De Libero Arbitrio (Greek)
The Greek text of De Libero Arbitrio. This page has 21 section groups and about 10,842 words. Each row carries its standard reference.
Contents (21)
Ὁ μὲν Ἰθακήσιος γέρων κατὰ τὸν τῶν Ἑλλήνων μῦθον, τῆς Σειρήνων βουλόμενος ἀκοῦσαι ᾠδῆς διὰ τὴν τῆς φωνῆς ἀκόλαστον ἡδονήν, δεσμώτης ἔπλει εἰς τὴν Σικελίαν καὶ τὰς τῶν ἑταίρων ἐνέφραττεν ἀκοάς, οὐκ ἐκείνοις ἕνεκα τῆς ἀκροάσεως φθονῶν, οὐδὲ ἑαυτὸν δεσμῷ περιβάλλειν ἐπιθυμῶν, ἀλλ' ὅτι τέλος τῆς ἐκείνων ᾠδῆς τοῖς ἀκούουσι θάνατος ἦν· τοιαῦται γάρ > παρ’ Ἕλλησιν ᾖδον αἱ Σειρῆνες.
ἐγὼ δὲ τοιαύτης μὲν ᾠδῆς ἀκροατὴς οὐ γίνομαι, οὐδὲ ἀκούειν ἐπιθυμῶ Σειρήνων ἐπιτάφιον ἀνθρώπων ᾀδουσῶν, ὧν ἡ σιγὴ τῆς φωνῆς τοῖς ἀνθρώποις χρησιμωτέρα γίνεται· θείας δέ τινος ἀπολαύειν φωνῆς εὔχομαι, ἡς κἄν πολλάκις ἀκούσω, πάλιν ἀκούειν ἐπιθυμῶ, οὐκ ἀκολαστῳ <τινὶ> φωνῆς ἡδονῇ ἀλλὰ θεῖα διδασκόμενος μυστήρια καὶ τὸ τέλος οὐ θάνατον, ἀλλ' αἰώνιον ἀπεκδεχόμενος σωτηρίαν.
ᾄδουσι γὰρ τὴν ᾠδὴν οὐχ αἱ θανατηφόροι Σειρῆνες Ἑλλήνων, ἀλλὰ θεῖός τις χορὸς προφητῶν, ἐφ' ὡν οὐκ ἔστιν ἀποφράττειν τῶν ἑταίρων τὰς ἀκοάς, οὐδὲ ἑαυτόν τινα δεσμῷ περιβάλλειν, δεδοικότα τὴν ἐκ τῆς ἀκροάσεως τιμωρίαν. τῶν μὲν γὰρ μετὰ τῆς φωνῆς ὁ ἀκροατὴς τοῦ ζῆν παύεται, τῶν δὲ ἐπὶ πλεῖον ἀκούων τοῦ κρείττονος ἀπολαύσει βίου, ὑπὸ Μου πνεύματος χειραγωγούμενος.
ἡκέτω ἡκέτω σύμπας καὶ ἀκουέτω τῆς θείας ᾠδῆς, μηδὲν πεφοβημένος. οὐκ εἰσὶν παρ’ ἡμῖν αἱ παρὰ Σικελίαν Σειρῆνες, οὐδὲ τὰ Ὀδυσσέως δεσμά, οὐ κηρὸς τηκόμενος εἰς ἀνθρώπων ἀκοάς, ἀλλὰ δεσμῶν μὲν ἄνεσις πᾶσα, ἀλευθέρα δ' ἀκοὴ παρ’ ἑκάστῳ τῶν προσιόντων. τοιαύτης γὰρ ᾠδῆς ἀκούειν ἄξιον, τοιούτους τοὺς ᾄδοντας ἔχειν εὐκτέον εἶναί μοι δοκεῖ.
εἰ δἐ τις καὶ τοῦ τῶν ἀποστόλων χοροῦ ἀκούειν ἐθέλοι, εὑρήσει τὴν αὐτὴν τῆς ᾠδῆς συμφωνίαν. οἱ μὲν γὰρ προῇδον μυστικῶς τὴν θείαν οἰκονομίαν, οἱ δ’ ᾄδουσιν ἑρμηνεύοντες τὰ ὑπ’ ἐκείνων μυστικῶς ἀπηγγελμένα. ὠ συμφώνου ἁρμονίας ὑπὸ θείου πνεύματος συγκειμένης· ὠ καλοῦ χοροῦ τῶν ᾀδόντων τὰ μυστήρια. τούτοις κἀγὼ συνᾴδειν εὔχομαι.
ᾄσωμεν τοιγαροῦν καὶ ἡμεῖς τὴν ὁμοίαν ᾠδήν, καὶ τὸν ὕμνον ἀναπέμψωμεν τῷ ἁγίῳ πατρί, πνεύματι δοξάζοντες Ἰησοῦν τὸν ἐν κόλποις αὐτοῦ‘. μὴ φύγῃς, ἄνθρωπε, ὕμνον πνευματικόν, μηδὲ ἀπεχθῶς πρὸς τὴν ἀκρόασιν διαθῇς. θάνατον οὐκ ἔχει· σωτηρίας ἐστὶν διήγημα ἡ παρ' ἡμῖν ᾠδή.
ἐγὼ μὲν οὖν ἤδη καὶ τῶν χρειττόνων ἀπολαύειν δοκῶ περὶ τοιούτων διαλεγόμενος, καὶ μάλιστα ὅτε ὁ τοιοῦτός μοι πάρεστιν ἀνθέων λειμών, τουτέστιν ἡ ὑμετέρα σύνοδος τῶν ἅμα τε καὶ ἀκουόντων καὶ συνᾳδόντων τὰ θεῖα μυστήρια.
ἀφ' ὧν καὶ τὸ λέγειν θαρρῶ, ὅτι μοι παντὸς φθόνου καθαρὰς παρέχετε τὰς ἀκοάς, οὐ τὸν ζῆλον τὸν τοῦ Κάϊν μιμούμενοι, οὐχ ὁμοίως τῷ Ἠσαῦ διώκοντες τὸν ἀδελφόν, οὐ <τοὺς> τοῦ Ἰωσὴφ ἀδελφούς, ὅτι ἐφ’ οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις.
ὠς δ' ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,
Βορέης καὶ Ζέφυρος, τώ τε Θρᾐκηθεν ἄητον,
ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν·
οὕτω μοι καὶ χθὲς γεγονέναι δοκεῖ. κορυφαῖς γὰρ ὀρέων παραπλήσια ἑώρων κύματα, καὶ ὡς λόγον εἰπεῖν αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ. τὸ δ' ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἢ ἅπασαν ἐπικλυσθήσεσθαι τὴν γῆν, καί μοι φυγῆς ἐν τῷ νοὶ ἀνέπλαττον τόπον καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. τὸ δ' οὐκ ἦν ὅ ἐνόμιζον.
ἀλλ’ ὅπου ἀνεκυρτώθη ἡ θάλασσα πάλιν ἀνελύετο εἰς ἑαυτήν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, ὡς ἔπος εἰπεῖν θεῖόν τι πρόσταγμα πεφοβημένη.
καὶ καθάπερ πολλάκις τῶν οἰκετῶν τις, ἄκων τι πρὸς τοῦ δεσπότου πράττειν ἀναγκαζόμενος, < μὲν προστάγματι διὰ τὸν φόβον πείθεται, ὅ δὲ πάσχει, πράττειν μὴ θέλων, λέγειν [ὅτι] οὐ τολμᾷ, δὲ ἐν ἑαυτῷ, θυμοῦ τινος πληρούμενος, οὕτω μοί πως ἐφαίνετο καὶ τὴν θάλασσαν, ὡσπερεὶ θυμουμένην καὶ ἐν ἑαυτῇ φράττουσαν τὴν ὀργήν, κρατοῦσάν τε ἑαυτῆς, οὐ βουλομένην τῷ δεσπότῃ φανερὸν ποιῆσαι τὸν θυμόν.
ταῦτα οὕτως γινόμενα σκοπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ τῷ νοῒ καταμετρεῖν ἤθελον, πόθεν τε ἄρχεται καὶ ποῦ καταπαύει ἀνεζήτουν ἐγώ, ποίαν τε κίνησιν ἔχει, πότερον τὴν μεταβατικήν, τουτέστιν τὴν ἀπὸ τόπου εἰς τόπον, ἤ τὴν κύκλῳ φοράν, πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει.
ἀλλά μοι καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίς τε ὁ τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως, τίς δὲ καὶ ἡ περίοδος τοῦ δρόμου, ποῦ δὲ καὶ μετ’ ἀλίγον χωρεῖ, καὶ ὅτι μηδὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον, ἀλλὰ καὶ αὐτός, ὡς ἔνεστιν εἰπεῖν. ἐντολήν τινα φυλάττει χρείττονος, καὶ φαίνει μὲν τότε παρ' ἡμῖν ὅτε ἔξεστιν αὑτῷ, ἀπέρχεται δὲ ὡς καλούμενος.
καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς, εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον, καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δέ, προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἐνηρεύνων, ὅτι τε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν.
καί μοι ἐδόκει τὸ ἐντεῦθεν ὡς θεία τις ὑπάρχει οἰκονομία καὶ δύναμις κρειττόνων ἡ συνέχουσα τὰ ὅλα, ἥν καὶ θεὸν δικαίως ὄν εἴποιμεν. καὶ τὸ λοιπὸν τὸν δημιουργὸν ἐπαινεῖν ἠρχόμην, τήν τε γῆν πεπηγυῖαν ὁρῶν καὶ ζῴων διαφορὰς καὶ ποικίλα φυτῶν τὰ ἐξανθήματα.
οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις ὁ νοῦς, ἀλλὰ τὸ λοιπὸν ὅθεν ταῦτα τὴν σύστασιν ἔχει ζητεῖν ἠρχόμην, πότερον ἒκ τινος συνόντος ἀεὶ τῷ θεῷ ἢ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος αὐτῷ οὐδενός. τὸ γὰρ ἐξ οὐκ ὄντων <τι> γεγονέναι οὐδὲ μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου τοῖς <τοῖς πολλοῖς> ὑπάρχοντος τοῦ λόγου· τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ θεῷ ἕτερόν τι παρ' αὐτόν, ἀλλ' ἐξ αὐτοῦ <μόνου> τὰ ὄντα γεγονέναι· καὶ πως ἔπειθέ με τὸ εὔτακτον τῶν στοιχείων καὶ ἡ περὶ αὐτὰ τῆς φύσεως εύκοσμέα.
Οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νομίζων ἐπὶ τὴν οἰκίαν ἀνεχώρουν τὴν ἐμήν. τῇ δ' ἐπιούσῃ, τουτέστιν σήμερον, ἐλθὼν ἑώρων δύο τινὰς ὁμογενεῖς (ἀνθρώπους δὲ λέγω) καὶ διαλοιδορουμένους ἀλλήλοις, ἕτερον δ’ αὖ πάλιν ἀφιματῶσαι πειρώμενον τὸν πλησίον. ἤδη δέ τινες καὶ δεινότερα τολμᾶν ἤρχοντο.
ὅς μὲν γὰρ ἐσκύλευσε νεκρόν, καὶ τὸ κρυφθὲν ἤδη σῶμα τῇ γῇ πάλιν ἐδείκνυεν ἡλίῳ, καὶ τὴν ὁμοίαν αὐτῷ ὕβριζεν εἰκόνα, βορὰν κυσὶ καταλείπων τὸν νεκρόν.
ὁ δὲ ξίφος ἐγύμνου καὶ ἐπὶ τὸν ὅμοιον ἄνθρωπον . . ἐχώρει. καὶ ὁ μὲν φυγῇ τὴν σωτηρίαν πορίζειν ἥθελεν, ὁ δὲ διώκειν οὐκ ἐπαύετο, οὐδὲ τοῦ θυμοῦ κρατεῖν ἤθελε. καὶ τί δεῖ πλείονα λέγειν, ἀλλ’ ὅτι χωρήσας ἐπ’ αὐτὸν εὐθέως ἔπαιεν τῷ ξίφει; ὁ δ’ ἱκέτης τῷ πλησίον ἐγίνετο καὶ χεῖρας ἱκεσίας ὤρεγεν, καὶ τὴν μὲν ἐσθῆτα διδόναι ἤθελεν, μόνον δὲ τὸ ζῆν ἔχειν ἠξίου. ὁ δ’ οὐκ ἔθραυεν τὸν θυμόν, οὐδ’ ἠλέει τὸν ὁμογενῆ, οὐδὲ ἑαυτὸν διὰ τῆς εἰκόνος ἐν ἐκείνῳ βλέπειν ἤθελεν, ἀλλ’ ὡς ἄγριος θὴρ τῷ ξίφει τῆς βορᾶς ἤρχετο, ἤδη δὲ καὶ τὸ στόμα τῷ ὁμοίῳ προσέφερε σώματι· τοσοῦτος γὰρ ἠν τῷ θυμῷ. καὶ ἠν ἰδεῖν τὸν μὲν ἤδη κείμενον, τὸν δὲ λοιπὸν σκυλεύοντα καὶ μηδὲ γῇ σκεπάζοντα τὸ οῶμα, ὅ τῆς ἐσθῆτος ἐγύμνωσεν.
πρὸς δὲ τούτοις ἕτερος προσῆν, ὅς τοῦ πλησίον γυναῖκα παίζειν ἤθελε, λῃστεύων γάμον ἀλλότριον καὶ ἐπὶ παράνομον κοίτην τραπῆναι παρορμῶν, τὸν γεγαμηκότα γνήσιον πατέρα γίωεσθαι μὴ θέλων.
ἐντεῦθεν καὶ ταῖς πραγῳδίαις πιστεύειν ἠρχόμην, καὶ τὸ Θυέστειον δεῖπνον αληθῶς ἐδόδει μοι γεγωνέναι , πιστεύω δὲ καὶ τῇ Οἰδιπόδαο παρανόμῳ ἐπιμξέᾳ, καὶ τῇ τῶν ἀδελφῶν διὰ ξίφους φιλονεικίᾳ οὐκ ἀπιστῶ.
τοσούτων τοίνυν καὶ τοιούτων θεατὴς γενόμενος ἐγώ, πόθεν ταῦτα ἀναζητεῖν ἠρχόμην, τίς δὲ καὶ ἡ τῆς κινήσεως αὐτῶν ἀρχὴ καὶ τίς ὁ τοσαῦτα κακὰ ἀνθρώποις μηχανησάμενος, πόθεν τε ἠ εὕρεσις αὐτῶν καὶ τίς ὁ τούτων διδάσκαλος. καὶ τὸν μὲν θεὸν ποιητὴν τούτων λέγειν τολμᾶν οὐχ οἶός τε ἦν, ἀλλὰ μὴν οὐδὲ ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν, οὐδὲ τὴν τοῦ εἷναι σύστασιν. πῶς γὰρ οἶόν τε ἠν ταῦτα περὶ θεοῦ ἐννοεῖν;
ΟΡΘΟΔ. Τὴν μὲν προθυμίαν ἀποδέχομαι τὴν σήν, ὦ φίλε, καί σου τὴν περὶ τὸν λόγον σπουδὴν ἐπαινῶ· ὄτι δὲ περὶ τῶν ὄντων οὕτως διετέθης, ὡς ἄρα ἐξ ὑποκειμένης τινὸς οὐσίας ταῦτα ἐδημιούργησεν ὁ θεός, οὐ πάνυ τι μέμφομαι. ὡς ἀληθῶς γὰρ ἡ τῶν κακῶν γένεσις οὕτω τοὺς πολλοὺς διατεθῆναι ποιεῖ.
καὶ γὰρ πρὸ σοῦ τε καὶ ἐμοῦ πολλοί τινες ἄνδρες ἱκανοὶ περὶ τούτου τὴν μεγίστην ζήτησιν ἐποιήσαντο. καὶ οἱ μὲν ὁμοίως διετέθησάν σοι, οἱ δ' αὖ πάλιν τὸν θεὸν τούτων δημιοργὸν ἀπεφήναντο, σύγχρονον αὐτῷ ὑπόστασιν δοῦναι πεφοβημένοι· κάκεῖνοι ἐκ τοῦ φοβηθῆναι τῶν κακῶν ποιητὴν εἰπεῖν τὸν θεὸν σὐγχρονον αὐτῷ δοῦναι τὴν ὕλην ἔδοξαν. καὶ συνέβη ἑκατέροις ἐκ τοῦ μὴ κατ’ ἐπιστήμην τοῦ ἀληθοῦς φοβηθῆναι τὸν θεὸν τὸ μὴ καλῶς εἰπεῖν.
ἔτεροι δὲ τὴν ἀρχὴν καὶ] περὶ τοῦ τοιούτου ζητεῖν παρῃτήσαντο, ὡς οὐκ ἔχοντος τέλος τοῦ τοιούτου ζητήματος.
ἐμὲ δὲ τὰ κοινὰ τῆς πρὸς σὲ φιλίας παραιτεῖσθαι τὸ ζητούμενον οὐκ ἐᾷ· καὶ μάλιστα ὅτε τὴν προαίρεσιν ἀπαγγέλλεις τὴν σὴν, ὡς οὐ προλήψει κρατούμενος εἰ καὶ τὰ μάλιστα οὕτω πως ἐξ ὡν ὑπενόησας ἔδοξας ἔχειν τὰ πράγματα), ἀλλ’ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀληθοῦς γνώσεως καθεστάναι λέγεις. λέγεις. ὅθεν προθύμως κἀγὼ ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον.
ΟΡΘΟΔ. Ὅτι μὲν οὖν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἄμα, οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεός, ἢ οὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει.
εἰ μὲν οὖν ἡνῶσθαι τις αὐτὸν εἰπεῖν Μέλοι, ὲν τὸ ἀγένητον λέξει. ἔκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλ’ ἕν ἐκ διαφόρων συνεστός. οὐδὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέλη κατακερματίζομεν εἰς πολλὰ γενητά. ἀλλ’ εἰ, ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν, οὕτως ἀνάγκη, εἰ [μὲν] μὴ κεχώρισται τῆς ὕλης ὁ θεός, ἐν τὸ εἶναι λέγειν.
εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον άμφοτέρων, ὅπερ καὶ τὸν χ·ωρισμὸν αὐτῶν δείκνθσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ ὃ ἡ διάστασις ἑκατέρου γίνεται.
ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπ’ ἀλλή- λων ἢ αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον.
Ἂν δ’ ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστιν τὸ μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης μήτ’ αὖ πόλιν ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ <ἐν> τῇ ὕλῃ τὸν θεὸν ἢ καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ κωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον.
ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι δεῖ, μὴ ἵστασθαι δέ, μηδὲ μένειν αὐτὸν ἐφ’ ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ᾦ ἐστιν ἄλλοτε ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀναγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ἡ ὕλη, ἐκόσμησεν δὲ αὐτήν, εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἧν ποτε ὄτ' ἐν ἀκοσμή- τοις ἡν ὁ θεός.
εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ ἑαυτοῦ, καὶ ὤσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριξομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ἢ ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ.
εἰ μὲν γὰρ εἴποιμεν ὡς ὲν ἀέρι. μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν· εἰ δ' ὥσπερ έν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ἡ ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.
Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἡς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;
ΟΥΑΔ. οὕτω μοι δοκεῖ.
ΟΡΘΟΔ. Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γἐγονεν Τε κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γἐγπμεμ ποιητὴς ὁ θεος;
ΟΥΑΔ. Οὕτως ἔχει.
ΟΡΘΟΔ. Ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν· δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων Ποιοτήτων γεγονεναι;
ΟΓΑΛ. Δοκεῖ.
ΟΡΘΟΔ. Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς;
ΟΓΑΛ. Οὕτως ἔχει.
ΟΡΘΟΔ. υὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιοόργησεν ὁ θεὸς, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὅντων γεγονέναι τι πρὸς τοῦ θεοῦ.
ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὑτοι ποιεῖν ἴν τινι. οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γὰρ καὶ] οὗτοι ποιοῦσιν πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν.
εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ' ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσάις τέχνης γίνεται, ἀλλ' ἐξ οὐκ οῦσης ἐν αὐταῖς γίνεται.
ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἡς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὐ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἕκ τινος ὑποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἐαυτῆς οὖσαν δοῦναι τὴν τὴν τῶν γὰρ συμβεβκότων ἐστὶ καὶ τῶν τότε τὸ εῖναι λαγχανόντων, ὁπόταν ἐν ούσίᾳ τινὶ γένηται.
ὁ μὲν γὰρ ἄνθρωπος κοὶ χωρὶς τῆς άρχιτεκτονικῆς ἔσται. ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον.
εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς ούχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν άλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.
ΟΥΑΔ. Ποιότητες οὐσιῶν εὐ ἔχειν λέγειν μοι δοκεῖ.
ΟΡΘΟΔ. Ἠ δὲ ὕλη ἀποιος ἦν καὶ ἀσχημάτιστος;
ΟΥΑΔ. Οὕτως προλαβὼν ἐξεῖπον τῷ λόγῳ.
ΟΥΑΔ. Τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκρι- βοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὔτω διακεῖσθαι σαφῶς ἐπίσταμαι· ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ σαφῶς.
ΟΡΘΟΔ. Παρστῆσαί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὅντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὑτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;
ΟΥΑΔ. Δοκεῖ.
ΟΡΘΟΔ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς οὗ γενομένου τὸ εἶναι λήψεται;
ΟΥΑΔ. Οὕτως ἔχει.
ΟΡΘΟΔ. δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;
ΟΥΑΛ. Οὕτω μοι φαίνεται.
ΟΡΘΟΔ. Αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ' ἂν ὸ ἐνεργῶν παρῇ;
ΟΥΔΔ. Οὕτως ἔχει.
ΟΡΘΟΔ. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἐσται ποτέ;
ΟΥΑΛ. Οὐκ ἔσται.
ΟΡΘΟΔ. Οὑκοῦν εἰ ἠ οὐσία σωματική τίς ἐστι σύστασις, ἡ δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος ἐν ᾠ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, οἱ δὲ ἐνέργειαι δέονταί τινος ἐν ᾠ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται <αὐταὶ αἱ> οὐσίαι τὰ κακά.
εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ ὁ φόνος, φόνος, ούσία ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὸν ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος ὁ φονεύς, καθ' ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία· ὁ δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ' ἔργον τι τῆς οὐσίας.
λέγομεν γε τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ ἐστὶν φόνος ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ] μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν. ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς. ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαγβανούσης, ἀφ ὧν οὔτως, ὀνομάζεσθαι δοκεῖ, οὐδ' ὁπότερον αὐτῶν οὐσα, ὁμοίως φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.
καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀν- θρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλ- λει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὡν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὄτι τῶν κακῶν ἐστι ποιητής. ἅ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ' ἐνέργειαι αὐτοῦ, ἀφ' ὦν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνεὶ.
εἰ γὰρ αὐτὸν ὐπάρχειν εἴποιμεν ἂν ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς κοὶ ὄσα τούτοις ὅμοια, αὑτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ ἐστιν αὐτός, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι.
εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας εἶναι φῄς, ἐξ ὡν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὦν έστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ
οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὡν ἐνεργεῖ κακὸς ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἱ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακός, οὐδ’ ἀγένητα τὰ κακά, τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι.
Σ. Ἀλλὰ τὸ μὲν πρὸς τὸν ἑταῖρον, ὡ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς. ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγ- χανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεός, ποιότητες τες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. θεός.
μὲν μὲν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν. οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. ἀλλὰ μὴν καὶ ἐν ᾠ ἄποιον εἶναι λέγει τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶ ποιότητος τος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου.
ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ij, τούτων δὲ ἀπάντων ἡ ὕλη αἰτία.
ΟΡΘΟΛ. Τὴν μὶν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὧ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἔκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καἳ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις ἀλλ' άκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσξητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει τὸ λοιπόν, ἀλλ' εἰ ὅ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, οὗτος λέξει παρών. παρών· γὰρ θάτερον ἔσται. ἢ γàρ καὶ πρὸς ὅ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, ἣ τὸν προσδιαλεγομενον ἐλέγξει οὐ τἀλθῆ λέγοντα.
Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ' οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτας φαμ.έν· εἴτ' αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν.
ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάξειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότε- ρον ὅτι τὰς οὐσίας ἔστεψεν εἰς τὸ μηκέτι ὑπάρχειν ἐκείνας, ὅπερ ἡσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλα- ξεν ἐκείνας, αἴπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;
ΕΤΑΙΡ. Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴν δέ τινα τῶν ποιοτή- των γεγονέναι φημί, καθ' ἃς δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λέθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι Μοι μένουσι τῇ οὐσίᾳ οἰκία γενόμενοι οἱ λίθοι — τῇ
γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος — οὕτω μοι δοκεῖ καὶ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἥν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.
ΟΡΘΟΔ. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φᾐς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμενῳ. λέγε δή. εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; ΕΤΑΙΡ. Δοκεῖ.
ΟΡΘΟΔ. Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὖται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἴσχον τοῦ εἶναι;
ΕΤΔΙΡ. Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.
ΟΡΘΟΔ. Οὑχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκεναι;
ΕΤΑΙΡ̣ Τοῦτό φημι.
ΟΡΘΟΔ. Πότερον οὑν εἰς τὸ κρεῖττον ἢ εἰς τὸ χεῖρον;
ΕΤΑΙΡ. Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.
ΟΡΘΟΔ. Οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακά, τὰς δὲ ποι- ότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεός, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ’ ἦσαν τῇ φύσει.
ἤ, εἰ μὲν πρότερον οὐκ ἠσαν αἱ ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὅλην γεγο- νέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὸ θεός, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον, τῆς δικοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις;
ΕΤΑΙΡ̣ Οὕτως ἄνωθεν εἶχον ἐγώ.
ΟΡΘΟΔ. Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δέ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δέ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακκὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὅλην ἤρξατο.
εἰ γὰρ μηδ' ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι αὐτῆς οὔτως ἐᾷ, δυνάμε- νος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὁφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ' ὁλέθρῳ οὑ ἐδημιούργησε μέρους.
ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, . . τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον » τανῦν τῶν κακῶν. εἰ γὰρ τις ἐξετάζοι ἐπ' ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ Με αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν.
καί μοι ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γἐνηται τῇ τοῦ δημιούργου τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν. ἀφ' οὑ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει. καὶ τοῦθ', ὅπερ ἐπὶ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γενονέναι λέγεις, εὐρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ.
εἰ δ' ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδένατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρὸς τινος κρείττονος.
εἱ μὲν οὐν τὸν θεὸν φύσει άσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς αὐτῆς αὐτῆς κινδυνεύειν μοι δοκεῖς. εἱ δὲ τῷ νικᾶσθαι φόβῳ πρός του μείζονος, μείζονα λέξεις τοῦ Μοῦ τὰ κακά, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται Μοί, νικᾶν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεόν, εἴπερ θεὸν εἰκεῖνό φαμεν, ὃ τὴν ἁπάντων ἐξουσίαν ἔχει;
εἰ δ᾿ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ᾿ ἑαυτὰ τὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γενητὴ οὖσα δείκνυται.
εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη.
τὸ δ᾿ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γὰρ ἦν ἀγένητος ὁ θεός, ἦν δὲ ἀγένητα καὶ τὰ ἁπλᾶ . .
ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. — δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;
ΕΤΑΙΡ. Δοκεῖ.
ΟΠΘΟΔ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;
ΕΤΑΙΡ. Ἀντικεῖσθαί μοι φαίνεται.
ΟΡΘΟΔ. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμόν, περὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;
ΕΤΑΙΡ. Οὕτως ἔχειν μοι δοκεῖ.
ΟΡΘΟΔ. Οἰκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴ ἐξ ὕλης μιᾶς. — ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι.
δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων;
ΕΤΑΙΡ. Δοκεῖ. ΟΡΘΟΔ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;
ΕΤΑΙΡ. Οὕτως ἔχω.
ΟΡΘΟΔ. Τί δέ; οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια;
ΕΤΑΙΡ. Δοκεῖ.
ΟΡΘΟΔ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀλλήλων ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ᾿ αὐτὰ ἔσονται. ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένου λόγον.
Daher wünsche ich die gleiche Wiedergabe von dir zu empfangen. Denn nachdem so sich das Größere gezeigt hat, wird mit Sicherheit das Passende zu wählen einem jeden klar sein.
Auch ich selbst will nun nicht, o du, für mein Wort, daß s ohne Prüfung sein werde. Denn auch nicht in dem, was ich oben gesagt, wenn es auch entgegen ist dem Gesuchten.
lch sage es, und mit aller Willigkeit will ich, daß dies gefragt werde. Und dich bitte ich mit aller Macht an das Fragen dich zu halten. Denn davon meine ich für mich großen Nutzen zu haben. Denn wenn mir die Sache klar erforscht ist, so wird mir (zu Teil), nicht durch Meinen an das Wahre mich zu halten, sondern durch genaue (ganze) Erforschung. Daher wohlan beginne nun das Wort.
Sagst du. daß Gott gut sei?
Ich sage, daß er gut sei.
Gut aber ist das, keinerlei Böses zu tun, wovon wir sagen, daß es böse sei?
<Ich sage es.>
Wie fragst du in betreff dieses Bösen, d. h. über Mord und über Unzucht und anderes dem ähnliche? Oder von jenem, wie viel nun denen, die dieses gewagt zu tun, durch das Gericht Gottes gebracht wird, was, während sie gerecht gestraft werden, böse zu sein scheint den das Gericht dafür Empfangenden, daß sie gewagt Böses zu tun? Wenn du aber nun über das zuerst Gesagte geredet hast, so sage ich nicht, daß Gott davon der Schöpfer sei, denn es scheint mir unvernünftig zu sein, daß es zu Gott nahe gebracht werde, da die offenbar sind, welche erwählt haben, solches zu tun.
Wenn du aber in bezug auf das, was von Gott wegen der bösen Taten geschieht, redest, so sage ich nicht von ihm, daß es böse ist, sondern gerecht. Denn er (der Böse) muß gemäß der Gerechtigkeit, nachdem er Böses getan, ein gerechtes Gericht empfangen. Von dem gerechten aber sagt niemand, daß es böse sei, außer jenem allein, der es gut emprängt. Denn auch die gegenwärtigen Mörder von den Ältesten das Gericht empfangend, sage ich, daß sie gut empfangen. Gutes empfangen sage ich, aber gegenüber Bösem. Denn es ist die Art eines jeden der <Böses> tuenden Männer zu halten das Gerechte für ungerecht.
Aber wir sagen nicht, daß dies böse sei. Denn auch ich selbst sage, daß in Wahrheit dieses gerecht sei.
Aber in betreff dessen, wovon du zuerst geredet, in betreff dieser Fragen, habe ich oben über die Materien (handelnd), o du, <gezeigt>, daß Gott nicht ihr Schöpfer ist. Was scheint dir nun dieses Böse zu sein? Denn über das Böse, worüber du fragtest, habe ich das Urteil gegeben, indem ich durch den Begriff unterschied.
Aber das, was es irgendwie sei, sagst du noch nicht: ob gleich einer Substanz oder gleich einem Accidenz der Substanzen. Denn wenn du sagst, daß es gleich einer Substanz sei, irrst du dich mit dem Begriff, wenn aber wie ein Accidenz, sage ich, daß es so sei.
Da (Wenn) du aber nun meine Frage trennen (abgrenzen) willst, wie sagst du, daß dieses Accidenz sei, und wem und woher sage herzubringend mir deutlich.
Ἐγὼ πρῶτον [μὲν] τῇ φύσει οὐδὲν φαῦλον λέγω, τῷ δὲ τῆς χρήσεως τρόπῳ κακὸν εἶναι λέγεσθαι . . . τὸ γὰρ τῆς μοιχείας ὄνομα κοινωνίας ἐστὶν ἀνδρὸς καὶ γυναικὸς σημαντικόν· ἀλλ᾿ ἐὰν κοινωνῇ τις τῇ γυναικὶ . . παιδοποιίας ἕνεκα καὶ τῆς τοῦ γένους διαδοχῆς, ἀγαθή τις ἡ κοινωνία γίνεται. εἰ δέ τις καταλιπὼν τὴν νομίμην κοινωνίαν ἐνυβρίζοι γάμοις ἀλλοτρίοις. ., [λίαν] ἔργον πράττει κακόν·
καὶ ἡ μὲν κοινωνία ἡ αὐτή, ὁ δὲ τῆς χρήσεως τρόπος οὐχ ὅμοιος . . . καὶ ἐπὶ τῆς πορνείας δὲ ὁ αὐτὸ λόγος . . . ἡ κοινωνία τοίνυν χωρὶς τοῦ τρόπου τῆς χρήσεως ἐξεταζομένη κακὸν οὐκ ἔστι· τότε δὲ γίνεται ὁπότε ὁ τρόπος ἔσται σαφής.—ἀλλὰ καὶ τὸν φόνον ὁμοίως ἔχειν
πρὸς δὴ τούτοις καὶ τὸ χρήματα λαμβάνειν τινὸς τῶ τρόπῳ τῆς λήψεως γίνεται κακόν. ἐὰν μὲν γάρ τις δῴη κοινωνῶν . . ἐξ ὧν ἔχει, ὁ λαμβάνων οὐδὲν φαῦλον ποιεῖ· εἰ δ᾿ αὖ πάλιν ἄκοντος . . ἀφέλοιτο ἢ λεληθότως, ἔργον τι πονηρὸν πράττει. καὶ τὸ μὲν ἀλλότρια λαμβάνειν ἐπ᾿ ἀμφοτέρων ἐστίν, ὁ δὲ τῆς λήψεως τρόπος κακὸν λέγεσθαι τοῦτο <ἢ ἀγαθὸν> ποιεῖ.
ὁμοίως δὲ καὶ τὸ θεοσεβεῖν τρόπῳ <ἀγαθὸν ἢ> κακὸν γίνεται. εἰ μὲν γάρ τις <τὸν> ἀληθῆ σέβει θεόν, ἔργον ποιεῖ ἀγαθόν· εἰ δὲ τοῦτον καταλιπὼν τὸν οὐκ ὄντα σεβει, καὶ τὴν τοῦ κρείττοντος τιμὴν ξύλοις ἢ λίθοις προσάπτειν ἐθέλει, κακὸν πράττει. καὶ τὸ μὲν τῆς θεοσεβείας ὄνομα τὸ αὐτό, ὁ δὲ τῆς χρήσεως τρόπος ἐναλλάσσει τὸ γινόμενον.
ETAIP. Ἐπεὶ τοίνυν περὶ τῶν κακῶν ἐποιήσω τὸν λόγον, δεικνύναι βουλόμενος ὡς ἔστιν τὰ κακά, καὶ ὅτι τούτων οἱ ἄνθρωποι τυγχάνουσι ποιηταί, βραχύ τι πάλιν πυθέσθαι βούλομαι· πότερον οἱ ἂνθρωποι τὴν ἀφορμὴν ἀφ᾿ ἑαυτῶν λαμβάνοντες ἔχουσι, τουτέστιν αὐτοὶ τῆς τοιαύτης χρήσεως εὑρεταὶ γενόμενοι, ἢ τοιοῦτοι ὑπὸ θεοῦ γεγόνασιν, ἢ αὖ πάλιν ἕτερός τις ὑπάρχει ὁ εἰς τὰ τοιαῦτα τοὺς ἀνθρώπους παρορμῶν;
ΟΡΘΟΔ. Πρὸς μὲν τοῦ θεοῦ τοὺς ἀνθρώπους τοιούτους γεγονέναι νέναι οὔτι μοι δοκεῖ λέγειν· αὐτεξούσιον δὲ τὸν πρῶτον ἄνθρωπον γεγονέναι λέγω, τουτέστιν ἐλεύθερον, ἀφ᾿ οὖ καὶ οἱ διάδοχοι τοῦ γένους τὴν ὁμοίαν ἐλευθερίαν ἐκληρώσαντο. φημὶ τοιγαροῦν ἐλεύθερον γεγονέναι τὸν ἄνθρωπον, δουλεύοντα δὲ αὐτὸν ᾧ βούλεται·
ὁμοίως δὲ καὶ τὰ ἄλλα ἀνάγκῃ δουλεύει τῷ πεποιηκότι. οὐδ᾿ ὁπότερον αὐτῶν δυνάμενον ἕτερόν τι παρὰ τὸ εἰς ὃ γέγονεν ποιεῖν. διόπερ οὐκ ἐπαινοῦμεν ταῦτα οὕτω πειθόμενα τῷ δεσπότῃ, οὐδέ τις αὐτοῖς ἀπόκειται κρείττων ἐλπίς, ὅτι τὸ προσταχθὲν ἄκοντες ἐφύλαξαν.
ἄνθρωπος δὲ τὴν ᾧ βούλεται πείθεσθαι προσέλαβεν ἐξουσίαν ἑαυτὸν δουλαγωγῶν, οὐκ ἀνάγκῃ τῆς φύσεως κρατούμενος, οὐδὲ τῆς δυνάμεως ἀφαιρούμενος· ὅπερ αὐτῷ τῶν κρειττόνων ἕνεκα κεχαρίσθαι φημί, ἵνα τι πλεῖον ὧν ἔχει προσλάβῃ παρὰ τοῦ κρείττονος, ὅπερ αὐτῷ ἐκ τῆς ὑπακοῆς προσγίνεται καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πεποιηκότος.
φημὶ τοιγαροῦν τὸν θεὸν οὕτω τὸν ἄνθρωπον τιμῆσαι προαιρούμενον καὶ τῶν κρειττόνων ἐπιστήμονα γίνεσθαι, τὴν ἐξουσίαν αὐτῷ τοῦ δύνασθαι ποιεῖν ἃ βούλεται δεδωκέναι, καὶ τὴν ἐξουσίαν αὐτοῦ εἰς κρεῖττον <τρέπειν> παραινεῖν, οὐκ ἀφαιρούμενον πάλιν τὸ αὐτεξούσιον, ἀλλὰ τὸ κρεῖττον μηνύειν θέλοντα. τὸ μὲν γὰρ δύνασθαι πάρεστιν αὐτῷ, κἂν τὴν ἐντολὴν λαμβάνῃ, τὴν δὲ τοῦ δύνασθαι προαίρεσιν εἰς τὸ κρεῖττον τρέπει ὁ θεὸς παραινεῖ.
ὥσπερ γὰρ πατὴρ παιδὶ παραινεῖ, ἐξουσίαν ἔχοντι ἐκμανθάνειν τὰ μαθήματα καὶ <μὴ μανθάνειν>, μᾶλλον ἔχεσθαι τῶν μαθημάτων, ὅτι κρεῖττον τοῦτο μηνύων, οὐ τὴν τοῦ δύνασθαι τοῦ παιδὸς ἐξουσίαν ἀφαιρεῖ, κἂν μὴ ἑκὼν μανθάνειν βούληται, οὕτω μοι καὶ τὸν θεὸν οὐ δοκεῖ προτρέποντα τὸν ἄνθρωπον πείθεσθαι τοῖς προστάγμασιν ἀφαιρεῖν αὐτοῦ τὴν ἐξουσίαν τῆς προαιρέσεως, τοῦ δύνασθαι καὶ μὴ ὑπακούειν τοῖς προστάγμασιν.
καὶ γὰρ τὴν ἀρχὴν τὸ οὕτως παραινεῖν ὅτι μὴ ἀφεῖλεν τὴν ἐξουσίαν μηνύει. προστάττει δέ, ἵνα τῶν κρειττόνων ἂνθρωπος ἀπολαύειν δυνηθῇ· τοῦτο γὰρ ἕπεται τῷ πεισθῆναι τῷ τοῦ θεοῦ προστάγματι. ὥστε οὐχ ἵνα τὴν ἐξουσίαν ἣν ἔδωκεν ἀφέλῃ προστάττειν βούλεται, ἀλλ᾿ ἵνα κρεῖττον δωρήσηται ὡς ἀξίῳ μειζόνων τῦχειν, ἀνθ᾿ ὧν ὑπήκουσεν τῷ θεῷ καὶ τὴν τοῦ μὴ ὑπακούειν ἐξουσίαν ἔχων. . . .
Denn nicht unvernünftig wollte Gott so die Gabe geben, nämlich die ewige Unverweslichkeit. Unvernünftig aber wäre sie ungerecht gegeben; sie wäre aber nicht gerecht gegeben, wenn nicht zu diesem beiden er die Macht empfangen hätte, sowohl zu gehorchen dem, was Gott befiehlt, ebenso auch, wenn er nicht will. Denn das Gerechte wird gegeben nach der Würdigkeit dessen, was jemand getan. Was wäre dann für ein Unterschied der Handlung, wenn nicht eines jeden von beiden Macht hätte der Mensch.
Αὐτεξούσιον δέ φημι γενονέναι τὸν ἄνθρωπον· οὐχ ὡς προϋποκειμένου τινὸς ἤδη κακοῦ, οὗ τὴν ἐξουσίαν εἰ βούλοιτο τοῦ ἑλέσθαι, ὁ ἄνθρωπος ἐλάμβανεν, ἀλλὰ τὴν τοῦ ὑπακούειν τῷ θεῷ καὶ μὴ ὑπακούειν αἰτίαν μόνην.τοῦτο γὰρ τὸ αὐτεξούσιον ἐβούλετο.
καὶ γενόμενος ὁ ἄνθρωπος ἐντολὴν λαμβάνει παρὰ τοῦ θεοῦ, καὶ ἐντεῦθεν ἤδη τὸ κακὸν ἄρχεται· οὐ γὰρ πείθεται τῷ θείῳ προστάγματι. καὶ τοῦτο καὶ μόνον ἦν τὸ κακόν, ἡ παρακοή, ἥτις τοῦ εἶναι ἤρξατο. οὐδὲ γὰρ ἀγένητον ταύτην τις εἰπεῖν ἔχει, τοῦ ποιήσαντος αὐτὴν ὄντος γενητοῦ.
πάντως δὲ πόθεν τοῦτο τὸ παρακοῦσαι ζητήσεις. ἀλλὰ κεῖται <τοῦτο> σαφῶς ἔν <τινι> θείᾳ γραφῇ. ὅθεν οὐδὲ τοιοῦτον τὸν ἄνθρωπον πρὸς τοῦ θεοῦ γεγονέναι φημί, κατὰ δὲ τήν τινος διδασκαλίαν τοῦτο πεπονθέναι λέγω· οὐδὲ γὰρ τοιαύτην φύσιν εἰληφὼς ὁ ἄνθρωπος. εἰ γὰρ αὕτως εἶχεν, οὐκ ἂν αὐτῷ κατὰ διδασκαλίαν τοῦτο προσεγένετο, τῆς φύσεως αὐτῆς οὕτως ἐχούσης.
λέγει δέ τις θεία φωνὴ μεμαθηκέναι τὸν ἄνθρωπον τὰ πονηρά· διδάσκεσθαι οὖν φημι τὸ παρακούειν θεοῦ (τοῦτο γὰρ καὶ μόνον ἐστὶ τὸ κακόν, ὃ παρὰ τὴν τοῦ θεοῦ προαίρεσιν γίνεται). οὐ γὰρ <δὴ> καθ᾿ ἑαυτὸν τὸ πονηρὸν <ὁ> ἄνθρωπος διδάσκεται. ὁ διδάσκων τοίνυν τὸ κακόν ἐστιν ὁ δράκων, von Gott selbst geschaffen. Sie (die Schlange) lehrt aber den Menschen, indem sie ihn abwendig machen will von dem Höchsten.
Wenn du aber auch die Ursache wissen willst, Neid in betreff des Menschen hat sie. Wenn du aber auch nachforschest, woher der Neid: deshalb, weil sie nicht so geehrt ward. Denn allein der Mensch hat nach dem Bild und der Ähnlichkeit Gottes zu sein empfangen. Wenn du aber deshalb sagst, daß Gott sei der Urheber des Bösen, so entfällst du von dem Vernünftigen Gedanken.
Denn wenn er jenem weggenommen, was er hatte, und es dem Menschen gegeben hätte, so wäre er in Wahrheit schuldig des Bösen. Wenn er aber jenen erhielt, wie er war, aber den Menschen so machen wollte, ist jener schuldig, der neidet. Denn wenn jemand, der zwei Sklaven hat, den einen in der Knechtschaft erhält, den andern aber an Sohnesstatt macht, jener aber, neidisch geworden, den so vom Herrn Geehrten tötet, wird etwa der Herr schuld sein an jenem bösen Anschlag, während er ihm doch nichts genommen, nichts von jenem . diesem gegeben?
Aber auch darüber hast du zu fragen (oder »wirst Du fragen«), woher, wenn niemand böse war, der Schlange, welche man Teufel nennt, die Kenntnis des Bösen. Entgegen wird aber dies gut gesagt, daß der Teufel das als böse erkannte, Gotte ungehorsam zu sein, daher er auch den Menschen dazu anreizte.
Denn wenn ein Feind die Feindschaft verbirgt, heimlich mit Bösem umgeben wollend, jedoch nicht kennend die Weise des Bösen, auf welche er imstande sein wird, das zu tun, was er sinnt, indem er einen der Heilkunst Kundigen fragt, der dem Nächsten kund getan hat — nämlich jenem, dem dieser (sein Feind) Schaden antun wollte — diejenige Weise, auf welche er imstande sein wird, gesund zu sein; sei es, daß er eine Zeit bestimmt hat, in welcher allein der Speise zu gebrauchen, oder das Meiden vieler Speisen oder nur diese Speise meidend;
jener aber sofort, sobald er es gehört, nachdem er wie mit Freundschaft gekommen und den Arzt verleumdet, als der Schädliches ihm befohlen, heißt ihn wiederum das Entgegengesetzte von dem tun, was jener (der Heilkundige) befohlen, und so vertrauensvoll machend bereitete er Schaden dem Menschen, nicht vor diesem die Weise des Bösen kennend, sondern von dem Befehl des Arztes es lernend.
So verstehe mir auch den Teufel, daß er zuerst eifersüchtig war, ferner alsdann, daß er nicht kannte die Weise, wie Böses zu tun. Denn nicht war zuvor Böses, von dem er hätte die Kenntnis nehmen können. Er wußte aber, daß von Gott ein Gesetz dem Menschen gegeben, welches nicht gestattete Speise zu essen von einem gewissen Baum — wie mir scheint, nicht wie wenn der Baum den Tod enthielte, sondern wie als den Menschen nicht dienlich zur Speise erkannt habend —; sie es, weil die Pflanze den Tod gab, und deshalb der Mensch verhindert ward, von ihm zu nehmen, von welchem der Mensch auch zu sterben schien, sei es wiederum, daß, Gotte ungehorsam zu sein, Ursache des Todes dem Menschen, als der das gatan, was Gott verboten.
Er überredete den Menschen zu übertreten das Gebot Gottes, noch nicht wissend, welches ihr Böses ist; als er aber hernach Gott den Menschen tadelnd in betreff dessen, daß er sein Gobot übertreten, wahrnahm, und den den Lohn der Verurteilung Empfangenden, da erkannte er, wie das Böse ist, nicht aus einer früheren Substanz, sondern von der Drohung Gottes.
Wie wir nun einen Arzt nicht tadeln, welcher angesagt, auf welche Weise ein Mensch gesund sein könne, wenn auch vielmhr der Feind früher nicht wußte, auf welche Weise möglich sei, jenem Schaden zu tun, sondern von der Mahnung des Arztes es lernte. Denn nicht gebührte es dem Kundigen, das Geeignete (συμφέρον?) zu verbergen, denn ohne zu wissen hätte juner auch dies vielleicht gegeben, was er der Weisung des Arztes entnahm, und wäre schuldig des von hier etwas Böses Empfangens, obschon alsdann nicht wissend, daß jener Leiden empfängt, so daß er nicht Strafe empfangen wird; und dem Feinde zwar wäre der Anschlag zugetroffen, das Gericht aber konnte er nicht empfangen wegen unvernünftiger Feindschaft, nicht
Aber nun zu sagen, daß der Teufel sofort, nachdem er geworden, von Gott wisse, daß das Böse Gotte ungehorsam zu sein, daß Gotte ungehorsam sein böse, nicht gut, scheint mir zu sein. Denn nicht unvernünftig ward er von Gott, so daß er nicht unbewußt war, daß nicht gut ist, wider den Willen Gottes etwas zu tun.
Denn deshalb sage ich, werde er mit Recht gepeinigt, weil, vernünftig von gott geschaffen und das Wissen besitzend, daß das Böse ist, sich dem Willen Gottes zu widersetzen, er wagte dieses zu tun. Das Böse aber nenne ich den Ungehorsam; nicht als ob ich sagte, irgend ein zuvor seiendes Element habe in Kenntnis der Teufel, sondern als gewollt habend, daß etwas von dem Accidierenden geschehe.
Wenn er aber nun so war von Gott, so gebührte es ihm nicht, Strafe zu empfangen, da er sich in der Nture bewahrte, wie ihn Gott erschaffen. τοὺς <γὰρ> παρὰ τὴν προαίρεσιν τοῦ θεοῦ πράττοντάς τι δικαίως . . κρίωεσθαί φαμεν ὅτι μὴ ἔμειναν τοιοῦτοι, ὁποίους ἤθελεν ὁ θεὸς <εἶναι>.
Wenn aber von Gott jemand gut geworden ist, er jedoch seinen Willen auf das Böse verkehrte, nachdem er das Bessere gelassen, so empfange er mit Recht Strafe in betreff dessen, was er gewagt zu tun. Denn daß er nicht so von Gott geworden, sagte ich oben, durch ein Wort gesagt habend, daß ihm Neid die Ursache einer solchen Wahl war.
Dadurch zeight es sich auch, daß er nicht ungeschaffen ist. Denn wenn er ungeschaffen wäre, so wäre er nicht abgefallen von seiner Nature. Wenn ich aber auch einräume, daß dies möglich sei, muß man <doch>, da jetzt der Teufel böse ist, sagen, daß einst eine Zeit war, wo der Teufel nicht böse war; also aber auch, daß sich als nicht substantiell das Böse erweist. Denn dieselbe Natur (»Substanz«?), da sie bleibt, erleidet nicht, bald böse zu sein, bald wiederum gut.
<Frage.> Wenn aber nun auch der Teufel geschaffen war, doch nicht so von Gott geschaffen, sondern er sich selbst verkehrte zum Schlimmeren vom Besseren, das heißt, vom Gehorsam zum Ungehorsam, sage.
ob Gott nicht gewußt habe, daß er ein solcher werden würde, und deshalb ihn schuf, oder indem er Kenntnis dessen, was er werden würde, hatte? Denn wenn er zuvor wußte, welche Schuld werde der Teufel haben? Wenn er aber nicht kannte den Abfall des Teufels vom Größeren, wird er unschuldig sein, aber geringer als heidnischen Wahrsager.
Antw. Daß irgendein Nichtwissen bei Gott ist, das zu sagen scheint mir ungeziemend zu sein; denn fremd ist dies der göttlichen Natur. Aber daß wiederum, wenn er, Kenntnis des Zukünftigen habend, den Teufel geschaffen, er schuldig ist am Bösen, ebenso auch sage ich, daß dieses ungeziemend sei.
<Frage.> Wenn aber nun Gott, das Gute seines Wesens zeigen wollend, wegen des Erlasses der Süden, — warum hat er nicht, nachdem der Teufel sich als böse gezeigt und die Güte Gottes den Menschen offendbar geworden war, nicht ihn alsdann getötet, damit nicht sehr viele Menschen sterben?
Antwort. Nicht als ob dies Gott unmöglich gewesen, den Teufel zu vernichten, noch als ob er sich freue des Todes der Menschen, nichts von solchem erleide <er>, sage ich. Sondern fürs erste hätte nichts Großes Gott getan, selbst durch sich den Teufel vernichtend, ein geringes und gewordenes Geschöpf und fähig zum Nichtsein aufgelöst zu werden.
Zweitens aber, weil so nicht kund geworden wäre die Wohltat Gottes den hernach werdenden Menschen, wenn er im voraus den Teufel getötet hätte. Ein jeder Mensch aber, nicht klar bei sich die Überführung habend, würde sich gut nennen und hätte wie Gotte nachahmen wollen, als mit ihm dasselbe tragend.
Daher kümmerte er sich nicht um ihn (den Teufel), damit alle Menschen das Wissen des Besseren empfängen. Sie siegen aber über ihn, von jenem dereinst besiegt. Denn dies war wunderbar nnd groß, daß ein Mensch Gottes den Teufel besiegt, von Gott selbst den Kampf gelehrt.
Denn wie ein Lehrer, welcher alle Vorsorge geübt in betreff seiner Knaben und sie jeden Ringkampf gelehrt, mit denen sie sich entgegen Stellende fällen können, sie herausläßt in die Palästra, um zu kämpfen mit den Gegnern, und ihnen anzeigt den Sieg zu lernen und um ihn zu ringen, jedoch selbst fürs Leben nicht Sorge zu tragen befiehlt, nur daß nicht böse Schmach <sie davontragen>.
Welcher nun dauernd festhält den Befehl des Lehrers und die Beweise des Sieges, besiegt den Widersacher, und freudig die Krone tragend, kommt er zum Lehrer, tragend den Erweis der Arbeit, die Besiegung des Gegners. Aber welcher den Lehrer nicht im Gedächtnis hält, dem Vergessen aber anheim gab auch den Gegenkampf gegen den Widersacher, und sich nicht sehr kümmert um seinen Sieg, fällt bald von dem Widersacher; so vollständig besiegt und geschlagen wird er gerecht geschmäht, da er die Arbeit des Kampfes nicht ertragen.
<Frage.> Zu dem aber über die Materie will ich zurückkehren, und bitte Dich ebenso, über sie die Verhandlung zu beenden, und welche Ursache dessen ist, daß sie nun ist, da sie früher nicht war, zeige mir deutlich. Denn wenn die Materie nicht mit Gott war, warum fing Gott an, das Sein der Welt zu schaffen?
<Antw.> Den Grund nun des Willens Gottes zu geben, scheint mir für den Menschen unmöglich und überflüssig zu sein, da nicht einmal unserer Nächsten Sinn jemand aussagen kann. Da aber der Herr des Alls eine solche Frucht der Menschenliebe erzeigt hat, daß er auch einigen seines Sinnes Zeugnisse eingesät hat, so bekenne ich das offen, was ich zu wissen meine.
Φημὶ τοιγαροῦν πολλὰς ὑποθέσεις ὑπάρχειν τῷ θεῷ, καθ᾿ ἃς δημιουργεῖν αὐτὸν ἔδει· πρῶτον μὲν τῆς τέχνης ἐπιστήμην, ἣν ἀργεῖν μὲν οὐκ ἐχρῆν, ἡττωμένου τοῦ δύνασθαι ποιεῖν ταῦτα ἅπερ ἠπίστατο· ὕστερον δὲ καὶ τὸ τῇ φύσει ἀγαθὸν ὑπάρχειν αὐτῷ, ὅπερ ἀνωφελὲς μένειν οὐκ ἐδόκει· πολλὰ δὲ καὶ τούτοις ὅμοις προσῆν τῷ θεῷ, δι᾿ ἅπερ κόσμου γένεσιν ἤρξατο ποιεῖν.
ὥσπερ γὰρ εἴ τις ἐπιστήμην ἔχων ἢ μουσικῆς ἢ αὖ πάλιν ἰατρικῆς ἢ τεκτονικῆς, εἰς ὅσον τοῦ ἔργου μὴ ἔχεται μηδὲ δι᾿ αὐτοῦ τὴν ἐπιστήμην δείκνυσιν, μάτην τέχνην ἔχειν δοκεῖ, μήτε αὐτὸς ἀπολαύων ὧν ἐπίσταται, μήτε ἑτέροις γνῶσιν παρέχων τούτων τῶν ἔργων, καὶ τὸ ἐντεῦθεν ὅμοιος τῷ μηδὲ τὴν ἀρχὴν ἐπισταμένῳ γίνεται, μὴ οὔσης τῆς τέχνης ἐνεργοῦς (ἐκάστη γὰρ τῶν τεχνῶν διὰ τῆς ἐνεργείας τὴν δεῖξιν λαμβάνει καὶ ὡς λόγον εἰπεῖν τὴν τοῦ εἶναι σύστασιν)·
Μηδὲν τοιγαροῦν, ἄνθρωπε, αὐτοσύστατον εἶναι λέγε <σὺν> τῷ θεῷ μηδὲ τὸ μέγιστον αὐτοῦ τῆς δυνάμεως περιαιρεῖσθαι θέλε· πᾶσιν τὸ εἶναι αὐτὸς παρέσχεν, οὐκ οὖσιν πρότερον, οὐδὲ τὴν σύστασιν ἀνάρχως ἔχουσιν. τί τεχνίτην μόνον θέλεις εἶναι τὸν θεόν; τί τὴν δωρεὰν αὐτοῦ παριτῇ, ὡς τέχνην καὶ μόνην τῇ ὕλῃ χαρισάμενον, οὐχὶ δὲ καὶ τὴν τοῦ εἶναι σύστασιν;
οὐκ ἦν σύγχρονόν τι τῷ θεῷ· οὐδὲ ποθὲν ταῦτα λαβὼν ἐδημιο΄τργησεν αὐτός· οὐδὲ τὸν νῦν ἄνθρωπον πρότερον ἐμιμήσατο· κρείττων αὐτός ἐστιν τῆς ἀνθρωπίνης φύσεως· οὐ σχημάτων μόνον γέγονεν ποιητής, οὐδὲ τὴν οὖσαν αὐτῷ <οὐσίαν> εἰς οὐσίαν συνεκέρασεν· αὐτὸς <γάρ>ἐστιν καὶ τῶν οὐσιῶν <πασῶν> δημιουργός.—Dies sagen muß der Mensch. Solcher Erklärungen werde Erzähler. So preise Gott, wie er selbest es will. Denn nicht will ich Hörer sein ungöttlicher Erklärungen.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Methodius edited by D.G. Nathanael Bonwetsch (Leipzig, J. C. Hinrichs'Sche Buchhandlung: 1917)), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
