἀθανάτῳ μνήμῃ τιμᾶν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι.
Τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς ἅπασιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψεν τοῖς κατωτάτω μέρεσι παραδοῦσα.
ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος.
ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μιςῶν τοὺς ταραχώδεις, ἀγαπῶν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετὰ ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων.
οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ’ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεςίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.“
„Οὔ οι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον ἕνα θεὸν ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὅν πολλοὶ τῶν τῇδε βασιλευςάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήσασθαι, ἀλλ’ ἐκείνους μὲν ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ’ ἄλλου παραδείγματος τοῖς παρὰ τούτοις τὰ ὅμοια ζηλοῦσι τίθεσθαι.
τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὅν ὥσπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκεν, τῆς ἐπ΄ αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ’ ὑμῖν τρόπαιον ἀποφήναντα.“
„Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ἐκπραξάντων. διὸ δὴ καὶ πολλὴ χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχειν ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς ἑαυτὸν ἀγείρειν ἀξιοῖ.“
Ὅση δ’ αὐτοῦ τῇ ψυχῇ πίστεως ἐνθέου ὑπεστήρικτο δύναμις, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογεζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασι τὴν αὐτὸς αὐτοῦ εἰκόνα ὧδε γράφεσθαι διετύπου, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένως πρὸς θεὸν τρόπον εὐχομένου.
τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ’ ὅλης τῆς Ῥωμαίων διέτρεχεν οἰκουμετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς οὐρανὸν ἐμβλέπων τὼ χεῖρε δ’ ἐκτεταμένος εὐχομένου σχήματι.
Ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν κἀν ταῖς γραφαῖς εὐχόμενον ἀνίστη. νόμῳ δ’ ἀπεῖργεν εἰκόνας αὐτοῦ ἐν εἰδώλων ναοῖς ἀνατίθεσθαι, ὡς μηδὲ μέχρι σκιαγραφίας τῇ πλάνῃ τῶν ἀπειρημένων μολύνοιτο .
Σκέχαιτο δ΄ ἄν τις τὰ τούτων σεμνότερα, διαγνοὺς ὡς ἐν αὐτοῖς τοῖς βασιλείοις ἐκκληςίας θεοῦ τρόπον διέθετο, σπουδῆς ἐξάρχων αὐτὸς τῶν ἔνδον ἐκκλησιαζομένων· μετὰ χεῖράς γέ τοι λαμβάνων τὰς βίβλους τῇ τῶν θεοπνεύστων λογίων θεωρίᾳ προσανεῖχε τὸν νοῦν, εἶτ’ εὐχὰς ἐνθέσμους σὺν τοῖς τὸν βαςίλειον οἶκον πληροῦσιν ἀπεδίδου.
Καὶ ἡμέραν δ’ εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον διετύπου. διάκονοι δ’ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι βίου τε σεμνότητι καὶ ἀρετῇ πάσῃ κόσμιοι ἄνδρες φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, δορυφόροι τε, πιστοὶ σωματοφύλακες, τρόποις εὐνοίας πιστῆς καθωπλισμένοι βασιλέα διδάσκαλον εὐσεβῶν ἐπεγράφοντο τρόπων, τιμῶντες οὐχ ἧττον καὶ αὐτοὶ τὴν σωτήριον καὶ κυριακὴν ἡμέραν εὐχάς τε ἐν αὐτῇ συντελοῦντες τὰς βασιλεῖ φίλας.
ταὐτὸν δὲ πράττειν καὶ πάντας ἐνῆγεν ἀνθρώπους ὁ μακάριος, ὥσπερ εὐχὴν ταύτην πεποιημένος ἠρέμα σύμπαντας ἀνθρώπους θεοσεβεῖς ἀπεργάσαθαι. διὸ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ πολιτευομένοις ἅπασι σχολὴν ἄγειν ταῖς ἐπωνύμοις τοῦ σωτῆρος ἡμέραις ἐνομοθέτει, ὁμοίως δὲ καὶ τὰς πρὸ τοῦ σαββάτου τιμᾶν, μνήμης ἕνεκα μοι δοκεῖν τῶν ἐν ταύταις τῷ κοινῷ σωτῆρι πεπρᾶθαι μνημονευοπμένων.
τὴν δέ γε σωτήριον ἡμέραν, ἥν καὶ φωτὸς εἶναι καὶ ἡλίου ἐπώνυμον συμβαίνει, τὰ στρατιωτικὰ πάντα διὰ σπουδῆς τιμᾶν διδάσκων, τοῖς μὲν τῆς ἐνθέου μετέχουσι πίστεως ἀκωλύτως τῇ ἐκκληςίᾳ τοῦ θεοῦ προσκαρτερεῖν μετεδίδου σχολῆς, ἐφ’ ᾧ τὰς εὐχὰς μηδενὸς αυτοῖς ἐμποδὼν γινομένου συντελεῖν,
Ἤδη δὲ καὶ ἐπ’ αὐτῶν τῶν ὅπλων τὸ τοῦ σωτηρίου τροπαίου σύμβολον κατασημαίνεσθαι ἐποίει, τοῦ τε ἐνόπλου στρατοῦ προπομπεύειν χρυςῶν μὲν ἀγαλμάτων, ὁποῖς πρότερον αὐτοῖς ἔθος ἦν, τὸ μηθὲν μόνον δὲ τὸ σωτήριον τρόπαιον.
Αὐτὸς δ’ οἷά τις μέτοχος ἱερῶν ὀργίων ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ βασιλικοῖς ταμείοις καιροῖς ἑκάστης ἡμέρας τακτοῖς ἑαυτὸν ἐγκλείων, μόνος μόνῳ τῷ αὐτοῦ προσωμίλει θεῷ, ἱκετηρικαῖς τε δεήσεσι γονυπετῶν κατεδυςώπει ὧν ἐδεῖτο τυχεῖν, ταῖς δὲ τῆς σωτηρίου ἑορτῆς ἡμέραις ἐπιτείνων τὴν ἄσκησιν πάσῃ ῥώμῃ ψυχῆς σωτηρίου ἑορτῆς ἡμέραις ἐπιτείνων τὴν ἄσκησιν πάσῃ ῥώμῃ ψυχῆς καὶ σώματος τὰς θείας ἱεροφαντίας ἐτελεῖτο, ὧδε μὲν ἁγνείᾳ βίου ὅλως ἀνακείμενος, ὧδε δὲ τοῖς πᾶσι τῆς ἑορτῆς ἐξάρχων.
τὴν δ’ ἱερὰν διανυκτέρευσιν μετέβαλλεν εἰς ἡμερινὰ φῶτα, κηροῦ κίονας ὑψηλοτάτους καθ’ ὅλης ἐξαπτόντων τῆς πόλεως τῶν ἐπὶ τούτῳ τεταγμένων, λαμπάδες δ’ ἦσαν πυρὸς πάντα φωτίζουσαι τόπον, ὡς λαμπρᾶς ἡμέρας τηλαυγεστέραν τὴν μυστικὴν διανυκτέρευσιν ἀποτελεῖσθαι. διαλαβούσης δὲ τῆς ἕω, τὰς σωτηρίους εὐεργεςίας μιμούμενος πᾶσιν ἔθνεσι λαοῖς τε καὶ δήμοις τὴν εὐεργετικὴν ἐξήπλου δεξιάν, πλούσια πάντα τοῖς πᾶσι δωρούμενος.
Οὕτω μὲν οὖν αὐτὸς τῷ ἑαυτοῦ ἱερᾶτο θεῷ. καθόλου δὲ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ δήμοις τε καὶ στρατιωτικοῖς πύλαι πάσης ἀπεκλείοντο εἰδωλολατρείας, θυςίας τε τρόπος ἀπηγορεύετο πᾶς. καὶ τοῖς κατ’ ἔθνος δ’ ἄρχουσιν ὁμοίως τὴν κυρικὴν ἡμέραν νόμος ἐφοίτα γεραίρειν· οἱ δ’ αὐτοὶ νεύματι βασιλέως καὶ μαρτύρων ἡμέρας ἐτίμων καιρούς τε ἑορτῶν ἐκκληςίαις ἐδόξαζον, πάντα τε βασιλεῖ καταθυμίως τὰ τοιαῦτα ἐπράττετο.
Ἔνθεν εἰκότως αὐτὸς ἐν ἑστιάσει ποτὲ δεξιούμενος ἐπισκόπους λόγον ἀφῆκεν, ὡς ἄρα εἴη καὶ αὐτὸς ἐπίσκοπος, ὧδέ πή αὐτοῖς εἰπὼν ῥήμασιν ἐφ’ ἡμετέραις ἀκοαῖς· „ἀλλ’ ὑμεῖς μὲν τῶν εἴσω τῆς ἐκκληςίας, ἐγὼ δὲ τῶν ἐκτὸς ὑπὸ θεοῦ καθεσταμένος ἐπίσκοπος ἄν εἴην.“ ἀκόλουθα δὲ τῷ λόγῳ διανοούμενος τοὺς ἀρχομένους ἅπαντας ἐπεσκόπει, προὔτρεπέ τε ὅσηπερ ἄν ἡ δύναμις τὸν εὐσεβῆ μεταδιώκειν βίον.
Ἔνθεν εἰκότως ἐπαλλήλοις τε νόμοις καὶ διατάξεσι τοῖς πᾶσι διεκελεύετο μὴ θύειν εἰδώλοις, μὴ μαντεῖα περιεργάζεσθαι, μὴ ξοάνων ἐγέρσεις ποιεῖσθαι, μὴ τελετάς κρυφίους ἐκτελεῖν, μὴ μονομάχων μιαιφονίαις μολύνειν τὰς πόλεις.
τοῖς δὲ κατ’ Αἴγυπτον αὐτήν τε τὴν Ἀλεξάνδρειαν τὸν παρ’ αὐτοῖς ποταμὸν δι’ ἀνδρῶν ἐκτεθηλυμμένων θεραπεύειν ἔθος ἔχουσι νόμος ἄλλος κατεπέμπετο, πἀν τὸ τῶν ἀνδρογύνων γένος ὥσπερ τι κίβδηλον ἀφανὲς γίγνεσθαι τοῦ βίου, μηδ’ ἐξεῖναί που ὁρᾶσθαι τοὺς τὴν ἀσέλγειαν ταύτην νενοσηκότας.
ἐπεὶ δ’ ὑπέλαβον οἱ δεισιδαίμονες μηκέτι τὸν ποταμὸν ῥεύσειν αὐτοῖς συνήθως, πᾶν τοὐναντίον ἤ προσεδόκησαν θεὸς τῷ βασιλέως συμπράττων νόμῳ κατειργάζετο. οἱ μὲν γὰρ οὐκέτι ἦσαν οἱ τῇ σφῶν βδελυρίᾳ τὰς πόλεις μιαίνοντες, ὁ δὲ ὡσανεὶ καθαρθείσης αὐτῷ τῆς χώρας ἐφέρετο οἷος οὐδέποτε, ἀνέβαινέ τε πλουςίῳ τῷ ῥεύματι πάσας ἐπικλύζων τὰς ἀρούρας, ἔργῳ παιδεύων τοὺς ἄφρονας μιαροὺς μὲν ἐκτρέπεσθαι δεῖς ἄνδρας μόνῳ δὲ τῷ παντὸς ἀγαθοῦ δοτῆρι τὴν τῶν καλῶν ἀνατιθέναι αἰτίαν.
Ἀλλὰ γὰρ μυρία τοιαῦτα βασιλεῖ πραχθέντα ἐφ’ ἑκάστης ἐπαρχίας, πλείστη γένοιτ’ ἄν ῥᾳστώνη τοῖς γράφειν αὐτὰ φιλοτιμουμίνοις ὥσπερ οὖν καὶ νόμους. οὕς ἐκ παλαιῶν ἐπὶ τὸ ὁσιώτερον μεταβάλλων ἀνενεοῦτο. καὶ τούτων δ’ ἐν ὀλίγῳ ῥᾷον ἐμφῆναι τὸν τρόπον.
τοὺς ἄπαιδας παλαιοὶ στερήσει τῆς τῶν γνωρίμων διαδοχῆς ἐτιμωροῦντο, καὶ ἦν οὗτος κατὰ τῶν ἀτέκνων ἀπηνὴς νόμος, ὡσανεὶ πεπλημμε ληκότας αὐτοὺς ζημίἁ κολάζων. λύσας δὴ συγχωρεῖ κληρονομεῖν τοὺς προςήκοντας. τοῦτο βασιλεὺς ἐπὶ τὸ ὅσιον μεθήρμοζε, τοὺς κατὰ γνώμην πλημελοῦντας εἰπὼν τῇ προσηκούσῃ δεῖν σωφρονίζειν κολάσαει.
ἄπαιδας μὲν γὰρ πολλοὺς ἡ φύσις ἀνέδειξεν, εὐξαμένους μὲν πολυπαιδίας εὐτυχῆσαι στερηθέντας δὲ φ;τυσεως ἀσθενείᾳ· ἄλλοι δ’ ἄπαιδες γεγόμνασιν οὐ παραιτήσει παίδων διαδοχῆς, γυναικείας δ’ ἀποστροφῇ μίξεως, ἥν σφοδροτάτῳ φιλοσοφίας ἔρωτι προείλοντο· ἁγνείαν δὲ καὶ παντελῆ παρθενίαν γυναῖκες ἱερωςύνῃ θεοῦ καθοσιωμέναι μετῆλθον, ἁγνῷ καὶ παναγίῳ βίῳ ψυχῆς καὶ σώματος σφᾶς αὐτὰς καθιερώσασαι,
τί οὖν, τιμωρίας ἄξιον τοῦτο ἤ θαύματος καὶ ἀποδοχῆς ἐχρῆν ἡγεῖσθαι; ἡ μὲν γὰρ προθυμία πολλοῦ ἀξία, τὸ τὲ κατόρθωμα κρεῖττον φύσεως. τοὺς μὲν οὖν ἀσθενείᾳ φύσεως παίδων ἐπιθυμίας στερουμένους ἐλεεῖσθαι ἀλλ’ οὐ τιμωρεῖσθαι προςήκειν, τὸν δὲ τοῦ κρείττονος ἐραστὴν ἄξιον εἶναι ὑπερθαυμάζειν ἀλλ’ οὐ κολάζειν. οὕτω τὸν νόμον βασιλεὺς σὺν ὀρθῷ λογισμῶ μετερρύθμιζεν.
κἄπειτα τῶν τὸν βίον μεταλλαττόντων ὁμοίως παλαιοὶ μὲν νόμοι ἐπ’ αὐτῆς ἐσχάτης ἀναπνοῆς ἀκριβολογεῖσθαι ῥημάτων λέξεσι τὰς συνταττομένας διαθήκας τρόπους τε τίνας καὶ ποίας δεῖ φωνὰς ἐπιλέγεσθαι ὥριζον, καὶ πολλὰ ἐκ τούτων ἐκακουργεῖτο ἐπὶ περιγραφῇ τῆς τῶν κατοιχομένων προαιρέσεως.
ἅ δὴ συνιδὼν βασιλεὺς καὶ τοῦτον μετεποιεῖτο τὸν νόμον, ψιλοῖς ῥηματίοις καὶ ταῖς τυχούσαις φωναῖς τὸν τελευτῶντα δεῖν τὰ κατὰ γνώμην διατάττεσθαι φήσας κἀν τῷ τυχόντι γράμματι τὴν αὐτοῦ δόξαν ἐκτίθεσθαι, κἄν ἀγράφως ἐθέλῃ, μόνον ἐπὶ μαρτύρων τοῦτο πράττειν ἀξιοχρέων, τὴν πίστιν δυνατῶν σὺν ἀληθείᾳ φυλάττειν.
Ἀλλὰ καὶ Ἰουδαίοις μηδένα Χριστιανὸν δουλεύειν ἐνομοθέτει· μηδὲ γὰρ θεμιτὸν εἶναι προφητοφόνταις καὶ κυριοκτόνοις τοὺς ὑπὸ τοῦ σωτῆρος λελυτρωμένους ζυγῷ δουλείας ὑπάγεσθαι· εἰ δ’ εὑρεθείη τις τοιοῦτος, τὸν μὲν ἀνεῖσθαι ἐλεύθερον, τὸν δὲ ζημίᾳ χρημάτων κολάζεσθαι.
καὶ τοὺς τῶν ἐπισκόπων δὲ ὅρους τοὺς ἐν συνόδοις ἀποφανθέντας ἐπεσφραγίζετο, ὡς μὴ ἐξεῖναι τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ δόξαντα παραλύειν· παντὸς γὰρ εἶναι δικαστοῦ τοὺς ἱερεῖς τοῦ θεοῦ δοκιμωτέρους.
τούτοις ἀδελφὰ μυρία τοῖς ὑπὸ τὴν ἀρχὴν διετύπου, ἃ δὴ σχολῆς ἂν δέοιτο παραδοῦναι ὑποθέσει οὐκείᾳ εἰς ἀκριβῆ διάγνωσιν τῆς κἀν τούτοις βασιλικῆς φρονήσεως. τί χρὴ νῦν διεφιέναι ὡς τῷ ἐπὶ πάντων συνάψας ἑαυτὸν θεῷ, ἐξ ἕω εἰς ἐσπέραν τίνας εὖ ποιήσειεν ἀνθρώπων περιενόει, καὶ ὡς πᾶσι μὲν ἴσος ἦν καὶ κοινὸς πρὸς εὐποιίαν;
Καὶ μὴν τὴν αὐτὸς αὐτοῦ διάνοιαν τοῖς ἐνθέοις συναύξων λόγοις, ἐπαγρύπνουτς μὲν διῆγε τοὺς τῶν νυκτῶν καιρούς, σχολῇ δὲ λογογραφῶν συνεχεῖς ἐποιεῖτο τὰς παρόδους, προςήκειν ἡγούμενος ἑαυτῷ λόγῳ παιδευτικῷ τῶν ἀρχομένων κρατεῖν λογικήν τε τὴν σύμπασαν καταστήσασθαι βασιλείαν.
διὸ συνεκάλει μὲν αὐτός, μυρία δ’ ἔσπευδεν ἐπ’ ἀκρόασιν πλήθη φιλοσοφοῦντος ἀκουσόμενα βαςία δ’ ἔσπευδεν ἐπ΄ λέγοντι θεολογίας αὐτῷ παρήκοι καιρός, πάντως που ὄρθιος ἑστὼς συνεστραμμένῳ προςώπῳ κατεσταλμένῃ τε φωνῇ, μυεῖν ἔδοξεν ἂν τοὺς παρόντας σὺν εὐλαβνείᾳ τῇ πάσῃ τὴν ἔνθεον διδασκαλίαν, εἶτ’ ἐπιφωνούντων βοαῖς εὐφήμοις τῶν ἀκροωμένων, ἄνω βλέπειν εἰς οὐρανὸν διένευε καὶ μόνον ὑπερθαυμάζειν καὶ τιμᾶν σεβασμίοις ἐπαίνοις τὸν ἐπὶ πάντων βασιλέα.
ὑποδιαιρῶν δὲ τὰς ὑποθέσεις, τοτὲ μὲν τῆς πολυθέου πλάνης ἀλέγχους κατεβάλλετο, παριστὰς ἀπάτην εἶναι καὶ ἀθεότητος πρόβολον τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν, τοτὲ δὲ τὴν μόναρχον γνωρίζειν παρεδίδου δεότητα, διῄει δ’ ἐφεξῆς τὸν περὶ προνοίας τῶν τε καθόλου καὶ τῶν περὶ μέρους λόγον. ἔνθεν δὲ ἐπὶ τὴν σωτήριον κατέβαινεν οἰκονομίαν, καὶ ταύτην δεικνὺς ἀναγκαίως κατὰ τὸν προσήκοντα γεγενῆσθαι λόγον. μεταβὰς δ’ ἐντεῦθεν τὴν περὶ τοῦ θείου δικαιωτηρίου διδασκαλίαν ἐκίνει.
ἔνθα δὴ μάλιστα τῶν ἀκροατῶν πληκτικώτατα καθήπτετο, διελέγχων τοὺς ἅρπαγας καὶ πλεονέκτας τοὺς τ’ ἀπληστίᾳ φιλοχρημοςύνης σφᾶς αὐτοὺς ἐκδεδωκότας. παίων δ’ ὥσπερ καὶ διαμαστίζων τῷ λόγῳ τῶν περιεστώτων γνωρίμων τινὰς κάτω νεύειν πληττομένους τὴν συνείδησιν ἐποίει· οἷς δὴ λαμπραῖς φωναῖς μαρτυρόμενος διεστέλλετο θεῷ λόγον δώσειν τῶν ἐγχειρουμένων αὐτοῖς· αὐτῷ μὲν γὰρ τὸν ἐπὶ πάντων θεὸν τῶν ἐπὶ γῆς τὴν βασιλείαν παρασχεῖν, αὐτὸν δὲ μιμήσει τοῦ κρείττονος τῆς ἀρχῆς τὰς κατὰ μέρος αὐτοῖς ἐπιτρέψαι διοικήσεις, πάντας γε μὴν τῷ μεγάλῳ βασιλεῖ κατὰ καιρὸν τὰς εὐθύνας τῶν πραττομένων ὑφέξειν.
ταῦτα συνεχῶς διεμαρτύρετο, ταῦθ’ ὑπεμίμνησκε, τούτων διδάσκαλος ἦν. ἀλλ’ ὁ μὲν ἐπιθαρςῶν γνησίᾳ τῇ πίστει τοιαῦτα ἐφρόνει καὶ διεστέλλετο, οἱ δ’ ἄρα ἦσαν ἀμαθεῖς καὶ πρὸς τὰ καλὰ κεκωφωμένοι, γλώττῃ μὲν καὶ βοαῖς εὐφήμοις ἐπικροτοῦντες τὰ λεγόμενα, ἔργιος δε κατολιγωροῦντες αὐτῶν δι’ ἀπληστίαν,
ὥστ’ ἤδη ποτὲ τῶν ἀμφ’ αὐτὸν τινὸς ἐπιλαβόμενον φάναι· „καὶ μέχρι τίνος, ὦ οὗτος, τὴν ἀπληστίαν ἐκτείνομεν; “ εἶτ’ ἐπὶ γῆς μέτρον ἀνδρὸς ἠλικίας ἐγχαράξας τῷ δόρατι, ὃ μετὰ χεῖρας φέρων ἔτυχεν· „τὸν σύμπαντα τοῦ βίου πλοῦτον“, ἔφη, „καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις.“ ἀλλ’ οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ’ ἐναργῶς αὐτοῖς θεοπροπίοις ἔπεισεν ἀλλ’ οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι τὰ βασιλέως θεσπίσματα.
Ἐπεὶ δ’ οὐκ ἦν θανάτου φόβος ἀπείργων τοὺς κακοὺς τῆς μοχθηρίας, βασιλέλως μὲν ὅλου πρὸς τὸ φιλάνθρωπον ἐκθεδομένου, τῶν δὲ καθ’ ἕκαστον ἔθνος ἀρχόντων μηδαμῆ μηδενὸν τοῖς πλημμελοῦσιν ἐπεξιόντος, τοῦτο δὴ μομφὴν οὐ τὴν τυχοῦσαν τῇ καθόλου διοικήσει παρεῖχεν, εἴτ’ τὖν εὐλόγως εἴτε καὶ μή, ὅπη φίλον ἑκάστῳ κρινέτω, ἐμοὶ δ’ ἐφείσθω τἀληθῆ γράφειν.
Ῥωμαίᾳ μὲν οὖν γλώττῃ τὴν τῶν λόγων συγγραφὴν βασιλεὺς παρεῖχεν, μετέβαλλον δ’ αὐτὴν Ἑλλάδι μεθερμηνευταὶ φωνῇ οἷς τοῦτο ποιεῖν ἔργον ἦν. τῶν δ’ ἑρμηνευθέντων λόγων δείγματος ἕνεκεν μετὰ τὴν παροῦσαν ὑπόθεσιν ἑξῆς ἐκεῖνον συνάψω, ὃν αὐτὸς ἐπέγραψε „Τοῦ τῶν ἁγίων συλλόγου“, τῇ ἐκκλησίῳ τοῦ θεοῦ ἀναθεὶς τὴν γραφήν, ὡς μή τις κόμπον εἶναι νομίσῃ τὴν ἡμετέραν ἀμφὶ τῶν λεχθέντων μαρτυρίαν.
ἐπεὶ δὲ πολὺς ἦν ὁ χρόνος ὅ τε λόγος ἐμηκύνετο, ἡμεὶς μὲν καταπαύειν προῃρήμεθα, ὁ δ’ οὐκ ἀνίει, περαίνειν δὲ εἰς τέλος προὔτρεπεν· ἀντιβολούντων δὲ καθέζεσθαι ἀντεδυσώπει, τοτὲ μὲν φήσας ὡς οὐ θεμιτὸν εἴη τῶν περὶ θεοῦ κινουμένων δογμάτων ἀνειμένως ἀκροᾶσθαι, τοτὲ δὲ συμφέρειν αὐτῷ καὶ λυσιτελεῖν τοῦτο· ἑστῶτας γὰρ ὑπακούειν τῶν θείων ὅσιον. ἐπεὶ δὲ καὶ ταῦτα τέλους ἐτύγχανεν, ἡμεῖς μὲν οἴκαδε ἐπανῄειμεν καὶ τὰς συνήδεις ἀπελαμβάνομεν διατριβάς,
ὁ δὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ πεπρονοημένος, περὶ κατασκευῆς θεοπνεύστων λογίων εἰς ἡμέτερον πρόσωπον ἐπετίθει γράμμα. συνῆπτε δ’ αὐτῷ καὶ ἄλλο περὶ τῆς ἁγιωτάτης τοῦ πάσχα ἑορτῆς. προσφωνηςάντων γὰρ ἡμῶν αὐτῷ μυστικὴν ἀνακάλυψιν τοῦ τῆς ἑορτῆς λόγου, ὅπως ἡμᾶς ἠμείψατο τιμήσας ἀντιφωνήσει, μέθοι ἄν τις ἔντυχὼν αὐτοῦ τῷδε τῷ γράμματι.
Ἐπιστολὴ βασιλέως Κωνσταντίνου, ἣν πρὸς ἡμέτερον λόγον ἀντέγραψεν.
„ Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ. Τὸ μὲν ἐχγείρημα μέγιστον καὶ πάσης λόγων δυνάμεως κρεῖττον Χριστοῦ μυστήρια κατ’ ἀξίαν εἰπεῖν τήν τε τοῦ πάσχα ἀντιλογίαν τε καὶ γένεσιν, λυσιτελῆ τε καὶ ἐπίπονον τελεσιουργίαν, ἑρμηνεῦσαι τὸν προςήκοντα τρόπον· τὸ γὰρ θεῖον ἀνθρώποις ἀδύνατον κατ’ ἀξίαν φράσαι, καὶ τοῖς νοῆσαι δυνατοῖς.
πλὴν ὅμως ὑπερθαυμάσας σε τῆς φιλομαθείας τε καὶ φιλοτιμίας, αὐτός τε τὸ βιβλίον ἀνέγνων ἀσμένως, καὶ τοῖς πλείοσιν οἵ γε τῇ περὶ τὸ θεῖον λατρείᾳ γνηςίως προσανέχουσι, καθὰ ἐβουλήθης, ἐκδοθῆναι προςέταξα, συνορῶν τοίνυν μεθ’ ὅσης θυμηδίας τὰ τοιαῦτα παρὰ τῆς σῆς ἀγχινοίας δῶρ λαμβάνομεν, συνεχεστέροις ἡμᾶς λόγοις εὐφραίνειν, οἷς ἐντετράφθαι σαυτὸν ὁμολογῖς, προθυμήθητι· (θέοντα γάρ σε, τὸ τοῦ λόγου, πρὸς τὰ συνήθη σπουδάσματα παρορμῶμεν), ὅπου γε καὶ τὸν εἰς τὴν Ῥωμαίων τοὺς σοὺς πόνους μεταρρυθμίζοντα γλῶτταν τὐκ ἀνάξιον ηὑρῆσθαί σοι τῶν συγγραμμάτων ἡ τοσαύτη πεποίθησις δείκνυσιν, εἰ καὶ τὰ μάλιστα τὰ καλὰ τῶν λόγων ἡ τοιαύτη ἑρμηνεία ὑφίστασθαι κατ’ ἀξίαν ἀδυνάτως ἔχει. ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ.“ τὸ μὲν οὖν περὶ τοῦδε γράμμα τοιόνδε ἦν, τὸ δὲ περὶ τῆς τῶν θείων ἀναγνωσμάτων ἐπισκευῆς ὧδέ πη περιέχει.
Βασιλέως ἐπιστολὴ περὶ τῆς τῶν θείων γραφῶν ἐπισκευῆς.
„Νικητὴς Κωνσταντῖονς Μέγιστος Σεβαστὸς Εὐσεβίῶ.
Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν τῆς τοῦ σωτῆρος θεοῦ συναιρομένης προνοίας μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων αὔξησιν σφόδρα ἄφιον καταφίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους.
τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει. πρέπον γὰρ κατεφάνη τοῦτο δηλῶσαι τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐμετακόμιστα ὑπὸ τεχνιτῶν καλλιγάφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τ’ ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκληςίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
Ταῦτα μὲν μὲν οὖν βασιλεὺς διεκελεύετο. αὐτίκα δ’ ἔργον ἐπηκολούθει τῷ λόγῳ, ἐν πολυτελῶς ἠσκημένοις τεύχεσιν τρισςὰ καὶ τετρασσὰ σιαπερμάντων ἡμῶν. . . . ὃ δὴ καὶ αὐτὸ ἑτέρα βασιλέως ἀντιφώνησις παραστήσει, δι’ ἧς, πυθόμενος ὡς ἡ παρ’ ἡμῖν Κωνστάντια πόλις, ἀνδρῶν ἐκτόπως δεισιδαιμόνων οὖσα πρότερον, ὁρμῇ θεοσεβείας τῆς ἔμπροσθεν μεταβέβληκεν εἰδωλικῆς πλάνης, χαίρειν ἐδήλου καὶ τὴν πρᾶξιν ἀποδέχεσθαι . . .
Ἤδη μὲν οὖν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ἡ Κωνστάντια τὴν σωτήριον ἐπιγραψαμένη θεοςέβειαν καὶ παρ’ αὐτῷ θεῷ καὶ παρὰ βασιλεῖ τιμῆς κρείττονος ἠξιοῦτο, πόλις μὲν ἀποφανεῖσα ὃ μὴ πρότερον ἦν, ἀμείψασα δὲ τὴν προσηγορίαν ἐπωνύμῳ κρείττονι θεοσεβοῦς ἀδελφῆς βασιλέως.
Ταὐτὸν δὲ καὶ ἕτεραι πλείους διεπράττοντο χῶραι, ὡς ἡ ἐπὶ τοῦ Φοινίκων ἔθνους αὐτοῦ βασιλέως ἐπώνυμος, ἧς οἱ πολῖται δυσεξαρίθμητα ξοάνων ἱδρύματα πυρὶ παραδόντες τὸν σωτήριον ἀντικατηλλάξαντο νόμον.
καὶ ἐφ’ ἑτέρων δ’ ἐπαρχιῶν αὐτόμολοι τῇ σωτηρίῳ προσιόντες γνώσει ἀθρόοι κατὰ χώρας καὶ κατὰ πόλεις τὰ μὲν πρότερα αὐτοῖς νενομισμένα ἱερά, ἐν ὕλῃ παντοίων ὄντα ξοάνων, ὡσανεὶ τὸ μηθὲν ὄντα ἠφάνιζον, ναούς τ’ αὐτῶν καὶ τερμένη εἰς ὕψος ἠρμένα μηδενὸς ἐπικελεύοντος καθῄρουν, ἐκκληςίας δ’ ἐκ θεμελίων ἀνιστῶντες τὰ τῆς προτέρας ἀντικατηλλάττοντο πλάνης. ἀλλὰ γὰρ καθ’ ἕκαστα γράφειν τῶν τοῦ θεοφιλοῦς πράξεων οὐχ ἡμέτερον ἂν εἴη μᾶλλον ἢ τῶν τὸν πάντα χρόνον αὐτῷ συνεῖναι κατηξιωμένων· ἡμεῖς δ’ ἐν ὀλίγῳ τὰ ἡμῖν διεγνωσμένα τῇδε παραδόντες τῇ γραφῇ ἐπὶ τὸν ὕστατον αὐτοῦ τῆς ζωῆς διαβηςόμεθα χρόνον.
Ἐπληροῦντο μὲν αὐτῷ τριάκοντα ἐνιαυτῶν περίοδοι τῆς βασιλείας· τρεῖς δ’ αὐτῷ παῖδες, καίσαρες περιφανέστατοι, κοινωνοὶ τῆς βασιλείας διαφόροις ἀνεδείκνυντο χρόνοις, ὁ μὲν ὁμώνυμος τῷ πατρὶ Κωνσταντῖνος πρῶτος μετασχὼν τῆς βασιλείας τὴν τιμὴν ἀμφὶ τὴν τοῦ πατρὸς δεκαετηρίδα, ὁ δὲ δεύυερος τῇ τοῦ πάππου κοσμούμενος ὁμωνυμίᾳ Κωνστάντιος ἀμφὶ τὴν εἰκοσαετηρικὴν πανήγυριν ἀνηγορευμένος, ὁ δὲ τρίτος Κώνστανς, τὸν ἐνστῶτα καὶ συνεστῶτα τῷ τῆς ἐπωνυμίας προσρήματι σημαίνων, ἀμφὶ τὴν τρίτην δεκάδα προηγμένος.
οὕτω δὴ τριάδος λόγῳ τριττὴν γονὴν παίδων θεοφιλῆ κτηςάμενος, ταύτην τ’ ἐφ’ ἑκάστῃ περιόδῳ δεκαέτους χρόνου εἰσποιήσει τῆς βασιλείας τιμήσας, τῶν τῷ παμβασιλεῖ τῶν ὅλων εὐχαριστηρίων καιρὸν εὔκαιρον εἶναι τὸν τῆς αὐτοῦ τριακονταετηρίδος ἡγεῖτο, καὶ δὴ τοῦ ἐν Ἱεροσολύμοις αὐτῷ σὺν πάσῃ φιλοκάλῳ σπουδῇ κατειργασμένου μαρτυρίου προςήκειν τἢν ἀφιέφωσιν ποιήσασθαι εὖ ἔχειν ἐδοκίμαζεν.
Μιςόκαλος δὲ κἀν τούτῳ φθόνος οἱονεὶ σκότιον νέφος τηλαυγεστάταις ἡλίου μαρμαρυφαῖς Αἴγυπτον αὖθις ἐκκληςίας ταῖς αὐτοῦ ταράττων ἐρεσχελίαις.
ἀλλ’ ὅ γε τῷ θεῷ μεμελημένος σύνοδον αὖθις πληθύουσαν ἐπισκόπων ὥσπερ θεοῦ στρατόπεδον καθοπλίσας, ἀντιπαρετάττετο τῷ βασκάνῶ δαίμονι, ἐξ ἁπάσης Αἰγύπτου καὶ Λιβύης, Ἀσίας τε καὶ Εὐρώπης σπεύδειν πρῶτα μὲν ἐπὶ τὴν τῆς διαμάχης λύσιν, ἐντεῦθεν δὲ τὴν ἀφιέρωσιν τοῦ προλεχθέντος νεὼ ποιεῖσθαι διακελευςάμενος.
ὁδοῦ δὴ πάρεργον ἐπὶ τῆς Φοινίκων μητροπόλεως προςέταττε διαλύσασθαι τὰς ἐρεσχελίας· μὴ γὰρ ἐξεῖναι τὰς γνώμας διῃρημένους ἐπὶ τὴν τοῦ θεοῦ παρεῖναι λατρείαν, θείου νόμου διαγορεύοντος μὴ πρότερον τὰ δῶρα προσφέρειν τοὺς ἐν διαφορᾷ τυγχάνοντας ἢ φιλίαν σπεισαμένους καὶ τὰ πρὸς ἀλλήλους εἰρηνικῶς διαθέντας.
ταῦτα βασιλεὺς τὰ σωτήρια παραγγέλματα τῇ αὐτὸς αὐτοῦ διανοίᾳ ζωπυρῶν, σὺν ὁμονίᾳ καὶ συμφωνίᾳ τῇ πάσῃ ἔχεσθαι τῶν προκειμένων διὰ γραφῆς οὔτως ἐχούσης ἐδήλου·
Βασιλέως ἐπιστολὴ πρὸς τὴν ἐν Τύρῳ σύνοδον.
Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῇ ἁγία συνόδῳ τῇ κατὰ Τύρον.
Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοιοδρίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. ἐπειδὴ δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀξίως), τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρᾐζουσιν ἐπικουρίας,τοὺς ἀδελφοὺς ἰάσασθαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα, ἕως καιρὸς ἐπιτρέτει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία.
ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστὸν καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον καὶ ὑμῖν αὐτοῖς,ἐάν γε τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης αἴτιον μέλλετε λοιπόν, ἀλλ'ἐπιτείναντες ἐντεῦθεν ἥδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὑχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾦ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ'ὑμῶν.
οὑδὲν δὲ τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ὑμῖν ἐνδεήσει. πάντα μοὶ πέπρακται ὅσα γράφοντες ἐδηλώσατε. ἐπέστειλα πρὸς οὓς ἐρουλήθητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμάτων, ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ τοὺς ὁφείλοντας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ'ὑμῶν ὑπομνήσει, καὶ τῶν πραττομένων ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται.
ἐὰν γὰρ τις, ὡς ἐγὼ οὐκ οἵομαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρούσασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ'ἡμῶν ἀποσταλήσεται, ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβαλὼν ὡς οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τὴς ἁληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν δικάξει.
λοιπὸν ἔσται τῆς ὑμετέρας ὁστότητος ἔργον ὁρογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολούθως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν εἴτ'οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπιονῆσαι, ἵνα καὶ πάσης βλασφημίας έλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας, καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιάζουσιν ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε. ὁ θεὸς ὐμᾶς διαφυλάττοι, ἀδελφοὶἀγαπητοί.“
Ἐπεὶ δὲ δἰ ἔργων ἐχώρει τὰ προστεταγμένα, κατελάμβανεν ἄλλος βασιλικὸς ἀνήρ, ἐπισπέρχων τὴν σύνοδον σὺν γράμματι βασιλικῷ, σπεύδειν μηδὲ ἀναβάλλεσθαι τὴν ἐπὶ τὰ Ἱεροσόλυμα παρορμῶν γε πορείαν.
ἄραντες οὖν οἱ πάντες ἀπὸ τοῦ Φοινίκων ἔθνους δημοσίοις δρόμοις ἤλαυνον ἐπὶ τὰ προκείμενα, ἐπληροῦτο δὲ τότε πᾶς ὁ τῇδε τόπος μεγίστης θεοῦ χορείας, ἐπὶ ταὐτὸν ἐν τοῖς Ἱεροσολύμοις συνηγμένων τῶν ἐξ ἁπάσης ἐπαρχίας διαφανῶν ἐπισκόπων.
Μακεδόνες μὲν γὰρ τὸν τῆς παρ'αὐτοῖς μητροπόλεως παρέπεμπον, Παννόνιοί τε καὶ Μθσοὺ τὰ παρ'αὐτοῖς ἀνθοῦντα κάλλη τῆς τοῦ θεοῦ νεολαίας, παρῆν δὲ καὶ Περσῶν ἐπισκόπων ἱερὸν χρῆμα, τὰ θεῖα λόγια ἐξηκριβωκὼς ἀνήρ, Βιθυνοί τε καὶ Θρᾷκες τὸ πλήρωμα τῆς συνόδου κατεκόσμουν.
oἱ δὲ τοῦ θεοῦ λειτουργοὶ εὐχαῖς ἅμα καὶ διαλέξεσι τὴν ἐορτὴν κατεκόσμουν, οἱ μὲν τοῦ θεοφιλοῦς βασιλέως τὴν εἰς τὸν τῶν ὅλων σωτῆρα καθοσίωσιν ἀνυμνοῦντες, τάς τε περὶ τὸ μαρτύριον μεγαλουργίας διεξιόντες τῷ λόγῳ, οἱ δὲ ταῖς ἀπὸ τῶν θείων δογμάτων πανηγυρικαῖς θεολογίαις πανδαισίαν λογικῶν τροφῶν ταῖς πάντων παραδιδόντες ἀκοαῖς.
ἅλλοι δ'ἐρμηνείας τῶν θείων ἀναγνωσμάτων ἐποιοῦντο, τὰς ἀπορρήτους ἀποκαλύπτοντες θεωρίας, οἱ δὲ μὴ διὰ τούτων χωρεῖν οἶοί τε θυσίαις ἀναίμοις καὶ μυστικαῖς ἱερουργίαις τὸ θεῖον ἱλάσκοντο, ὑπὲρ τῆς κοινῆς εἰρήνης, ὑπὲρ τῆς ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων αἰτίου, παίδων τ'αὐτοῦ θεοφιλῶν ἰκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες. 3ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἡξιωμένο ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἐορτὴν ἐτιμῶμεν, τοτὲ μὲν τῶν διὰ γράμματος βασιλεῖ πεφιλοκαλημένων τὰς ἐκφράσεις ἑρμηνεύοντες, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικας ποιούμενοι θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἐορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο.
Ταύτην μεγίστην ὦν ἴσμεν σύνοδον δευτέραν συνεκρότει βασιλεὺς ἐν αὐτοῖς Ἱεροσολύμοις μετὰ τὴν πρώτην ἐκείνην, ἣν ἐπὶ τῆς Βιθυνῶν διαφανοῦς πεποίητο πόλεως. ἀλλ'ἠ μὲν ἐπινίκιος ἦν, ἐν εἰκοσαετηρίδι τῆς βασιλείας τὴν κατ'ἐχθρῶν καὶ πολεμίων εὐχὴν ἐπ' αὐτῆς Νικαίας ἐκτελοῦσα, ἡ δὲ τὴς τρίτης δεκάδος τὴν περίοδον ἐκόσμει, τῷ πάντων ἀγαθῶν δοτῆρι θεῷ ἀμφὶ τὸ μνῆμα τὸ σωτήριον εἰρήνης ἀνάθημα τὸ μαρτύριον βασιλέως ἀφιεροῦντος.
Καὶ δὴ τούτων βασιλεῖ συντελουμένων, ἀνὰ στόμα τε πάντων ἀνυμνουμένης αὐτοῦ τῆς κατὰ θεὸν ἀρετῆς, τῶν τοῦ θεοῦ λειτουργῶν τις ἀποτολμήσας εἰς αὐτοῦ πρόσωπον μακάριον αὐτὸν ἀπέφηνεν, ὅτι δὴ κἀν τῷ παρόντι βίῳ τῷ μέλλοντι συμβασιλεύειν μέλλοιλ τῷ υἱῷ τοῦ θεοῦ. ὁ δὲ ἀπεχθῶς τῆς φωνῆς ἐπακούσας μὴ τοιαῦτα τολμᾶν παρᾐνει φθέγγεσθαι, μᾶλλον δὲ δἰ εὐχῆς αἰτεῖσθαι αὐτῷ κἀν τῷ παρόντι κἀν τῷ μέλλοντι τῆς τοῦ θεοῦ δουλείας ἀξίῳ φανῆναι.
Ἐπειδὴ δὲ καὶ ὁ τριακονταέτης αὐτῷ τῆς βασιλείας συνεπεραίνετο χρόνος, τῷ δευτέρῳ τῶν παίδων συνετέλει γάμους, πάλαι γάμους κἀτὶ τοῦ πρεσβυτέρου τὴν ἡλικίαν διαπραξάμενος. θαλίαι δὴ καὶ ἑστιάσεις ἤγοντο, νυμφοστολοῦντος αὐτοῦ βασιλέως τὸν παῖδα ἐστιῶντός τε λαμπρῶς καὶ συμποσιάξοντος, ὧδε μὲν ἀνδρῶν θιάσοις, γυναικῶν δ'ἀφωρισμένοις ἀλλαχόθι χοροῖς, διαδόσεις τε πλούσιαι χαρισμάτων δήμοις ἅμα καὶ πόλεσιν ἐδωροῦντο.
Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ'ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῶά τε τῶν παρ'ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δηεἰκόνων γραφαῖς ἀνδραίντων΄τ'αὐτὸν ἀναθήμασι λοῦντες αὐτοῦ κράτησιν, καὶ ὡς οἱ τῆς Ἰνδῶν χώρασ καθηγεμόνες αὐτοκράτορα καὶ βασιλέα γνωίξειν ὡμολόγουν. ἀρχομένῳ μὲν οὖν τῆς βασιλείας αὐτῷ οἱ πρὸς ἥλιον δύοντα Βρεττανοὶ πρῶτοι καθυπετάττοντο, νῦν δ'Ἰνδῶν οἱ τὴν πρὸς ἀνίσχοντα ἥλιον λαχόντες.
Ὡς οὖν ἑκατέρων τῶν ἄκρων τὴς ὅλης οἱκουμένης ἐκράτει, τὴν σύμπασαν τῆς βασιλείας ἀρχὴν τρισὶ τοῖς αὐτοῦ διᾐρει παισίν, οἷά τινα πατρᾠαν οὐσίαν τοῖς αὐτοῦ κληροδοτῶν φιλτάτοις. τὴν μὲν οὖν παππᾠαν λῆξιν τῷ μείζονι, τὴν δὲ τῆς ἐᾠας ἀρχὴν τῷ δευτέρῳ, τὴν δὲ τούτων μέσην τῷ τρίτῳ διένεμε.
κλῆρον δ'ἀγαθὸν καὶ ψυχῆς σωτήριον τοῖς αὐτοῖς ποριζόμενος τὰ θεοσεβείας αὐτοῖς ἐνίει σπέρματα, θείοις μὲν προσάγων μαθήμασι, διδασκάλους δ'ἐφιστὰς εὐσεβείᾳ διδοκιμασμένους ἄνδρας, καὶ τῶν ἔξωθεν δὲ λόγων καθηγητὰς ἑτέρους εἰς ἄκρον ἥκοντας παιδεύσεως τοῖς αὐτοῖς ἐφίστη. ἄλλοι πολεμικῶν αὐτοῖς ἐξῆρχον μαθημάτων, ἕτεροι τῶν πολιτικῶν ἐπιγνώμονας αὐτοὺς καθίστων, οἱ δὲ νόμων ἐμπείρους εἰργάζοντο.
βασιλικὴ δ'ἑκάστῳ τῶν παίδων κατασκευὴ κεκλήρωτο, ὁπλῖται, δορυφόροι, σωματοφύλακες, στρατευμάτων τε τάγματα παντοῖα, τούτων δὲ καθηγεμόνες, λοχαγοί, στρατηγοί, ταξίαρχοι, ὦν τῆς ἐν πολέμοις ἐπιστήμης τῆς τε πρὸς αὐτὸν εὐνοίας ὁ πατὴρ προειλήφει τὴν πεῖραν.
Ἁπαλοῖς μὲν οὖν ἔτι τὴν ἡλικίαν τοῖς καίσαρσιν ἀναγκαίως οἱ συμπράττοντες συνῆσάν τε καὶ τὰ κοινὰ διᾠκουν, εἰς ἄνδρας δὲ λοιπὸν προιοῦσιν αὐτοῖς μόνος ὁ πατὴρ εἰς διδασκαλίαν ἐπήρκει, τοτὲ μὲν παρόντας ἰδιαζούσαις ὑποθήκαις ζηλωτὰς αὐτοὺς παρορμῶν καὶ μιμητὰς τῆς αὐτοῦ θεοσεβείας ἀποτελεῖσθαι , τοτὲ δ'ἀποῦσι τὰ βασιλκὰ. προσφωνῶν διᾐει παραγγέλματα, ὧν τὸ μέγιστον ἦν καὶ πρώτιστον τὴν εἰς τὸν πάντων βασιλέα θεὸν γνῶσίν τε καὶ εὐσέβειαν πρὸ παντὸς πλούτου καὶ πρὸ αὐτῆς βασιλείας τιμᾶσθαι.
Kαὶ τὰ τῆς ψυχῆς δ' ὡσαύτως εἰς ἅκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προᾐει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ,ὃ δὴ καὶ μεμπτὸν ἐνομίξετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος ἓνεκα, οἳ τῆς σφῶν κακίας αἰτίαν τὴν βασιλέως ἐπεγράφοντο ἀνεξικακίαν.
καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων και μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ' ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὅνομα.
τὸ δ'αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικορινὲς καὶ τοῦ τρόπου τὸ φιλαλῆθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιξομένων ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ'ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σώζειν προσποιουμένων. οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς μὴ πρέπουσιν ἀνεφύρετο, κηλῖδα ταύτην τοῖς αὐτοῦ καλοῖς ἐπιφέροντος τοῦ φθόνου.
Ἀλλὰ τοὺς μὲν οὐκ εἰκ μακρὸν ἡ θεία μετήρχετο μῆνις. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς προσόδους ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βέῳ.
τοιαῦτα πρὸ τῆς τελευτὴς τοῖς γνωρίμοις ὁμιλήσας, αὐτὸς αὐτῷ τὴν ἐπὶ τὰ κρείττω πορείαν λεῖαν καὶ ὁμαλὴν ἐᾠκει παρασκευάζειν.
Κἀκεῖνο δὲ μνήμης ἄξιον, ὡς ἀμφὶ τὸν δηλούμενον χρόνον τῶν ἐπ’ ἀνατολῆς βαρβάρων κινήσεως ἀκουσθείσης, ἔτι ταύτην αὐτῷ τὴν κατὰ τῶνδε νίκην λείπεσθαι φήσας, ἐπὶ Πέρσας στρατεύειν ὡρμᾶτο.
τοῦτό τε κρίνας ἐκίνει τὰ στρατιωτικὰ τάγματα, καὶ δὴ τοῖς ἀμφ’ αὐτὸν ἐπισκόποις περὶ τῆς πορείας ἐκοίνου, συνεῖναι αὐτῷ τινας τῶν ἀναγκαίων ἐν θεοσεβείᾳ προμηθούμενος.
οἱ δὲ καὶ μέλα προθύμως συνέπεσθαι βουλομένῳ μηδ’ α’ναχωρεῖν ἐθέλειν συστρατεύειν δ’ αὐτῷ καὶ συναγωνίζεσθαι ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ἔλεγον. σφόδρα δ’ ἐπὶ ταῖς ἐπαγγελίαις ἠσθεὶς τὴν πορείαν αὐτοῖς διετύπου·
· αὐτὸς δὲ νεὼν ἅπαντα εἰς ὕψος ἄφατον ἐπάρας, λίθων ποικιλίαις παντοίων ἐξαστράπτοντα ἐποίει εἰς αὐτὸν ὄροφον ἐξ ἐδάφους πλακώσας, διαλαβὼν δὲ λεπτοῖς φατνώμασι τὴν στέγην χρυςῷ τὴν πᾶσαν ἐκάλυπτεν· ἄνω δὲ ὑπὲρ ταύτην πρὸς αὐτῷ δώματι χαλκὸς μὲν ἀντὶ κεράμου φυλακὴν τῷ ἔργῳ πρὸς ὑετῶν ἀσφάλειαν παρεῖχεν· καὶ τοῦτον δὲ πολὺς περιέλαμπε χρυσός, ὡς μαρμαρυγὰς τοῖς πόρρωθεν ἀφορῶσι ταῖς ἡλίου αὐγαῖς ἀντανα- κλωμέναις ἐκπέμπειν. δικτυωτὰ δὲ πέριξ ἐκύκλου τὸ δωμάτιον ἀνάγλυφα χαλκῷ καὶ χρυςῷ κατειργασμένα.
Kαὶ ὁ μὲν νεὼς ὧδε σὺν πολλῇ βασιλέως φιλοτιμίᾳ σπουδῆς ἠξιοῦτο. ἀξφὶ δὲ τοῦτον αἴθριος ἦν αὐλὴ παμμεγέθης εἰς ἀέρα καθαρὸν ἀναπεπταμένη, ἐν τετραπλεύρῳ δὲ ταύτῃ στοαὶ διέτρεχον, μέσον αὐτῷ νεῷ τὸ αἴθριον ἀπολαμβάνουσαι, οἶκοί τε βασίλειοι ταῖς στοαῖς λουτρά τε καὶ ἀνα- καμπτήρια παρεξετείνετο, ἄλλα τε πλεῖστα καταγώγια τοῖς τοῦ τόπου φρουροῖς ἐπιτηδείως εἰργασμένα.
Tαῦτα πάντα ἀφιέρου βασιλεὺς διαιωνίζων εἰς ἅπαντας τῶν τοῦ σωτῆρος ἡμῶν ἀπστόλων τὴν μνήμην. ᾠκοδόμει δ’ ἄρα καὶ ἄλλο τι τῇ διανοίᾳ σκοπῶν, ὅ δὴ λανθάνον τὰ πρῶτα κατάφωρον πρὸς τῷ τέλει τοῖς πᾶσιν ἐγίγνετο.
αὐτὸς γοῦν αὐτῷ εἰς δέοντα καιρὸν τῆς αὐτοῦ τελευτῆς τὸν ἐνταυθοῖ τόπον ἐταμιεύσατο, τῆς τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θά- τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θά- νατον προνοῶν ὑπερβαλλούςῃ πίστεως προθυμίᾳ γενήσεσθαι, ὡς ἄν καὶ μετὰ τελευτὴν ἐξιῷτο τῶν ἐνταυθοῖ μελλουςῶν ἐπὶ τιμῇ τῶν ἀποστόλων συντελεῖσθαι εὐχῶν. διὸ καὶ ἐκκλησιάζειν ἐνταυθοῖ παρεκελεύετο, μέσον θυσιαστήριον πηξάμενος.
δώδεκα δ’ οὖν αὐτόθι θήκας ὡσανεὶ στήλας ἱερὰς ἐπὶ τιμῇ καὶ μνήμῃ τοῦ τῶν ἀποστόλων ἐγείρας χοροῦ, μέσην ἐτίθει τὴν αὐτὸς αὐτοῦ λάρνακα, ἧς ἑκατέρω- θεν τῶν ἀποστόλων ἀνὰ ἕξ διέκειντο. καὶ τοῦτο γοῦν, ὡς ἔφην, σώφρονι λογισμῷ, ἔνθα αὐτῷ τὸ σκῆνος τελευτήσαντι τὸν βίον εὐπρεπῶς μέλλοι διαναπαύεσθαι, ἐσκόπει.
Γίγνεται δ’ αὐτῷ πρώτη τις ἀνωμαλία τοῦ σώματος, εἶτ’ οὖν κάκωσις ἐπὶ ταύτην συμβαίνει, κἄπειτα τῆς αὐτοῦ πόλεως ἐπὶ λουτρὰ θερμῶν ὑδάτων πρόεισιν, ἔνθεν τε τῆς αὐτοῦ μητρὸς ἐπὶ τὴν ἐπώνυμον ἀφικνεῖται πόλιν. κἀνταῦθα τῷ τῶν μαρτύρων εὐκτηρίῳ ἐνδιατρίψας οἴκῳ ἱκετηρίους εὐχάς τε καὶ λιτανείας ἐνέπεμπε τῷ θεῷ.
ἐπειδὴ δὲ εἰς ἔννοιαν ἥκει τῆς τοῦ βίου τελευτῆς, καθάρ- σεως τοῦτον εἶναι καιρὸν τῶν πώποτε αὐτῷ πεπλημμελημένων διε- νοεῖτο, ὅσα οἷα θνητῷ διαμαρτεῖν ἐπῆλθε ταῦτ’ ἀπορρύφασθαι τῆς ψυχῆς λόγων ἀπορρήτων δυνάμει σωτηρίῳ τε λουτρῶ πιστεύσας.
τοῦτό τοι δανοηθείς, γονυκλινὴς ἐπ’ ἐδάφους ἱκέτης ἐγίγνετο τοῦ θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο. μεταβὰς δ’ ἔνθεν ἐπὶ προάστειον τῆς Νικομηδήων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους ὧδέ πη αὐτοῖς διελέξατο.
,, Oὗτος ἦν αὐτὸς ὁ πάλαι μοι διψῶντι καὶ εὐχομένῳ τῆς ἐν θεῷ τυχεῖν σωτηρίας καιρὸς ἐλπιζόμενος· ὥρα καὶ ἡμᾶς ἀπολαῦ- σαι τῆς ἀθανατοποιοῦ σφραγῖδος, ὥρα τοῦ σωτηρίου σφραγίσματος μετασχεῖν,
ὅπερ ἐπὶ ῥείθρων Ἰορδάνου ποταμοῦ ἐνενόουν ποτέ, ἐφ’ ὧν καὶ ὁ σωωτὴρ εἰς ἡμέτερον τύπον τοῦ λουτροῦ μετασχεῖν μνη- μονεύεται· θεὸς δ’ ἄρατὸ συμφέρον εἰδώς ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ.
μὴ δὴ οὖν ἀμφιβολία τις γιγνέσθω. εἰ γὰρ καὶ πάλιν ἡμᾶς ἐνταυθοῖ βιοῦν ὁ καὶ ζωῆω καὶ θανάτου κύριος ἀθέλοι, καὶ οὕτως ἐμὲ συναγελάζεσθαι λοιπὸν τῷ τοῦ θεοῦ λαῷ καὶ ταῖς εὐχαῖς ὁμοῦ τοῖς πᾶσιν ἐκκλησιάζοντα κοινωνεῖν ἅπαξ ὥρισται, καὶ θεσμοὺς ἥδη βίου θεῷ πρέποντας ἐμαυτῷ διατετάξομαι. ‘’
ὁ μὲν δὴ ταῦτ’ ἔλεγεν, οἱ δὲ τὰ νόμιμα τελοῦντες θεσμοὺς ἀπεπλήρουν θείους καὶ τῶν ἀπρρήτων μετεδίδοσαν, ὅσα χρὴ προσδιαστειλάμενοι. καὶ δὴ μόνος τῶν ἐξ αἰῶνος αὐτοκρατόρων Κωνσταντῖνος Χριστοῦ μυστηρίοις ἀναγεννώμενος ἐτελειοῦτο, θείας τε σφραγῖδος ἀξιούμενος ἀγάλλετο τῶ πνεύματι ἀνεκαινοῦτό τε καὶ φωτὸς ἐνεπίμπλατο θείου, χαίρων μὲν τῇ ψυχῇ δι’ ὑπερβολὴν πίστεως, τὸ δ’ ἐναργὲς καταπεπληγὼς τῆς ἐνθέου δυνάμεως.
ὡς δ’ ἐπληροῦτο τὰ δέοντα, λαμπρῖς καὶ βασιλικοῖς ἀμφιάσμασι φωτὸς ἐκλάμπουσι τρόπον περιεβάλλετο ἐπὶ λευκοτάτῃ τε στρωμνῇ διανεπαύετο, οὐκ ἔθ’ ἁλουργίδος ἐπιψαῦσαι θλεήσας.
Κἄπειτα τὴν φωνὴν ἀνυφώσας εὐχριστήριον ἐνέπεμπε τῷ θεῷ προσευχήν μεθ’ ἥν ἐπῆγε λέγων· ,,Νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ’ ἐμαυτόν, νῦν τῆς ἀθανότου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτός. ‘’ ἀλλὰ καὶ τάλανας ἀπεκάλει, ἐθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους.
ἐπεὶ δὲ τῶν στρατοπέδων οἱ ταξιάρχαι καὶ καθηγεμόνες εἴσω παρελθόντες ἀπω- δύροντο, φᾶς αὐτοὺς ἐρήμους ἔσεσθαι ἀποκλαιόμενοι, ἐπηύχοντό τε ζωῆς αὐτῷ χρόνους, καὶ τούτοις ἀποδρινάμενος, νῦν ἔφη τῆς ἀληθοῦς ζωῆς ἠξιῶσθαι μόνον τ’ αὐτὸν εἰδέναι ὧν μετείληφεν ἀγαθῶν· διὸ καὶ σπεύδειν μηδ’ ἀναβάλλεσθαι τὴν πρὸς τὸν αὐτοῦ θεὸν πρρείαν.
εἶτα ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλία πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ’ αὐτοῦ παιςὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ’ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.
Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεὶτο ὁρτῆς, τῆς δὴ πανσέμενου καὶ σεβασμίας πεντηκοστῆς ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης μονάδι δ’ ἐπισφραγιζομένης, καθ’ ἥν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ σωτῆρος τὴν τε τοῦ ἁγίου πνεύματος εἰς ἀνθρώ- πους κόθοδον γεγενῆσθαι λόγοι περιέχουσι θεῖοι.
ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεύς, ἐπὶ τὴς ὑστάτης ἁπαςῶν ἡμέρας, ἥν δὴ ἑορτὴν ἑπρτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἐμφὶ μεσημβρινὰς ἡλίου ὥρας πρὸς τὸν αὐτοῦ θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ’ ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον τῷ αὐτοῦ θεῷ συναπτόμενος. τοῦτο τέλος τῆς Κωνσταντίνου ζωῆς. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.
Δορυφόροι μὲν αὐτίκα καὶ πᾶν τὸ τῶν σωματοφυλάκων γένος ἐσθῆτας περιρρηξάμενοι σφᾶς τε ῥίψαντες ἐπ’ ἐδάφους, τὰς κεφαλὰς ἤρασσον, κωκυτοῦ φωνὰς οἰμωγαῖς θ’ ἅμα καὶ βοαῖς ἀφιέντες, τὸν δεσπότην τὸν κύριον τὸν βασιλέα, οὐχ οἷα δεσπότην πατέρα δ’ ὥσπερ γνησίων παίδων δίκην ἀνακαλούμενοι.
ταξίαρχοι δὲ καὶ λοχαγοὶ τὸν σωτῆρα τὸν φύλακα τὸν εὐεργέτην ἀπεκλάοντο, τά τε λοιπὰ στρατιωτικὰ σὺν κόσμῳ τῷ πρέποντι οἷα ἐν ἀγέλαις τὸν ἀγαθὸν ἐπόθουν ποιμένα.
δήμοι θ’ ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι, ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἀᾠκεισαν, ἑκάστου τὸ πένθος ἴδιον ποιουμένου ἑαυτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.
Ἄραντες δ’ οἱ στρατιωτικοὶ τὸ σκῆνος χρυςῇ κατετίθεντο λάρωακι, ταύτην θ’ ἁλουργίδι βασιλικῇ περιέβαλλον ἐκόμιζόν τ’ εἰς τὴν βασιλέως ἐπώνυμον οἴκῳ βάθρον ἐφ’ ὑψηλὸν κατετίθεντο, φῶτά τ’ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυςῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ’ οὐδενὸς πώποτε ὑφ’ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. 2ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ’ ὑψηλῆς κείμενον χρυςῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἀπαγρύπνως δι’ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.
τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξάαρχοι διεπέμποντο τὰ πεπραγμένα τοῖς καίσαρσιν ἔκδηλα καθιστῶντες. καὶ οἵδε μὲν τάδ᾿ ἔπραττον,
ὥσπερ δὲ ἐξ ἐπιπνοίας κρείττονος τὰ πανταχοῦ πάντα στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως μηδένα γνωρίζειν ἕτερον ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας.
οὐκ εἰς μακρὸν δ᾿ ἠξίουν μὴ καίσαρας ἐντεῦθεν δ᾿ ἤδη τοὺς ἅπαντας χρηματίζειν αὐγοιτ᾿ ἂν σύμβολον. οἱ μὲν οὖν ταῦτ᾿ ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες, ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.
Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινὴν καὶ πάσης συμφορᾶς ἐπέκεινα τὴν ἀκοὴν θέμενοι πένθος ἄσχετον ἐποιοῦντο. λουτρὰ δὴ ἀπεκλείετο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάνθ᾿ ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. κατηφεῖς δ᾿ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ θ᾿ οἱ πάντες τὸν μακαριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὠς ἀληθῶς τῆς βασιλείς ἐπάξιον.
καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόνον, εἰς ἔργα δὲ χωροῦντες εἰκόνος ἀναθήμασιν οἷά περ ζῶντα καὶ τεθηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἁψίδων δ᾿ οὐρανίων ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες. τοὺς δ᾿ αὐτοῦ παῖδας καὶ οὗτοι μόνους καὶ οὐδ᾿ ἄλλους αὐτοκράτορας καὶ σεβαστοὺς ἀνεκάλουν, βοαῖς τ᾿ ἐχρῶντο ἱκετηρίαις τὸ σκῆνος τοῦ σφῶν βασιλέως παρ᾿ αὐτοῖς κομίζεσθαι καὶ τῇ βασιλίδι πόλει κατατίθεσθαι ποτνιώμενοι.
Ἀλλὰ καὶ οἵδε ταύτῃ τὸν παρὰ θεῷ τιμώμενον ἐκόσμουν. ὁ δὲ τῶν παίδων δεύτερος τὸ τοῦ πατρὸς σκῆνος ἐπιστὰς τῇ πόλει προσεκόμιεν, αὐτὸς ἐξάρχων τῆς ἐκκομιδῆς. ἡγεῖτο δὲ κατὰ στῖφος τὰ στρατιωτικὰ τάγματα, εἵπετό τε πληθὺς μυρίανδρος, λογχοφόροι τε καὶ ὁπλῖται τὸ βασιλέως περιεῖπον σῶμα.
ὡς δὲ ἐπὶ τὸν τῶν ἀποστόλων τοῦ σωτῆρος νεὼν παρῆσαν, ἐνταυθοῖ τὴν λάρνακα διανέπαυον. καὶ βασιλεὺς μὲν νέος Κωνστάντιος ὧδέ πη κοσμῶν τὸν πατέρα τῇ τε παρουςίᾳ καὶ τοῖς εἰς αὐτὸν καθήκουσι τὰ τῆς πρεπούσης ὁσἱας ἀπεπλήρου.
Ἐπεὶ δ᾿ ὑπεχώρει σὺν τοῖς στρατιωτικοῖς τάγμασι, μέσοι δὴ παρῄεσαν οἱ τοῦ θεοῦ λειτουργοὶ σὺν αὐτοῖς πλήθεσι πανδήμῳ τε θεοσεβείας λαῷ τά τε τῆς ἐνθέου λατρείας δι᾿ εὐχῶν ἀπεπλήρουν. ἔνθα δὴ ὁ μὲν μακάριος ἄνω κείμενος ἐφ᾿ ὑψηλῆς κρηπῖδος ἐδοξάζετο, λεὼς δὲ παμπληθὴς σὺν τοῖς τῷ θεῷ ἱερωμένοις οὐ δακρύων ἐκτὸς σὺν καλαυθμῷ δὲ πλείονε τὰς εὐχὰς ὑπὲρ τὴς βασιλέως ψυχῆς ἀπεδίδοσαν τῷ θεῷ, τὰ καταθύμια τῷ θεοφιλεῖ πληροῦντες,
κἀν τούτῳ τοῦ θεοῦ πρὸς τὸν αὐτοῦ θεράποντα εὐμένειαν ἐνδειξαμένου, ὅτι δὴ καὶ μετὰ τέλος αὐτοῦ τοῖς ἀγαπητοῖς καὶ γνηςίοις υἱοῖς διαδόχοις τὴν βασιλείαν ἐδωρεῖτο, καὶ τοῦ σπουδασθέντος αὐτῷ τόπου σὺν τῇ τῶν ἀποστόλων κατηξιοῦτο μνήμῃ, ὡς ὁρᾶν ἔστι εἰσέτι καὶ νῦν τὸ μὲν τῆς τρισμακαρίας ψυχῆς σκῆνος τῷ τῶν ἀποστόλων προσρήματι συνδοξαζόμενον καὶ τῷ λαᾷ τοῦ θεοῦ συναγελαζόμενον, θεσμῶν τε θείων καὶ μυστικῆς λειτουργίας ἀξιούμενον καὶ κοινωνίας ὁσίων ἀπολαῦον εὐχῶν· αὐτὸς δὲ τῆς βασιλείας καὶ μετὰ θάνατον ἐπειλημμένος, ὥσπερ οὖν ἐξ ἀναβιώσεως τὴν σύμπασαν ἀρχὴν διοικῶν, Νικητὴς Μέγιστος Σεβαστὸς αὐτῷ προσρήματι τῆς Ῥωμαίων ἡγεμονίας κρατεῖ,
Ἤδη δὲ καὶ νομίσμασιν ἐνεχαράττοντο τύποι, πρόσθεν μὲν ἐκτυποῦντες τὸν μακάριον ἐγκεκαλυμμένου τὴν κεφαλὴν σχήματι, θατέρου δὲ μέρους ἐφ᾿ ἅρματι τεθρίππῳ ἡνιόχου τρόπον, ὑπὸ δεξιᾶς ἄνωθεν ἐκτεινομένης αὐτῷ χειρὸς ἀναλαμβανόμενον.
Ταῦθ᾿ ἡμῖν αὐτοῖς δείξας ὀφθαλμοῖς ἐπὶ μόνῳ τῶν πώποτε Χριστιανῷ διαφανῶς ἀποδειχθέντι Κωνσταντίανῳ ὁ ἐπὶ πάντων θεός, ὁπόσον ἦν ἄρα αὐτῷ τὸ διάφορον παρεστήσατο τῶν αὐτὸν τε καὶ τὸν χριστὸν αὐτοῦ σέβειν ἡξιωμένων τῶν τε τὴν ἐναντίαν ἑλομένων, οἵ τὴν ἐκκληςίαν αὐτοῦ πολεμεῖν ὡρμηκότες αὐτὸν αὐτοῖς ἐχθρὸν καὶ πολέμιον κατεστήσαντο, τῇς ἐφ᾿ ἑκάστῳ τοῦ βιου καταστροφῆς ἐναργῆ τὸν ἔλεγχον τῆς αὐτῶν θεοεχθριάς ἐνδειξαμένηνς, ὥσπερ οὖς θεοφιλίας τὰ ἐχέγγυα τὸ Κωνσταντίνου τοῖς πᾶσι φανερὸν κατέστησε τέλος, LXXV. μόνου μὲν Ῥωμαίων βασιλέως τὸν παμβασιλέα θεὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου πᾶσι πεπαρρησιασμένως τὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου τ᾿ ἐκκληςίαν αὐτοῦ ὡς οὐδ᾿ ἔτερος τῶν ἐξ αἰπωνος δοξάσαντος, μόνου τε πᾶσαν πολύθεον πλάνην καθελόντος, πάντα τε τρόπον εἰδωλολατρείας ἀπαλλάξαντος, καὶ δὴ καὶ μόνου τοιούτων ἠξιωμένου ἐν αὐτῇ τε ζωῇ καὶ μετὰ θάνατον, οἵων οὐκ ἄν τις τυχόντα οἷός τ᾿ ἂν γένοιτο ἐξειπεῖν τινα οὔτε παρ᾿ Ἑλλησιν οὔτε παρὰ βαρβάροις οὐδέ γε παρ᾿ αὐτοῖς τοῖς ἀνωτάτω Ῥωμαίοις, ὡς οὐδενὸς τοιούτου τινὸς εἰς ἡμᾶς ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένου.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Eusebius Werke edited by Ivar A. Heikel (Leipzig, J.C.Hinrichs'sche Buchhandlung: 1902)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
