Menu

Fragments of the Homilies on Job

Origen’s homilies and commentary on Job are lost, apart from fragments quoted in Greek catenae on Job. These are the fragments the editors attribute to him, in two groups. As in any catena, a fragment may be shortened by the compiler, and attribution is sometimes uncertain.

The third century c. AD 230–250 Origen of Alexandria Greek 46 chapters Modern English: CC BY-SA 4.0
Download the English translation EPUB 46 KBWord 54 KBPlain text 109 KB
Show:
GreekPrinted edition
Modern EnglishSermonIndex translation from the Greek
Part 1: The catena fragments
Fragment 1
(9) Στίχ. ι´. Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ; Πόθεν οἶδας, ὅτι πέφρακται; Οὗτος ὁ ἀντίδικος ἡμῶν ὁ διάβολος ὡς λέων ὠρυόμενος περιπορεύεται, ται ζητῶν καταπιεῖν τινα. Ἦλθεν οὗν καὶ περὶ τὸν Ἰὼβ, βουλόμενος τὰ αὐτὰ ποιῆσαι. Ὕστερονμ λαβὼν ἐξουσίαν, ταῦτα πεποίηκε. Καὶ ὅτι πάντα περιπεφραγμένα ἦν, καὶ ταῦτα νοήσας ἐκ τοῦ κεκωλύσθαι· βουλόμενος ποιεῖν τὰ περὶ τοῦ Ἰὼβ, εἶπε· Σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ καὶ τὰ ἔξω αὐτοῦ. Πάντα οὖν ἐφʼ ὅσον οὐ δίδοται τῷ διαβόλῳ, σὺ περιέφραξας.
Verse 10: “Have you not fenced in what is outside him?” How do you know that he has been fenced in? This is our adversary the devil, who “goes about like a roaring lion, seeking someone to devour.” So he came after Job too, wanting to do the same things. Later, when he received permission, he did them. He also understood that everything had been fenced around, because he had been prevented from doing what he wanted to Job. So he said, “You have fenced in what is inside him and what is outside him.” Everything, then, as far as it is not given over to the devil, you have fenced in.
Στ. ιη´. Ἔτι τούτου λαλοῦντος, ἄλλος ἅγγελος (10) λέγων τῷ Ἰώβ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων, παρὰ τῷ ἀδελρῷ αὐτῶν τῷ πρεσβυτέρῳ,
Verse 18: While this man was still speaking, another messenger came, saying to Job: “While your sons and your daughters were eating and drinking, at the house of their oldest brother,
Στ. ιθ´. Ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆ οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. (11) Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς, τοὺς ὅνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει. Διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν. Ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευσε, καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι. Εἰ εὑ ρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι. Εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἠδύνατο ποιῆσαι κατʼ αὐτῶν. Ἀλλʼ ὅτε (12) εὗρεν εὐκαιρίαν, ἴσχυσε. Ποῖος οὖν ὁ καιρός; Μέθη ἦν, συμπόσιον ἦν. Τὸ, τῶν γωνιῶν τῆς οἰκίας ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται· πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὁδοῦ, ταῖς γωνίαις κέχρηται. Πλατεῖα δὲ γωνία ἡ πολλὴ καὶ ἀνειμένη κακία.
Verse 19: “suddenly a great wind came from the desert and struck the four corners of the house, and the house fell on your children, and they died. I alone have escaped, and I have come to tell you.” So he caused the camels to fall into the hands of the horsemen, and the donkeys and the yokes of oxen into the hands of those taking captives. But the sheep he hated, and for this reason he brought fire down on them. He also plotted against the sons, and he was looking for an opportunity to destroy them. If he had found them reading, he would not have touched the house, and he would have had no ground for killing them. If he had found them praying, he could have done nothing against them. But when he found an opportunity, he had power. What was the opportunity? It was drunkenness; it was a drinking party. Notice that the wind touched the corners of the house: it is in the broad places at the corners that the hypocrites stand and pray. Everyone who has not set foot on the straight way uses the corners. A broad corner is abundant and unrestrained wickedness.
Fragment 2
(13) Στίχ. β´. Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ; Ἑώρα ὁ Θεὸς, ὅπως αἰσχυνθεὶς διεπονεῖτο ὁ Σατανᾶς. Ὅταν δὲ ἐπερωτῶν ἵδῃ ἀγνωμονοῦντα, τότε ἐλέγχει κακουργοῦντα, ὡς ἤλεγξε τὸν Κάϊν.
Verse 2: And the Lord said to the devil, “Where do you come from?” God was watching how Satan, put to shame, was laboring. When he questions someone and sees him behaving without conscience, then he convicts the wrongdoer, as he convicted Cain.
(14) Στ. θ´. Χρόνου δὲ προβεβηκότος, εἷπεν αὐτῷ ὁ γυνὴ αὐτοῦ. Ὅρα τὸ κακοῦργον. Ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τὰ τῆς ἀσθενείας ἦν, τῷ τε τὸν φέροντα ἀσθενέστερον γενέσθαι τῷ μήκει τοῦ χρόνου, καὶ τῷ τὴν ἐλπίδα ἀπογνωσθῆναι μᾶλλον. Καὶ μετʼ ὀλίγα· Μὴ τοίνυν τοῦτο ἵδωμεν, ὅτι γυνὴ, ἀλλὰ τί συμβουλεύει. Τοῦτο καὶ τοῖς νῦν ἀνθρώποις παραινῶ, μὴ πρὸς τὰ τῶν προσώπων ἀξιώματα βλέπειν, ἀλλὰ πρὸς τὸν τρόπον τῆς συμβουλῆς. Γυνή ἐστιν ἵνα βοηθῇ, οὐχ ἵνα ὑποσκελίζῃ. (15) Στ. θ´ Εἶπεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· Μέχρι τίνος καρτερήσεις; Τὸ πάντων μηχανημάτων τῶν προλαβόντων ἰσχυρότερον ὕστερον ὁ διάβολος προσάγει. Εἴθε καὶ ταύτην ἕλαβες! Εἴθε μετὰ τῶν παίδων κατέχωσας! Τινὲς δέ φασιν οὐδέ τῆς γυναικὸς εἶναι τὰ ῥήματα, ἀλλʼ αὐτὸν εἰς αὐτὴν τυπωθέντα ταῦτα φθέγγεσθαι· οὐδὲ γὰρ ἦν τὴν γυναῖκα τοῦ Ἰὼβ τοιαύτην εἶναι· πλὴν εἵ τις λέγοι, συμφορᾷ περιτραπεῖσαν, τοιαύτην αὐτὴν γενέσθαι. Καὶ μετʼ ὀλίγα· Εἰκὸς οὐ ταύτην πρώτην γεγενῆσθαι τὴν συμβουλὴν, ἀλλὰ πολλάκις πολλὰ τούτων ἀκοῦσαι χαλεπώτερα παρὰ τῆς γυναικός.
Verse 9: When time had passed, his wife said to him. Notice the villainy. When a long time has gone by, then he attacks, for it is then above all that strength fails. The weakness was double: the one enduring had become weaker through the length of time, and hope had been more fully given up. And a little later: Let us not look at the fact that she is a woman, but at what she advises. This is what I urge on people today as well: do not look at the standing of the persons, but at the manner of the counsel. A wife is there to help, not to trip her husband up. Verse 9: His wife said to him, “How long will you endure?” The devil brings forward last the strongest of all the schemes that came before. If only you had taken her too! If only you had buried her with the children! Some say that these words are not even the wife’s, but that he himself, taking on her likeness, spoke them. For Job’s wife could not have been like this, unless someone says that she was overturned by disaster and became like this. And a little later: It is likely that this was not the first such counsel, but that many times she had said many things harsher than this.
Ὅρα διαβολικὴν ἀπάτην. Ἐνενόησε τὴν Εὔαν. Τοῦτο, φησὶ, τὸν πρῶτον κατήνεγκεν ἄνθρωπον· τοῦτο καὶ τούτου περιγενέσθαι δυνήσεται. Ἀλλ᾿, ὦ ἄθλιε καὶ ἀνόητε! ἐκεῖνον ἥττονα γαστρὸς εὑροῦσα, ἰὸν ἕσπειρε τὸν ἑαυτῆς. Τοῦτον δὲ ὁρᾷς φιλοσοφοῦντα, καὶ αὐτῆς περιγενόμενον τῆς φύσεως. Οὐκ ἐπέκαμψεν αὐτὸν χρημάτων ἀπώλεια, οὐδὲ παίδων θάνατος ἄωρος, οὐδὲ βάσανος σώματος ἀπαραμύθητος, οὐδὲ χρόνου μῆκος τοσοῦτον. Καὶ τὸν ὑπὸ πραγμάτων οὐχ ἁλόντα, τοῦτον ὑπὸ λόγων προσδοκᾷς χειρώσασθαι; Τοῦ αὐτοῦ. Τί τὸν ἀθλητὴν ἐκλύεις; Τί καταστέλλεις τὰς χεῖρας; δέον εἰπεῖν κατὰ τὸν Ἀπόστολον· Ἔτι μικρὸν, ἔτι μικρόν. Στ. θ´. Ἀλλ᾿ εἶπόν ῥῆμα (16) εἰς Κόριον, καὶ τελεύτα. Μετὰ τὸ τὴν τραγῳδίαν ἀκριβῶς διηγήσασθαι, τότε τὴν ἀναίσχυντον ἐπιφέρει συμβουλήν. Καὶ οὐδὲ αὐτῷ φανερῶς εἶπε, Βλασφήμησον. Οἱ γὰρ πονηρὰ συμβουλεύοντες οὐ τολμῶσιν ἀνακεκαλυμμένην εἰσάγειν τὴν συμβουλήν. Τί λέγεις, γύναι; Δέον ἐξιλεώσασθαι, δέον καταλλάξαι, παροξῦναι μᾶλλον παραινεῖς; Εἰ γὰρ Θεὸς ταῦτα ἐποίησε, παρακαλέσαι αὐτὸν, οὐ βλασφημῆσαι δεῖ. Πόθεν δὲ δῆλον, ὅτι καὶ ἐρώμενον (17) τελευτήσω; Πλὴν ὅρα ὅπως εἶχε περὶ τῆς βλασφημίας ἡ γυνή. Ὤσπερ παραχρῆμα αὐτὴν θάνατον ἐπάγειν ἱκανὴν ἡγεῖτο.
Notice the devil’s deceit. He had Eve in mind. This, he says, brought down the first man; this will be able to overcome this man too. But you wretched, foolish one! When she found that man overcome by his belly, she sowed her own poison. But this man you see practicing philosophy and having risen above nature itself. Neither the loss of his wealth, nor the untimely death of his children, nor the torment of a body without relief, nor so great a length of time bent him. And do you expect to overpower with words the man who was not taken by events? From the same author: Why do you weaken the athlete? Why do you hold back his hands? You ought to say, as the Apostle did, “A little longer, a little longer.” Verse 9: “But say a word to the Lord, and die.” After describing the tragedy in full, then he brings in the shameless counsel. And he did not even say to him openly, “Blaspheme.” Those who give evil advice do not dare to present the counsel uncovered. What are you saying, woman? When he ought to be appeased, when he ought to be reconciled, are you urging him to provoke him all the more? If God did these things, one should entreat him, not blaspheme. But how is it clear that I will die even as one loved? Still, notice how the woman regarded blasphemy: as though she thought it enough to bring death at once.
(18) Στ. ι´. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χερός Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὁ γὰρ μακάριος οὗτος, πανταχόθεν βαλλόμενος, ἀσφαλέστερον ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου. Ἀλλʼ ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν, οὐδὲ ὑπεσκελίσθη. Ἀλλ᾿ ὤσπερ ἄριστος κυβερνήτης, οὔτε μαινομένης τῆς θαλάσσης, καὶ τῶν κυμάτων διεγειρομένων κατεποντίζετο, οὕτε γαλήνης οὕσης ῥᾳθυμότερος ἐγίνετο. Ἀλλʼ ἐν ἑκατέρᾳ τῇ τῶν καιρῶν διαφορᾷ ἴσην τὴν ἑαυτοῦ τέχνην διετήρησε. Καὶ οὔτε πλοῦτος ἑαυτὸν (19) ἐφύσησεν, οὔτε πενία ἐταπείνωσεν, οὕτε, κατὰ ῥοῦν τῶν πραγμάτων φερομένων, ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς, οὔτε, ὅλης σχεδὸν τῆς οἰκείας (20) ἀνατραπείσης, καὶ πανολεθρίας γενομένης, διεταράχθη, καὶ τὴν ἀνδρίαν ἤλεγξε τὴν ἑαυτοῦ. Ἀκουέτωσαν πλούσιοι, ἀκουέτωσαν πένητες· ἑκατέροις γὰρ τὸ διήγημα χρήσιμον, καὶ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελής· καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε· καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο. Καὶ καθάπερ στρατιώτης γεν ναῖος, καὶ εἰδὼς νυκτομαχεῖν, τειχομαχεῖν, πεζομαχεῖν, ναυμαχεῖν, καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις, καὶ παντὶ τρόπῳ μάχης περιγίνεσθαι τῆς (22) ἐναντίων καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος ἐκεῖνος ἅπαντα πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρίας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ἀδδύνης, τὸν ἀπὸ παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων, τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐ γὰρ ἧν ἀνθρωπίνη συμφορὰ, ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη ἐκείνου. Ἀλλʼ ὅμως ἀπάντων ὑπερηνέχθη τῶν δικτύων, καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων.
(Verse 10) “If we received good things from the Lord’s hand, shall we not endure the bad?” This blessed man was struck from every side, yet he stood more firmly, and though he took countless arrows he did not give way. He emptied the devil’s quiver, and he himself did not fall or get tripped up. Like an excellent helmsman, he was not sunk when the sea raged and the waves rose, and he did not grow careless when it was calm. In each change of circumstances he kept his skill the same. Wealth did not puff him up, and poverty did not humble him. When affairs flowed along smoothly he was not slack and lying back, and when almost his whole household was overturned and destroyed, he was not thrown into confusion, nor did he show his courage to be false. Let the rich hear this, and let the poor hear it. The story is useful to both, and the account profits all people, those who are prospering and those who are in misfortune. For this champion of godliness, crowned before the whole world, handled both kinds of weapons and set up his trophy in both. When the demon came against him with every kind of warfare, he took his stand against all of it and was proclaimed victor in every part. He was like a noble soldier who knows how to fight by night, to attack walls, to fight on foot and at sea, to shoot the bow, to wield the spear, and to overcome the enemy with slings and javelins and every manner of battle, and so to prevail everywhere. In the same way that noble man bore every trial with great courage: the trial of poverty, of hunger, of disease, of pain, of the loss of his children, of friends, of enemies, of his wife, and of his servants. There was no human misfortune that was not poured out on his body. Yet he rose above all the nets, and became higher than the devil’s reeds.
Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ, καὶ πάντα μεθʼ ὑπερβολῆς, καὶ πάντα ὑφʼ ἕν. Μὴ γὰρ τοῦτο ἵδῃς, ὅτι τοσαῦτα ἔπαθεν· ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ μικρὸν, οὐδὲ ἐκ διαστήματος, ἀλλʼ ὑφὲν καὶ ὁμοῦ. Οὐ μικρὰ δὲ αὕτη πειρασμῶν προσθήκη. Τῶν μὲν γὰρ ἄλλων ἕκαστος ἀνθρώπων πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλʼ εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει· εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπήλαυσε παραμυθουμένης τὰ δεινὰ, καὶ ἀντὶ λιμένος αὐτῷ γινομένης. Εἰ δὲ μὴ γυναικὸς ἀπήλαυσε τοιαύτης, ἀλλʼ οὐχ οὕτω συμβουλευθείσης ὀλέθρια, ἀλλʼ οὐχὶ καὶ τοὺς παῖδας ἀθρόον ἀπώλεσεν ἅπαντας· εἰ δὲ καὶ ἀθρόον, ἀλλʼ οὐ τοιούτῳ τρόπῳτελευτῆς· εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλʼ οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλʼ οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας· εἰ δὲ καὶ ὀνειδίζοντας, ἀλλʼ οὐχὶ καὶ εἰς τὸ πρόσωπον αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας, ἀλλʼ οὐχὶ καὶ νόσῳ τοιαύτῃ περιεπάρει (23), ἀλλὰ δωματίου καὶ σκέπης ἀπήλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς εἰ δὲ μὴ ἕσχε τοὺς χεῖρα ὀρέγοντας, ἄλλʼ οὐχὶ καὶ Στίχ. ια´. Παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτὸν, ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχέων τύραννος, Σωφὰρ Μιναίων βασιλεύς. (24) Φιλικὴ μὲν ἡ παρουσία σου, φιλικὴ δὲ ἡ παραίνεσις. Ἐλιφάζ· Θεός με διέσπειρεν, ἢ, Θεοῦ μου φαυλισ μός. Θαιμὰν, ἔκλειψις αὐτῶν. Σωφὰρ, σκοπὸς, ἢ φαυλισμὸς. Βαλδὰδ, παλαίωσις, καὶ ἐπίδοξος. Σαυχαίων, ἀδολεσχία αὐτῶν.
What is more wonderful still is that all of it came on him, all of it in the extreme, and all of it at once. Do not look only at how much he suffered. Add that it did not come little by little, nor with gaps between, but all together and in one stroke. That is no small addition to his trials. For first, no other man would be found who endured everything at the same time. If one wrestles with poverty, he still enjoys health. If he is pierced through with both poverty and disease, he has often had a wife to comfort him in his troubles, a harbor for him. If he did not have such a wife, at least she did not give him such deadly advice. If she did, at least he did not lose all his children together. If he lost them together, at least not by such a kind of death. If by such a death, at least he had friends to console him. If he had no friends to console him, at least they did not trample on him as well. If they did trample on him, at least he did not have servants reproaching him. If they reproached him, at least they did not spit in his face. If they spat in his face, at least he was not pierced through with such a disease; he enjoyed a room and a shelter, and he did not sit on the dung heap. And if he did sit on the dung heap, if he had no one to stretch out a hand to him, at least [the text breaks off here and is corrupt]. (Verse 11) “Each came from his own country to him: Eliphaz the king of the Temanites, Baldad the ruler of the Sauchites, Sophar the king of the Minaeans.” Your coming is friendly, and your advice is friendly. Eliphaz: “God has scattered me,” or “my God’s contempt.” Theman: “their failing.” Sophar: “watchtower,” or “contempt.” Baldad: “growing old,” and “glorious.” Sauchaeans: “their idle talk.”
(25) Στίχ. ια´. Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα, τὰ ἐπελθόντα αὐτῷ, παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν. Ἐάν τις ζητῇ, διὰ τί μετὰ τοσοῦτον χρόνον οἱ φίλοι παραγεγόνασιν, ἐννοείτω πρῶτον μὲν, ὅτι διαφόρους ᾤκουν χώρας, καὶ μετὰ πλεῖστον χρόνον πολλοὶ μὲν ᾕκουσαν ἴσως, τὸ δὲ παράδοξον τῆς συμφορᾶς καὶ ἅπιστον ἐδόκει, εἰ καὶ ἐπὶ κοπρίας ὁ Ἰὼβ καὶ ἀνεπικούρητος κάθηται. Καὶ περιέμενον διὰ πλειόνων πιστώσασθαι τὴν ἀκοὴν, ἢ καὶ ἐκπέμψαι καὶ ἰδεῖν, εἰ καὶ ἀληθῆ τὰ λεγόμενα. Ἐν τούτοις οὗν ὁ χρόνος ἐτρίβετο. Πρὸς δὴ τούτοις, ὅτε τὸ ἀληθὲς ἔγνωσαν, βασιλεῖς ὄντες καὶ ἐκδημεῖν μέλλοντες, ἀνάγκην εἶχον πρότερον εὖ διαθεῖναι τὰ κατὰ τὸν οἶκον, καὶ ἐπιστῆσαι τοῖς ἀρχομένοις τοὺς ἀνθʼ ἑαυτῶν. Ταῦτα πάντα αὐτοὺς ἀπησχόλει, καὶ ἐνεβράδυνον. Καὶ εἰ μὴ σφόδρα γε ἀγαπητοί τινες ἧσαν καὶ δίκαιοι, οὐκ ἂν, τὰς οἰκείας καταλιπόντες χώρας καὶ βασιλείας, ἀφικνοῦντο πρὸς τὴν ἐπίσκεψιν, ἀλλὰ διʼ ἑτέρων τὴν χρείαν ἐπλήρουν. Ἔστι δὲ ἐννοεῖν, ὡς καὶ οἰκονομία τις ἧν θεία τῆς ἀφίξεως ἡ ἀναβολή. Ἐπειδὴ γὰρ ὁμοῦ τῇ τῶν φίλων διαλέξει καὶ τὸ πᾶν τοῦ ἀγῶνος ἐλύθη, τοῦ Θεοῦ χρηματίσαντος, καὶ τὸν δίκαιον ἀνακτησαμένου καὶ στεφανώσαντος, οἰκονομία τις γέγονε θεία, ἐμβραδῦναι τοὺς φίλους, ἵνα παραταθῇ τὰ τοῦ νοσήματος, καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος, δικαιότερον ἀναῤῥηθῇ παρὰ τοῦ Θεοῦ. (26) Στίχ. ια´. Κοὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν, τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Ὁ Σύμμαχος οἵτως ἐξέδωκε· Συνετάξατο γὰρ ὁμοῦ ἐλθόντες συμπαθῆσαι αὐτῷ, καὶ παραμυθήσασθαι αὐτόν. Ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε, πρὸς ἀλλήλους διαπεμψάμενοι, τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο.
Verse 11. “When his three friends heard all the evils that had come upon him, each one came from his own country to him.” Someone may ask why the friends came after so long a time. Let him consider first that they lived in different countries. After a long while many people may have heard the news, but the strangeness of the disaster made it seem unbelievable, that Job should be sitting on a dung heap with no one to help him. So they waited to confirm the report through several witnesses, or even to send someone to see whether what was being said was true. In these matters time passed. Besides this, when they learned the truth, they were kings who were about to travel abroad. They first had to put their households in good order and set others over their subjects in their place. All this occupied them and caused delay. And unless they had been very devoted and righteous men, they would not have left their own lands and kingdoms to come and visit him, but would have met the need through others. One can also think that the delay of their arrival was part of a divine plan. For the whole contest was resolved together with the friends’ discussion: God gave his verdict, recovered the righteous man and crowned him. So it was a divine arrangement that the friends were delayed, so that the illness would be prolonged, and the righteous man, having contended all the more, would be declared righteous by God with greater justice. Verse 11. “And they came to him together, to comfort him and to visit him.” Symmachus rendered it thus: “For they agreed together to come and sympathize with him and console him.” Notice from this too that further time passed, until they sent messages to one another and made their meeting and arrival together.
(27) Στίχ. ιβ´. Καὶ καταπασάμενοι γῆν ἐπὶ τὰς κεφαλάς αὐτῶν.
Verse 12. “And they sprinkled earth on their heads.”
Στίχ. ιγ´. Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας, καὶ ἑπτὰ νύκτας. Οὐκ εἶπε δὲ ἡ Γραφὴ, ὅτι παρεκάθηντο ἑπτὰ ἡμέρας πρωῒθεν ἕως ἑσπέρας, οὐδὲ ἑπτὰ νύκτας ἀφʼ ἑσπέρας μέχρι πρωῒ. Δῆλον οὖν, ὅτι, τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι, ὑπεχώρουν τί. ς ἀναγκαίας ἐκπληρώσοντες χρείας· καὶ πάλιν ἐπανήκοντες, μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες, πάλιν ὤρθριζον πρὸς αὐτόν. Ὅ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. Τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ Γραφὴ, οὕτως ἀπολύτως εἶπε· Παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας. Ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι, καὶ συγκαίεσθαι τῷ καύσονι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτὸς, ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἄρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ὅλῳ τῷ χρόνῳ; Ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον. Ὡς γὰρ ἔφην, ἡ Γραφὴ κοινῇ συνηθείᾳ χρῆται. Ἐπειδὴ δέ τινες, κωμῳδοῦντες τὴν Γραφὴν, καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ διασύρουσιν· Ὡς (27·) γὰρ ἂν, φασὶν, ἄσιτοι διετέλουν καὶ ἄϋπνοι ἐπὶ τοσαύταις ἡμέραις; ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενοχωρίᾳ.

⚑ Possible scanning error in the digital Greek ((27·)). Check it against the printed edition.

Verse 13. “They sat with him seven days and seven nights.” The Scripture did not say that they sat with him seven days from morning until evening, nor seven nights from evening until morning. So it is clear that they sat with him for most of the day, but withdrew at times to attend to necessary needs. Then they came back and sat with him far into the night, and going away again, returned to him at dawn. This is the mark of the most genuine and sympathetic friends. But Scripture, using common manner of speech, simply said: “They sat with him seven days and seven nights.” So too when it says that Jacob served fourteen years and was scorched by the heat of the day and the frost of the night, did he never go under a roof? Did he get no rest at all in all that time? To pick at such things is nonsense. For, as I said, Scripture uses common manner of speech. But some people mock Scripture and from this too they ridicule it as false. “How,” they say, “could they have gone on without food and without sleep for so many days?” [The Greek of the last sentence is garbled; its sense seems to be: “We were forced to be dragged along with their ill-timed difficulty.”]
Fragment 3
(28) Ἀλλʼ ἐν τούτοις μὲν τὸ δεύτερον ἤνυσται κεφάλαιον· τοῦ τρίτου δὲ προθεωρίαν ποιούμενοι, φαμὲν. ὡς ἀλγεῖ μὲν ὁ δίκαιος, καὶ οὐκ ἄν τις ἀρνήοαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετὴ, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. Οὐ δύναται (29) δὲ, κατὰ μὲν τὸ φαινόμενον, ὑπὸ τῆς ἐν σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος· κατὰ δὲ τὸ νοούμενον, οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὀρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτῶν (30) παθήμασιν, ὡς τῆς τοῦ Θεοῦ δόξης ἐπʼ αὐτῷ διασυρομένης, εἰ ὁ δίκαιος ταῦτα ὑπομένει. Καὶ γὰρ ὅτε λέγει· Ἵνα τί ἔθου με κατʼ ἐντευκτήν (31) σου; οὐκ αὐτὸς κατὰ τοῦ Θεοῦ ἐτύγχανε, μὴ γένοιτο! τίνι γὰρ εἶχεν ἐντυγχάνειν; Ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Ἵνα τί διʼ ἐμὲ, Δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; Θορυβεῖται δὲ οὐδὲν ἧττον καὶ ἰλιγγιᾷ, μήπως πλείως ἐγκατάλειψινμ ὑπέστη παρὰ Θεοῦ. Οὐδὲ γὰρ οὕτω τιμωρεῖται ψυχὴ φιλόθεος, ὡς τὸ (32) ὑποπτεύειν καταλελεῖφθαι παρὰ Θεοῦ· καὶ μυριάκις αἱρεῖται τὸν θάνατον, ἢ μετὰ ἀλγηδόνων καὶ τοιαύτης ὑποψίας τοῖς ζῶσιν ἐγκαταλέγεσθαι. Ἐπὶ μὲν οὖν τῇ τῶν κτημάτων ἀπωλείᾳ καὶ τῇ τῶν παίδων ἀθρόᾳ τελευτῇ οἶας ἀφῆκε χαριστηρίους φωνὰς ἠκούσαμεν, καὶ ὅπως τὴν γυναῖκα ἐξεπαίδευσεν ἀπρεπές τι περὶ τοῦ Δεσπότου λογισαμένην, καὶ ποῖα μετὰ πεῖραν καὶ ἐξουδένωσιν καὶ τὸ δριμὺ πάθος ἐφθέγξατο, καὶ ὡς οὐδὲν αὐτὸν τῶν ἀνθρωπίνων συμπτωμάτων διεθορύβησεν· ὡς δὲ οἱ φίλοι παρεγένοντο ἄνδρες δίκαιοι καὶ συμπαθεῖς, εὔκκιρον ᾠήθη, θεωρῶν αὐτῶν τὴν ὑπομονὴν καὶ τὴν ἀγάπην ἐπʼ αὐτῶν (33), εἰπεῖν καὶ δημοσιεῦσαι τὰς κατὰ ψυνὴν ἀλγηδόνας, καὶ φθέγγεται μὲν καθʼ ἱστορίαν ἀκίνδυνον.
With this the second chapter is finished. As we look ahead to the third, we say this: the righteous man does feel pain, and no one could deny it. Virtue does not belong to people who feel nothing. It belongs to those who keep their wisdom in the midst of suffering. On the surface, he cannot help being stung most sharply by the blow in his flesh. In the deeper sense, he is a righteous man who loves God, and he sees some people stumbling over his sufferings, as though God’s glory were being slandered through him if the righteous man has to endure such things. For when he says, “Why have you set me as a target for your attack?”, he was not speaking against God, God forbid! Against whom would he have made his plea? What he means is this: “Why, Master, is your name blasphemed because of me?” He is troubled all the same and dizzy with fear that he may have suffered a still deeper abandonment by God. A soul that loves God is not punished by anything so much as by the suspicion that God has forsaken it. Ten thousand times over it would choose death rather than be counted among the living with such pain and such a suspicion. At the loss of his possessions and the sudden death of his children, we heard what words of thanks he uttered. We heard how he instructed his wife when she thought something unworthy about the Master, and what he said after the trial, the contempt and the bitter suffering, and how none of the misfortunes of men shook him. But when his friends arrived, righteous and sympathetic men, he thought the time was right. He saw their patience and their love toward him, and so he spoke and made public the pains of his soul. He speaks, however, in a way that carries no danger.
Ἐν γὰρ ἦν τοῦ διαβόλου τὸ σπούδασμα, τὸ παρασκευάσαι τὸν δίκαιον βλασφημῆσαι Θεόν. Ὁ δὲ οὐδαμῶς φαίνεται τοῦτο διαπραξάμενος, ἀλλὰ καὶ μᾶλλον εὐφημήσας. καὶ χαριστηρίους ἀναπέμψας φωνάς. Καταρᾶται δὲ τὴν ἡμέραν τῆς γεννήσεως, καὶ τὸν θάνατον ἐπιποθεῖ, διὰ τὰς ἀνωτέρω λεχθείσας αἰτίας. Πρὸς δὲ διάνοιαν μυστήρια λαλεῖ· καὶ περὶ τῶν ἥδη προγεγονότων φιλοσοφεῖ, καὶ πληροφορεῖ τὸ μέλλον. Τοιαῦται γὰρ ἀεὶ τῶν ἀγίων προφητῶν αἱ ῥήσεις. Ἐπὶ δὲ αὐτῶν τῶν λέξεων γενόμενοι, σαφηνίσωμεν τὴν διάνοιαν, αὐτοῦ ποδηγοῦντος πρὸς τὴν ἑρμηνεείαν, τοῦ καὶ τὸν ἅγιον Ἰὼβ πρὸς τοὺς ἀγῶνας ἐνισχύσαντος.
For the devil had one aim: to bring the righteous man to blaspheme God. Job clearly did not do this. Rather, he spoke well of God and sent up words of thanks. He does curse the day of his birth and long for death, for the reasons given above. But in the deeper sense he speaks mysteries. He reflects on things that have already happened, and he assures us of what is to come. Such are always the sayings of the holy prophets. Now that we have come to the words themselves, let us make their meaning clear, with him guiding us to the interpretation, the one who also strengthened holy Job for his struggles.
Στίχ. α´ Μετὰ τοῦτο ἥνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ. Ὅτι δίκαιος ἁνοίγει τὸ στόμα, οὐχ ἀπλῶς οὑτωσὶ προσήκει προσέχειν τοῖς λεγομένοις, ἀλλὰ τὰ (34) ἐκ τῶν λόγων ἀναζητεῖν ὠφέλειαν. Μεστὰ γὰρ ἀεὶ ὠφελείας τὰ τοιαῦτα ῥήματα τῶν ἀγίων· καὶ ἀνοίγων τὸ στόμα δίκαιος, κεκρυμμένους δημοσιεύει θησαυρούς. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς ὁ Παῦλος ἐπιστέλλων φησί· Τὸ στόμα μου ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι. Καὶ περὶ τοῦ Κυρίου γέγραπται ὅτι Ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκε. Καὶ ἀπλῶς ἐκεῖνος μαρτυρεῖται στόμα ἀνοίγειν, ὁ σιωπῆς μέτρα πρότερον διδαχθείς. Οὐκοῦν καὶ Ἰὼβ ἀνοίγει τὸ στόμα μετὰ τοῦτο· τουτέστι μετὰ τὸ μέγα τρόπαιον, μετὰ ἐκεῖνα τὰ πάθη, οὐκ ἀβασανίστως φθέγγεται περιαλγῶν τῷ σώματι, τῆς γλώσσης φθανούσης τὸ τῆς φρονήσεως ἔνθεσμον, ἀλλὰ σωφρονῶν καὶ ταῖς φωναῖς ὑποδείκνυται. Δηλοῖ δὲ καὶ τὴν γαλήνην τῆς ψυχῆς καὶ τῶν ῥημάτων τὸ ἐμπρεπὲς ἡ τοῦ ἀνοῖξαι τὸ στόμα αὐτοῦ μαρτυρία (35).
Verse 1: “After this Job opened his mouth.” When a righteous man opens his mouth, we should not listen to what is said in a casual way, but should look for the benefit that comes from his words. For such sayings of the saints are always full of benefit, and a righteous man who opens his mouth brings hidden treasures into public view. That is why Paul, the chosen vessel, writes: “My mouth is opened to you, Corinthians.” And it is written of the Lord that “he opened his mouth and taught.” Only the one who has first learned the measures of silence is rightly said to open his mouth. So Job also opens his mouth “after this.” That is, after the great victory and after those sufferings, he does not speak without testing his words, as one racked with pain in the body whose tongue runs ahead of the lawful bounds of good sense. He shows his self-control even in his words. The statement that he opened his mouth shows both the calm of his soul and the fitness of his words.
Fragment 19
(36) Στίχ. α´. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασιν, κάμνειν ποιεῖν τὰ βαστάζοντα· οὕτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις κάμνει. Ὡς ὑπὸ βάρους πιεζόμενος, τῆς δυνάμεως τῶν λόγων τῶν οὐ κακῶς, καὶ χαλεπῶς (37), ἢ ἐπὶ λοιδορίας εἰρημένων ὑπὸ τῶν ἅλλων δύο μετὰ Βαλδὰὁ ἐληλυθότων, οἱονεὶ φορτίου αἴσθησις (38) βαρέος, ὁ Ἰώβ φησι καμὼν τῇ ψυχῇ ἐφʼ οἶς εἰρήκασιν· Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; — Καὶ μετʼ ὀλίγον· Ὁρᾷς ὡς προγέγραπται ὁ Σαυχαίων τύραννος. Τυραννικοὶ αὐτοῦ εἰσιν οἱ λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ, λέγει· Ἕω τίνος ἔγκοπον ποιήσετε τὴν ψυχήν μου; Οὐχ οὕτως καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι, ὡς λόγος σκληρός. Πολλάκις ὑπομείνας τὰς βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν. Ὁ μέντοιγε τέλειος ἀθλητὴς, εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους. Ὕβριν γὰρ ὑπομένειν μεγάλου ἀνδρός ἐστιν. Διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει· Λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν. Ὡσπερ καθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Καὶ μετʼ ὀλίγον φησὶν εἷτα, διὰ τὸ, Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου; Ὁρᾷς; Ἰὼβ ἐστιν, οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτως περιέχει ἢ τὴν ἀνδρίαν αὐτοῦ καὶ τὴν ὑπομονήν. Ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων, ὦν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆσαι.
“How long will you wear out my soul?” Heavy loads laid on animals make the animals that carry them grow weary. In the same way there are heavy words, and a man who hears them grows weary as if crushed under a weight. The other two who came with Baldad spoke words that were not good, harsh, or meant as abuse. Job felt the force of those words like a heavy burden. Worn out in soul by what they said, he says, “How long will you wear out my soul?” And a little later: You see how the tyrant of the Sauchaeans was described earlier. His words are tyrannical, and when Job heard them he said, “How long will you wear out my soul?” Nothing else strikes a person’s soul as a harsh word does. Many a man who has endured tortures inflicted on his body has not endured words. Yet the perfect athlete, though weary, still bears harsh words, for it belongs to a great man to bear insult. So the Apostle, listing his brave deeds, says: “When reviled, we bless; when persecuted, we endure; when slandered, we encourage. We have become like the refuse of the world, the scum of all things, to this very day.” And a little later he speaks again, because of the words “How long will you wear out my soul?” Do you see? This is Job, whose book contains nothing else so distinctive as his courage and his endurance. Even so, he feels the weariness he has suffered from the harsh speech of those who came to look in on him.
(39) Στίχ. γ´. Γνῶτε μόνον, ὅτι ὁ Κύριος ἐποίησέ με οὕτως. Ἅ βλέπετε περὶ ἐμὲ, μὴ νομίσητε ἄλλοθεν ἐληλυθέναι μοι ἢ ἀπὸ τοῦ Θεοῦ. Φοβήθητε τοίνυν. Ὁ γὰρ ἐμοὶ ταῦτα ἐπάγων δύναται καὶ ὑμῖν ἐπαγαγεῖν. Στίχ. γ´. Καταλαλεῖτέ μου· οὐκ αἰσ χυνόμενοί με, ἐπίκεισθέ μοι. (40) Πολλάκις καὶ καταλαλεῖ τις κακῶς ποιῶν. Ὅτε ἃν δὲ οὐκ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνῳ, οὐχὶ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων. Τοῖς γὰρ ὑπὸ Θεοῦ τιμωρουμένοις ἐπεμβαίνειν οὐ χρὴ, ἀλλὰ θρηνεῖν καὶ φοβεῖσθαι.
“Only know that the Lord made me thus.” Do not suppose that what you see happening to me has come from anywhere other than God. So be afraid. The one who brings these things on me is able to bring them on you also. “You speak against me; without shame you press upon me.” Often a person speaks against another while he himself is doing wrong. When he does not blush, he says it to the man’s face. He does not do it to rebuke him or to tell the truth. He does it to reproach and insult him. One must not trample on those whom God is punishing. One should grieve over them and fear.
(41) Στίχ. δ´. Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐ λίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὅ οὐκ ἔδει. Εἶτά φησιν καθʼ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑποφῶν Λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτη;ματα ταῦτα πάσχω· ἆρ᾿ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ᾿ ὲμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ᾿ ὑπάθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ᾿ οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει.
“Yes indeed, in truth I have gone astray, and error lodges with me, so that I spoke a word I should not have.” Then he says it as a supposition: I grant you, [as if conceding the point], that I suffer because of these sins. Even so, was it right for you to reproach me like this? “Error lodges with me.” Suppose I really had done such things as I should not have done. Suppose I really were such a man. Ought you not, when you see the scourgings, the festering matter, the worms, and the loss of my possessions, to feel shame? But you trample on me further. You neither pity me nor sympathize with me in my plight.
(42) Στίχ. ε΄. Ἔα δὲ, ὅτι ἐπ᾿ ἐμοὶ μεγολύνεσθε, ἐνάλλεσθε δέ μοι ὀηνείδει. Οὐ μετρἱως μοι ὀνειδἱζετε, ἀλλ᾿ ἐναλλόμενοι· ὡσπερεὶ ἐπιβαίνοντες καὶ καταπατοῦντές με ὀνειδἱζετε.
“But enough, for you magnify yourselves over me, and leap upon me with reproach.” You do not reproach me in moderation. You leap upon me. You reproach me as men who stand on me and trample me down.
(43) Στίχ. Ϛ΄. Ὀχύρωμα δὲ αὐτοῦ ἐπ᾿ ἐμὲ ὔψωσεν. Οἱονεὶ ὑπὸ τεἴχος τῆς περιστάσεώς εἰμι ὀχὑρωμα, ὅ οὐ δύναμαι φεύγειν, ἕως οὗ κρινεῖ ὁ Θεὸς καθελεῖν αὐτό.
“And he has raised his fortress against me.” It is as though I am under the wall of my circumstances, a fortress I cannot flee. I must stay there until God decides to tear it down.
Στίχ. ζ΄. Ἰδοὺ γελῶ ὀνείδει (44), καὶ οὐ λαλήσω. Τοῦτό ἐστι τό· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τοῦ αὐτοῦ. Ἰδοὺ ἐπὶ τῷ ὁνείδει ὑμῶν γελᾷν, οὐ λαλεῖν νομίζομαι.
“Behold, I laugh at the reproach, and I will not speak.” This is the saying, “Overcome evil with good.” From the same author: Behold, I am thought to be laughing at your reproach, not to be speaking.
Fragment 20
(45) Στίχ. Ϛ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὰν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ᾿ ἅν εὔξηται ὁ αἱρετικὸς, ὅτ᾿ ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ᾿ ὰν δοκῇ κατεστηρίχθαι (46)· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία.

⚑ Possible scanning error in the digital Greek ((46)·). Check it against the printed edition.

“If his gifts go up to heaven, and his sacrifice touches the clouds.” This is about the ungodly man. Suppose his gifts go up to heaven, suppose he is greatly exalted, suppose his sacrifice touches the clouds. When the heretic prays, when his sacrifice rises up with lofty speech, when he seems to be firmly established, then he will perish utterly. His prayer is counted against him as sin, and that very prayer of his is sin.
Στίς. ζ΄. Ὅταν γὰρ δοῇ ἥδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἄμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζ΄. Οἱ δὲ ἱδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἱδόντες αὐτόν (47); Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η΄. Ὥοπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὐρεθῇ. Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὑ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερεἱδουσιν σφαλλόμενοι, καὶ γἱνονται ὤσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.
“For when he seems already to be established, then he will perish utterly.” Compare: “But the enemies of the Lord, as soon as they were glorified and exalted, vanished like smoke.” “Those who saw him will say, ‘Where is he?’” Who are those who saw him? The churchmen, who saw the failings of those men, will say, “Where is he?” “Like a dream that has flown away, he will not be found.” Such people dream. They fashion phantoms and do not set their minds on the truth, and so they stumble. They become like a dream that has flown away, which will not be found.
Στίχ. ι΄. Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἤττονες. Τοὺς οἱοὺς καὶ μαθητὰς τοῦ ταῦτα διδάζαντος. (48) Στίχ. ι΄. Αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. Αἰ χεῖρες αὐτοῦ, φησὶν, τουτέστιν αἱ πράξεις, ἐξάψουσιν αὐτῷ κόλασιν. (49) Αἱ δὲ χεῖρες αὐτοῦ. Τοῦ ἀσεβοῦς τούτου καὶ ἐσφαλμένου, οὗ ἡ προυσευχὴ λογίζεται εἰς ἀμαρτίαν, οὗ ἡ θυσία ἐὰν ἀναβῇ εἰς οὐρανὰν, καὶ νεᾶψηται, τότε εἰς τέλος ἀπόλλυται· τούτου αἱ χεῖρες ὀδύνας πυρσεύσουσι· τουτέστι, καὶ ἐν ὀδύναις ἐσχάταις διάξουσι. Λέγει δὲ περὶ τῶν υἱῶν τοῦ παρανόμου.
Verse 10: “May the lesser ones destroy his sons.” These are the sons and disciples of the one who taught these things. Verse 10: “May his hands kindle pains.” His hands, he says, that is, his deeds, will kindle punishment for him. “His hands”: this is said of the impious and mistaken man whose prayer is counted as sin. If his sacrifice goes up to heaven and touches the clouds, then he is destroyed in the end. His hands will kindle pains for him, that is, he will pass his life in the last extremes of pain. And he says this about the sons of the lawless man.
Στίχ. ιγ´ Χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ. Ἔχει γὰρ μαθήματα, ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ χολὴ ἀσπίδος, οἱονεὶ πονηρὰ, ἡ περὶ τοῦ οἴνου τῆς διδα σκαλίας αὐτῶν. Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ αὐτῶν, καὶ τὰ ἐξῆς. Καὶ μετʼ ὀλίγα· Χολὴ δὲ ἀσπίδος ἐν γαστρὶ τοῦ ἑτεροδόξου, καὶ ἀσεβοῦντος ἐν τοῖς δόγμασι, τοῖς ἐναντίοις τῇ ἀληθείᾳ.
Verse 13: “The gall of an asp is in his belly.” For he has lessons that are not sweet but are the gall of an asp, evil as it were, [this being the teaching] about the wine of their instruction. “For their vine is from the vine of Sodom,” and so on. And a little later: the gall of an asp is in the belly of the man of different doctrine, who is impious in his teachings, which are opposed to the truth.
(50) Στέχ. ιε´. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεδήσεται. Τίς γὰρ ἄλλος ἀδίκως πλοῦτος συνάγεται ἢ ἐκεῖνος ὁ ἐν τοῖς λόγοις αὐτῶν; Ἀδίκως γὰρ συνάγεται. Ἀλλ᾿ ὁ ἀγαθὸς οὐκ ὲάσει αὐτοὺς πεπτωκότας, τλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ αὐτὸν ἐν ἑαυτοῖς· ποιήσει γὰρ ἐξεμέσαι. Στὶχ. ιε´. Ἐξ οἰκίας αὐτοῦ ὲξελκύσει αὐτὸν ἄγγελος. Ἄγγελος γὰρ κατʼ ἐνέργειαν καὶ εὐεργεσίαν τεῦ Θεοῦ ἐξελκύσει αὐτὸν ἀπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης, ἥτις ἐστὶν ἐκκλησία πονηρευομένων. Αὕτη γὰρ ἡ οἰκία αὐτοῦ. Ἀλλʼ ἄγγελος ἐξελκύσει αὐτὸν ἐξ οἰκίας αὐτοῦ.
Verse 15: “Wealth gathered unjustly will be vomited up.” What other wealth is gathered unjustly than the wealth in their words? For it is gathered unjustly. But the Good One will not leave them fallen, always holding in themselves wealth that was unjustly gathered. He will make them vomit it up. Verse 15: “An angel will drag him out of his house.” By the working and kindness of God an angel will drag him out of that badly built house itself, which is the church of the evildoers. For this is his house. But an angel will drag him out of his house.
Στίχ. ιζ´ Μὴ ἴδοι ἄμελξιν νομάδων. (51) Ἑτερόδοξος οὐ βλέπει ἄμελξιν νομάδων. μάδες δὲ εἰσί τινες ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ Ποιμένι, τῷ εἰπόντι· Ἐγώ εἰμι ἡ θύρα. Διʼ ἐμοῦ ἐὰν τις εἰσέλθῃ, σωθήσεται. Καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Verse 17: “May he not see the milking of the grazing flocks.” The man of different doctrine does not see the milking of the grazing flocks. The grazing flocks are certain souls that feed under the good Shepherd, who said: “I am the door. If anyone enters through me, he will be saved. And he will go in and go out and find pasture.”
Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. (52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.
Verse 18: “Like a tough herb, unchewed, not to be swallowed.” Their words and teachings are tough and dense; those things that are done against God have nothing sweet in them. The “tough herb” is a certain plant that grows rough on the tongue of the one chewing it. Just as, he says, no matter how hard someone struggles, grinding that plant with his teeth, he cannot swallow it, so also the one who wants to enjoy what belongs to others will carry off no profit from his labors.
(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται. ἄλλως.
Verse 20: “Therefore his good things will not bloom.” The things he seems to do as good will not flourish. When he seems already to be filled full, he will be crushed. Verse 20: “There will be no salvation for him in his possessions.” His possessions cannot secure salvation for him. Otherwise:
(54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς. (55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον.
Verse 22: “Every necessity will come upon him, and he will send upon him a fury of wrath.” Verse 22: “Every necessity will come upon him.” These words are meant to urge us to keep away from what belongs to others. Verse 22: “Let it snow pains upon him.” Instead of snow, pains come upon such a man.
(56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.
Verse 24: “And he will not be saved from the hand of iron.” He does not mean this iron that we perceive with the senses, but a most cutting word.
(57) Στίχ. κε. Διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος. Τὰ θέλῃ ταῦτα τὰ πεπυρωμένα τιτρώσκει αὐτόν. (58) Στίχ. κε´. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. Μυστήριόν τι μανθάνομεν περὶ τῆς κολάσεως τῆς ἀποκειμένης, ἵνα φυλασσώμεθα αὐτὴν παθεῖν. Πῦρ εἶπεν ἄκαυστον κατέδεσθαι τὸν ἀσεβῆ· τοῦτο τὸ πῦρ τὸ παρʼ ἡμῖν ὑλικὸν οὐκ ἔστιν ἄκαυστον πῦρ· βλεπόμενον γὰρ αὐτό. Ἐκεῖνο δὲ ἀόρατόν ἐστι τὸ πῦρ, τὸ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐρχόμενον, ὅ ἔνδον αὐτοὺς καίει. Νοητόν ἐστι καὶ κολάζον. Ἐὰν θέλῃς εἰκόνα παραλαβεῖν ἐκείνου τοῦ πυρὸς, νόει μοι τὸν εἰς ὑπερβολὴν πυρέσσοντα, καὶ ὑπὸ πυρὸς φλεγόμενον. Οὐχ εὑρήσεις ὄψει τὸ πῦρ ἐν αὐτῷ, ὑπόκειται δὲ, καὶ ἐκκαίει αὐτοῦ τὰ σπλάγχνα. Οὕτως ἀπὸ τῶν ἁμαρτημάτων πυρέττων τις ἐκκαίεται. Στίχ. κε´. Κακώσαι δέ αὐτοῦ ἐπήλυτος τὸν οἷκον. Ὁ πολεμήσας τὸν λαὸν ἐκεῖνον ἐπήλυτος ἦν, καὶ οὐ προσήλυτος· ὃς ἐκάκωσεν αὐτοῦ τὸν οἶκον, καταλύων τὸ νομιζόμενον ἁγίασμα, καὶ τὴν πόλιν ἥν ἔλεγον εἶναι ἁγίαν.
Verse 25: “May an arrow pass through his body.” These fiery arrows wound him. Verse 25: “An unkindled fire will devour him.” Here we learn a mystery about the punishment laid up for sinners, so that we may guard against suffering it. He said that an unkindled fire will devour the impious man. The material fire we know is not an “unkindled” fire, for it is seen. But that fire is invisible, the fire that comes upon sinners and burns them from within. It is perceived by the mind, and it punishes. If you want to take an image of that fire, think of someone burning with an extreme fever, inflamed as if by fire. You will not find the fire in him by sight, yet it lies underneath and sets his inner parts ablaze. In the same way a person, fevered by his sins, is burned up. Verse 25: “May a newcomer mistreat his house.” The one who made war on that people was a newcomer, not a proselyte. He mistreated their house by destroying what was thought to be a holy place, and the city which they said was holy.
(59) Στίχ. κζ´. Ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὺς τὰς ἀνομίας. Ἀντὶ τοῦ, Καὶ ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται τὰ δεινά Ταῦτα δὲ ἕφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος. Κατασκευάζει οὖν, ὅτι πάντα διʼ ἁμαρτίας αὐτὸν ἐπηνέχθη. Αὐτὴ ἡ γῆ ἐπανίσταται ἐκείνῳ τῷ λαῷ.
Verse 27: “May heaven uncover his lawless deeds.” This means: the terrors will stand against him both from God and from heaven. He said this because Job, who said he had been struck by God, also recalled that he had been wronged by men. So he argues that everything was brought on him because of sin. The very earth rises up against that people.
(61) Στίχ. κθ´. Καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Μανθάνει (62) τίς ἐπίσκοπος ἐνθάδε ¦ὠνομάσθης ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν τιμᾶται ἐπὶ τὸ καλῶς μιμήσασθαι, τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος, ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεός· ἢ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἱώνων. Ἀμήν.
Verse 29: “And the possession of his goods is from the overseer [bishop].” Here we learn who the overseer is. He is called an overseer because God himself is called Overseer, and the bishops, the good and noble ones, strive in every way to bear his image. A man who copies a royal portrait is honored for copying it well, and he is honored also for having adorned it. In the same way, blessed is the bishop who has understood the true Overseer, and who zealously imitates him and becomes like a god among men. Or blessed is the one who has as his own overseer the one who truly makes him a bishop in Christ Jesus. To him be glory and power forever and ever. Amen.
Fragment 21
(63) Στίχ. ε´. Εἰσβλέψαντες εἰς ἐμέ θαῦμα σχέτε. Φατὲ σοφοὶ εἶναι, καὶ εἰδέναι διὰ τί ταῦτα πάσχω, ὡς τοῦ Θεοῦ μὴ κοιμωμένου ἐπὶ τοῖς ἁμαρτήμασι τῶν ἀνθρώπων. Καὶ ἐτολμήσατέ με λέγειν ἁμαρτωλὸν εἶναι, καὶ δικαίως εἰς ταῦτα ἐφθακέναι.
Verse 5: “Look at me and be astonished.” You claim to be wise, and to know why I suffer these things, as though God were asleep to the sins of men. And you have dared to call me a sinner, and to say that I have justly come to this.
(64) Στίχ. ζ´. Πεπαλαίωνται δέ καὶ ἐν πλούτῳ. Οὐκ εἰσὶ νεόπλουτοι, ἀλλὰ πολλὰ ἔτη πεποιἡ· κασι πλου τοῦντες, καὶ ἀεὶ τὸν πλοῦτον αὔξοντες.
Verse 7: “They have grown old even in wealth.” They are not newly rich. They have been wealthy for many years, and they keep increasing their wealth.
Στίχ. η´. Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν. Τοῦ μὲν δικαίου ὁ σπόρος κατὰ πνεῦμά ἐστι· Σπείρει γὰρ εἰς τὸ πνεῦμα, καὶ ἐκ τοῦ πνεύματος θερίζει ζωὴν αἰώνιον· τῶν δὲ τοιούτων, ἐπεὶ ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος· μωρία γὰρ αὐτῷ ἐστιν· ὁ σπόρος οὐ κατὰ πνεῦμα, ἀλλὰ κατὰ ψυχὴν, τὸ ὑποδεέστερον. Στίχ. η´. Τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Πάντα ὅσα ποιοῦσιν, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων ποιοῦσι. Τέκνα γὰρ τὰ ἔργα ἑκάστου. Οὐκ ἔστι τέκνα τῶν ἑτεροδόξων ἐν καρδίᾳ, ἐν λογισμοῖς ἀγαθοῖς, ἀλλʼ ἐν ὀφθαλμοῖς, πρὸς τὸ θεαθῆναι ὑπὸ τῶν ἀνθρώπων.
Verse 8: “Their seed is according to the soul.” The righteous man’s seed is according to the spirit: “for he sows to the Spirit, and from the Spirit he reaps eternal life.” But since the soulish man does not receive the things of the Spirit (for they are foolishness to him), the seed of such people is not according to the spirit but according to the soul, the lower thing. “And their children are before their eyes.” Everything they do, they do to be seen by men. For a person’s children are his works. The children of those who hold other teachings are not in the heart, among good thoughts, but in the eyes, to be seen by men.
(65) Στίχ. θ´. Οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Ὅτ᾿ ἂυ εἰσέλθῃς εἰς συναγωγὴν αἱρετικῶν, καὶ ἴδῃς ἐκεῖ πλῆθος συναγομένων, βλέπε, ὅτι οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν. Στίχ. θ´. Φόβος δὲ οὐδαμοῦ. Ἄφοβοί εἰσιν. Οὐ φοβοῦνται τὸν Θεὸν, καταφρονοῦσι τῆς Θεότητος· τοιαῦτα λέγοντες περὶ Θεοῦ, οὐ φοβοῦνται, ὅτι περὶ Θεοῦ λαλοῦσιν. Στίχ. θ´. Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς. Τοῦ αὐτοῦ. Ἐὰν ἴδῃς ἄνθρωπον τοιαῦτα κατὰ Θεοῦ λαλοῦντα, ὑγιαίνοντα τῷ σώματι, βλέποντα, τὰ αἰσθητήρια σώζοντα, καὶ δοκοῦντα ἐνίοτε καὶ ἐν τοῖς κοσμικοῖς εὐτυχεῖν· ὅρα, ὅτι πεπλήρωται ἐπʼ αὐτοῦ ἀσεβοῦς ὄντος τό· Μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ᾿ αὐτοῖς.
Verse 9: “Their houses prosper.” When you enter a gathering of heretics and see a crowd assembled there, notice that “their houses prosper.” “And there is no fear anywhere.” They are without fear. They do not fear God; they despise the Godhead. They say such things about God and are not afraid, though they are speaking about God. “And there is no scourge from the Lord upon them.” The same author: If you see a man speaking such things against God, healthy in body, seeing well, with his senses intact, and sometimes even seeming to prosper in worldly matters, observe that in this ungodly man the saying has been fulfilled: “And there is no scourge from the Lord upon them.”
Στίχ. ι´. Ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησε. Τοῦ αὐτοῦ. Ὁ βοῦς ζῶόν ἐστι γεωργικὸν, καὶ συμπνέων εἰς γεωργίαν. Καὶ αὐτοὶ γεωργοῦσι. Γεωργοῦσι δὲ Σόδομα καὶ Γόμοῤῥα, γεωργοῦσιν Αἴγυπτον. Ἡ βοῦς αὐτῶν οὐκ ὐμοτόκησεν· ἀλλὰ καὶ αὐτὴ ἀπεκύησε, καὶ ἐγέννησε τέκνον, ἵνα γεωργῆται αὐτῶν ἡ πονηρὰ γῆ. Στίχ. ι´. Διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα, καὶ οὐκ ἔσφηλεν. Ὅσα συλλαμβάνουσι, ταῦτα καὶ κύουσιν, οὐκ ἀπὸ τοῦ φόβου Θεοῦ συλλαμβάνοντες, ἀλλʼ ἀπὸ τῆς κακίας. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.
Verse 10: “Their cow did not miscarry.” The same author: The ox is an animal of farming, and works together with the farmer. These people also farm. Sodom and Gomorrah are farmed, and Egypt is farmed. “Their cow did not miscarry,” but it bore and gave birth to a calf, so that their wicked land might be farmed. “She was kept safe in their womb, carrying, and did not fail.” Whatever they conceive, they also bring to term. They do not conceive from the fear of God but from wickedness. “Behold, he travailed with injustice, conceived trouble, and gave birth to lawlessness.”
Στίχ. ια´. Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια. Ποῖος νοῦς ἐστι τοῦ· μενοῦσιν ὡς πρόβατα αἰώνια; Περὶ ὧν φησιν ὁ Χριστός· Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ τὰ ἑξῆς· ταῦτά ἐστι τὰ αἰώνια πρόβατα. Ἐπεὶ οὖν μῖμοί εἰσιν οἱ ἑτερόδοξοι, καὶ ἐθέλουσι μιμεῖσθαι τὴν ποίμνην τοῦ Χριστοῦ, ἐπισκόπους ἑαυτοῖς χειροτονοῦντες, πρεσβυτέρους, διακόνους, διδασκάλους, λαὸν, κατηχουμένους, μιμούμενοι τὰ αἰώνια πρόβατα, πληροῦσι τό· Μένουσι δὲ ὡς πρόβατα αἰώνια. Οὐκ εἰσὶ δὲ πρόβατα αἰώνια, ἀλλὰ μένουσιν ὡς πρόβατα αἰώνια. Στίχ. ια´. Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι.
Verse 11: “They remain like eternal sheep.” What is the meaning of “they will remain like eternal sheep”? Of those sheep Christ says: “My sheep hear my voice, and I give them eternal life,” and so on. These are the eternal sheep. Now since those who hold other teachings are mimics, and want to imitate the flock of Christ by ordaining for themselves bishops, presbyters, deacons, teachers, a laity, and catechumens, imitating the eternal sheep, they fulfill the words, “They remain like eternal sheep.” But they are not eternal sheep; they only remain like eternal sheep. “And their little ones play.”
Στίχ. ιβ´. Ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν. Οἱ ἡμέτεροι ἀναλαμβάνουσι ψαλτήριον καὶ κιθάραν, ὑμνοῦντες τὸν Θεὸν, καὶ δοξολογοῦντες αὐτόν. Ἐκείνων δὲ τὰ παιδία, οἱ ἀνόητοι ἐν αὑτοῖς, προσπαίζουσιν, ἀναλαμβάνοντες ψαλτήριον καὶ κιθόραν. Ὅτ᾿ ἂν ἀναλάβωσι τοὺς λόγους τῆς Παλαιᾶς Διαθήκης, προσπαίζουσι, καὶ γελῶσι τὰ λόγια τοῦ νόμου καὶ τῶν προφητῶν. Ἀναλαμβάνοντες τὰ ἐναρμόνια, ψαλτήριον τὸ τοῦ νόμου, κιθάραν τὴν προφητικὴν, προσπαίζουσιν αὐτοῖς. Στίχ. ιβ´. Καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Καὶ αὐτοὶ λέγουσιν ψαλμοὺς Οὐαλεντίνου, καὶ λέγουσιν ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.
Verse 12: “Taking up the psaltery and the lyre.” Our people take up the psaltery and the lyre, singing hymns to God and giving him glory. But their children, the foolish ones among them, play, taking up the psaltery and the lyre. When they take up the words of the Old Testament, they play, and laugh at the sayings of the law and the prophets. They take up the harmonious instruments, the psaltery of the law and the lyre of the prophets, and make sport of them. “And they rejoice at the sound of a psalm.” They too recite the psalms of Valentinus and the odes of Basilides, and utter other such things, rejoicing at the sound of a psalm.
Στίχ. ιγ´. Ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. Ἐν δὲ ἀναπαύσει οὐκ οὐρανοῦ, ἀλλʼ ᾅδου ἐκοιμήθησαν. Ἡμεῖς δὲ εὐχόμεθα οὐκ ἐν ἀναπαύσει ᾅδου κοιμηθῆναι, ἀλλʼ ἐν ἀναπαύσει Θεοῦ ἐν τοῖς οὐρανοῖς τοῖς ἁγίοις μετὰ Χριστοῦ βασιλεύοντος ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Verse 13: “And they fell asleep in the rest of Hades.” They fell asleep in the rest not of heaven but of Hades. But we pray that we may not fall asleep in the rest of Hades, but in the rest of God, in the holy heavens, with Christ who reigns over us. To him be glory and power forever and ever. Amen.
Fragment 22
(66) Στίχ. β´. Πότερον οὐχὶ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Τὰ οἰκονομούμενα ὑπὸ τοῦ ἁγὶου Πνεύματος ἀναγραφῆς ἀξιωθῆναι χρή. Διὰ τοῦτο ἀναγράφεται ὑπὲρ τοῦ τὸν ἐντυγχάνοντα ὠφελεῖσθαι ἐκ τῶν ἀναγινωσκομένων. Εἰ μὴ οὖν χρήσιμοι ἦσαν οἱ λόγοι τῶν τριῶν, τῶν παραγενομένων πρὸς τὸν Ἰὼβ, ὡς τὸν ἐντυγχάνοντα λαβεῖν τι ἀπὸ τῶν εἰρημένων ὑπʼ αὐτῶν πρὸς τὸν Ἰώβ· οὐκ ἂν ἡ πρόνοια εἰς τὴν βίβλον τοῦ Ἰὼβ ἐποίησεν ἀναγραφῆναι καὶ τοὺς λόγους τῶν τριῶν. Ἔστιν οὖν ὠφεληθῆναι μὲν ἀπὸ τῶν λόγων αὐτοῦ (67), ἐνορῶντα τοῖς δόγμασιν· ὁρᾷν δὲ τὸ ἔγκλητον τῶν λόγων περὶ ἓν μόνον, ὅτε αἰτιῶνται τὸν Ἰὼβ, οἰόμενοι αὐτὸν πάσχειν διὰ τὰ ἡμαρτημένα αὐτῷ· οὐχ ὁρῶντες, ὅτι καὶ ἄλλα πολλὰ αἴτιά ἐστι τοῦ συμβαίνειν ἀνθρώποις. Τοιαῦτά ἐστι νενομισμένα εἶναι καλὰ ἢ χαλεπὰ, ἢ ὅπως ποτὲ βούλεταί τις αὐτὰ ὀνομάζειν. Καὶ μετʼ ὀλίγα· Πότερον οὐχὶ ὁ Κύρός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; (68) Τὸ δόγμα ὑγιές ἐστι· ὅτι ἀληθινὸς διδάσκαλος ἀρετῆς οὐ δύναται εἶναι ἄνθρωπος. Ὁ διδάσκων γὰρ ἄνθρωπον γνῶσιν, καὶ ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται, ὅτι οὐκ ἄλλος ἐστὶν ἢ Θεός. Καὶ, Δίδαξὸν με, φησὶν, τὰ δικαιώματὰ σου, ὁ Προφήτης, εἰδὼς διδάσκαλον εἶναι ἀληθῆ καὶ τέλειον τὸν Θεόν. Διδάσκει δὲ ὁ Θεὸς ἐλλάμπων τῇ ψυχῇ τοῦ μανθάνοντος ὑπʼ αὐτοῦ, καὶ τὴν διάνοιαν φωτίζων τῷ φωτὶ, τῷ ἀληθινῷ λόγῳ αὐτοῦ. (69) Οὐκοῦν καὶ ἄνδρες δίκαιοι ἡμᾶς διδάσκουσι διδασκαλικὴν εἰληφότες χάριν (70).
Verse 2. “Is it not the Lord who teaches understanding and knowledge?” What the Holy Spirit arranges deserves to be written down. It is written down so that the reader may be helped by what he reads. So if the words of the three men who came to Job were not useful, so that the reader could take something from what they said to Job, providence would not have caused the words of the three to be recorded in the book of Job. It is possible, then, to be helped by their words, by looking closely at the teachings in them. But we should see that the fault in their words lies in one thing only: they accuse Job, supposing that he suffers because of sins he has committed. They do not see that there are many other causes of what happens to people. Such things are reckoned good or hard, or whatever else one wishes to call them. And after a little: “Is it not the Lord who teaches understanding and knowledge?” The teaching is sound: a human being cannot be the true teacher of virtue. For it is written in the Psalms too that the one who teaches man knowledge is none other than God. And the prophet says, “Teach me your statutes,” knowing that God is the true and perfect teacher. God teaches by shining into the soul of the one who learns from him, and by lighting up the mind with the light, his true Word. So then, righteous men also teach us, having received the grace of teaching.
(71) Στίχ. δ´. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Λόγον ποιούμενος ὁ Θεὸς τοῦ προνοουμένου ὑπʼ αὐτοῦ, ἐλέγχει αὐτόν. Καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν. Πολλάκις εἴπομεν, εἴποτε ἐνέπεσε τὸ δόγμα τοῦτο ἐν ἄλλαις λέξεσιν, ὅτι οὕτως ἐστὶν ὁ Θεὸς φιλἀνθρωπος, ὥστε, καὶ χρηστῶς κρίνων ἡμᾶς, ἐπιτρέπει λέγειν ἡμᾶς πρὸς αὐτὸν, ὦς κρινόμενον μεθʼ ἡμῶν, περὶ ὧν βουλόμεθα. Ἐχρησάμην οὖν τοῖς ἀπὸ τοῦ Ἡσαῒα· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Τὸ γὰρ, διαλεχθῶμεν, τοιοῦτόν ἐστιν· Εἴ τί με ἔχεις ἐλέγξαι, καὶ τὴν πρόνοιάν μου, ὡς ἀμελήσαντός σου (72), ὡς μὴ τὰ δέοντα πεποιηκότος, λέγε· Κἀγὼ, ὅ τι ποτὲ ἔχω ἐρῶ, πείσω σε, καταδικάζων σε ἄξιον ὄντα τοῦ καταδικασθῆναι.
Verse 4. “And he will enter into judgment with you.” God takes account of the one he looks after, and so he reproves him. “And he will enter into judgment with you.” We have often said, whenever this teaching has come up in other words, that God is so kind to humankind that even when he judges us with goodness, he allows us to speak to him about whatever we wish, as though he were being judged along with us. So I used the words from Isaiah: “Come, and let us reason together, says the Lord.” For “let us reason together” means this: If you have anything to charge me with, and my providence, as though I had neglected you, as though I had not done what I should, say so. And I will say whatever I have, and persuade you, condemning you as one who deserves to be condemned.
Στίχ. ε´. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλή; Εἰκότως οὐχ ἀπλῶς φημι (73) γεγονέναι ἄδικον· ἐπεὶ πάσχει τοιαῦτα, ὁποῖα οὐδεὶς αὐτῶν τηλικούτοις πέπτωκεν, οἵοις σύ. Εἰκὸς διὰ τὸ ἀναρίθμητόν σου τῶν πταισμάτων, ταῦτά σοι ἐληλυθέναι. (74) Τοῦ αὐτοῦ. Οὐ πρότερον ὠνόμασεν ἁμαρτίαν, εἶτα τὴν κακίαν· ἀλλʼ ὀρῶν τὴν κακίαν τὴν φαύλην ἕξιν, εἶτα μετὰ τοῦτο τὰ ἀπὸ τῆς φαύλης ἕξεως ἀμαρτανόμενα, ἅπερ εἶπεν ἀναριθμήτους εἶναι ἁμαρτίας. (75) Στίχ. ε´. Ἀναρίθμητοι δέ σου αἱ ἁμαρτίαι. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλιφὰζ περὶ τοῦ Ἰώβ. ᾜδει αὐτὸν πλούσιον, καί φησιν· Ἐνέχυρα ἐλάμβανες ἀπὸ τῶν σῶν ἀδελφῶν, ὡς ὀφειλόντων μὴ ὀφειλόντων. Τὸ γὰρ, Ἠνεχύραζες διακενῆς, τοιοῦτόν ἐστιν.
Verse 5. “Is not your wickedness great?” Reasonably I say that he has not become unjust without cause, since he suffers such things as none of them has ever fallen into so severe as you have. It is likely that these things have come on you because of your countless faults. From the same author: He did not name sin first and then wickedness. Rather, he saw wickedness as a bad settled condition, and after that the sins committed out of that bad condition, which he said were countless sins. Verse 5. “And your sins are countless.” Eliphaz supposes this about Job. He knew that Job was rich, and he says: “You took pledges from your brothers, as though they owed when they did not owe.” For “you took pledges for nothing” means this.
(76) Στίχ. Ϛ´. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἐστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρρία(77) δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἔνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ᾿ ὰν δανείζωμεν, ὅτʼ ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαιτοῦμεν πικρῶς ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παρʼ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.

⚑ Possible scanning error in the digital Greek (Τρρία(77)). Check it against the printed edition.

Verse 6. “You took pledges from your brothers for nothing.” From the same author: He adds yet another sin of Job’s. Is it ever possible to take a garment? Not from a naked man, but from a rich man who has many clothes laid away. [Text uncertain] Those who took clothing there took it from a man who had many; but this is from a naked man, from a rich man. If, however, someone has only one tunic, and I strip him of that tunic on the pretext of demanding what is mine, without having pity on that naked man, I have taken away the clothing of a naked man. Many such things happen among us when we lend, when we go to our debtors. Often our debtor is extremely poor and cannot repay. And we, shutting up our hearts, become merciless and harsh. We do not see that he is feeding a wife and children, and that he barely feeds them from the few coins he manages to get. Sometimes we demand payment bitterly even though we ourselves have more than enough. So Eliphaz says these things, accusing Job of having taken away the clothing of the naked.
Στίχ ζ´. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. (78) Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον. (79) Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλʼ οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ. Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν. Ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἔνα· κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπʼ αὐτοῦ λέγοντες· Ἀλλʼ ὀφείλεις (80).
Verse 7. “You gave no water to the thirsty, and you kept bread from the hungry.” On the same verse: So not only doing wrong, but also failing to do good, makes a person accountable. All these are accusations, and truly blameworthy things. But they were not true of Job, and it was not rightly said of him. From the same author: Such things happen in bitter demands for payment. Sometimes a person has only one morsel of bread. Even if he does not have a whole loaf, we take it from him, saying, “But you owe.”
Στίχ. θ´. Χήρας δέ ἐξαπέστειλας κενάς. Προσέχωμεν ἐὰν χήρα ἡμῶν εἰσέλθῃ εἰς τὴν οἰκίαν, μήποτε κενὴν αὐτὴν ἐξαποστείλωμεν. Κατὰ δύναμιν ἕκαστος πρὸς ὃ ἔχει πληρωσάτω τὸν κόλπον τῆς χήρας. (81) Στίχ. θ´. Ὀρφανοὺς δὲ ἐκάκωσας. Τοῦ αὐτοῦ. Οὐδένα μὲν δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν. Περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Μᾶλλον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
Verse 9: “You sent widows away empty.” Let us take care that if a widow comes into our house, we never send her away empty. Let each one, according to his means and out of what he has, fill the widow’s lap. Verse 9: “You mistreated orphans.” The same author: We must harm no one, but we ought especially to spare orphans. For God has commanded that he will fight on behalf of souls that have no helper. More than other people, the poor, widows and orphans need help.
Στίχ. ι´. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες. Παγίδας λέγει τὰ συμβεβηκότα αὐτῷ, ἐν αἷς ἐμπέπτωκεν, εἰς ἃς καὶ παγιδεύεται αὐτοῦ ἡ ψυχὴ ἀπὸ τῶν συμβεβηκότων αὐτῷ.
Verse 10: “Therefore snares have surrounded you.” He calls the things that had happened to him “snares.” He had fallen into them, and his soul is being trapped by what has happened to him.
Στίχ. ια´. Τὸ φῶς σοι σκότος ἀπέβη. Ἐν φωτὶ ἦς, ὅτε τὰ ὑπάρχοντά σοι ἦν, ὅτε τὰ τέκνα σου περιῆν, ὅτε ὑγίαινέ σου τὸ σῶμα. Νῦν δὲ οἷον εἰς σκότος καταβέβηκας, εἰς τὰς περιστάσεις ταύτας. (82) Εἰς τὸ αὐτό. Τουτέστιν ἐν ἐρημίᾳ, καὶ αἴθριος, ἀλήτης, καὶ φυγὰς, καὶ ἀνέστιος. (83) Στίχ. ια´. Κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. Τὸ, κοιμηθέντα σε ὕδωρ ἐκάλυψεν, τοιοῦτόν ἐστιν· Ἐκάλυψέ σε ἡ ἀντικειμένη ἐνέργεια. Ἐπεὶ οὐκ ἐγρηγόρεις, ἐπεὶ οὐχ ὕπνωσας. Οἶδε δὲ ἡ Γραφὴ ὕπνον τινὰ ἁμαρτίας. Διὸ ἐντέταλται ἡμῖν λέγουσα· Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμόν τοῖς βλεφάροις, ἵνα ζήση ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερρ ὄρνεον ἐκ παγίδος.
Verse 11: “Your light has turned into darkness.” You were in the light when you had your possessions, when your children were alive, when your body was healthy. Now you have gone down, as it were, into darkness, into these troubles. On the same verse: That is, into desolation, out in the open air, a wanderer, a fugitive, without a home. Verse 11: “And as you slept, water covered you.” The words “as you slept, water covered you” mean this: the opposing power covered you, since you were not awake and did not [sleep rightly]. Scripture knows of a certain sleep of sin. For this reason it commands us, saying: “Give no sleep to your eyes, nor slumber to your eyelids, so that you may live, like a gazelle from the nets, and like a bird from the snare.”
(84) Στίχ. ιβ´. Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾶ; Ἀλλὰ νομίζεις, ὅτι οὐχ ὁρᾷ τὰ πραττόμενα ὁ ἐν ὑψηλοῖς κατοικῶν Θεός. Οἷα τοίνυν πάντα ἐφορῶν, τοὺς ὑπὸ τῆς ὑβριστικῆς ἕξεως ἐπηρμένους τὸ φρόνημα καταφέρει. (85) Στίχ. ιβ´. Τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν. Εἴ τις φέρεται ὕβρει, καὶ οἱονεὶ κατασύρεται ὑπὸ ὗβριστικῆς ἕξεως καὶ πράξεως, οὗτος ταπεινοῦται ὑπὸ τοῦ Θεοῦ. Εἰκὸς οὖν, ἐπεὶ καὶ σὺ ὕβρισας χήρας καὶ ὀρφανοὺς, καὶ ἠνεχύρασας διακενῆς τοὺς ἀδελφούς σου· διὰ τοῦτο ταῦτα πέπονθας, καὶ τεταπείνωσαι.
Verse 12: “Does not the one who dwells on high look on?” But you suppose that God, who dwells on high, does not see what is done. Since he sees everything, he brings down those who are lifted up in mind by a habit of arrogance. Verse 12: “He has humbled those who are carried along by arrogance.” If anyone is carried along by arrogance, and is, so to speak, swept away by an arrogant habit and way of acting, he is humbled by God. So it is likely that, because you also treated widows and orphans arrogantly and took pledges from your brothers for no reason, you have suffered these things and have been humbled.
Στίχ. ιγ´ Καὶ εἶπας, Τί ἔγνω ὁ Ἰσχυρός; Εἰκὸς, ὅτι σὺ ἔλεγες κατὰ σαυτὸν, Τί ἔγνω ὁ Ἰσχυρός; Οἷον, Δύναται πάντα ἐγνωκέναι ὁ Θεός; Στίχ. ιγ´. Ἤ κατὰ τοῦ γνόφου κρινεῖ; δοῦ αὐτοῦ. Δύναται δὲ κρίνειν ὁ Θεὸς καὶ ἐν χειμῶνι γενόμενος.
Verse 13: “And you said, ‘What does the Mighty One know?’” It is likely that you were saying within yourself, “What does the Mighty One know?” That is, “Can God know everything?” Verse 13: “Or will he judge through the thick darkness?” The same author: But God is able to judge even when he is in the midst of a storm.
Στίχ. ιδ´. Καὶ γῦρον οὐρανοῦ διαπορεύετ. Ἐκπεριέρχεται ἡ πρόνοια τοῦ Θεοῦ. Καὶ πλῆθος ὑδάτων καλύψει σε.
Verse 14: “And he walks about the circle of heaven.” God’s providence goes all the way around. “And a multitude of waters will cover you.”
Στίχ. ιε´. Μὴ τρίβον αἰώνιον φυλάξῃς; Μὴ δύνασαι σὺ τὴν τρίβον τὴν αἰώνιον, καθʼ ἧς πορεύεται ἡ πρόνοια τοῦ Θεοῦ, ἐπιτηρῆσαι; (86) Στίχ. ιε´. Ἤν ἐπάτησαν ἄνδρες δίκαιοι. Τοῦ αὐτοῦ. Τὴν τρίβον τὴν αἰώνιον ἐπάτησαν ἄνδρες δίκαιοι. Κατὰ γὰρ τρίβου αἰωνίας βαίνουσιν. Ἐπεὶ πάντα αὐτοῖς πρόκειται πράττειν, ὥστε τυχεῖν τοῦ μέλλοντος αἰῶνος. Κὰν δοκῶσιν οὗν ἐπίσης βαδίζειν, ἀλλʼ ἡ ψυχὴ αὐτὴ ἐπιβαίνει τρίβων αἰωνίων.
Verse 15: “Will you guard the everlasting path?” Can you keep watch over the everlasting path along which God’s providence travels? Verse 15: “Which righteous men have trodden.” The same author: Righteous men have trodden the everlasting path, for they walk on an everlasting path. Everything they do is set before them with this aim, that they may attain the age to come. Even if they seem to walk just as everyone else does, the soul itself steps onto everlasting paths.
(87) Στίχ. ιϚ´. Οἳ συνελήφθησαν ἄωροι. Πολλάκις δίκαιοι πρὸ καιροῦ ἐτελεύτησαν. Τελεεωθεὶς γὰρ ἐπʼ ὀλίγῳ ὁ δίκαιος, ἐπλήρωσε χρόνους μακρούς· ἀρετὴ (88) γὰρ ἐν τῷ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Στίχ. ιϚ´. Ποταμός ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων οἱ θεμέλιοι οἶόν εἰσιν. Ἀεὶ προκόπτουσιν, ἀεὶ αὔξουσιν ἐν τοῖς ἀγαθοῖς.
Verse 16: “Who were seized before their time.” Often the righteous die before their time. For the righteous man, brought to perfection in a short time, has fulfilled long years; his soul is virtue in the Lord. Verse 16: “A river flowing over their foundations.” The same author: What are the foundations of the righteous like? They are always advancing, always growing in good things.
Στἱχ. ιη´. Ὃς δὲ ἐνέπλησε τοῖς οἴκους αὐτῶν ἀγαθῶν. Τοῦ αὐτοῦ. Τῶν δικαίων ἐνέπλησε τοὺς οἴκους ἀγαθῶν. Ἐγὼ οὐκ ἀκούω τοὺς οἴκους τούτοις· ἀλλὰ τοὺς οἴκους αὐτῶν, τοὺς κατὰ τὸ ἡγεμονικὸν ἐνέπλησεν ἀγαθῶν. Ποίων ἀγαθῶν; Σωφροσύνης, δικαιοσύνης, ἀνδρείας, φρονήσεως, τῶν ἀπὸ τῶν ἔργων. Τουτέστι τὸ πληρωθῆναι οἴκους ἀγαθῶν.
Verse 18: “But he filled their houses with good things.” The same author: He filled the houses of the righteous with good things. I do not understand these as houses of this kind; rather, he filled their houses, those that belong to the governing part of the soul, with good things. What good things? Self-control, righteousness, courage, prudence, the good things that come from works. That is what it means for houses to be filled with good things.
Στίχ. ιθ´. Ἄμεμπτος δέ ἐμυκτήρισεν αὐτούς. Τίνας; ἢ τὴν βουλὴν τῶν ἀσεβῶν; Οἶον· βούλονταί τινα διδάσκειν τὰ ἐναντία τῇ ἀληθείᾳ, ἐν τῷ λέγειν· ἃ λέγουσι δόγματα μοχθηρὰ ἔχοντες. Ταῦτα ἄμεμπτος ὀρῶν μυκτηρίζει.
Verse 19: “The blameless man mocked them.” Whom? Or the counsel of the ungodly? For example, they want to teach things contrary to the truth, by saying what they say, holding wretched doctrines. The blameless man, seeing these things, mocks them.
Στίχ. κ´. Κοὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. Τοῦ αὐτοῦ. Τοῦτο ὁ καταλέλειπται κατὰ τοὺς ἀσεβεῖς, τῶν προτέρων ἀποθανόντων, τὸ πῦρ καταφάγεται.
Verse 20: “And fire will devour their remnant.” The same author: What is left over among the ungodly, once the former ones have died, the fire will devour.
Στίχ. κβ´. Ἔλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν. Τὴν ἐξηγορίυν ἐξήτουν κατʼ ἐμαυτὸν, τί σημαίνει. Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει ἀντʼ αὐτῆς ἐξομολόγησιν· φηκσὶν οὖν μᾶλλον· Ἐξομολόγησαι περὶ τῶν ἀμαρτημάτωνμ σου· ἔκλαβε ἀπὸ τοῦ στόματος τοῦ Θεοῦ εἰσηγορίαν σὺν ἐξομολογήσει· ἀνάλαβε δὲ τὰ ῥήματα αὐτοῦ ἐκ καρδίας σου. Ταῦτα δὲ ἔλεγεν ὁ Ἐλιφάζ, νουθετῶν, ὡς ᾤετο, τὸμ Ἰώδ.
Verse 22: “And he received a declaration from his mouth.” I was asking myself what “declaration” means, and I found in another edition “confession” in its place. So it says rather: Confess your sins; receive instruction from the mouth of God together with confession; and take up his words from your heart. Eliphaz said these things, admonishing Job, as he supposed.
Στίχ. κγ´. Ἐὰν δέ ἐπιστραφῇς, κοὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου. Νουθετεῖ αὐτὸν πρὸς τὸ ἐπιστρέψαι, οἰόμενος αὐτὸν ταῦτα ἡμαρτηκότα πεπονθέναι.
Verse 23: “But if you turn back and humble yourself before the Lord.” He admonishes him to turn back, supposing that Job was suffering these things because he had sinned.
Στίχ. κδ´. Καὶ ὡς πέρα χειμάῤῥου (88) Σωφείρ. σὲ, οἱονεὶ, ἕσται λόγος σου ποικίλος καὶ καλός.
Verse 24: “And like a torrent [Sophir].” For you, as it were, your speech will be varied and beautiful.
(89) Στίχ. κε´. Ἔσται οὖν σοι ὁ Παντοκράτωρ βοηθός ἀπὸ ἐχθρῶν. Ἐὰν ὑποτάξῃς ἑαυτὸν, ἐὰν ἐξομολογήσῃ. Στίχ. κε´. Καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. Ὑγιὲς δόγμα πεπυρωμένον, ὁ Θεός (90).
Verse 25. “Then the Almighty will be your helper against your enemies.” If you submit yourself, if you confess. Verse 25. “And he will give you back purified, like refined silver.” Sound doctrine is what has been refined by fire; God does the refining.
(91) Στίχ. κϚ´. Εἶτα παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου. Τοῦ αὐτοῦ. Ἐὰν ταπεινώσῃς σαυτὸν, ὁπομένῃς τὰ συμβεβηκότα. παῤῥησιασθήσῃ ἐνώπιον Κυρίου, παῤῥησίαν ἕξεις, ὡς ἀποθέμενος τὰ ἁμαρτήματα.
Verse 26. “Then you will speak boldly before the Lord.” From the same author: If you humble yourself and endure what has happened, you will speak boldly before the Lord. You will have confidence, as one who has laid his sins aside.
(92) Στίχ. κη´. Ἐπὶ τῶν ὁδῶν σου ἔσται σῶς. Τοῦ αὐτοῦ. Ἐὰν τηρήσῃς νουθεσίαν ἀπʼ ἐμοῦ, καὶ ἐπιστρέψῃς καὶ ἐξομολογήσῃ. Ταῦτα μὲν οὖν πρὸς Ἰὼβ ἐλέγετο· οὐ δικαίως δὲ ἐλέγετο· οὐ γὰρ ἥμαρτε. Πρὸς ἡμᾶς δὲ ἐὰν λέγηται, δικαίως λέγεται. (93) Στίχ. κη. Ἀποκαταστήσῃ δέ σοι δίαιταν δικαιοσύνης. Καὶ ἁπλῶς εἰπεῖν· Ἅπασὰν σοι, φησὶ, τὴν ἁρμόζουσαν δικαίῳ πράξει διαμονὴν, ὥστε σε λαμπρὰς καὶ ἐπιδόξους ἔχειν τὰς πράξεις.
Verse 28. “On your ways you will be safe.” From the same author: If you keep the warning I give you, and turn back, and confess. These things were said to Job, but they were not said justly, for he had not sinned. If they are said to us, however, they are said justly. Verse 28. “And he will restore to you a dwelling of righteousness.” To put it simply: he says, “He will restore to you every lasting condition that fits a righteous practice, so that your deeds will be bright and honored.”
Fragment 23
Στίχ. β´. Ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπʼ ἐμῷ στεναγμῷ. (94) Εἰ δὲ ἐνῆν, φησὶ, παραυτὰ τῶν τιμωριῶν τὴν ψῆφον φέρεσθαι, ἦν εὑρεῖν αὐτόν. Εἴθε ἐνῆν δικάσασθαι, φησὶ, καὶ ἐντυχεῖν αὐτοῦ, καὶ μαθεῖν, τίνα ἦν ἃ ἤμελλέ μοι πρὸς ταῦτα ἐρεῖν, ἃ ἤμελλον λέγειν. Ὁρᾷς πῶς ἐπέτυχεν ὅπερ ηὔχετο; Τοῦτο γὰρ ἔσχατον γέγονεν ἐν τῷ βιβλίῳ. Ἤθελον μαθεῖν τί μοι ἤμελλεν ἐρεῖν, καὶ εἰ ἔμελλέ μοι ὁμοίως κολάζειν. Ταῦτα δὲ εἶπον, οὐχ ὡς καταγινώσκων ἀδικίαν.
Verse 2. “His hand has become heavy upon my groaning.” Job says: if it were possible for the sentence of punishment to be handed down at once, it would be possible to find him. “If only it were possible,” he says, “to stand trial, to meet him, and to learn what he was going to say to me in answer to the things I was going to say.” Do you see how he obtained what he prayed for? For this came at the very end of the book. “I wanted to learn what he would say to me, and whether he intended to punish me in the same way.” But I said these things not as one condemning him of injustice.
Fragment 24
(55) Στίχ. Ϛ´. Ἡδύνθη αὐτῶν ἄρτος εἰς νεωτέρους. Ἡδὺ, φησὶ, τοῖς ἀσεβέσι τὸ τρέφειν νεανίσκους, ἐφʼ ᾧ δύνασθαι διʼ αὐτῶν τὰς ἐπηρείας ἐργάζεσθαι.
Verse 6. “Their bread was made sweet for the young.” He says it is sweet to the ungodly to feed young men, so that through them they can carry out their acts of spite.
Fragment 27
Στίχ. β´. Ζῇ Κύρος, ὅς οὕτω με ἔκρινε. (96) Ἔλαβεν ἐξουσίαν τοῦ Ἰὼβ ὁ διάβολος, καὶ ἤτασεν αὐτὸν νυκτὸς καὶ ἡμέρας, πρότερον διὰ τῶν ἐκτὸς, ὕστερον διʼ αὐτοῦ τοῦ σώματος, μετὰ ταῦτα καὶ διὰ τῶν φίλων. Ὅτε γὰρ αὐτὸ ἐδοκίμασε διὰ τῆς γυναικὸς, καὶ οὐ νενίκηται ὁ Ἰὼβ, τρεῖς φίλους ἤνεγκεν ὁ διάβολος, οὐκ ἐχθροὺς, οὐκ ἐπίβουλα δόγματα ἔχοντας, ἀλλʼ ἀληθείας μὲν λόγους, οὐ καλῶς δὲ, οὐδὲ ἐν καιρῷ προφερομένους. Καὶ ἐβουλεύετο ὁ διάβολος διὰ τῶν φίλων τούτων ποιῆσαι τὸν Ἰὼβ φθέγξασθαί τι κατὰ τῆς Προνοίας, ἀσεβῆσαι διὰ τοὺς πόνους, ἐκκακῆσαι διὰ τὰς ἀλγηδόνας. Ἀλλʼ ὁ ἀληθῶς ἀνδρεῖος, ὁ καρτερικὸς, ὅρα τί λέγει μετὰ τοὺς λόγους τῶν τριῶν. Ὅτε ἐτέλεσεν ὁ Ἐλιφὰζ τρεῖς διαλέξεις, ὁ Σωφὰρ δύο διαλέξεις (97)· τούτων γὰρ τετελεσμένων, σιωπησάντων ἐκείνων, ὅρα τί ἀποκρίνεται μετὰ τὸ εἰρημένον ἀπʼ αὐτοῦ προοίμιον, οὕτως ἀπὸ τῆς Γραφῆς ὠνομασμένον. Τί ἀποκρίνεται, πρόσχωμεν (98) τῇ λέξει.

⚑ Possible scanning error in the digital Greek ((97)·). Check it against the printed edition.

Verse 2. “As the Lord lives, who has judged me in this way.” The devil received authority over Job and tested him night and day: first through outward things, then through his own body, and after that through his friends. When he had tried Job through his wife and Job was not defeated, the devil brought three friends. They were not enemies, and they did not hold hostile teachings. They spoke words of truth, but not rightly and not at the right time. The devil was planning to use these friends to make Job say something against Providence, to act impiously because of his troubles, and to lose heart because of his pains. But look at what the truly brave and enduring man says after the words of the three. Eliphaz finished three speeches and Zophar two. When these were finished and they fell silent, look at how Job answers, after the introduction he has made, which Scripture names in this way. What does he answer? Let us pay attention to the wording.
Σττίχ. α´. Ἔτι δὲ προσθεὶς ὁ Ἰὼβ εἶπε τῷ προομίῳ·
Verse 1. And Job went on and added to his introduction, saying:
Στίχ. β´. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας (99) μου ψυχὴν, καὶ τὰ ἐξῆς. Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι. ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε. καὶ ὁ Παντοράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν.
Verse 2. “As the Lord lives, who has judged me in this way, and the Almighty, who has embittered my soul,” and so on. I know what has stirred you up to provoke me. I swear to you, and I swear by his living Lord, who judged that I should suffer these things, who himself handed me over to these circumstances, who gave authority for me to be examined and tormented by such trials. I swear by the Lord, and I say: the Lord lives, who has judged me in this way, and the Almighty, who has embittered my soul.
Στίχ. ε´. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν (2) οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἔως ἄν ἀποθάνω. Στίχ. ε´. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου (3). Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνήσομαι ἀεὶ περιέχεσθαι αὐτῆς.
Verse 5. “May it never be that I declare you righteous, until I die.” If we agree with what you say, that you have understood why I have suffered these things, then I would have declared you righteous until I die. Verse 5. “For I will not put away my innocence.” I will not give up paying attention to righteousness. I will always remember to hold fast to it.
(4) Στίχ. Ϛ´. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἅτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὤστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα (5) πρᾶξαι.
Verse 6. “For I am not conscious of having done anything out of place.” His confidence is great, both about his earlier life and about his conduct during the time of his trial, so that he can say: “I am not conscious of having done anything out of place.”
Fragment 28
Στίχ. ιβ´. Ποῖος δὲ τόπος ἐστὶν ἐπιστήμης; Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρίᾳ· σύνεσις δὲ ἡ διάκρισις.
Verse 12. “And what is the place of knowledge?” Knowledge is the grasp, by contemplation, of things that stay always the same. Understanding is discernment.
(6) Στίχ. ιε´. Καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμο αὐτῆς. Οὐδὲν ἀντάξιόν ἐστιν τῆς σοφίας. Ἐὰν ἁπλούστερον νοῇς τὸ ἀργύριον καὶ τὸ χρυσίον, εὐθέως ἐρεῖ Ἰὼβ, ὅτι οὐδὲν ἄξιόν ἐστι τῆς σοφίας.
Verse 15. “And silver will not be weighed out as its price.” Nothing is worth as much as wisdom. If you take the silver and the gold in a rather simple sense, Job will say at once that nothing is worth as much as wisdom.
Στίχ. ις´. Ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. Οὐδὲ ὄνυχι τιμίῳ ἡ σοφία παραβληθήσεται· ἀλλʼ οὐδὲ ἐν σαπφείρῳ ἰσωθήσεται αὕτη.
Verse 16. “With precious onyx and sapphire.” Wisdom will not be compared even with precious onyx, nor will it be made equal to sapphire.
Στίχ. ιη´. Μετέωρα καὶ γάβεις οὐ μνησθήσεται. Οὐδὲ τὰ μετέωρα ἄξιά ἐστι τῆς σοφίας, οὐδὲ γάδις. Ἔοικε δὲ ἐπὶ δυναμένων τάχθαι (7), οἱονεὶ γιγαρτικῶν. Τινὲς δέ φασιν, ὅτι γάβις λέγεται τὸ ὑπερέχον τοῦ χείλους τοῦ μεδίμνου, ὅ καλεῖται κομμουλᾶτον. Στίχ. ιη´. Καὶ ἕλκυσον σοφίαν ὑπέρ τὰ ἐσώτατα. Τὰ ἐσώτατα περὶ τὴν Ἰνδίαν, ἢ τὰ περὶ τὴν ἐπέκεινα χώραν, ἔνθα εἰσὶ τίμιοι λίθοι. Φέρει δὲ ἐκείνη ἡ χώρα τοῖς ἀνθρώποις ταῦτα, νομιζόμενα παρὰ τοῖς πλουσίοις εἶναι θαυμαστά. Παρʼ ἐκεῖνα οὖν τὰ ἐσώτατα ἕλκυσον εἰς σαυτὸν τὴν σοφίαν. Ἤ, ὑπέρ τὰ ἐσώτατα, ὑπεραπόῤῥητα τὰ ἔνδον μυστήρια τὰ ἅγια τοῦ Θεοῦ· ὑπὲρ πάντα πολλὰ ὄντα, ἕλκυσον τὴν σοφίαν.
Verse 18: “Things on high and gabeis will not be remembered.” Neither things on high nor “gadis” are worth as much as wisdom. It seems to refer to things that can be set in order, something like “gigartic” things. Some say that “gabis” is the part that rises above the rim of the grain measure, which is called a “heaped measure” (kommoulaton). Verse 18: “And draw wisdom out from beyond the innermost parts.” The innermost parts are around India, or the region beyond it, where the precious stones are. That country brings forth for people these things which the rich consider marvelous. So draw wisdom to yourself from beyond those innermost parts. Or else, “beyond the innermost parts” means the holy, inward mysteries of God, which are utterly unspeakable. Though they are many, draw wisdom to yourself beyond them all.
Στίχ. κα´. Λέληθε πάντα ἅνθρωπον. Λέληθε πάντα ἄνθρωπον, κὰν προφήτης ᾖ, κἂ ἀπόστολος.
Verse 21: “It is hidden from every man.” It is hidden from every man, even if he is a prophet, even if he is an apostle.
Fragment 29
Στίχ. Ϛ´. Ὅτε ἐχέοντό μου αἰ ὀδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδὼν τοῦ Ἰὼβ, ἃς ὥδευσεν (10), ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖναἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὀδοί μου βουτύρῳ. (11) Στίχ. Ϛ´. ὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰνοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφʼ ἃ ἀνέβαινεν.
Verse 6: “When my ways were flowing with butter.” We have said before about Job’s ways, the ones he travelled, that they were virtues. So his ways were flowing with butter: he walked in self-control, and self-control, so to speak, flowed out, so that many, even infants, were fed from Job’s self-control, from Job’s righteousness, from his courage. This is what it means: “When my ways were flowing with butter.” Verse 6: “And my mountains were flowing with milk.” All the lofty and great thoughts were Job’s mountains, which he used to climb.
(12) Στίχ. ζ. Ὅτε ἐξεπορευόμην ὅρθιος ἐν πόλει. Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλʼ ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον.
Verse 7: “When I went out upright in the city.” He devoted himself to teaching and to doing good. He spoke not as a lover of himself but as one who had love, which seeks the common good.
(13) Στίχ. θ´. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδείξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος.
Verse 9: “Putting a finger on their mouth.” The phrase “putting a finger on their mouth” may seem to be a sign of silence. But perhaps it shows something else. Since the hand is taken for works, as we have often shown, they put their work upon their mouth. They perceived, from a small work, that they were not worthy to speak in Job’s presence, since he had done greater works.
(14) Σττίχ. ι´. Oἱ δὲ ἀκούσαντες ἐμακάρισὰν με. δοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύμαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβάνει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ι´. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφʼ οἶς ἔλεγον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη.

⚑ Possible scanning error in the digital Greek (Oἱ). Check it against the printed edition.

Verse 10: “And those who heard me called me blessed.” Such was he before he was yet tested, that those who heard him called him blessed. They marveled at how he understood and grasped so many things, and was able to help those who listened. Verse 10: “For their tongue stuck to their throat.” Of those who heard me and called me blessed for what I said, the tongue stuck to the throat.
(15) Στίχ. ια´. Ὅτι ὡτίον ἤκουσε, καὶ ἐμακάρισέ με. Τοῦ αὐτοῦ. Ὡσπερ γέγραπται περὶ τοῦ Μωυσέως, ὅτι ηὐλαβεῖτο κατεμβλέψαι κατενώπιον τοῦ Θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς λαμπρότητος αὐτοῦ οὕτως νοήσας (16) ἂν, ὅτι ὑπερβολὴ ἦν προκοπῆς τῆς ἐν σοφίᾳ τοῦ Ἰὼβ, ὥστε τοὺς ἀκούοντας αὐτοῦ μὴ δύνασθαι ἐνορᾷν τῇ μαρμαρυγῇ τῶν νοημάτων αὐτοῦ, καὶ μὴ δυναμένους διὰ τοῦτο ἐκκλίνειν τοὺς ὀφθαλμοὺς αὐτῶν, μὴ παρακολουθοῦντας τῇ βαθυτάτῃ (17) τῆς διανοίας αὐτοῦ. Διὰ τοῦτο λέγει· (18) Στίχ. ια´. Ὀφθαλμὸς δέ με ἰδὼν ἐξέκλινεν. Ὁ μὲν Ἀκύλας καὶ Σύμμαχος. Ἐμαρτύρησε περὶ ἐμοῦ, ἐκδεδώκασιν· ἕτεροι δὲ, Ὀφθαλμὸς δὲ ἰδὼν ἐξέκλινεν, ἀντὶ τοῦ· Οὐκ ἰσχύω (18) ἀντειπεῖν.
Verse 11: “For an ear heard, and called me blessed.” (The same author.) It is written of Moses that he was afraid to look in the face of God because of the excess of God’s brightness. In the same way you could understand that Job’s advance in wisdom was so great that those who heard him could not look at the dazzling brightness of his thoughts. Unable to follow the great depth of his mind, they therefore turned their eyes away. This is why he says: Verse 11: “An eye that saw me turned away.” Aquila and Symmachus give it as “It bore witness about me.” Others have “An eye that saw turned away,” meaning “I am not strong enough to speak against him.”
(19) Στίχ. ιβ´. Διέσωσα γὰρ πτωχὸν ἐκ χερός δυνάστου. Ἴδωμεν αὐτοῦ τὰ ἀνδραγαθήματα, καὶ ἁπλώσωμεν. Καὶ κατὰ τὸ ῥητὸν ἔχει λόγον τοῦτο, καὶ κατ᾿ ἀναγωγὴν ἔχει πολλῷ μᾶλλον ἑρμηνείαν. Κατὰ τὸ ῥητὸν, ὅση δύναμις, ὀφείλομεν βοηθεῖν τοῖς πτωχοῖς, ὑπὸ τῶν δυνατῶν καταδυναστευομένοις.
Verse 12: “For I rescued the poor man from the hand of the powerful.” Let us look at his brave deeds and take them in fully. This verse makes sense according to the letter, and it has much more to give by a higher interpretation. According to the letter, as far as we are able, we ought to help the poor who are oppressed by the powerful.
Στέχ. ιε´. Ποῦς δὲ χωλῷ. Αὐτὸς ἐχαρίζετο καὶ τοῖς κεχωλωμένοις τὰς βάσεις, τῆς ψυχῆς πόδας· καὶ τῷ λόγῳ ἐγίνετο αὐτὸς αὐτῶν ποῦς.
Verse 15: “A foot to the lame.” He gave freely, even to those whose steps were lame, that is, the feet of the soul. By his word he himself became their foot.
(20) Στίχ. ις´. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐβιχνίασα. Διδάσκει ἡμᾶς πῶς δεῖ δικάζειν, ἐάν ποτε κληθῶμεν ἐπὶ δίαιταν ἀδελφῶν, ὥστε διαιτῆσαι τὰ κατʼ αὐτούς.
Verse 16: “A case that I did not know, I searched out.” He teaches us how we must judge, if we are ever called to the arbitration of brothers, so as to settle their affairs.
Fragment 32
Στίχ. α´. Καὶ ἐπαύσατο ἰὼδ ῥήμασιν. Ἡσύχασαν δὲ καὶ σἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώδ. Ἦν γὰρ Ἰὼδ δίκαιος ἐναντίον αὐτῶν. Οὐχ ἀπλῶς ἐπαύσατο. Καρδία δὲ ἦν αὐτοῦ νοοῦσα τὰ θεῖα, οὐκ ἐπαύσατο. Ἤδη γὰρ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανὸν, καιρὸς τοῦ σιγᾷν καὶ καιρὸς τοῦ λαλεῖν. Ὅτε οὖν καιρὸς τοῦ ἀποκρίνασθαι πρὸς τοὺς τρεῖς, ἔλεγεν· ὅτε ἦν καιρὸς, μετὰ τὸ ἐπιστομίσαι αὐτοὺς, ἐσίγησε. Καὶ οἶμαι ἐν ἐπαίνῳ λέγεσθαι τὸ, Ἐπαύσατο ὁ Ἰώβ.
Verse 1: “And Job ceased with words.” His three friends also fell silent and stopped answering Job any further, for Job was righteous in their sight. He did not cease simply. His heart, which understood divine things, did not cease. For there is already a time for every matter under heaven, a time to be silent and a time to speak. So when it was time to answer the three, he spoke. When the time came, after he had stopped their mouths, he fell silent. And I think the words “Job ceased” are said in praise.
Στίχ. ζ´. Διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγελαι τὸν ἐμαυτοῦ ἐπιστήμην (21). Ἐπιστήμην ἔχει, πῶς ἄνθρωποι πάσχουσι· διὰ τί ἄνθρωποι ἐν περιστάσεσί τισιν ἐν τῷ βίῳ τούτῳ μόνῳ γίνονται· ὅσοι ἄδικοι ὄντες εὐτυχοῦσιν. Εἶδον ἀδικοῦστας καὶ παρανομοῦντας, καὶ ἐμοῦ παρὰ μινρόν ἐσαλεύθησαν οἱ πόδες. Ἐὰν ἐν τῷ βίῳ τούτῳ μόνον ἐνίδω, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου.
Verse 7. “So I kept quiet, afraid to tell you my knowledge.” He has knowledge of how people suffer. He knows why people end up in certain troubles in this life alone, and why so many who are unjust prosper. “I saw those who do wrong and break the law, and my feet almost slipped.” If I look only at this life, my steps were almost poured out.
Στίχ. ι´. Οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί. (22) Οὐ γὰρ ἀνάγκη, φησὶ, τοὺς πρεσβύτας μόνους εἶναι σοφούς· ἀλλʼ ἔστι καὶ ἀπὸ νεότητος ἀκοῦσαί τι γενναῖον. Εἰ γὰρ χρόνος ποιεῖ σοφοὺς, πολλῷ μᾶλλον Θεός.
Verse 10. “The long-lived are not the wise.” He says it is not necessary that only the old be wise. One can also hear something noble from the young. For if time makes people wise, much more does God.
Στίχ. ιη΄ Ὠλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός. (23) Ὥσπερτις ἕγκυος γίνεται, καὶ μορφωθέντος τοῦ γεννωμένου ἐν αὐτῷ (24), ἐπὶ ὠδῖνας ἔρχεται, μέχρις οὗ ἀπογεννήσῃ τοῦτο ὅ πρότερον συνείληφε· τοιοῦτόν τί μοι νόει γενέσθαι (25) καὶ ἐπὶ τῆς τοῦ φιλομαθοῦς ψυχῆς. Συλλαμβάνει γὰρ τὸν λόγον ὅν ἀπαγγελλόμενον μορφοῖ καὶ τυποῖ αὐτὸν τῇ τάξει. Ὅτ᾿ ἂν δὲ μετὰ τὸ τυπῶσαι καὶ μορφῶσαι αὐτὸν ἕτοιμον γενόμενον, μὴ ὡς ἔκτρωμα ἀνέτοιμον καὶ ἀτελὲς παραδιδῷ, ἀλλʼ ὡς τελεσφορηθὲν καὶ τετελειωμένον εἴποιμι ἄν.
Verse 18. “For the spirit of my belly was distressing me.” A woman becomes pregnant, and when the child has been formed within her, she comes to labor pains, until she gives birth to what she conceived earlier. Understand that something like this happens in the soul of the one who loves learning. For it conceives the word, and as the word is spoken, it shapes it and gives it form in order. But when, after shaping and forming it, the word has become ready, the soul does not hand it over like an untimely miscarriage, unready and incomplete, but as something brought to fruition and perfected. [So I would say.]
(26) Στίχ. ιθ΄ Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκός γλεύκους ζέων δεδεμένος. Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ· Οὐδεὶς οἶνον τέον εἰς ἀσκοὺς παλαιοὺς βάλες
Verse 19. “My belly is like a skin of new wine, boiling, tied shut.” It seems to me that what is in the Gospel was said with this in view: No one puts new wine into old wineskins [the text breaks off here].
Στίχ. κ΄. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. (27) Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι.
Verse 20. “I will speak, so that I may find relief, opening my lips.” A person who finds an understanding listener, and who is full of words, finds relief in speaking, and says, “I will speak, so that I may find relief.”
Στίχ. κβ΄. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρʼ αὐτοῖς αἰσχύνης βροτῶν, καὶ τῆς παρʼ αὐτοῖς ἐντροπῆς. Στίχ. κβ΄, Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσωπα ἀνθρώπων.
Verse 22. “For I do not know how to admire a face.” I do not have this knowledge, of how to admire a face. Instead I despise human beings, and the shame mortals feel among themselves, and the respect they show one another. Verse 22 continues: “Otherwise, moths will eat me too.” The moths devour those who accept the faces of men.
Fragment 35
Στίχ. Ϛ΄. Εἰ ἥμορτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖς Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρε Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. Ϛ΄. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δὕνασαι ποιῆσαι; (28) Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν (29) αἱ ἁμαρτίαι.
Verse 6. “If you have sinned, what will you do?” If you look up to heaven and consider the clouds, you will understand what you have sinned. What must you do? Go to the high priest and ask him to offer a sacrifice for you. For if anyone sins, we have an advocate with the Father, Jesus Christ the righteous, and he himself is the propitiation for our sins. Verse 6 continues: “And if you have done many lawless things, what can you do?” You will do something so great: you will undo your many lawless deeds. For this reason, for the incurable cases, which we cannot heal ourselves, Jesus Christ came from heaven to heal the incurable. So it comes about that “Blessed are those whose lawless deeds are forgiven and whose sins are uncovered.”
Στίχ. ζ΄. Ἐπειδὴ οὖν δίκαιος εἶ, τί δώσεις αὐτῷ; Ἀλλʼ εἰ δίκαιος εἶ ὡς πρὸς Θεὸν, τί ἔχεις δοῦναι κατὰ τὴν σὴν δικαιοσύνην; (30) Εἰ δὲ καὶ ὡς λέγεις δίκαιος εἶ, τί προσθήσεις αὐτῷ;
Verse 7. “Since then you are righteous, what will you give him?” But if you are righteous before God, what do you have to give on account of your righteousness? And even if you are righteous, as you say, what will you add to him?
Στίχ. ι΄. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. (31) Ἐγκώμια τοῦ Θεοῦ, καὶ αἴνους καὶ ὕμνους αὐτοῦ διεξέρχεται. Ὁ κατατάσσων φυλακὰς νυκτορινὰς, αὐτὸς ὁ Θεός ἐστι. (32) Θέλω ἰδεῖν, πῶς κατατάσσων ἐστὶν ὁ Θεὸς φυλακὰς νυκτερινάς. Ὅλως ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι. Ὅ βλέπεις νῦν φῶς, διʼ ἐσόπτρου βλέπεις· Καὶ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Μέλλομέν ποτε βλέπειν αὐτό, Οὐκοῦν νύξ ἐστιπἄς ὁ αἰών· ἐπεὶ νύξ ἐστι, πόλεμοι (33) πολλοὶ, πολλὰ θηρία περιέρχεται.
Verse 10. “He who appoints the night watches.” He goes through the praises of God, and his songs of praise and hymns. The one who appoints the night watches is God himself. I want to see how God appoints night watches. This whole age is night; it is darkness. The light is being kept for you. The light you see now, you see through a mirror. And “in your light we shall see light.” We are going to see it at some point. So the whole age is night, and since it is night there are many wars, and many wild beasts prowl about.
Στίχ. ια΄. Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς. (34) Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων γῆς. Ἄνθρωπος γὰρ ἐν τιμῇ ὢν, οὐ συνῆκε. Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ἐὰν ᾖς ἁμαρτωλὸς, οὐ διωρίσθης ἀπὸ τῶν τετραπόδων τῆς γῆς· ἀλλὰ λέγεταί σοι· Μὴ γένεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σὺνεσιις.—Καὶ μετʼ ὀλίγα· Ἐὰν ᾗς ἁμαρτωλὸς, ἐὰν ᾖς πόρνος, ἐὰν καταφερὴς, οὐ διορισθήσῃ ἀπὸ τῶν τετραπόδων. Ἵπποι θηλυμανεῖς ἐγεννήθησαν. Διὰ τοῦτο θαρρῶν λέγει, ὅτι ἐχωρίσθη· Ὁ διορίζων με ἀπὸ τετραπόδων γῆς.
Verse 11. “He who separates me from the four-footed beasts of the earth.” If you are a sinner, you have not been separated from the four-footed beasts of the earth. For “man, being in honor, did not understand; he was compared to the senseless beasts and became like them.” If you are a sinner, you have not been separated from the four-footed beasts of the earth. Instead it is said to you, “Do not be like a horse or a mule, which have no understanding.” And a little later: If you are a sinner, if you are a fornicator, if you are given to sensual indulgence, you will not be separated from the four-footed beasts. Horses were born mad for the female. Therefore he says with confidence that he has been separated: “He who separates me from the four-footed beasts of the earth.”
Fragment 40
Στίχ. γ΄. Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφόν σου. Δίδωμί σοι παῤῥησίαν. Ἐγώ σε ἐρωτήσω· σὐ δέ μοι ἀπόκριναι. (35) Ἤδη ἆθλον αὐτῷ δίδωσιν ὁ Θεός. Ἄνθρωπον ἐρωτᾷ, ὅτι πυνθάνεται αὐτοῦ, ὅτι δίδωσιν ἐξουσίαν τῆς ἀποκρίσεως. Εἰ μὴ ἦν νενικηκὼς, οὐκ ἂν ἐλάμβανεν· εἰ μὴ ἦν ὑπομείνας, οὐκ ἂν ἤκουσε· Ζώσαι ὧσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀπόκριναι. Τοῦ αὐτοῦ. Μὴ πρότερον ἀποκρινάσθω τις τῷ Θεῷ, ἐὰν μὴ, γενόμενος ἀνὴρ, ζώσηται ὥσπερ ἀνὴρ τὴν ὀσφὺν αὐτοῦ. Ὅσον γὰρ ἡ ὀσφὺς αὐτοῦ οὐκ ἔζωσται, ἀλλὰ λέλυται, καὶ οὐχὶ περιδέδεται, οὐδὲ συνέσφιγκται, οὐ δύναται εὐλόγως ἀποκρίνασθαι τῷ Κυρίῳ. Στίχ. γ΄. Ἐρωτήσω δέ σε· σὺ δέ μοι ἀποκρίθητι. Τὰ μὲν τέλεια τῶν ἀγωνισμάτων τοῖς καλῶς ἀθλήσασι μετὰ τὸν βίον ἀπόκειται τοῦτον. Οὐδὲν δὲ ἧττον καὶ ἤδη ἡ χάρις ἡ τοῦ Θεοῦ ἀῤῥαβωνίζεται τοὺς ἀθλητάς. Διὰ τοῦτο, ὅτε ἠγωνίσατο τὰ μέγιστα ὁ Ἰώβ· ὅτε, ἀποβαλὼν τὰ ὑπάρχοντα, ἐδόξασε τὸν δεδωκότα· ὅτε, ἀποθέμενος τὰ τέκνα, ηὐχαρίστησε τῷ παρειληφότι· ὅτε, νοήσας ὡς σκώληκας ἀνάγειν αὐτοῦ ἀπὸ τοῦ σώματος, οὐ νενίκηται ἀπὸ τῶν πόνων· προοίμια καὶ ἀῤῥαβῶνα τῶν ἀθλητῶν δίδωσιν αὐτῷ ὁ Θεὸς, χρηματίσας αὐτῷ διὰ λαίλαπος καὶ νεφῶν. Ἀκούσας οὖν προτέρων λόγων, δέον ἀποκρίνασθαι πρὸς Θεὸν, σιωπᾷ, ὡς οὐκ ἔχων παῤῥησίαν ἀποκρίνασθαι πρὸς αὐτόν. Οὕπω γὰρ ᾔδει τὸ ὕστερον γεγραμμένον ὑπὸ Μωῦσέως, ὡς Μωϋσῆς ἐλάλει, ὁ δὲ Θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. Ὡς μὴ ἐπιστάμενος τοίνυν τοῦτο, οὐ θέλει ἀποκρίνασθαι πρὸς τὸν Θεόν.
Verse 3. “No; gird up your loins like a man. I give you freedom to speak. I will question you, and you answer me.” God is already giving him the prize. He questions a human being, because he asks him and gives him the right to answer. If Job had not won the victory, he would not have received this; if he had not endured, he would not have heard, “Gird up your loins like a man. I will question you, and you answer me.” By the same author: Let no one answer God until he has become a man and girded his loins like a man. As long as his loins are not girded but loose, not tied up or drawn tight, he cannot reasonably answer the Lord. Verse 3. “I will question you, and you answer me.” The full rewards of the struggle are kept for those who have contended well, after this life. Even so, God’s grace already gives the contenders a down payment. So when Job had struggled to the utmost, when he lost his possessions and glorified the one who had given them, when he lost his children and thanked the one who had taken them, when he understood that worms were being brought up out of his body and was still not overcome by his sufferings, God gave him a foretaste and a down payment of the contenders’ reward, speaking to him out of the storm and the clouds. Yet when Job had heard the earlier words, and ought to have answered God, he is silent, as one who has no boldness to answer him. For he did not yet know what Moses wrote later, that Moses spoke and God answered him with a voice. Not knowing this, he is unwilling to answer God.
Ὅ δὲ Θεὸς δίδωσιν αὐτῷ παῤῥησίαν τοῦ λαλεῖν. Κοὶ μεθ’ ἕτερα· Τοσαύτη ἐστὶν ἡ χρηστότης τοῦ Θεοῦ, ὥστε ἀναλαβεῖν αὐτὸν πρόσωπον οὐ κρίνοντος, ἀλλὰ κρινομένου μετὰ τοῦ ἀνθρώπου. Καὶ πολλαὶ τοῦτο ἐδίδαξαν Γραφαί. Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύρος. Καὶ, Λαός μου, μᾶλλον δὲ ὁ Θεὸς μετὰ τοῦ λαοῦ διαλεχθήσεται, λαός μου, τί ἐποίησά σοι, ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι, καὶ τὰ ἐξῆς. Στιχ. γ΄. Μὴ ἀποποιοῦ μου τὸ κρῖμα. (36) Μὴ ἀποποιοῦ μου τοῦτο τὸ κρῖμα. Τούτου τοῦ ῥητοῦ ὡς χρησίμου μνημονεύσωμεν. Ἀλλʼ ὅτʼ ἂν κρίνῃ ὁ Θεὸς παθεῖν τι ἡμᾶς, τέκνον ἀποβαλεῖν, ἄρχοντα ἀπολέσαι, νοσῆσαι κατὰ τὸ σῶμα, ὅ τι δήποτε τούτων ὑπομεῖναι· οὐδὲν τούτων οἶόν τέ ἐστιν ἡμᾶς παθεῖν, μὴ κρίνοντος τοῦ Θεοῦ. Οὐδὲ γὰρ στρουθίον πίπτει εἰς παγίδα ἄνευ βουλήματος τοῦ Πατρὸς, τοῦ ἐν τοἴς οὐρανοῖς. Ἐπεὶ οὖν οὐδὲν τούτων γίνεται χωρὶς κρίματος τοῦ Θεοῦ, λέγεται πρὸς τὸν παθόντα· Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μή ἀπαρνῇ (37), ὅτι ἔκρινα περὶ σοῦ. Στίχ. γ΄. Οἴει δέ με ἄλλως σοι κεψρηματικέναι, ἥ ἵνα ἀναφανῇς δίκαιος; Ἀπολογοῦμαί σοι. Δίκαιος ἦς, ἀλλʼ οὐκ ἦς φανερός. Ὑπομονὴν εἶχες· ἔδει με ἀφορμὴν παρασχεἴν τοῦ λάμψαι σου τὴν ὑπομονήν. Εἶχες ἀνδρείαν· ἀλλ’ ἐκέκρυπτο ἐν σοί· οἱ συμβεβηκότες πόνοι ἔδειξάν σου τὴν ἀνδρείαν. Καὶ μετʼ ὀλίγα· Μνημονεύωμεν ταύτων ἐν τοῖς περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος, καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς.
But God gives him freedom to speak. And after other remarks: God’s kindness is so great that he takes on the role of one who is not judging but is himself being judged along with the man. Many passages of Scripture have taught this. “Come, let us reason together,” says the Lord. And, “My people” (or rather, God will reason with the people), “my people, what have I done to you, or how have I troubled you? Answer me,” and so on. Verse 3. “Do not set aside my judgment.” Do not set aside this judgment of mine. Let us remember this saying as a useful one. Whenever God decides that we should suffer something, such as losing a child, losing a ruler, falling ill in body, or enduring anything of that kind, none of it could happen to us unless God judged it so. Not even a sparrow falls into a snare without the will of the Father in heaven. Since none of these things happens apart from God’s judgment, it is said to the sufferer, “Do not set aside my judgment; do not deny that I have judged concerning you.” Verse 3. “Do you think I have dealt with you for any other reason than that you might be shown to be righteous?” I defend myself to you. You were righteous, but you were not plainly seen to be. You had patience; I had to give an occasion for your patience to shine. You had courage, but it was hidden in you; the hardships that came upon you showed your courage. And after a little: Let us remember this in times of trial, and let us imagine we hear God present with us, saying, “Do you think I have dealt with you for any other reason than that you might be shown to be righteous?” Let us not be shown to be unrighteous or ungodly.
Στίχ. ε΄. Ἀνάλαδε δὴ ὕψος καὶ δόναμιν. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμήν.
Verse 5. “Take up height and power.” Be crowned; put on glory; put on honor.
Στίχ. Ϛ΄. Ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ· πάντα δὲ ὑβριστὴν ταπείνωσον.
Verse 6. “Send out angels in wrath, and humble every arrogant person.”
Στίχ. ζ΄. Ὑπερήφανον δὲ σβέσον. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ. Εἶπέ μοί ποτε ὁ ὑβριστὴς, Ἀπόστειλον τὴν χεῖρά σου· εἶπέ μοι, Ἅψαι πάντων ὧν ἔχει· εἶπέ μοι περὶ σοῦ, ὡς ἄρα εἰς πρόσωπόν με εὐλογήσεις. Ἀλλʼ οὖν γε νενίκηκας. Διὰ τοῦτό σοι λέγω· Θάῤῥει· πᾶν δὲ ὑβριστὴν ταπείνωσον, καὶ τοὺς ἀγγέλους αὐτοῦ ταπείνωσον. Ὑπερήφανος ἐκεῖνος γεγένηται κατὰ σοῦ· ἀλλὰ σὺ ὑπερήφανον σβέσον. Ἀσεβὴς ἐκεῖνος κατὰ σοῦ· ἀλλὰ σὺ σκῆψον ἀσεβεῖς παραχρῆμα.
Verse 7. “Put out the proud.” The arrogant one took the field against you. He once said to me, “Send out your hand.” He said to me, “Touch everything he has.” He said to me about you that he would surely bless me to my face. But you have won the victory. So I tell you: Take courage. “Humble every arrogant person,” and humble his angels too. He has become proud against you, but you, put out the proud. He is ungodly toward you, but you, strike the ungodly down at once.
Στίχ. η΄. Τὰ δέ πρόσωπα αὐτῶν ἀτιμίας πλήρωσον. Ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί.
Verse 8. “Fill their faces with dishonor.” Expose sinners by showing them to be sinners. Fill their faces with dishonor through the rebuke that is in you.
Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί· χόρτον ἶσα βουσὶν ἐσθίει. Θηρία αἱ ἀντικείμεναι δυνάμεις εἰσὶ, περὶ ὧν ηὔξατο ὀ Προφήτης λέγων· Μὴ παραδῷς τοῖς θηρίοις τὴν ψυχὴν ἐξομολογουμένην σοι. Θηρία εἰσὶν αἱ ἀντικείμεναι δυνάμεις, ὧν εἴληφας, ὦ ἄνθρωπε, τὴν ἐξουσίαν. Ἐὰν Θεῷ δουλεύσῃς, ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ. Στίχ. ι΄. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Τοῦ αὐτοῦ. Παρὰ σοὶ τῷ Ἰὼβ, παρὰ παντὶ ὑπομνηστικῷ, παρὰ παντὶ τῷ νενικηκότι. Στίχ. ι΄. Χόρτον ἶσα θουσὶν ἐσαίει. Τοὺς σκώληκας λέγει, τοὺς ἐξ αὐτοῦ αὐτὸν κατεσθίοντας. Συντέλεια γὰρ, φησὶ, τὴν χεῖρά μου ὑπὸ σοῦ· καὶ ἰδοὺ ὡς χόρτος (38) κατεσθίει.
Verse 10. “But look, there are beasts beside you; he eats grass like oxen.” The beasts are the opposing powers. The Prophet prayed about them when he said, “Do not hand over to the beasts the soul that confesses you.” The beasts are the opposing powers, and you, O man, have received authority over them. If you serve God, you will tread upon the asp and the basilisk. Verse 10. “But look, there are beasts beside you.” By the same author: Beside you, Job; beside everyone who [is mindful]; beside everyone who has conquered. Verse 10. “He eats grass like oxen.” He means the worms, which eat him from out of himself. “For [the completion],” he says, “my hand is [under] you; and look, he devours like grass.”
Στίχ. ια΄. Ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός. (39) Αὕτη πρώτη δύναμις κατὰ τοῦ ἀνδρός. Πόρνον ποιεῖν ἐντεῦθεν ἄρχεται. Τοῦ αὐτοῦ. Ἵνα τὸ θῆλυ σημάνῃ, ἵνα δείξῃ, ὅτι στρατεύεται οὐ μόνον κατὰ τῶν ἐχόντων τὰ σπέρματα. Πάνυ δὲ εὐπρεπέστατα ὠνόμασεν ὀσφὺν ἐπὶ ἄῤῥενος, καὶ ὀμφαλὸν γαστρὸς ἐπὶ γυναικός· Ἰδοὺ δὲ ἡ ἰσχὺς ὀσφὺς αὐτοῦ ἐν ἰσχύϊ· ἡ δὲ δύναμις αὐτοῦ ἐπʼ ὀμφαλοῦ γαστρός.
Verse 11. “But his strength is on the navel of the belly.” This is the first power he uses against the man. From here he begins to make a man a fornicator. By the same author: He says this to point to the female, to show that he makes war not only on those who have the seed. He very fittingly named the loin in the case of a male, and the navel of the belly in the case of a woman: “Look, his strength is in his loins, and his power is on the navel of the belly.”
Στίχ. κε΄. Μεριτεύονται δὲ αὐτὸ Φοινίκων ἔθνη. (40) Ἐπεὶ πονηρίᾳ μεγάλῃ διαβάλλονται οἱ Χαναναῖοι, οἱ καὶ Φοίνικες· διὰ τοῦτό φησι· Μεριοῦνται δὲ αὐτὸν Φοινίκων ἔθνη. Ἔκαστος μέρος τι λαμβάνει ἀπὸ τοῦ δράκοντος, ἐὰν ᾗ τὸ γένος Χαναναῖος καὶ Φοἴνιξ.
Verse 25. “The nations of the Phoenicians will divide him up among themselves.” The Canaanites, who are also the Phoenicians, are accused of great wickedness. That is why he says, “The nations of the Phoenicians will divide him up among themselves.” Each one takes some share from the dragon, if his people are Canaanite and Phoenician.
Στίχ. κϚ΄. Πᾶν δέ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσι βύρσαν μίαν οὐρᾶς αὐτοῦ. (41) Τὰ τελευταῖα τοῦ δράκοντος καὶ τὰ ἔσχατα οὐ δύνανται νεκρῶσαι πάντα ἅμα πλωτά. Οἱ ἄνθρωποι, πλοίοις χρώμενοι τοῖς σώμασιν, οὐ δύνανται ἐνεγκεῖν βύρσαν μίαν οὐρᾶς αὐτοῦ. Αὐτοὶ καθʼ ἑαυτοὺς οὐ δύνανται· θείας δὲ δυνάμεως ἐπισκοπούσης, δυνάμεθα οὐ μόνον βύρσαν μίαν οὐρᾶς αὐτοῦ, ἀλλὰ καὶ ὅλον αὐτὸν κομίσαι, καὶ ὅλον αὐτὸν νεκρῶσαι. Νεκροῦμεν δὲ ἕκαστος, τὸ ὅσον ἐφʼ ἑαυτῷ, τὸν διάβολον, κατὰ τὸ εἰρημένον παρὰ τῷ Ἀποστόλῳ· Ὁ δὲ Θεὸς συντρίψαι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.
Verse 26. “All the ships together will not be able to carry one hide of his tail.” The last parts and extremities of the dragon: all the vessels together cannot put them to death. People, who use their bodies as ships, cannot carry one hide of his tail. By themselves they cannot. But when divine power watches over us, we can carry away not only one hide of his tail but the whole of him, and put the whole of him to death. Each of us, as far as it depends on himself, puts the devil to death, according to what was said by the Apostle: “And may God crush Satan under your feet quickly.”
Fragment 41
Στίχ. δ’ Τός ἀποκαλύψει πρόσωπον ἐνδόσεως αὐτοῦ; Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοὺς Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθεμένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέκρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὅ δὲ δοκοῦσι, βλέπονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ (42) πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο (43) χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθʼ ἑκάστην κακίαν πρόσωπονλαμβάνει ἀρετῆς. Καὶ μετʼ ὁλίγα εἰς τὸ ἐξῆς. Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. (44) Τὸ πρόσωπον ὅ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι (45) ὅ τι ἔνδον δράκων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ οὐτοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ.δ΄ Εἰς δέ πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἀπλοῦν. Δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἃν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται.
Verse 4. “Who will uncover the face of his clothing?” Why did he not say, “Who will uncover his face?” What is the clothing doing here? “For who,” he says, “will uncover the face of his clothing?” To make clear what is said, let us use the example of masks that people put on. They do not appear as what they are, but as what they want to seem. Take, for example, those actors on the stage who put on masks, now of leaders, now of other kings, now of women. Their own face is hidden, and what they are is not seen; what they seem to be is what is seen. The dragon is like this. He never shows his own face. He takes a face to deceive people, and he uses that. This enemy has many masks, and for each vice he puts on the face of a virtue. And a little later, going on: The rest of the verse written above. The face he has put on—who is able to expose it? Who is able to uncover and [discover] what the dragon is inside? There are also others like this, his disciples, “who come to you in sheep’s clothing, but inside are ravenous wolves.” Verse 4. “And who could enter into the folds of his breastplate?” Do you see? It is called a breastplate—the chest and breastplate, where the ruling part is. His breastplate is not simple. He has nothing simple. He is crafty; he is folded. So who could enter into the folds of his breastplate? Only a holy person can expose him and show that his breastplate is folded, whereas that of the holy person is not folded.
Στίχ. ε΄, Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξεις Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακἀ ἔχει ἀποκείμενα; Στίχ. ε΄. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Καὶ, Κύρος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὕτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλʼ ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλʼ ἐάν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον.
Verse 5. “Who will open the doors of his face?” He hides what is stored up inside. So who will open the doors of his face? Who is such a one as to expose and show how much deceit, how much poison, how many evils he has stored away? Verse 5. “Around his teeth is fear.” Of these teeth it is said, “You broke the teeth of sinners,” and, “[The Lord] will break the molars of the lions” [the text reads “Cyrus”]. This is not the fear of God; it is the fear that is around his teeth. But if you have Christ in yourself, do not worry about this fear. For “you shall fear the Lord your God,” and besides him you shall fear no other.
Στίχ. Ϛ΄. Τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χαλκαῖ. Τὰ δόγματα, τὰ νοήματα τὰ ἀποκεκρυμμένα. Πάντα ἰὸς ἀσπίδων ἐστὶ, πάντα τὰ ἔνδον αὐτοῦ. Καὶ. ἀσπίδες εἰσὶν οὐχ ἁπαλαί τινες, ἀλλὰ σκληραί. Ἀσπίδες γάρ εἰσι σκληραί.
Verse 6. “His inner parts are bronze asps [or shields].” These are his doctrines, his hidden thoughts. Everything inside him is the venom of asps. And they are asps [or shields] that are not soft at all, but hard. For asps [or shields] are hard.
Στίχ. ι΄ Ἐκ στόματος αὐτοῦ. Αἱ βλασφημίαι καὶ οἱ λόγοι τῶν ἀσεβῶν καὶ ἀθέων διδασκάλων. Στίχ.ι΄. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. (46) Οἶμαι μὲν καὶ πάντας τοὺς ἀσεβεῖς ἀθέων δογμάτων εἰσηγητὰς κυρίως ἂν εἶναι μέλη τοῦ δράκοντος· καὶ τῶν μελῶν τοῦ δράκοντος ὀνόματα εἰ θέλεις ἀκοῦσαι, ποῖοί εἰσιν οὗτοι; Τὸ στόμα τοῦ δράκοντος εἴη δʼ ἄν τι καὶ τροπικῶς νοούμενον, καὶ παρὰ τοῦτο ὅθεν οἱ λόγοι οἱ ἀπολλύντες. Ἐκ στόματος γὰρ αὐτοῦ λαμπάδες ἀπολλύονται πυρός. Ὅτι ἐκ στόματος αὐτοῦ ἐσχάραι ἀπολλύονται πυρός. Εἴ ποτε ἤκουσα τοῦ κατηγοροῦντος λόγου, προφάσει Χριστιανισμοῦ, κατηγοροῦντος τοῦ Δημιουργοῦ, φέρε εἰπεῖν, πρεσβεύοντος τὰ Μαρκίωνος, πρεσβεύοντος τὰ Οὐαλεντίνου, καὶ τὰ Βασιλείδου· ὄτʼ ἂν κακῶς λέγωσιν τὸν Ποιητὴν οὐρανοῦ καὶ γῆς, ὅτ’ ἄν λέγωσιν αὐτὸν μὴ εἶναι, μηδὲ πνευματικῆς οὐσίας, ὁποῖά φασιν οὗτοι· ὅψῃ, ἐκ στόματος τῶν τοιούτων ἐξέρχονται λαμπάδες καιόμεναι, καὶ διαριπτοῦνται ἐσχάραι πυρός. Διὰ τοῦτο ἡμεῖς, εἰδότες, τηρῶμεν ἑαυτοὺς, μήποτε ἐπεῖναι αἱ λαμπάδες ἡμᾶς καύσωσι, μήποτε αἱ ἐσχάραι τοῦ πυρὸς ἡμῶν ἅψωνται.
Verse 10: “From his mouth.” These are the blasphemies and words of impious and godless teachers. Verse 10: “From his mouth burning torches go out, and hearths of fire are scattered.” I think that all the impious who bring in godless doctrines are properly members of the dragon. And if you want to hear the names of the dragon’s members, who are they? The dragon’s mouth may also be understood in a figurative sense, and beyond that it is the place from which the destroying words come. For from his mouth torches of fire are [destroyed; or perhaps “let loose”]. From his mouth hearths of fire are [destroyed; or “let loose”]. Suppose I hear a speech that accuses the Creator under the pretext of Christianity. Say it upholds the teachings of Marcion, of Valentinus, or of Basilides. They speak evil of the Maker of heaven and earth. They say he does not exist, or that he is not of spiritual substance, as these men claim. Then you will see that from the mouth of such people burning torches go out, and hearths of fire are scattered. Therefore let us, knowing this, guard ourselves. Let the torches not burn us, and let the hearths of fire not touch us.
Στίχ. ιγ΄. Ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις. Ἔστι τις δύναμις πονηρά. Ἀλλʼ ἡ ἀσθένεια, ἤν ἀνέλαβε διʼ ἐμὲ ὁ Σωτήρ μου καὶ Κύριος, ἥτις λέγεται ἀσθένεια Θεοῦ, ἐνίκησεν ἐκείνου τὴν δύναμιν. Τὸ γὰρ ἀσθενές τοῦ Θεοῦ, ὁ μὲν Ἀπόστολος λέγει, ἰσχυρότερον τῶν ἀνθρώπων· ἐγὼ δὲ ἂν εἴποιμι ἰσχυρότερον τῆς δυνάμεως τοῦ δράκοντος.
Verse 13: “In his neck power makes its lodging.” There is a certain evil power. But the weakness that my Savior and Lord took on for my sake, which is called the weakness of God, defeated that power. For the Apostle says that the weak thing of God is stronger than men. I would say it is stronger than the power of the dragon.
Στίχ. ιδ΄. Σάρκες δέ σώματος αὐτοῦ κεκόλληνται. Ἐδύνατο εἰρηκέναι· Σάρκες δὲ σώματος ἥνωνται. Ὁ δὲ οὐκ εἶπεν· οὐ γὰρ ἥνωνται· οὐκ ἔστι. Τὸ ἓν παρʼ ἐκείνῳ πολλά ἐστιν· ἢ ἕν δοκοῦντα κεκολλῆσθαι, διὰ τοῦ λέγοντος κεκόλληνται, οὐχ ἥνωνται.
Verse 14: “The flesh of his body is glued together.” He could have said, “The flesh of the body is united.” But he did not say that, for they are not united; that is not the case. What is one in him is in fact many. Or, if things seem to be one, the word “glued together” shows that they are not united.
Στίχ. ιε΄. Ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἔστηκε δέ ὥσπερ ἄκμων ἀνήλατος. Οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οἰκεῖοι (47) δὲ σκληρός ἐστιν ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου τοῦ δράκοντος, αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον, καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν, ἀκολουθῶν τῷ λόγῳ χρυσοκῷ (48)· οὕτως εἴκει, ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
Verse 15: “His heart is set hard like stone, and it stands like an anvil that cannot be beaten out.” It is not hammered out and does not follow reason. It is [properly] hard, unbeaten, and unyielding. If anyone has drawn power from the devil, from this dragon, he himself has a heart that cannot be beaten out and will not be worked. But if someone is gold, he follows the word of the goldsmith. He yields in this way until he becomes a thin leaf of gold and receives the impressions of God’s letters, in Christ Jesus, to whom be glory forever. Amen.
Fragment 42
Στίχ. ι΄. Ἔδωκεν δέ ὁ Κόριος διπλᾶ, ὅσα ἦν ἔμπροσθεν Ἰῶβ εἰς διπλασιασμόν. (49) Ὁ γενναῖος ἀθλητὴς, καὶ πάντα πειρασμὸν ὑποστὰς, ἀνδρειότατος Ἰὼβ, ἆθλα λαμβάνει τῆς ὑπομονῆς αὐτοῦ, ὡς ἡ Γραφή φησιν· Πάντα διπλᾶ παρὰ τὰ πρότερα. Ὁ δὲ Κύριος Ἰησοῦς Χριστὸς ἆθλα δίδωσιν οὐχὶ διπλασίονα, ἀλλʼ ἑκατονταπλασίονα. Φησὶν γάρ· Ὅς ἐὰν καταλείπῃ πατέρα ἢ μητέρα, οἰκίαν, άδελφοὺς, ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἢ ἕνεκεν τοῦ Εὐαγγελίου, ὡς ἐν. τῷ κατὰ Μάρκον γέγραπται, ἐκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώναον κληρονομήσει. Οὐκ ἂν διπλάσια τῶν προτέρων ἔλαβεν, εἰ μὴ διπλασίονα τὴν ἀρετὴν ἐπεδείξατο.
Verse 10: “The Lord gave double what Job had before, to make it twice as much.” The noble athlete, the most courageous Job, endured every trial and receives the prizes for his endurance. As Scripture says, he received everything double what he had before. But the Lord Jesus Christ gives prizes that are not double but a hundredfold. For he says, as it is written in Mark: “Whoever leaves father or mother, house, brothers, or sisters for my sake, or for the sake of the Gospel, will receive a hundredfold and will inherit eternal life.” Job would not have received double what he had before, unless he had shown double the virtue.
Part 2: Fragments from the Vatican manuscripts
Fragment 1
[Greek lost here; only the Latin survives] Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. Vatic. B, 769, 2. Οἱ γὰρ φαῦλοι ἄνθρωποι ψευδεῖς, ὥσπερ οἱ ζωγραφούμενοι τὸν Θεόν. Τὸν Θεὸν φοβοῦ, τὰς ἐντολὰς φύλαττε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. Ἄμεμπτος, ἐπειδὴ δίκαιος. Θεοσεβὴς, βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ ἡ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή.
Chapters 1 and 2. “And that man was true, blameless, righteous, God-fearing, abstaining from every evil thing.” For worthless people are false, like those who have a picture painted of God. Fear God and keep the commandments, for this is the whole of man. He is blameless because he is righteous. He is God-fearing, for a good life leads a person to know God, and the knowledge of God becomes the guard of that life.
ιςʹ, ιζʹ Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα... Καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτάς... Vat. 770, 2, Τὰς μὲν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς· τὰς ὀνάδας καὶ τοὺς βόας, τοὺς ἀροτριῶντας καὶ τὴν γῆν ἐργαζομένους, πεποίηκε γενέσθαι ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσησιν, διὰ τοῦτο πῦρ κατήγαγεν ἐξ οὐρανοῦ ἐπὶ τὰ πρόβατα...
Verses 16 and 17: “Fire fell from heaven and burned up the sheep...” “And they surrounded the camels and took them captive...” He caused the camels to come under the horsemen. The donkeys and the oxen, which plowed and worked the earth, he caused to come under those who took them captive. But he hated the sheep, and for that reason he brought fire down from heaven upon the sheep...
Fragment 2
[Greek lost here; only the Latin survives] Χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ ἡ γυνὴ αὐτὸ. Vat. 771, 2. Ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται· τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. Διπλᾶ τε τῷ Ἰώβ τὰ τῆς ἀσθενείας ἦν· αὐτός τε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἡ ἐλπὶς μᾶλλον ἀπέγνωστο.
Chapter 2, verse 9: “And when much time had passed, his wife said to him...” Look at the wickedness: when much time had gone by, then he attacks. For then above all the things of hope are put to the test, and then above all the things of strength grow weak. For Job the weakness was double. He himself had become weaker through the length of the time, and his hope was more nearly given up.
Fragment 7
[Greek lost here; only the Latin survives] Πότερον οὐχὶ πειρατήριον ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; Vat. 775, 2, 776,1. Δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυτῶν πονοῦνται ζωήν· ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως ὁ τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. Ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει.
Chapter 7, verse 1. “Is not the life of man upon the earth a time of testing, and his life like that of a hired man who works by the day?” Like hired workers, everyone toils for their own living. The farmer gathers his food in one way, the man who practices a manual trade in another, and those in positions of honor in yet another way. There is simply no one who does not worry about the necessities of life.
Fragment 10
[Greek lost here; only the Latin survives] Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν [Greek lost here; only the Latin survives] Πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός· πεποίηται δὲ ἡ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. Ἱκετεύω δὴ μνησθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου.
Chapter 10, verse 8. “Your hands shaped me and made me.” The body has been shaped out of a material that already lay at hand, the earth, that is, the woman. The soul, however, has been made with nothing existing beforehand, since it is without body and without parts. I beg you, remember also how cheap and short-lived our nature is.
Fragment 12
[Greek lost here; only the Latin survives] Εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. Vat. corr. ἄλλους supra lin. 780, 1. Ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ ἡ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. Ἀλλ’ οὐ τοῦτο ἡ γραφὴ λέγει, μὴ γένοιτο! οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα· ἀλλ’ ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ’ ἡμᾶς ὁ Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. Τοῦτο δὲ εἶπεν ὁ Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων· Μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες· ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ ὅσον ὁ Θεὸς βούλεται.
Chapter 12, verse 5. “For he was made ready to fall, at an appointed time, at the hands of others.” Here those who believe in fate say, “Look, the Scripture says that it was fated for him to suffer.” But that is not what the Scripture says. God forbid! Our affairs are not under compulsion. Rather, God governs everything that concerns us in due measure, by the principles of his own providence. He knows how far it is good for us to suffer, and he brings on the trials in proportion. Job said this in order to leave the judgment to God. It is almost as if he were saying: “Do not let the righteous be laughed at when they suffer. They suffer only as far as God wishes.”
Fragment 13
[Greek lost here; only the Latin survives] Ἰδοὺ ταῦτα ἑώρακέν μου ὁ ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. Vat. 780, 2. Καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δοκῶ, ἀλλὰ κατ’ οὐδὲν εἰς σύνεσιν λείπομαι, καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος.
Chapter 13, verse 1. “Look, my eye has seen these things, and my ear has heard them, and I know as much as you know, and I am no less understanding than you.” Even if I seem to be younger than you, I am in no way lacking in understanding, least of all in the knowledge of divine things, and I am not at all inferior to you.
κηʹ. Ὃ παλαιοῦται ἴσα ἀσκῷ, ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. Vat. 781, 2. Οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται.
Verse 28. “He wears out like a wineskin, or like a garment eaten by moths.” Job does not say this according to his own conviction. He says it with regard to the assumption that everyone who is afflicted is enduring this because he has sinned.
Fragment 14
[Greek lost here; only the Latin survives] Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Vat. ibid. Καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐδὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. Τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει· οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένοντα, ἀλλ’ ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ’ αὐτοῦ τεταγμένον βίον. Ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου.
Chapter 14, verse 1. “Or like a flower that has bloomed and fallen off; he has fled away like a shadow, and he will not stand.” Like a shadow, a person passes through life and leaves behind no memorial for the living. Here Job makes clear the providence that governs human beings. They do not remain in life by chance or at random, but by the word of God, who does not go beyond the life he has himself appointed. But this should not be said as though fate were in control. Rather, it is the will of God that has arranged each thing by limits and measures.
Fragment 15
[Greek lost here; only the Latin survives] Τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; ἢ πρὸ θινῶν ἐπάγης; σύνταγμα Κυρίου ἀκήκοας; Vat. 782, 2. Ἀντὶ τοῦ· μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. — Θεοδωτίων· Ἵνα ἐστὶν ὁ ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμμώδης. — Ὁ Ἐβραῖος· Συνελήφθης. — Θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι.
Chapter 15, verses 7–8. “What then? Were you the first of mankind to be born? Or were you fixed firm before the sandhills? Have you heard the counsel of the Lord?” That is: Did you come into being before all other human beings, and have you stretched your life out until now, so that you have had experience of more things than others of the same nature? — Theodotion: “where there is a high place, hard to climb, or sandy.” — The Hebrew: “You were conceived.” — Here he calls the hills “sandhills,” as if to say: “Do you know what existed before creation?”
Fragment 16
[Greek lost here; only the Latin survives] Γῆ, μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου, μηδὲ εἴη τόπος τῇ κραυγῇ μου· καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις. Vat. 784, 2. Ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥήματα, ἃ καὶ εὐκτικῶς εἴρηται. Λέγει δέ· Μὴ σιωπήσῃς, ὦ γῆ, τὰ κατ’ ἐμὲ, μηδὲ συγκρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων· μηδὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μηδὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς· πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασμῶν. Ἢ μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ’ ἐκκαλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας. Καὶ ὁ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ’ εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς ὁ τόνος, ἵνα ὁ Θεὸς τῶν γινομένων κακῶν ἔκδικος καταστὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. Τὸ δέ· Ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως.
Chapter 16, verses 18–19. “Earth, do not cover over the blood of my flesh, and let there be no place for my cry. And now, look, my witness is in heaven, and the one who knows my case is in the highest places.” In his helplessness he speaks to the earth, and to draw out its sympathy he speaks words that are put as a wish. He says: “Do not keep silent about my affairs, O earth, and do not hide the blood that is being poured out unjustly from my flesh through the running sores. Let it not stop in one place and be hidden, and let the story of my sufferings not pass into oblivion. Let many, he says, be built up through my trials.” Or it means: “Let the earth not hide my blood, but call out to God for vengeance, having the very discharges of my body as witnesses. And let the air not hold back my cry, but let the strength of my voice reach heaven, so that God, taking up the cause of the evils done to me and punishing those responsible, may in this way show everyone the blamelessness of the life I have lived.” The words “Look, my witness is in heaven” come from a perfectly clean conscience.
Fragment 19
[Greek lost here; only the Latin survives] Γνῶτε μόνον ὅτι ὁ Κύριος ἐποίησε με οὕτως. Vat. 785, 2. Εἰς φόβον αὐτοὺς καταφέρει, οἱονεὶ λέγων· Μὴ οὕτως ἐπεμβαίνετέ μοι κάμνοντι, μηδὲ ὑμεῖς τοῖς αὐτοῖς περιπέσητε, τὴν αὐτὴν ἔχοντες φύσιν.
Chapter 19, verse 3. “Only know that the Lord has made me so.” He strikes fear into them, as if to say: “Do not trample on me like this while I am suffering, or you yourselves may fall into the same things, since you have the same nature.”
δʹ, εʹ. Ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην· παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα ἃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. — Ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. Vat. 786, 1. Δεδόσθω, φησὶν, καθ’ ὑπόθεσιν ὅτι πεπλάνημαι. Παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος· πλάνος ὁ διάβολός ἐστιν. Τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. Εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, ἆρ’ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμελούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παῤῥησίαν. Τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. Ἐπιβάλλει καὶ ὧδε·
“Yes indeed, in truth I have erred. Error lodges with me, so that I speak words I should not, and my words wander, and not at the right time.” “Leave off, because you exalt yourselves over me and leap on me with reproach.” Let it be granted, he says, for the sake of argument, that I have erred. “Error lodges with me”: the error is the devil. What harm comes to you from this, he says, and what need is there to judge me as ungodly and trample on a man who is suffering? You ought to forgive someone who speaks out of pain. Even if I had done things I should not have done, was it right for you to reproach me like this? And I, who have long cared for godliness, ought now to have confidence from my works. But it has not turned out so, and I am judged as a deceiver. He adds here also:
ςʹ, ζʹ. Γνῶτε οὖν ὅτι ὁ Κύριός ἐστιν ὁ ταράξας· ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν. Ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. Κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. Διαλογίζεσθε, φησίν· οὖκ ἀπὸ σκοποῦ ἀλγύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. Λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ’ ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους. Τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. Τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ· διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρηκέναι. — Εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ’ ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. Οὐδεὶς ἀκούει, οὐδεὶς διάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. Ταῦτα ἐλεῆσαι οὐ χρῆ; — Τοιγαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατηγοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν καταστήσῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρασύτητος. — Οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. Ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ’ ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἡ ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἡ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. — Α. Σ. Τί φατε [ὅτι] ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφείλετε. — σπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις· ἐν λόγοις οὖν λάβεσθε ὡς ἂν μηδὲ ὑπὸ τῆς ἀληθείας ψηφίσασθαι ἀνεύθυνον. — Ὁ γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει.
“Know then that the Lord is the one who has troubled me; he has raised his fortress against me. Look, I laugh at the reproach, I will not speak. I will cry out, and there is no justice anywhere.” Think about it, he says: it is not without reason that I am in pain, hemmed in by terrors as if by a wall. I speak, he says, with truth, as things stand with me, and you do not accept my words. “In reproach” means: to tell the facts. “I will not speak” means: because you contradict me, I seem to have said nothing. And if I also cry out to God, to bring my case into the open before everyone, I do not obtain my plea. No one hears, no one [judges], I see no one, I have nowhere to go. Should these things not move you to pity? So stop accusing me so rashly, lest God bring you to judgment and exact from you the penalty for senseless boldness. For God does not leave such things unanswered, he says. It will come about, if it is stirred up against you, that your conceit about knowing the good, and the security you feel in what you have, will appear to you useless. A. S.: Why do you say that I suffer these things because I am in wickedness, and that you ought to fear the same? “Hurry, then,” he says, “although the facts bear witness in words. So take hold of [me] in words, so that not even by the truth could one vote [me] free of liability.” [The sense is uncertain.] The Hebrew, at any rate, also has “a sin of speech.”
Fragment 20
[Greek lost here; only the Latin survives] Τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν δύνας. Vat. 787, 2. Καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρονόμου παίδων καθέξουσι.
“May lesser men destroy his sons, and may his hands kindle [torments].” Even those who were formerly inferior, he says, will take possession of the children of the lawbreaker.
ιεʹ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. Πάντα μὲν ὁ ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα· ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ’ αὑτὸν εἰς ἑτέρους μεταφερόμενον ὄψεται.
“Wealth gathered unjustly will be vomited up; an angel will drag him out of his house.” The ungodly man does everything to get hold of other people’s goods, and all that he does aims at this. But when he seems to be master of everything, then he will see it all transferred to others.
ιηʹ. Ὥσπερ στρείφνος ἀμάσητος, ἀκατάποτος. Ib. 2. Οἱ λόγοι καὶ τὰ δόγματα [ἀσεβοῦς] στρίφινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα.
“Like gristle, not to be chewed, not to be swallowed.” The words and teachings of the [ungodly man] are tough and [like carrion], for the things done against God have nothing sweet in them.
κβʹ. Ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλίβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. Ταῦτά φησιν· Ἕνεκα τῆς αἰτίας, ἀπόλλυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται.
“When he seems to be already full, he will be hard pressed, and every distress will come upon him.” He means this: because of the cause, what has been acquired is lost, and it is not handed down to his forebears.
κγʹ. Ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας. Ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται δεινά· ταῦτα δὲ ἔφη, ἐπειδὴ ὁ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος· κατασκευάζει οὖν ὅτι πάντα δι’ ἁμαρτίας ἐπ’ αὐτὸν ἐπηνέχθη.
“May he send upon him the fury of wrath; may he [pour] pains upon him.” That is: from God and from heaven he will endure terrible things. He said this because Job, after saying that he had been struck by God, also mentioned that he had been wronged by men. So Zophar argues that everything was brought on Job because of sin.
κεʹ. Ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. Vat. 787, 2. ... Ἐν ἀγνοίᾳ γάρ εἰσιν· ἐξέβαλον γὰρ τὸ φῶς ἀφ’ ἑαυτῶν οἶς ἔλεγεν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.
“May stars walk about in his dwellings.” ... For they are in ignorance. They threw the light away from themselves, those to whom he said, “I am the light of the world.”
κςʹ. Κατέδεται αὐτὸν πῦρ ἄκαυστον. V. ib. Κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, ἢ καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτηρίοις. Καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθήσεται, ἵνα εἴπῃ· Οὐδὲ ταφῆς ἀξιοῦται.
“A fire not kindled will consume him.” As to the hidden meaning, it is a fire that is not kindled. It is either the fire that works through conscience, or the fire laid up in the places of judgment to come. And he says he will be consumed “as by fire” in order to say: he is not counted worthy even of burial.
κθʹ. Αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. Vat. ibid. Καθ’ ἣν ἡ θεία κατ’ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς διὰ Χριστὸν εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ παραδόξου, εἴθ’ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη. — Μάνθανε τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη· ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. Καὶ ὥσπερ ὁ μιμησάμενος εἰκόνα βασιλικὴν, τιμᾶται ἐπὶ τῷ καλῶς αὐτὴν μιμήσασθαι· τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι· οὕτως μακάριος ἐπίσκοπος ὁ νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεὸς, ὁ ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
“This is the portion of an ungodly person from the Lord, and the possession of his goods from the overseer.” By this portion God’s judgment is stirred against him. It may be the man of the circumcision who, through Christ, acted impiously toward God; or the man of the unexpected kind; or whoever else is ungodly in whatever way. The portion described belongs to him. — Learn who is called “overseer” (bishop) here. God is called overseer, and the bishops, the good and noble ones, strive in every way to bear his image. A man who copies a royal image is honored for copying it well, and honored also for having adorned it. In the same way a bishop is blessed who has understood the true Overseer, who imitates him and becomes, among men, like God. He has as his Overseer the one who truly makes him a bishop in Christ Jesus, to whom be glory and power forever and ever. Amen.
Fragment 21
[Greek lost here; only the Latin survives] Τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι, ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. Vat. 788, 1. Ἰδοὺ καὶ τὰ μωρὰ παιδία αὐτῶν ἑαυτοῖς προσπαίζονται. Λέγουσι γὰρ αὐτοὶ ψαλμοὺς Οὐαλεντίνου καὶ ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ.
“Their children play, taking up the psaltery and the harp, and they rejoice at the sound of a psalm.” See, even their foolish children play among themselves. For these people recite the psalms of Valentinus and the odes of Basilides, and they utter other things of that sort, rejoicing at the sound of a psalm.
Fragment 22
[Greek lost here; only the Latin survives] Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; Vat. 780, 1. Ἴδωμεν τί φησιν ὁ Ἐλιφὰζ πρὸς τὸν δίκαιον· Πότερον κτλ... Τοῦτο τοῦ Ἰὼβ εἰρηκότος, συντρέχει τῷ λόγῳ καὶ ὁ Ἐλιφὰζ, καί φησιν· Οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι’ ὧν ὁ μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, ὁ δὲ κολάζεται, ὁ μόνος σοφὸς οἶδε Θεός· οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ· ἡ δὲ κακία τὰς κολάσεις δίδωσιν. — Ὑγιὲς τὸ δόγμα... Ἐπιστήμη, ἡ περιοχὴ τῶν ὡσαύτως ἐγόντων θεωρία, σύνεσις δὲ ἡ διάκρισις.
“Is it not the Lord who teaches understanding and knowledge?” Let us see what Eliphaz says to the righteous man: “Is it not...” and so on. After Job has said this, Eliphaz agrees with the statement and says: “I also know that God, who alone is wise, knows the reasons by which one man, being ungodly, is set right and another is punished. I also know this: that God, as you yourself said, is the giver of good things, while wickedness brings punishments.” — The doctrine is sound. Knowledge is the contemplation that embraces things that stay always the same; understanding is discernment.
εʹ. Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; Vat. 789, 1. Εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ’ ἐν τούτοις γεγεννῆσθαι, δηλονότι πλείονα κακίαν [τῶν κακῶν] ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. Κακία ἐστίν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπιθυμία ἀπρεπής· ἁμαρτία δὲ ἡ ἐνέργεια· διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρτίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους. Πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἶος σύ. Εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισμάτων, ταῦτά σοι ἐπεληλυθέναι.
“Is not your wickedness great, and your sins without number?” So I rightly say that you have not simply become unrighteous, since you suffer things such as none of the wicked suffer. Rather, it was in these matters that you were born; clearly you have had more wickedness than the others [than the wicked]. Wickedness is a bad condition in the soul, such as grief, anger, and unseemly desire; sin is the activity. That is why he named wickedness first, then sin, saying that the one is great and the others countless. I see very many sinners, and none of them has fallen into such misfortunes as you. It is likely that these things have come upon you because of the countless number of your sins and the multitude of your failings.
ςʹ. Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς· ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. Vat. 789, 1. Πρόσχωμεν, οἱ τοκογλύφοι· μήποτε ἐνεχυράζωμεν διακενῆς. Ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρτήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀνθρώποις. Ὑπολαμβάνει τοῦτο ὁ Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν· διό φησιν· Ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. — Εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ὃ ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. Εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμβάνω, ἐνήχυρον [λαμβάνω] διακενῆς. Προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. Ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή· ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἄλλα γυμνοῦ, ἄλλα πλουσίου. Ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα· πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν· ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ ὅτε καὶ περισσὰ ἔχοντες παρ’ ἑαυτοῖς. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’ αὐτοῦ, λέγοντες· ἀλλ’ ὀφείλεις. Ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.
“You took pledges from your brothers for nothing, and you stripped the clothing from the naked.” Let us take heed, we who lend at interest, lest we ever take pledges for nothing. These words are useful, since they speak rightly of sins that really are committed, and are blameworthy among men. Eliphaz assumes this about Job because he knew he was rich and suspected he had grown rich from sources like these. So he says, “You took pledges for nothing,” that is, when nothing was owed you. — But suppose I lent, and not trusting the borrower, took a pledge worth the loan: then I took a pledge, but not for nothing. If, however, I slander him, say he owes me and cannot pay, and demand and take, then I take a pledge for nothing. He then presses further, thinking Job has committed another sin. One may take garments not from a naked person but from a rich man who has many other garments laid up. In that case [I take] three; of those many I took clothing, and some belonged to a naked person, others to a rich man. But if someone has one tunic, and on the pretext of collecting what is mine I strip him of that tunic, without pity for that naked man, then I have taken away the clothing of the naked. Many such things happen among us when we lend, when we go to our debtors. Often our debtor is extremely poor and cannot repay. We shut up our compassion and become merciless and cruel, not seeing that he feeds a wife and children and barely lives on the few small coins he gets. We demand harshly, sometimes even when we have more than enough ourselves. This is what happens in bitter collections: sometimes a person has one morsel, and even if he has no whole loaf, we take it from him, saying, “But you owe.” So Eliphaz says this, accusing Job of having taken away the clothing of the naked.
ζʹ—θʹ. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Vat. 789, 1. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον· ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὅποτε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. Ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μηδὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. Ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεομένῳ; ὅποτε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου· ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται· Βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. Ἐθαύμασας δέ τινων πρόσωπον. Τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐδὲ ἀπαθῶς, ἀλλ’ ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας· καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. ᾬκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. Τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει· ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μηδὲν ἔχοντας ὑπεστορεσμένον... Χήρας δὲ ἐξαπέστειλας. Ἢ τῶν προσόντων αὐτὰς ἐγύμνωσας, μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ’ ἀπεπέμψω μηδὲν λαβούσας ἀπὸ σοῦ... Ὀρφανοὺς δὲ ἐκάκωσας. Τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν, ἐσχάτης κακίας γνώρισμα. Οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν· περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν ὁ Θεὸς ἐνετείλατο. Πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας.
Verses 7–9: “You did not give water to the thirsty, but you withheld a morsel from the hungry. You showed admiration for the face of certain people, and you [settled] those on the earth. You sent widows away empty, and you mistreated orphans.” So not only doing wrong, but also failing to do good, makes a person accountable. He points out how far we ought to extend kindness, since it is blameworthy not to give drink to the thirsty. We receive a reward for a cup of cold water. So he condemns Job for great harshness, as one who would not give even water, a favor that costs nothing, and to a thirsty man, which makes it worse. “But you withheld a morsel from the hungry.” Why do I say, he asks, that you gave nothing to the one in need? You even took away the small comfort of bread from the hungry man. By “morsel” he means a piece of bread, as it is also used in Ruth: “Dip your morsel in the vinegar.” “You showed admiration for the face of certain people.” That is, you did not give your judgments justly or without partiality, but to please men. You became a respecter of persons. When you sat in judgment, you lifted up some and humbled others, forcing the lowly and admiring and honoring those in positions of power. “You [settled] those on the earth.” Some copies have “you made them lie down” in place of “you settled.” The sense is: you took away even the poor man’s bedding, so that they were forced to sleep on the ground with nothing spread under them... “You sent widows away.” Either you stripped them of what they had, or, worse, when they came to you and asked for charity you gave them nothing, and sent them away having received nothing from you... “You mistreated orphans.” To mistreat orphans, who have no one to help them, is the mark of the utmost wickedness. No one ought to be mistreated, but orphans above all must be spared, for God commanded that he would fight on behalf of those souls who have no helper. The poor, widows and orphans need help more than other people do.
ιηʹ. Βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπ’ αὐτοῦ. Ἰδόντες δίκαιοι ἐγέλασαν. Vat. 789, 2. Ἃ οἱ ἀσεβεῖς βουλεύονται, πόῤῥω ἐστίν ἀπὸ τοῦ Θεοῦ. Ἰδόντες [δίκαιοι] τὴν βουλὴν τῶν ἀσεβῶν, κατεγέλασαν αὐτούς.
Verse 18: “But the counsel of the ungodly is far from him. The righteous saw it and laughed.” What the ungodly plan is far from God. When [the righteous] saw the counsel of the ungodly, they laughed at them.
κβʹ. Ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ [Greek lost here; only the Latin survives] Τὴν ἐξηγορίαν ἐζήτουν κατ’ ἐμαυτὸν, τί σημαίνει; Καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ’ αὐτῆς, τὴν ἐξομολόγησιν. Παρὰ δὲ τῷ Ἀκύλᾳ· Νόμον. Φησὶν οὖν κατὰ μὲν τὸν ἕνα· Ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου· τὸν δὲ τρόπον τῆς ἐξηγορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. Κατὰ δὲ τὸν ἕτερον· Δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. Εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐν σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. Ἢ ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. Ἢ τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους. ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. Τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν.
Verse 22: “Take instruction from his mouth, and take up his words into your heart.” I asked myself what the word “exegoria” means. In another edition I found, in Symmachus, “confession” in its place, and in Aquila, “law.” According to the one reading it says: Confess your sins, and learn from God the manner of confession. According to the other: Receive law from God, and make his words a matter of the heart. If you are righteous and worthy, let God dictate to you, and receive divine words in your heart, as Jeremiah later heard: “Behold, I have put my words into your mouth.” Or by “exegoria” he means confession, urging the righteous man to repentance. Or he means this: change your way of life, and take up the divine laws. That is, confess what you have done wrong, and from now on keep the words of God. I got the occasion for this twofold sense from the word “exegoria.”
κδʹ. Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφέιρ. Vat. 789, 2. Βαλεῖς εἰς γῆν, καὶ οἱονεὶ κακώσεις αὐτόν.
Verse 24: “You will set it on a mound, on a rock, and like the rock of a torrent, Sophir.” You will throw him to the ground, and as it were do him harm.
Fragment 23
[Greek lost here; only the Latin survives] Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ ἐμῷ στεναγμῷ. Vat. 790, 1. Τουτέστι τὸν κατήγορον μετ’ ἐμαυτοῦ περιφέρω, τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν ἐν χερσὶ, τουτέστιν ἐκ τῆς πληγῆς, καὶ οὐκ ἀφ’ ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. — Οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐτοῖς· πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, τοι ἔξω τῆς πράξεώς μου, ὁ ἔλεγχος.
Chapter 23, verse 2: “And indeed I know that the reproof is from my hand, and his hand has become heavy upon my groaning.” That is: I carry my accuser around with me; I have the proof of my troubles from my own house. — I know, he says, that you think you bring your reproofs from what is in my hands, that is, from the blow, and not from what I have done. For God has laid himself on me so heavily that I groan. — I know, he says, that people’s judgments come from their deeds. But what was laid on me was beyond my strength, that is, the reproof lies outside anything I did.
ςʹ. Καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. Vat. ib. Καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ’ ὅμως οἶδα ὅτι ἀλήθεια παρ’ αὐτῷ ἐστιν.
Verse 6: “And will he come upon me with great strength? Then he will not use threats against me.” For even if he uses great strength and threats against me, still I know that truth is with him.
ζʹ. Ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’ αὐτοῦ· ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα [Greek lost here; only the Latin survives] Τοῦτο ηὔξατο, τοῦτό ἐστιν ὅ φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς· εἶτα, φησὶν, ὅτι ταῦτα ἥθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. — Παρ’ Ἑβραίοις, τὸ τέλος καὶ ἡ νίκη διὰ μιᾶς σημαίνεται λέξεως.
Verse 7: “For truth and reproof are from him, and may he bring my judgment out to the end.” This is what he prayed for, and this is what he means: that an end be put to my sufferings. Then he says that he wanted these things to happen so that he might die, not as though he were now about to judge. — Among the Hebrews, “end” and “victory” are signified by one word.
ιʹ. Οἶδεν γὰρ ἤδη ὁδόν [Greek lost here; only the Latin survives] Οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ· ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ;
10. “For he already knows my way.” He knows my way, he says, and that I have always been eager to obey him. But when he comes to judge, who will speak against him?
ιεʹ. Ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. Vat. 790, 2. Οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω.
15. “Because of this I am troubled before his face; I will consider, and I will be terrified of him.” I have not sinned, he says, but what of that? God is not permitted to punish only on the strength of sins committed. I say this even apart from any sins.
ιζʹ. Οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. Vat. ib. Οὐ κατ’ ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν· στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. Καὶ καλῶς εἶπε, πρὸ προσώπου μου· οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας.
17. “For I did not know that darkness would come upon me, and a thick gloom has covered me before my face.” This evil, he says, did not come in any way that human reasoning could follow; it was completely unexpected. I suspect the blow is from the hand of God. And he says well, “before my face,” for the darkness is not a common one, but belongs to my own despondency.
Fragment 24
[Greek lost here; only the Latin survives] Αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν, καὶ οὐκ ἐπέγνωσαν. Vat. 791, 2. Τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν· οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐδὲ κακῶς ποιεῖ· αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται· ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς.
Chapter 24, 13. “But why has he not made an inspection of these men, while they are on the earth? And they did not recognize it.” That is, they despised everything and mocked everything. No one wrongs them or does them harm. But he has not yet made an inspection of them. So he will make it after this, and he will examine what they have done wrong, and will not overlook it. “They greedily devoured orphans.”
ιδʹ. Γνοῦς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. Vat. ib. Τουτέστιν, μαθὼν τὰ ἔργα, ἡ ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστι γνούς.
14. “But when he knew their works, he handed them over to darkness.” That is, having learned their works, or having examined and tested them, that is, having known them.
Fragment 27
[Greek lost here; only the Latin survives] Οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα. Vat. ib. Τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκειμένου.
Chapter 27, 4. “Nor will my soul practice unrighteous things.” That is, I will stand by the same verdict. No one will be able to turn me aside, no one to strike me down, no one to lead me away from what I have set before me.
εʹ. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἄν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν [Greek lost here; only the Latin survives] Τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐδὲ μεταθήσομαι, κἂν μυρία λέγητε· οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ ἐμοῦ ἔλεγχον. Κἂν συγκαταθῶμαι εἰς ἃ λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. Οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων.
5. “May it not be for me to declare you righteous until I die, for I will not put away my blamelessness.” That is, I will not accuse myself, nor will I change my position, even if you say ten thousand things. I will not give up my verdict, even if you think you have put an end to the charge against me. Even if I were to agree with what you say, once you have understood why I have suffered these things, I would be declaring you righteous. I will not cast off my blamelessness by thinking one thing about you and saying another.
ιʹ. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παῤῥησίαν ἔναντι αὐτοῦ; Vat. 792, 2. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι, φησὶν, ὁ ἀδικῶν οὐκ ἔχει παῤῥησίαν, οὐδὲ φθέγξασθαι, οὐδὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ ἀφῄρηται καὶ ἐπεστόμισται· ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. Οἱ δὲ ἄδικοι οὐχ οὕτως.
10. “When necessity has come upon him, does he have any boldness before him?” What he means is this: the one who does wrong has no boldness, and cannot speak out or say what I am saying now, but is deprived of it and has been silenced. I have not suffered this, but I speak and argue back. The unrighteous are not like this.
Fragment 28
[Greek lost here; only the Latin survives] Ἔστι γὰρ ἀργυρίῳ τόπος [Greek lost here; only the Latin survives] Τοῦτό φησιν, ὅτι ὁ ἐν τοῖς τυχοῦσιν τάξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις.
Chapter 28, 1. “For there is a place for silver,” and so on. He means this: the one who has fixed an order among ordinary things has done so much more among human affairs.
βʹ, γʹ. Σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. Τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. Vat. 793, 1. Ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐδ’ εἰκῆ παρέρχεται. Ἢ μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, ἡ δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος. Καὶ μετ’ ὀλίγα· Καλῶς εἶπε· Τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. Τίς ἀπελαύνει τὸν ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας.
2, 3. “For iron comes from the earth, and bronze is quarried like stone. He set an order for darkness, and he himself searches out every limit.” This means that he takes thought for affairs and cares about them, and nothing simply or randomly passes him by. Or rather, he means that other matters are plain, but God’s ordering of things is beyond tracing and unknowable. And a little later: He said well, “He set an order for darkness,” showing that he knows how to yield and to withdraw. Who drives away that gloom? Where does such good order come from in such a matter? Then he recounts God’s power, then his wisdom, persuading Job not to want to demand an account from him.
Fragment 29
[Greek lost here; only the Latin survives] Ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. Vat. 794, 1. Ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν· Ὅτε ὁ Θεὸς ἐφύλαττέ με.
Chapter 29, 3. “As when his lamp shone over my head, when by his light I walked in darkness.” That he sought his former prosperity for this reason, so that God’s providence might be shown, is clear from his saying, “when God was guarding me.”
δʹ. Ὅτε ὁ Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου [Greek lost here; only the Latin survives] Ὁ δὲ Σύμμαχος· Ὁπότε περιέφρασσεν ὁ Θεὸς τὴν σκηνήν μου. Ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ Θεοῦ. Νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν, φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν· πᾶσι γὰρ καλῶς ἐχρώμην.
4. “When God was making an inspection of my house.” Symmachus has: “When God fenced around my tent.” You see that this is what he longed for: to show God’s oversight and providence. Since I was young, he says, being righteous, I made virtue the material useful to me, for I dealt well with everyone.
ζʹ.Ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος. Ibid. Οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ’ ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος.
7. “When I went out early in the morning in the city, and in the squares my seat was set.” Like a ruler and teacher of virtue, he did not devote himself to sleep and drunkenness, but out of love sat in the squares at dawn, becoming a law and a pattern for those in the city.
ιγʹ. Εὐλογία ἀπολλυμένου ἐπʹ ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς. Ὁ Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, ἡ πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, ἢ πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως· Ὁ ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. Τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνῆν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, ἡ εὐχὴ καὶ ἡ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό· Εὐλογία κτλ.
13. “May the blessing of one who is perishing come upon me.” From Severus, in his letter to the deaconess Julian. In the Gospels the Lord speaks of those who put themselves to death to the world. Some give up their bodies for the contest of martyrdom, and some give them up to the labors of ascetic discipline. In this way they seem to destroy themselves and kill themselves by being deprived of the enjoyment of this life. Of them he says: “Whoever loses his life for my sake will find it.” So for one who is “perishing” in this way, according to the Savior’s word, and who finds his life, the prayer and the blessing are something great. Any sensible person might pray that this blessing come upon him, and would wisely say: “May the blessing, etc.”
ιεʹ· Ὁφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. Vat. 794, 2. Πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός· πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους· εἴληπται δὲ ὁ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας· ὁ δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς.
15. “I was an eye to the blind, and a foot to the lame.” Vat. 794, 2. As for the meaning: he opened blind minds, and he owed it to those whose souls were maimed to become their eye himself. To those lame in the steps of the soul he gave feet; by his word he became their foot, and he led each group by the hand. The eye is taken to stand for guidance in understanding, and the foot for guidance in conduct.
ιϛʹ. Ἐγὼ ἤμην πάτερ ἀδυνάτων. Ibid. Ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς.
16. “I was a father to the powerless.” Same source. In these words we are shown the voice of one who helps the powerless, the weak.
ιϛʹ. Δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. Ὁρᾶς τὴν προστασίαν· οὐ μέχρι χρημάτων, οὐδὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης.
16. “And a case that I did not know, I searched out.” You see his care as a protector. It went beyond money, beyond food and clothing: he even stood in danger for the sake of another man’s fight.
ιζʹ. Συνέτριψα δὲ μύλας ἀδίκων. Ὅρα τὴν δυσχολίαν τοῦ πράγματος· καθὰ πόθεν, φησίν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. Ἀληθῶς ὁ Χριστὸς ἐλθὼν, τὰς μύλας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε· τὰς μύλας τῶν λεόντων συνέτριψεν ὁ Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται· Ἐκ μέσου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
17. “And I broke the molars of the unjust.” Note how hard the task was. He says, in effect: from where could it come that I set right a matter that had already been seized? Truly, when Christ came, he crushed the molars of the opposing powers. The Lord broke the molars of the lions, and it is written in the prophet: “From the midst of their teeth I snatched the plunder.”
ιηʹ. Εἶπα δέ· Ἡ ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος. Ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐδὲ μεγαλοφρονῶν, ἀλλ’ ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν.
18. “And I said: My age will grow old like the trunk of a palm tree.” Notice how much time has passed when he says this. He does not boast or think highly of himself. He is compelled to speak of God’s providence, of the things in which he enjoyed it, and of the things in which he now finds himself.
Fragment 30
[Greek lost here; only the Latin survives] Νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι· νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. Vat. 794, 2. Οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ ὁ προφήτης ἔλεγεν· Ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο.
Chapter 30, 1. “But now the least of men laugh at me; now they admonish me in turn, men whose fathers I used to despise.” Vat. 794, 2. He does not say this out of contempt. He knew them clearly, just as the prophet said: “Every evildoer is despised in his sight.” Such people he counted as nothing.
βʹ, γʹ. Καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. Ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. Ὀλυμπιοδώρου, Ὠριγένους. Ἅλλ’ οὐδὲ ἤτησά τινα ἐπικουρίαν, φησὶ, παρ’ αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν· οἵ γε πάλαι δίκην ἐχρεώστουν, πονηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ’ αὐτῶν ἡ τιμωρία. Ἢ ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐδὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ’ ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες· ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χρίων καὶ πατέρων πενήτων. Ἐπ’ αὐτοὺς ἀπώλετο συντέλεια. Ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέλεσαν.
2, 3. “Even the strength of their hands, what was it to me? Completion perished upon them. In want and hunger they were barren, those who fled the waterless land, yesterday’s distress and misery.” Olympiodorus, Origen. He says: But I never asked for any help from them, so that they might therefore speak such words to me. They were long since in debt to justice, being wicked, and somehow the punishment flew away from them. Or perhaps they longed for death because of extreme poverty and did not obtain it, and not even want taught them sense, so as to become begetters of what is good. They remained barren, those who only yesterday, or a little while ago, had escaped the desert and its calamities. He seems to slander them as base-born, as coming from ignoble stock and from poor fathers. “Completion perished upon them” means: they never accomplished anything good.
δʹ. Οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα. Ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. — Ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν· εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. Ἢ καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾦπερ ἡ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. Φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ’ οὓς ὕδατα ῥέοντα ἠχεῖ τε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώμενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν [λιμοῦ] παραμυθίαν.
4. “Those who go around gathering salt-herb on the echoing ground, whose food was salt-herb.” The salt-herb, they say, is a certain plant that quickly fills the one who eats it. “On the echoing ground” means in ravines and rocky places, for such places resound well and echo back to those who speak. Or he may mean by “echoing” a wooded place in which the blowing of the winds, stirring the trees, makes a sound. So he says that, because of their extreme need, these men wandered through the woods, the ravines, and the places beside which running waters sound and murmur. They searched for plants and scraped the roots of trees for food, as a comfort [for hunger].
δʹ. Ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. Vat. 795, 1. Ἑτέρα πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι.
4. “Dishonored and despised, lacking every good thing.” Vat. 795, 1. It is another wickedness, to be such men even in poverty.
κδʹ. Εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. Vat. 795, 2. Ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι.
24. “If only I could get control of myself.” Vat. 795, 2. You see that when he says “if I could,” he does not say it from weakness, but because he is prevented.
κηʹ. Ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. Ib. Διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐδὲ πλῆθος συνόδου αἰσχυνόμενος.
28. “I stand in the assembly crying out.” Same source. Because of the extremity of his sufferings, he is not even ashamed before a crowded gathering.
κθʹ. Ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. Ibid. Εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν· ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι.
29. “I have become a brother of sirens, and a companion of ostriches.” Same source. He says: I have fallen into the wildness of birds. I have lost sight of my own nature, and I am in no better condition than they.
Fragment 31
[Greek lost here; only the Latin survives] Ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ ὁ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ὁ ποῦς μου ἐκ τῆς ὁδοῦ... Vat. 796. Βαβαὶ τῆς ἀκριβείας οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. Τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστήσειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ· τὸν δὲ καὶ πρὸ τούτων φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἥμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα.
“For I stand in a just balance, and the Lord knows my innocence, if my foot turned aside from the way...” Wonderful precision! No one could say, “I used my wealth and my former good things for carelessness and dissipation, so I am paying this kind of penalty, and I have been changed, since God has applied a fitting remedy.” For a man who loves laughter and tripping others up [and has given himself to luxury], it would be reasonable for God to set the opposite condition against him. He would hand him over to a life of groaning and many tears. But take the man who even before these things avoided revelry and drove away people who play and make jokes. What reason would there be for him to fall into a gloomy, downcast life? Since I was withered and stern, I did not fall into the vices that tear that kind of life apart.
λαʹ. Εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου· Τίς ἀν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; Vat. 797,1. Ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς.
“And if my maidservants often said, ‘Who will grant us to be filled with his flesh?’ since I was very kind.” That is, to enjoy his life, because I was sweet to them.
λβʹ. Ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. Ibid. Οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν.
“A stranger did not lodge outside, and my door was open to everyone who came.” For he did not serve them merely by receiving them. He also gave them provisions for the poverty that would follow.
Fragment 32
[Greek lost here; only the Latin survives] Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. Ibid. Ἡσύχασεν μὲν ὁ Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι.
“And Job stopped speaking.” Job fell silent, giving them room to speak. But he saw what was happening, called God as witness, and laid a curse on himself, because the friends had been silenced.
ιαʹ. Ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὖ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. Vat. 797, 798. Ἢ τοῦτό φησιν, ὅτι οὐδὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε· ἡ ὅτι ὕστερον ἐσιωπήσατε. Οὕτω πρὸς τό· Ἐρῶ γὰρ, ὑμῶν ἀκουόνων.
“For I will speak while you listen, until you have examined my words, and I will understand as far as you are concerned.” Either he means this: that not even when you were refuting me did you refute me as you should have; or that afterward you fell silent. So it stands in relation to the words, “For I will speak while you listen.”
Fragment 33
[Greek lost here; only the Latin survives] Πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ [Greek lost here; only the Latin survives] Τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν· τοῦτο μὲν γὰρ ὑπελάμβανεν ὁ Ἐλιοὺς, ἀλλ’ οὐχὶ τοιαύτῃ γνώμῃ ὁ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ· ἀλλ’ ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. Ὁ δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν· ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις.
“For how can you say, ‘I am righteous, and he has not listened to me’?” What then happened? Job did not think this. Elihu supposed it, but Job did not speak with the intention of saying that he was more righteous than God. He meant that these things had been done by him, yet he was not charging God with injustice. Elihu, however, took it that way. But he rightly accused those others, who had [taken up] God’s side and then denied it.
κʹ. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει· Λαλήσω ἵνα ἀναπαύσωμαι.
“I will speak, so that I may find relief, opening my lips.” A man who has an understanding listener and is full of words finds relief by speaking. He empties himself, as it were, of the excess and throws it off, and says, “I will speak so that I may find relief.”
Fragment 34
[Greek lost here; only the Latin survives] Ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. Vat. 800, 1. Εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ’ ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν.
“He who is not ashamed before the face of an honored man, nor knows how to give honor to the great.” For even if you do not know, you ought to yield much to him and to his glory, so as not to seek to learn everything.
κγʹ. τι οὐκ ἐπ’ ἄνδρα θήσει ἔτι. Ib. Ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. Ib.
“For he will no longer lay anything upon a man.” He seems to mean this: that now good and evil lie in our hands, but in the age to come it will no longer be so.
λαʹ. Ὅτι πρὸς τὸν ἰσχυρὸν ὁ λέγων· Εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι· σύ δεῖξόν [Greek lost here; only the Latin survives] Τινὲς οὕτως ἡρμήνευσαν·. ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἰληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας· ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. Εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; Ὁ δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλυτῶς, σὺ διασάφησόν μοι. Ὁ δὲ ἐνόησεν οὕτως, τουτέστιν· ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. Εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. — Οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ· ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ· χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι.
“For to the mighty one he says: ‘I have taken, I will not take a pledge; without myself I will see; you show me.’” Some interpreted it this way: no one dares to say to someone stronger, “You have taken my things unjustly. You did not take them as a pledge, as though they were owed, but against my will. Show that you did this with good reason.” But if no one dares to say this to the powerful man, how, he says, can you be so bold against God? Symmachus rendered it this way: “I have taken up a speech before God; I will not [hold back], without hindrance; you make it clear to me.” And he understood it thus: since I have taken up speech on behalf of God, says Elihu, I do not hold back, but go on with my argument without hindrance. And if I am not speaking well, you make it clear, that is, refute the argument. I think, rather, that the text is to be understood like this: it is not because I chose to speak on behalf of God that you must therefore simply agree with me, as if I were demanding a debt. “Without myself I will see; you show me” means: apart from my own argument I want to know whether you have anything to say in reply. So say that I am keeping silent, and take hold of the argument, if you can.
Fragment 35
[Greek lost here; only the Latin survives] Ἀνάβλεψον εἰς τὸν οὐρανόν. Vat. 800, 2. Οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν· μὴ ἀγαπῶμεν τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν.
“Look up to heaven.” No lover of the world looks up to heaven. Let us not love the world, nor the things in the world. If we love the things down here, we do not look up to heaven.
ςʹ. Εἰ ἤμαρτες, τί πράξεις; Ibid. Τουτέστιν οὐδὲ αὐτὸν ἀδικήσεις, ἀλλ’ οὐδὲ ὠφελήσεις, δίκαιος ὤν· ἐπειδὴ γὰρ ἔλεγεν· Εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ· Διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων;
“If you sinned, what will you do?” That is, you will not wrong him, and you will not benefit him either, if you are righteous. For since he was saying, “If I sinned, what can I do?”, he asks, “What shall I do?” He says this to make the point: “Why? Is he wronged, so that he worries about you when you sin? Is he suffering some harm?”
ιʹ. Ὁ κατατάσσων φυλακὰς νυκτερινάς. Vat. 801, 2. Θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς ὁ Θεός; ὅλος ὁ αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. Τὸ φῶς τηρεῖταί σοι· ὃ βλέπεις νῦν φῶς, δι’ ἔσοπτρον βλέπεις. Καί· Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· μέλλομεν ποτὲ βλέπειν αὐτό. Οὐκοῦν νύξ ἐστι πᾶς ὁ αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. Ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυλάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. Τίνες οὖν οἱ φύλακες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· οὗτοι οἱ ἄγγελοι οἱ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς.
“He who appoints night watches.” Do you want to see how God appoints night watches? This whole age is night; it is darkness. The light is being kept for you. The light you see now, you see through a mirror. And it says, “In your light we shall see light”; so we are someday going to see it. Is the whole age, then, night? Since it is night, many enemies and many wild beasts go about. Since the affairs of this life, lived in darkness, are night, there is need of watchmen appointed for this night. These watchmen, who serve through the nights, guard those who are in the night. They come and protect us from robbers. Who, then, are the watchmen appointed by God for the night watches? “The angel of the Lord will encamp around those who fear him, and will deliver them.” These are the angels who guard us in the night.
Fragment 38
[Greek lost here; only the Latin survives] Τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ’ αὐτῆς; Vat. 803, 2. Ἠθέλησαν μὲν εἰπεῖν ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς· ἡ διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. Ἔοικε δ’ ὁ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί· μόνος δὲ ὁ Σωτὴρ οἶδεν αὐτὸ, ὁ καὶ δημιουργός. Μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. Μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατολῆς; μέτρον τῆς φερούσης τὸ πέπερ ἢ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται· ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. — Ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται ἡ γῆ, οὐδὲ ὡς ἔτυχεν, ἀλλ’ ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι· καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον.
“Who set its measures, if you know? Or who stretched a line over it?” The Greeks wanted to say something about the measure of the earth. They say the diameter of the earth is 250,000 stadia. But the saying seems to show that the measure of the earth cannot be grasped by anyone. Only the Savior knows it, who is also the Creator. He said “measures,” not “measure,” to point out the differences within the earth. What is the measure of a land like the East, for example, which produces spices? What is the measure of the land that produces pepper, or of the one that produces animals? For not everything grows everywhere. These measures, then, are with the Word of God. Surely the earth has not become this size by chance or at random. It seems to me that if even the smallest thing were added, it would be out of place, and if anything were taken away, by the same reasoning it would ruin the whole. This is what the measures and the line hint at.
ςʹ. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς; Vat. ibid. Τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ’ αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσπερεὶ ἐπῳκοδόμησεν ἐπ’ ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. Λίθον γωνιαῖον· τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ ἰὸν, δι’ ἡμᾶς σαρκωθέντα, νοεῖσθαι· κατὰ τὸ ἐν ψαλμοῖς Λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γωνίας. Εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τείχους.
“And who is he who laid a cornerstone upon it?” Who laid a cornerstone upon it, so that it stands so firmly, as though he had built it on a secure and settled foundation? It is the will of God, for in his hand are all the ends of the earth. “Cornerstone” can also be understood of the only-begotten [Son] of God, who became flesh for us, in keeping with the saying in the Psalms: “The stone which they rejected has become the head of the corner.” For he came to earth by the good pleasure of the Father and joined the two peoples, Jews and Gentiles, together in himself, just as a cornerstone binds together the two walls.
ιαʹ. Εἶπα δὲ αὐτῇ· Μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ. Vat. 803, 2. Ὁ δὲ Σύμμαχος Ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. Οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις· οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. Εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται· ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης· διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐδὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. Εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἄν ἐλογίσαντο πολλοί· νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν.
“And I said to it, ‘You will come as far as this and you will not go beyond.’” Symmachus has: “Let the swelling of your waves be set as far as here.” In the one version he holds the sea securely, as if with bars; in the other he holds it easily, as if by an order. “For I spoke,” he says, “and there is no answering back,” when this happens with no necessity forcing it, even while great violence and strength lash the sea. For this is why he did not allow it to be calm or gentle: so that it might proclaim the power of God, with its nature fighting against the command and the command winning everywhere. If the water were gentle, many would credit its good order to the nature of water. But now, stirred up, lashed, driven from within, and unable to cross its boundaries, it proclaims the power of God through its turmoil.
μαʹ. Τίς δὲ ἡτοίμασε κόρακι βοράν; Vat. 804, 1. Λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα· ἀλλ’ αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. Τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ ὁ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν· Τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐδὲ θέρουσι, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.
“And who has prepared food for the raven?” It is said that ravens do not feed their young. The ravens themselves, being large, naturally find food for themselves. But who feeds the young? Is it not the word of God? As the Gospel also says: “The birds of heaven do not sow or reap, and your heavenly Father feeds them.”
Fragment 39
[Greek lost here; only the Latin survives] Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ’ ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; Vat. 805, 2. .... Εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα.
“Is it at your command that the eagle is lifted up? And does the vulture sit on its nest and lodge on a projecting rock and a hidden place?” .... If among flesh-eating creatures there is [some reasoning wisdom], present in each from natural knowledge, and directed toward knowledge, in some of war, in others of the dead, you also see the vulture, alone, borne along in the air. [The text is uncertain here.]
λδʹ. Τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; Ibid. Τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοίμιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. Ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα· τί ποῤῥωτέρω τὴν. δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; Ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ’ ἐμὲ πληγῆς ζητῶν· εἰς δὲ δημιουργίαν οὐδὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. — Λείπει, ὡς οὐδ’ ἐλέγχων Κύριον, νουθετούμενος ὁ ἄθλιος.
“Why am I still being judged, I who am corrected and who reprove the Lord, when I hear such things and am nothing?” Ibid. “Why,” he says, “am I still being judged?” This is by way of an introduction; from the start he yielded the first place. “I have been defeated,” he says, “the right is yours. Why do you carry the case further? What can I answer? How can anyone face such a Master eye to eye?” “I kept on,” he says, “looking for the reason for the blow that fell on me. But I brought no charge against the creation, and I have nothing to say to what has been said.” — [The text is incomplete here:] the poor man is not reproving the Lord, but is being corrected.
Fragment 40
[Greek lost here; only the Latin survives] Ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. Vat. 805, 2. Οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαῤῥοῦντες, οὐδὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. Εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων· δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. Δίδωμί σοι παῤῥησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι.
“But gird up your loins like a man. I will question you, and you answer me.” Vat. 805, 2. Those who are confident in the abundance of their rights do not even let their opponents run away, so that the victory may be won out of that abundance. Then he also defends himself to Job, saying, “I care about human beings.” From this it is clear why I brought this trial on you. “I give you freedom of speech. I will question you, and you answer me.”
γʹ. Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος; Vat. 805, 2. Τὸν παρόντα λέγει χρηματισμόν· οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησίν, ἀλλ’ ἵνα δείξω δίκαιον. Ἢ περὶ τοῦ πειρασμοῦ φησιν, χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστι προτεταχέναι με δι’ ἄλλο τι τοῦτο γενέσθαι· οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ’ ἵνα φανῇς σὺ ὅπερ ἧς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. Ὅρα δέ· οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ’ ἵνα φανῇς. Μὴ ἀναφανῶμεν ἄδικοι, μηδὲ ἀσεβεῖς. Τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν· Οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα τοῖς ἀγνοοῦσιν δήλη ἡ σὴ δικαιοσύνη γίνηται;
“Do you think I have dealt with you for any other reason than that you might appear righteous?” Vat. 805, 2. He means the present dealing. “I am not saying this in order to condemn you,” he says, “but to show that you are righteous.” Or he is speaking about the trial, using “dealing” for the permission given, that is, that I had arranged beforehand for this to happen for some other purpose. He did not say, “so that you might become righteous” (for you had practiced righteousness strictly), but “so that you might appear so.” Let us not turn out to be unrighteous or ungodly. Let us remember these things in times of trouble, and let us think we hear God present and saying to us, “Do you think I have dealt with you for any other reason than that your righteousness might become plain to those who do not know it?”
εʹ. Ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. Ibid. Στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τιμὴν, ἔνδυσον εὐπρέπειαν. Ὁ ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ· σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’ αἰσχύνης ἀπέστρεψας τὰς αὐτοῦ φάλαγγας. ἁμαρτωλοὺς, Ἔλεγξον δεικνὺς αὐτοὺς ἁμαρτωλούς· πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. — Οὐκ ἄρα πρὸς ἐπίδειξιν ἢ πρὸς καὶ τὰ ἄλλα πάντα, ἢ καὶ πρὸς θεογνωσίαν. Ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ’ ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ.
“Take up height and power, and clothe yourself with glory and honor.” Ibid. “Be crowned, put on glory, put on honor, put on splendor. The insolent man marched out against you, but you humbled the arrogant one and turned his armies back far away in shame. Reprove sinners, showing them to be sinners. Fill their faces with dishonor through the rebuke that is in you.” — So it was not for display [text corrupt: or for all the other things, or also for the knowledge of God]. See how much the lowliness of his own nature convicts him. God does not say, “You are lowly,” but “I am great, and you cannot do what I do.”
ιʹ. Ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. Ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δράκοντος τοῦ ἀνταγωνίστου. — Παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται· ἔστι μέντοι κτλ.
“But look, there are wild beasts beside you.” Like an athlete, learn about the dragon, your opponent. — “Beside you, then,” he says, “and beside everyone who is patient, these beasts are tamed and made subject. There is, however, etc.”
κʹ. Ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; Δύνασαι οὖν, φησὶν, ὧ Ἰὼβ, ποιῆσαι ὅπερ ὁ Μονογενὴς ὕστερον εἰργάσατο; Ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. Οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα.
“Will you draw the dragon out with a hook, and put a muzzle around his nose?” “Can you, then, Job,” he says, “do what the Only-begotten did later? For he put out his own flesh as a kind of bait, and through his own nails, as through hooks, he caught the fish Leviathan. For this is how the Hebrew has it, and it means the dragon.”
κζʹ. Ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ [καὶ μηκέτι γινέσθω]; Vat. 806, 2. Πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. Πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. Δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ἢ ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; Σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος· τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ, τοῦ τροπαίου τοῦ σταυροῦ ὁ Κύριος. δέ· Τὸ μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν ὁ σταυρός· ὃς γὰρ ἀπέθανε τῃ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ.
“Will you lay a hand on him, remembering the war that takes place in his body [and let it happen no more]?” Vat. 806, 2. By “war” he means here the turmoil, the savagery, the attacking of him. “How does it happen?” he says. Such is this wild, powerful, and frenzied beast. “Can you bind him by your own power,” he says, “or even remember and take thought of the war that is going to take place in his body?” By his “body” he means the demons, since the dragon is their head. The Lord won this war by the trophy of the cross. [Then the text adds:] “Let it happen no more,” since the cross happened once for all. For “the one who died to sin,” he says, “died once for all.”
Fragment 41
[Greek lost here; only the Latin survives] Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; Τὸ πρόσωπον ἃ ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι ὅ τι ἔνδον δράκων ἐστί; Καὶ μετ’ ὀλίγα. Πρὸς τὴν μνήμην ἀνέδραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπνεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπογράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχεκάκου καὶ πονηρῶν. Φησὶ γάρ· Τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; — Καὶ ἐπείπερ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρημένοις καὶ ταῦτα· Τις ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι;
Chapter 41, verse 4. “Who will uncover the face of his clothing?” Who is able to expose the face of what he has put on? Who is able to uncover and show what the dragon is on the inside? And a little later: I recalled the sacred writings contained in this divinely inspired book of Job. In them, as in a bodily form, the devil is described, the originator of evil among demons and wicked beings. His great ugliness and the variety of his schemes lie hidden, and so does the stripping away of the outer masks. For it says: “Who will uncover the face of his clothing?” And since the text had been speaking of this variety that appears on the outside, as though it rises from some depth of unseen wickedness, these words are added to what was said: “Who will uncover the face of his clothing?” That is, who is able to enter into the thoughts of his heart, since they are folded up and hidden?
ιδʹ, ιεʹ, Οὐ σαλευθήσεται, ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. Vat. 807, 1. Ἀπελιθώθη, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται· ἀλλ’ ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμός· οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει· ὁ δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. Καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον καὶ οὐκ ἐλαυνομένην. Εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας αἰώνων. Ἀμήν.
Verses 24–25 (14–15 in the Greek numbering). “It will not be shaken. His heart is set like a stone, and he stands like an anvil that cannot be beaten.” His heart, it says, has turned to stone, and it cannot be beaten out. He is altogether hardened and reckless. He is not driven, he does not follow reason, he does not yield. He is hard, unbeatable, unyielding. And if anyone has drawn power from the devil, he too has the heart of this dragon, unbeatable and not to be driven. But if someone is gold and follows the word, he yields to the goldsmith until he becomes a sheet of gold and receives the impressions of God’s letters, in Christ Jesus, to whom be glory forever and ever. Amen.
Fragment 42
[Greek lost here; only the Latin survives] Ἔδωκεν δὲ ὁ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. Vat 808, 1.
Chapter 42, verse 10. “And the Lord gave Job twice as much as he had before, doubling it.”
ιβʹ. Ὁ δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, ἡ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια.
Verse 12. “And the Lord blessed the latter end of Job more than the former. His livestock were fourteen thousand sheep, six thousand camels, and a thousand yoke of oxen.”
ιγʹ. Γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. Εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν ὁ Κύριος, μετὰ τὴν πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. Σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν· πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τετρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτακισχίλια· καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια· ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. Τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων. Γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον· ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. Λέγομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλονται, καὶ τὰ κτήνη· οἱ δὲ υἱοὶ καὶ αἱ θυγατέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. Ἔδωκεν οὖν αὐτῷ ὁ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν ὁ Θεὸς, ὧν ἦν πρότερον πατήρ. Εἰ δὲ ἡ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. Διὸ ἱερῶς ἡ γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ· εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σωζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἢ ἦσαν δὲ πρῶτον.
Verse 13. “And seven sons and three daughters were born to him.” If the Lord gave Job double of everything he had before, after the blow, as the sacred writing says, then the children also ought to have been doubled. Look at the livestock. It says he had fourteen thousand sheep, for at the beginning he had seven thousand. He had six thousand camels, for at the beginning he had three thousand. He had a thousand yoke of oxen, for at first there were five hundred. The same holds for the wild donkeys. But it says seven sons and three daughters were born to him, as many as there were before. Yet there ought to have been fourteen sons and six daughters, so that they would be double the children who were lost. So we say this: the sheep and the livestock were lost, but the sons and daughters died; they were not lost. God therefore gave him the same number of other children, so that in the resurrection he would have them doubled. In this way God made him father of twice as many children as he had been father of before. But if the soul were extinguished after death, and the things of the resurrection were not true, fourteen sons and six daughters would have had to be given. So the Scripture has held faithfully to the fact that he received seven sons. If he had been given fourteen sons and six daughters, while the teaching about the resurrection still stood, the children would not have been given to him double, but triple, compared with what he had at first.
ιςʹ. Ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα Alex. addit. ὀκτώ]. Vat. 808, 2. Πῶς νοεῖται ὁ Ἰὼβ ζήσας μετὰ τὴν πληγὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ; Φαμὲν τοίνυν λεπτολογοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπολαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προσήκει. Ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ’ οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. Οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ’ οὗ ἡ πληγὴ ἐπαύσατο, ἀλλ’ ἀφ’ οὗ ἤρξατο· μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου, ἔζησεν ἕτερα ρνςʹ· τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, ὁ διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρνςʹ ἔτη συνάγει· προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, τουτέστιν ἀφ’ οὗ ἡ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. Σώζεται δὲ οὕτω καὶ ἡ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. Συνελὼν τοίνυν, ἀριθμήσεις οὕτως· ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ· ἐν τῇ πάντων ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ· ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον, ἔτη σμηʹ, καθά φησιν ἡ κατ’ αὐτὸν ἱερὰ βίβλος.
16. “After the plague Job lived one hundred and seventy years, and in all he lived two hundred and forty [eight] years.” How are we to understand that Job lived a hundred and seventy years after the plague, when all the years of his life total two hundred and forty-eight? Examining the matter closely, we say this. He received back all his good things doubled. If the years of his earlier prosperity were also received back doubled, then this is how the count should go. He lived seventy-eight years in his earlier prosperity, and from the time he received the plague he remained in suffering for fourteen years. So “after the plague” must be understood not as from the time the plague stopped, but from the time it began. After those fourteen years, the time of his sickness, he lived another one hundred and fifty-six. The years of his earlier prosperity came to seventy-eight, so the doubled time of his later well-being comes to one hundred and fifty-six years. When the fourteen years of the plague are added in front, the total is one hundred and seventy years. So he is found to have lived one hundred and seventy years “after the plague,” that is, from the time the plague was brought upon him, as the Scripture says. In this way the doubled repayment of his prosperity is also preserved. To sum up, then, you will count it like this: he lived seventy-eight years in wealth and with fine children; fourteen years in the loss of everything and the ruin of his body; and one hundred and fifty-seven years in his second prosperity. So the whole time of his life is two hundred and forty-eight years, as the sacred book about him says.
ιζʹ. Καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πληρὴς ἡμερῶν. Γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν. Vat. 808, 2. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἐβραϊκῷ ἀκολουθοῦντες· ὁ δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. Γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ’ ὧν ὁ Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι· οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐδὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. Καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ· πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες.
17. “And Job died, an old man and full of days. It is written that he will rise again with those whom the Lord raises up.” Aquila and Symmachus, when they came, concluded the book there, supposedly following the Hebrew. But Theodotion concludes in agreement with the Seventy, lacking nothing, neither time nor life. It is written that he will rise again with those whom the Lord raises, that is, with the righteous. For “the ungodly,” it says, “will not rise in judgment, nor sinners in the council of the righteous.” We accept these words too, even if they are not part of the whole fabric of the book, but were woven into it by one of the saints. Still, we accept everything, since we have received the book in this form from the fathers.
ιηʹ. Οὗτος ἑρμηνεύεται ἐκ τῆς κυριακῆς βίβλου. Vat. ibid. Συριακὴν νῦν τὴν Ἑβραίων διάλεκτον καλεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαιαν, καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστίνους ὀνομάζουσιν· καὶ Ἡρόδοτος ὁ ἱστοριογράφος φησί· Περιτέμνονται δὲ Ἰνδοὶ, καὶ Αἰγύπτιοι, καὶ Ἄραβες, καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι· τοὺς Ἰουδαίους οὕτω καλοῦσιν.
18. “This is translated from the book of the Lord.” Here he calls the Hebrew language “Syriac,” since many people call Judea “Syria” and the Palestinians “Syrians.” The historian Herodotus also says, “The Indians, the Egyptians, the Arabs, and the Syrians in Palestine are circumcised.” This is how they name the Jews.

Sources. Greek text: Charles de La Rue’s edition (Origenis Opera Omnia, Paris: J. P. Migne, 1857); Jean Baptiste Pitra’s edition (Analecta sacra spicilegio solesmensi parata, Paris: A. Jouby et Roger, 1884), digitised by Open Greek and Latin and the First Thousand Years of Greek project (CC BY-SA 4.0). The English is a new translation made by SermonIndex with AI directly from the Greek, as a first reading version; it has not been checked line by line by a person and may contain mistakes. No older English translation was used. Where the digital Greek is flagged as damaged, the English is a best reading. Released under CC BY-SA 4.0.

Everything we make is available for free because of a generous community of supporters.

Donate