Menu

On the Witch of Endor (Homily on 1 Samuel 28)

A sermon by Origen on the story of Saul and the woman of Endor (1 Samuel 28:3–25), preserved in Greek in the Philocalia and copied elsewhere. Eustathius of Antioch argued against it in a famous reply, and Gregory of Nyssa also wrote on the passage. It has been translated into English in print; this is a fresh translation made for SermonIndex.

The third century c. AD 240 Origen of Alexandria Greek 10 chapters Modern English: CC BY-SA 4.0
Download the English translation EPUB 20 KBWord 21 KBPlain text 26 KB
Show:
GreekErich Klostermann edition
Modern EnglishSermonIndex translation from the Greek
Section 1
Τὰ ἀναγνωσθέντα πλείονά ἐστιν, καὶ ἐπεὶ χρὴ ἐπιτεμνόμενον εἰπεῖν, δ' εἰσὶν περικοπαί. ἀνεγνώσθη τὰ ἑξῆς τῶν περὶ Νάβαλ Καρμήλιον. εἶτα μετὰ τοῦτο ἡ ἱστορία ἡ περὶ τοῦ κεκρύφθαι τὸν Δαβὶδ παρὰ τοῖς Ζιφαίοις καὶ διαβεβλῆσθαι αὐτὸν ὑπ’ αὐτῶν, ἐληλυθέναι δὲ τὸν Σαοὺλ βουλόμενον λαβεῖν τὸν Δαβὶδ καὶ ἐληλυθότα ἐπιτηρῆσαι καιρόν, ἐπεληλυθέναι τε τῷ Σαοὺλ τὸν Δαβὶδ καὶ εἰληφέναι, κοιμωμένου αὐτοῦ καὶ τῶν φρουρούντων αὐτόν, »τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος« καὶ μετὰ τοῦτο ἔλεγχον προσενηνοχέναι τοῖς πεπιστευμένοις μὲν φυλάττειν αὐτόν, ἀποκοιμηθεῖσιν δέ. εἶτα τὰ] ἑξῆς ἡ ἱστορία ἦν ἡ τρίτη, ὅτι κατέφυγε »πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γὲθ« ὁ Δαβίδ, καὶ ὅσην εὗρε χάριν παρ’ αὐτῷ μετὰ τά πολλὰ ἀνδραγαθήματα ὁ Δαβίδ, πρὸς ὃν »ἀρχισωματοφύλακα θήσομαί σε« φησίν. ἑξῆς τούτοις ἦν ἡ ἱστορία ἡ διαβόητος ἡ περὶ τῆς ἐγγαστριμύθου καὶ περὶ τοῦ Σαμουήλ, ὅτι ἔδοξεν ἀνενηνοχέναι ἡ ἐγγαστρίμυθος τὸν Σαμουὴλ καὶ ὁ Σαμουὴλ προφητεύει τῷ Σαούλ. τεσσάρων οὐσῶν περικοπῶν, ὧν ἑκάστη πράγματα οὐκ ὀλίγα ἔχει, ἀλλὰ καὶ τοὺς δυναμένους ἐξετάζειν δυνάμενα ἀσχολῆσαι ὥρας οὐ μιᾶς συνάξεως ἀλλὰ καὶ πλειόνων, ὁτίποτε βούλεται ὁ ἐπίσκοπος προτεινάτω τῶν τεσσάρων, ἴνα περὶ τοῦτο ἀσχοληθῶμεν. τὰ περὶ τῆς ἐγγαστριμύθου, φησίν, ἐξεταζέσθω.
The passages read are rather many, so to put it briefly, there are four sections. First, the continuation of the story about Nabal the Carmelite was read. After that came the account of David hiding among the Ziphites and being slandered by them. Saul came wanting to seize David and came to watch for his opportunity. David came upon Saul and, while Saul and his guards were asleep, took “the spear and the jar of water.” After this he brought a rebuke against the men who had been trusted to guard Saul but had fallen asleep. Next came the third account: David fled “to Achish son of Ammach, king of Gath,” and found great favor with him after his many deeds of courage. Achish says to David, “I will make you my chief bodyguard.” After these came the famous account of the ventriloquist woman and Samuel. It tells how the ventriloquist seemed to bring up Samuel, and Samuel prophesies to Saul. There are four sections, and each contains no small number of matters. They could occupy those able to examine them for the time not of one gathering but of several. So let the bishop propose whichever of the four he wishes, and we will spend our time on it. “Let the matter of the ventriloquist be examined,” he says.
Section 2
Ἔνιαι μὲν ἱστορίαι οὐχ ἅπτονται ἡμῶν, ἔνιαι δὲ ἀναγκαῖαι πρὸς τὴν ἐλπίδα ἡμῶν· οὕτω δ’ εἶπον ἱστορίαι, ἐπεὶ οὐδέπω φθά- νομεν ἐπὶ τὰ τῆς ἀναγωγῆς, παντὶ τῷ εἰδότι ἀνάγειν ἢ ἀκούειν ἀναγομένων χρήσιμα. τῶν οὖν τῆς ἱστορίας τινὰ μὲν χρήσιμα πᾶσιν, τινὰ δὲ οὐ πᾶσιν. οἷον, ὡς ἐπὶ παραδείγματος, ἡ ἱστορία ἡ περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ εἰ μέν τι κατὰ τὴν ἀναγωγὴν ἔχει χρήσιμον, θεὸς οἶδεν καὶ ᾧ ἂν χαρίσηται τοὺς λόγους ἐκείνους ἐξετάζειν· εἰ δὲ κατὰ τὴν ἱστορίαν, ζητήσαις ἄν· τί γὰρ ὄφελός μοι ἐκ τῆς ἱστορίας τῆς περὶ τοῦ Λὼτ καὶ τῶν θυγατέρων αὐτοῦ; ὁμοίως τί ὄφελός μοι ἁπλῶς λεχθεῖσα ἡ ἱστορία τοῦ Ἰούδα καὶ τῆς Θάμαρ καὶ τῶν κατ’ αὐτήν; ἐπεὶ μέντοιγε ἡ ἱστορία ἡ τὸν Σαοὺλ καὶ τὴν ἐγγαστρίμυθον πάντων ἅπτεται, ἀναγκαία ἀλήθεια κατὰ τὸν λόγον. τίς γὰρ ἀπαλλαγεὶς τούτου τοῦ βίου θέλει εἶναι ὑπὸ ἐξουσίαν δαιμονίου, ἵνα ἀγγαστρίμυθος ἀναγάγῃ οὐ τὸν τυχόντα τῶν πεπιστευκότων, ἀλλὰ Σαμουὴλ τὸν προφήτην; περὶ οὗ φησιν ὁ θεὸς διὰ τοῦ Ἱερεμίου· οὐδ’ ἂν Μωσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐδὲ τούτων εἰσακούσομαι<, περὶ οὑ φησιν ὕμνοις ὁ προφήτης· »Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον. καὶ αὐτὸς εἰσήκουεν αὐτῶν, ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς«, καὶ ἀλλαχοῦ· >ἐὰν στῇ Μωσῆς καὶ Σαμουὴλ καὶ καὶ τὰ ἑξῆς. ἆρ’ οὖν, εἰ ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς; τί εἴπωμεν; γέγραπται ταῦτα· ἀληθῆ έστιν ἢ οὐκ ἔστιν ἀληθῆ; τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει χωρήσει ἐπὶ κεφαλὰς τῶν λεγόντων)., τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει.
Some accounts do not touch us, while others are necessary for our hope. I say “accounts” because we have not yet come to the deeper, spiritual sense. That sense is useful to everyone who knows how to draw it out, or who can listen to it being drawn out. Now of the historical matters, some are useful to all and some are not useful to all. Take, for example, the account of Lot and his daughters. Whether it holds anything useful in its deeper sense, God knows, and so does anyone to whom he grants the grace to examine such matters. But if we take it as history, you might well ask what benefit I get from the story of Lot and his daughters. In the same way, what benefit is it to me to have the story of Judah and Tamar, and what happened to her, simply told? But the account of Saul and the ventriloquist touches everyone, and so its truth is necessary to the argument. For who, once released from this life, wants to be under the authority of a demon, so that a ventriloquist could bring him up? And here she brings up not just any one of the believers but Samuel the prophet. God says of him through Jeremiah, “Even if Moses and Samuel stood before my face, I would not listen to these.” The prophet also says of him in the hymns: “Moses and Aaron among his priests, and Samuel among those who call on his name. They called on the Lord, and he himself listened to them; he spoke to them in a pillar of cloud.” And elsewhere: “If Moses and Samuel should stand...” and so on. So if the ventriloquist brought up a man of such stature, who was under the earth, does a demon have authority over a prophetic soul? What shall we say? These things are written. Are they true, or are they not true? To say they are not true urges people toward unbelief, and [the blame] will come down on the heads of those who say it. But to say they are true raises a question and leaves us in perplexity.
Section 3
Καὶ μὴν γοῦν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας· οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ. λέγει ἡ ἐγγαστρίμυθος ἑωρακέναι τὸν Σαμουήλ, ψεύδεται. Σαμουὴλ οὐχ ἀνήχθη, Σαμουὴλ οὐ λαλεῖ. ἀλλ’ ὥσπερ εἰσί τινες ψευδοπροφῆται λέγοντες· »τάδε λέγει κύριος« καὶ »κύριος οὐκ ἐλάλησεν«, οὕτως καὶ τὸ δαιμόνιον τοῦτο ψεύδεται, ἐπαγγελλόμενον ἀνάγειν τὸν ὑπὸ τοῦ Σαοὺλ προστασσόμενον. »τίνα γὰρ ἀναγάγω;« φησίν· »Σαμουὴλ ἀνάγαγέ μοι«. καὶ ταῦτα λέγεται ὑπὸ τῶν φασκόντων τὴν ταύτην μὴ εἶναι ἀληθῆ· Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ὑπὸ ἐγγαστριμύθου ἀνάγεται ὁ ἐξαίρετος τῶν προφητῶν, ὁ ἀπὸ τῆς γενέσεως ἀναδείμενος τῷ θεῷ, ὁ πρὸ γενέσεως ἐν τῷ ἱερῷ λεγόμενος ἔσεσθαι, ὁ ἅμα τῷ ἀπογαλακτισθῆναι ἐνδυσάμενος ἐφοὺδ καὶ διπλοΐδα καὶ ἱερεὺς γενόμενος τοῦ κυρίου, ᾡ παιδίῳ ἔτι ὄντι ἔχρημάτισεν ὁ κύριος λαλῶν; Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν τοῖς καταχθονίοις ὁ διαδεξάμενος Ἡλὶ διὰ τὰ τῶν τέκνων ἁμαρτήματα καὶ παρανομήματα καταδικασθέντα ὑπὸ τῆς προνοίας; Σαμουὴλ ἐν ᾅδου, οὗ ὁ θεὸς ἐπήκουσεν ἐν καιρῷ θερισμοῦ πυρῶν, καὶ ὑετὸν ἔδωκεν ἐλθεῖν ἀπ’ οὐρανοῦ; Σαμουὴλ ἐν ᾅδου ὁ τοιαῦτα παρρησιασάμενος, εἰ ἐπιθύμημά τινος ἔλαβεν; οὐκ ἔλαβεν τὸν μόσχον, οὐκ ἔλαβεν τὸν βοῦν, ἔκρινεν καὶ κατεδίκασεν τὸν λαὸν μένων πένης· οὐδέποτε ἐπεθύμησεν λαβεῖν τι ἀπὸ τηλικούτου λαοῦ καὶ τοσούτου. Σαμουὴλ ἴνα τί ἐν ᾅδου; ὁρᾶτε τί ἀκολουθεῖ τῷ Σαμουὴλ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν ᾅδου; Σαμουὴλ ἐν ᾅδου; διὰ τί οὐχὶ καὶ Μωσῆς ὁ συνεζευγμένος τῷ Σαμουὴλ κατὰ τὸ εἰρημένον· οὐδὲ ἐὰν στῇ Μωσῆς καὶ Σαμουήλ, οὐδὲ ἐκείνων ; Σαμουὴλ ἐν ᾅδου; ἵνα τί μὴ καὶ Ἱερεμίας έν ᾅδου, πρὸς ὃν εἰρηται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε«; ἐν ᾅδου καὶ Ἡσαΐας, ἐν ᾅδου καὶ Ἱερεμίας, ἐν ᾅδου πάντες οἱ προφῆται, ἐν ᾅδου.
And yet we know of some of our own brothers who looked at this Scripture and said: “I do not believe the ventriloquist woman. She says she has seen Samuel; she is lying. Samuel was not brought up. Samuel is not speaking. Just as there are false prophets who say, ‘Thus says the Lord,’ when ‘the Lord has not spoken,’ so this spirit is lying too, when it promises to bring up whomever Saul commands.” For she says, “Whom shall I bring up?” and he says, “Bring up Samuel for me.” These same people, who say that this account is not true, go on like this. Samuel in Hades? Samuel brought up by a ventriloquist, the most outstanding of the prophets, who was dedicated to God from his birth, who was said in the temple to be coming before he was born, who as soon as he was weaned put on the ephod and the linen robe and became a priest of the Lord, to whom, while still a child, the Lord spoke and gave his word? Samuel in Hades? Samuel among those beneath the earth, the man who succeeded Eli, when Eli was condemned by providence for the sins and lawless acts of his sons? Samuel in Hades, whom God heard at the time of the wheat harvest, and he made rain come from heaven? Samuel in Hades, who spoke with such boldness: did he ever take anyone’s desired possession? He took no calf, he took no ox. He judged the people and condemned them, and he stayed poor. He never desired to take anything from such a great people. Why should Samuel be in Hades? Do you see what follows if Samuel is in Hades? Samuel in Hades? Then why not Abraham, Isaac and Jacob in Hades also? Samuel in Hades? Then why not Moses too, who is paired with Samuel in what was said: “Even if Moses and Samuel stand, I will not listen to them either”? Samuel in Hades? Why not Jeremiah also in Hades, to whom it was said: “Before I formed you in the womb I knew you, and before you came out of the womb I sanctified you”? Isaiah in Hades, Jeremiah in Hades, all the prophets in Hades!
Section 4
Ταῦτα μὲν ἐρεῖ ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς· ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις. τίνα γάρ ἐστιν τὰ γεγραμμένα; »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;‘ τίνος πρόσωπόν ἐστιν τὸ λέγον· »εἶπεν ἡ γυνή«; ἀρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ ἄλλου τινός; τὸ γάρ διηγηματικὸν πρόσωπον πανταχοῦ ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ’ ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους. οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπεν· Σαμουὴλ μοι«. τίς λέγει· »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα«; ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἠν ἐν ᾅδου· »εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, »καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ· ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν; μὴ φοβοῦ· τί ἑώρακας; καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς; καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀναβαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ«. λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον τὸ ἱερατικόν. οἶδα δὲ ὅτι ὁ ἐκ τοῦ ἐκ τοῦ] λόγου λέγει· »οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
This is what someone will say who does not want to accept a struggle over the question, claiming that it really was Samuel who was brought up. But we must be fair-minded in listening to the Scriptures. Since the argument rumbles against us in a persuasive way and could truly trouble and shake us, let us see whether the person who does not accept this has really understood the passage, or whether he argues from reputable premises but says things contrary to what is written. What, then, is written? “And the woman said, ‘Whom shall I bring up for you?’” Whose voice is it that says, “The woman said”? Is it the voice of the Holy Spirit, by whom the Scripture is believed to have been written, or of someone else? For the narrating voice everywhere, as even those experienced in all kinds of writings know, is the voice of the author. And the author of these words is believed to be not a man but the Holy Spirit, who moved the men. So the Holy Spirit says: “And the woman said, ‘Whom shall I bring up for you?’ And he said, ‘Samuel for me.’” Who says, “And the woman saw Samuel, and the woman cried out with a loud voice, saying”? To the man who has rumbled so much against us and said ten thousand things to show that Samuel was not in Hades, we will say: “The woman saw Samuel.” The narrating voice said this. “And the woman cried out with a loud voice and said to Saul, ‘Why have you deceived me? You are Saul.’ And the king said to her, ‘What is it? Do not be afraid. What have you seen?’ And the woman said to Saul, ‘I saw gods coming up out of the earth.’ And he said to her, ‘What is his appearance?’ And she said to him, ‘An old man coming up, and he is wrapped in the linen robe of the ephod.’” It says she saw even the priestly garment. But I know that the one who holds the other view will say: “No wonder, for Satan himself disguises himself as an angel of light.”
οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης«. ἀλλὰ τί ἐστιν ὅπερ »εἶδεν ἡ γυνή«; »τὸν Σαμουήλ«. καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; ἀλλὰ γέγραπται ὅτι »ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν«. εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· »ἔγνω Σαούλ«, οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· »ἔγνω« οὐν »Σαοὺλ ὅτι Σαμουήλ ἐστιν« »καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν‘. εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· »καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶπεν‘ φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) »εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· »σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ’ ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι, καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω«. πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ’ ὅτι αὐτὸς Σαμουὴλ ἔφη· »καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ((. ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός , καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς; τί φησιν ὁ ἐναντίος λόγος; ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων.
“It is no marvel. For Satan himself disguises himself as an angel of light. So it is no great thing if his servants also disguise themselves as servants of righteousness.” But what is it that “the woman saw”? “Samuel.” And why is it not said, “The woman saw a demon that pretended to be Samuel”? Instead it is written that “Saul knew that it was Samuel.” If it was not Samuel, the text ought to say, “Saul supposed that it was Samuel.” But as it stands the text says, “Saul knew,” and no one knows what does not exist. So “Saul knew that it was Samuel,” and “he fell on his face to the ground and worshiped.” Then again we have the voice of the Scripture: “And Samuel said to Saul: Why have you angered me by bringing me up?” The Scripture says “Samuel said,” and we ought to believe it. “Samuel said: Why have you angered me by bringing me up?” Then Saul answers him: “The Philistines are making fierce war on me, and God has departed from me and no longer answers me, either by the hand of the prophets or in dreams. I have called you to make known to me what I should do.” Again the Scripture does not put it any other way, but says that Samuel himself spoke: “Why do you ask me, when the Lord has departed from you? The Lord has become your opponent, and has made another man for himself, just as he spoke by my hand. He will tear the kingdom out of your hand.” Is the speaker telling the truth or lying when he says, “The Lord has departed from you and has become your opponent and has made another for himself, as he spoke by my hand, and he will tear the kingdom from your hand”? Does a demon prophesy about the kingdom of Israel? What does the opposing argument say? You see how great a struggle there is in the word of God. It needs hearers who are able to listen to holy words, great and unspeakable, about the departure from this life. And the earlier points are still in doubt, and the later ones are not clear either.
Section 5
ἀλλ’ ὁ λόγος ἔτι ἐξετάζεται. Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον. »λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ«. δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειροτονηθεῖσαν. »καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ«. ταῦτα οὐκ ἔστι ῥήματα θεοῦ; οὐκ ἔστιν ἀληθῆ; ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ »περιεποιήσατο τὸν βασιλέα Ἀμαλὴκ ἐφ’ ᾡ καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ· »καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων«. περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφητεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ; »καίγε τὴν παρεμβολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων. τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«. καὶ τοῦτο δύναται εἰδέναι δαιμόνιον, περὶ βασιλέα χειροτονηθέντα μετὰ προφητικοῦ, ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ; »αὔριον σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.
But the argument is still being examined. I say that both the history and the examination of it are necessary, so that we may see what holds us after our departure from this life. “He spoke by my hand, and the Lord will tear the kingdom out of your hand and give it to your neighbor David.” But a demon cannot know the kingdom of David, which was set up by the Lord. “Because you did not listen to the voice of the Lord, and did not carry out the anger of his wrath against Amalek.” Are these not words of God? Are they not true? For Saul truly did not do the will of the Lord, but “he spared the king of Amalek.” Samuel had rebuked Saul for this both before his death and at his departure: “And for this reason the Lord has done this thing to you today. And the Lord will also give Israel into the hands of the Philistines.” Can a demon prophesy about the whole people of God, that the Lord is about to hand Israel over? “The Lord will also hand over the camp of Israel into the hands of the Philistines. Hurry, Saul: tomorrow you and your sons will be with me.” Can a demon know this too, about a king who was anointed by a prophet, that tomorrow Saul would leave this life and his sons with him? “Tomorrow you and your sons will be with me.”
Section 6
Ταῦτα μὲν οὐν δηλοῖ ὅτι οὐκ ἔστιν ψευδῆ τὰ καὶ ὅτι Σαμουήλ ἐστιν ὁ ἀναβεβηκώς· τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; τί ποιεῖ ἐγγαστρίμυθς περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου; ἐκεῖνος ἔφυγεν ὁ τὸν πρῶτον λόγον εἰπών ἵνα γὰρ] μὴ ἀγῶνα ἔχειν δοκῇ κατὰ τοσαῦτα ἄλλα τὰ κατὰ τὸν τόπον ζητούμενα) καὶ λέγει· οὐκ ἔστι Σαμουήλ, ψεύδεται τὸ δαιμόνιον, ἐπεὶ οὐ δύναται ψεύδεσθαι ἡ γραφή. τὰ δὲ ῥήματα τῆς γραφῆς ἐστιν] οὐκ ἐ)στιν ἐκ προσώπου τοῦ δαιμονίου αὐτοῦ], ἀλλ’ ἐκ προσώπου αὐτῆς· »καὶ εἶδεν ἡ τὸν τὸν Σαμουήλ«, »εἶπεν Σαοὺλ«. . . . . . . . . . . . . . . . . . . . . . . τὰ λελαλημένα ἀπὸ τοῦ Σαμουήλ. πῶς οὖν λυόμενα τὰ τῆς ἐγγαστριμύθου φανεῖται τὰ κατὰ τὸν τόπον; πυνθάνομαι τοῦ προειρηκότος τὰ πρότερα Σαμουὴλ ἐν ᾅδου; καὶ τὰ ἑξῆς) καὶ ἀποκρινάσθω πρὸς τὸ ἐπηρωτημένον· τίς μείζων, Σαμουὴλ ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, οἱ προφῆται ἢ Ἰησοῦς ὁ Χριστός; τίς μείζων, Ἀβραὰμ ἢ Ἰησοῦς ὁ Χριστός; ἐνθάδε μὲν οὐ τολμήσει τις τῶν ἅπαξ φθασάντων τὸν κύριον εἰδέναι Ἰησοῦν Χριστὸν τὸν ὑπὸ τῶν προφητῶν προκηρυχθέντα εἶναι] εἰπεῖν ὅτι μείζων οὐκ ἔστιν ὁ Χριστὸς τῶν προφητῶν. ὅταν οὖν ὁμολογήσῃς ὅτι Ἰησοῦς Χριστὸς μείζων ἐστίν, Χριστὸς έν ᾅδου, ἢ οὐ γέγονεν ἐκεῖ; οὐκ ἐ)στιν ἀληθὲς τὸ εἰρημένον ἐν Ψαλμοῖς, ἑρμηνευθὲν ὑπὸ τῶν ἀποστόλων ἐν ταῖς Πράξεσιν αὐτῶν περὶ τοῦ τὸν σωτῆρα εἰς ᾅδου καταβεβηκέναι; γέγραπται ὅτι ἐπ’ αὐτὸν φέρεται τὸ έν πεντεκαιδεκάτῳ Ψαλμῷ· »ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν«. εἶτα Ἰησοῦς μὲν Χριστὸς ἐν ᾅδου. φοβῇ δὲ εἰπεῖν ὅτι ναὶ καὶ ἐκεῖ προφητεῦσαι καταβαίνει καὶ ἔρχεσθαι πρὸς τὰς ψυχὰς τὰς ἑτέρας;
These things show that what was said is not false, and that it is Samuel who has come up. So what is a ventriloquist [engastrimythos, “belly-speaker”] doing here? What is a ventriloquist doing in the raising of a righteous man’s soul? The one who gave the first answer has run away from this. So that he would not seem to face a struggle over all the other questions raised at this place, he says: “It is not Samuel. The demon is lying, since Scripture cannot lie.” But the words of Scripture are not spoken from the person of the demon; they are spoken from the person of the woman: “And the woman saw Samuel,” and “Saul said.” . . . [gap in the text] . . . the things spoken by Samuel. How, then, will the matters of the ventriloquist at this place be shown to be resolved? I ask the one who said the earlier things: is Samuel in Hades? And so on. Let him answer the question put to him: who is greater, Samuel or Jesus Christ? Who is greater, the prophets or Jesus Christ? Who is greater, Abraham or Jesus Christ? On this point none of those who have once reached the Lord will dare to say that Jesus Christ, the one proclaimed beforehand by the prophets, is not greater than the prophets. So when you confess that Jesus Christ is greater, was Christ in Hades, or did he never go there? Is it not true what is said in the Psalms, and explained by the apostles in their Acts, about the Savior’s going down to Hades? It is written that the words in the fifteenth Psalm apply to him: “You will not abandon my soul to Hades, nor will you let your holy one see corruption.” So Jesus Christ was in Hades. Are you afraid to say that he went down there too to prophesy, and to go to the other souls?
εἶτα μετὰ τοῦτο ἐὰν ἀποκρίνηται ὅτι Χριστὸς εἰς ᾅδου καταβέβηκεν, ἐρῶ· Χριστὸς εἰς ᾅδου καταβέβηκεν τί ποιήσων; νικήσων ἢ νικηθησόμενος ὑπὸ τοῦ θανάτου; καὶ κατελήλυθεν εἰς τὰ χωρία ἐκεῖνα οὐχ ὡς δοῦλος τῶν ἐκεῖ, ἀλλ’ ὡς δεσπότης παλαίσων, ὡς πρώην ἐλέγομεν ἐξηγούμενοι τὸν κα Ψαλμόν. »περιεκύκληωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. διεσκορπίσθησαν τὰ ὀστᾶ μου«. μεμνήμεθα, εἴγε μεμνήμεθα τῶν ἱερῶν γραμμάτων· μέμνημαι γὰρ αὐτῶν εἰρημένων εἰς τὸν κα Ψαλμόν. οὐκοῦν ὁ σωτὴρ κατελήλυθεν σώσων· κατελήλυθεν ἐκεῖ προκηρυχθεὶς ὑπὸ τῶν προφητῶν ἢ οὔ; ἀλλ’ ἐνθάδε μὲν προεκηρύχθη ὑπὸ τῶν προφητῶν, ἀλλαχοῦ δὲ κατέρχεται οὐ διὰ προφητῶν; καὶ Μωσῆς αὐτὸν κηρύσσει ἐπιδημήσοντα τῷ γένει τῶν ἀνθρώπων, ὥστε λέγεσθαι καλῶς ὑπὸ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν· »εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασι πιστεύσητε;« καὶ ἐπιδεδήμηκεν τούτῳ τῷ βίῳ Χριστὸς καὶ προκηρύσσεται Χριστὸς ἐπιδημῶν τούτῳ τῷ βίῳ. εἰ δὲ Μωσῆς προφητεύει αὐτὸν ἐνθάδε, οὐ θέλεις αὐτὸν κἀκεῖ καταβεβηκέναι, ἵνα προφητεύσῃ Χριστὸν ἐλεύσεσθαι; τί δέ; Μωσῆς μέν, οἱ δὲ ἑξῆς προφῆται οὐχί; Σαμουὴλ δὲ οὐχί; τί ἄτοπόν ἐστι τοὺς ἰατροὺς καταβαίνειν πρὸς τοὺς κακῶς ἔχοντας; τί δὲ ἄτοπόν ἐστιν ἵνα καὶ ὁ ἀρχίατρος καταβῇ πρὸς τοὺς κακῶς ἔχοντας; ἐκεῖνοι μὲν ἰατροὶ ἦσαν πολλοί ὁ δὲ κύριός μου καὶ σωτὴρ ἀρχίατρός ἐστι· καὶ γὰρ τὴν ἔνδον ἐπιθυμίαν, ἣ οὐ δύναται ὑπὸ ἄλλων θεραπευθῆναι, αὐτὸς θεραπεύει· ἥτις »οὐκ ἴσχυσεν ὑπ’ οὐδενὸς θεραπευθῆναι(( τῶν ἰατρῶν, Χριστὸς Ἰησοῦς αὐτὴν θεραπεύει. μὴ φοβοῦ, μὴ θαμβοῦ· Ἰησοῦς εἰς ᾅδου γέγονεν, καὶ οἱ προφῆται πρὸ αὐτοῦ, καὶ προκηρύσσουσι τοῦ Χριστοῦ τὴν ἐπιδημίαν.
Then, if he answers that Christ did go down to Hades, I will say: what did Christ go down to do? To conquer, or to be conquered by death? He went down into those regions not as a slave of those who were there, but as a master to wrestle, as we said recently when we were explaining the twenty-first Psalm: “Many calves have surrounded me; fat bulls have encircled me. They opened their mouth against me like a lion tearing its prey and roaring. My bones were scattered.” We remember, if we do remember the sacred writings; for I remember these words being spoken in the twenty-first Psalm. So the Savior went down in order to save. Did he go down there announced beforehand by the prophets, or not? But here he was announced beforehand by the prophets, and yet elsewhere he goes down without the prophets? Moses also proclaims that he will visit the human race, so that our Lord and Savior rightly says: “If you believed Moses, you would believe me, for he wrote about me. But if you do not believe his writings, how will you believe my words?” And Christ has visited this life, and Christ is proclaimed beforehand as visiting this life. But if Moses prophesies him here, do you not want him to have gone down there as well, so that he might prophesy that Christ would come? What then? Moses, but not the prophets after him? Not Samuel? What is out of place in doctors going down to those who are ill? And what is out of place in the chief physician going down to those who are ill too? Those others were many doctors, but my Lord and Savior is the chief physician. For the desire within, which cannot be healed by others, he himself heals. The one that “had not been able to be healed by any” of the doctors, Christ Jesus heals. Do not be afraid, do not be amazed: Jesus has been in Hades, and the prophets before him, and they proclaim beforehand the coming of Christ.
Section 7
Εἶτα καὶ ἄλλο τι θέλω εἰπεῖν ἀπ’ αὐτῆς τῆς γραφῆς. Σαμουὴλ ἀναβαίνει, καὶ τί τῷ Σαοὺλ λέγει ἑωρακέναι ἡ γυνή; οὐ λέγει ἑωρακέναι ἄνθρωπον· ἔπτηξεν τοῦτον ὃν εἰδεν. τίνα ὁρᾷ; θεοὺς ἐγὠ« φησιν »εἶδον, θεοὺς ἀναβαίνοντας ἀπὸ τῆς γῆς«. καὶ τάχα Σαμουὴλ οὐ μόνος ἀναβέβηκεν καὶ τότε προφητεύσων τῷ Σαούλ· ἀλλ’ εἰκός, ὥσπερ ἐνταῦθα μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ«, καὶ εἰσὶν ἐνταῦθα διατριβαὶ ἁγίων μετὰ ἁγίων, οὐχὶ δὲ ἁγίων μετὰ ἁματρτωλῶν, καὶ εἰ ἄρα ποτέ, ἐστὶ τῶν ἁγίων ἡ διατριβὴ μετὰ τῶν ἁμαρτωλῶν ὑπὲρ τοῦ καὶ τοὺς ἁμαρτωλοὺς σῶσαι, οὕτω τάχα καὶ ἀναβαίνοντι τῷ Σαμουὴλ συναναβεβήκασιν ἤτοι ἅγιαι ψυχαὶ ἄλλων προφητῶν ἢ ἄγγελοι ἦσαν μετὰ τῶν πνευμάτων συναναβεβηκότες. τάχα ζητήσεις εἰ ἄγγελοι ἦσαν ἐπὶ τῶν πνευμάτων αὐτῶν; ὁ προφήτης λέγει· »ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί«· καὶ πάντα πληροῦται τῶν δεομένων σωτηρίας καὶ »πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν«. τί φοβῇ εἰπεῖν ὅτι πᾶς τόπος χρῄζει Ἰησοῦ Χριστοῦ; χρῄζει τῶν προ- φητῶν ὁ χρῄζων Χριστοῦ· οὐδὲ γὰρ Χριστοῦ μὲν χρῄζει, τῶν δὲ εὐτρεπιζόντων Χριστοῦ παρουσίαν καὶ ἐπιδημίαν οὐ χρῄζει. καὶ Ἰωάννης, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶς ἠν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν μαρτυρίαν λέγοντος· »μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν‘, μὴ φοβοῦ λέγειν ὅτι εἰς ᾅδου καταβέβηκε προκηρύσσων μου τὸν κύριον, ἴνα προείπῃ αὐτὸν κατελευσόμενον.
Now I want to say something else, drawn from the Scripture itself. Samuel comes up, and what does the woman say to Saul that she has seen? She does not say she has seen a man. She was frightened by what she saw. Whom does she see? “I saw gods,” she says, “gods coming up out of the earth.” And perhaps Samuel did not come up alone, even then, to prophesy to Saul. It is likely rather that, as it is said here, “with the holy you will be holy, and with the innocent man you will be innocent, and with the chosen you will be chosen.” There are gatherings of saints with saints here, not of saints with sinners. And if ever the saints do spend time with sinners, it is so that they may save the sinners. In the same way, perhaps, when Samuel came up, either the holy souls of other prophets came up with him, or angels came up with him along with the spirits. Perhaps you will ask whether angels were present over those spirits. The prophet says, “the angel who speaks in me.” And everything is filled with those who need salvation, and “they are all ministering spirits, sent out to serve for the sake of those who are going to inherit salvation.” Why are you afraid to say that every place needs Jesus Christ? The one who needs Christ needs the prophets. For a place does not need Christ and yet have no need of those who prepare the way for Christ’s coming and visit. And John: no one born of women was greater than he, according to the testimony of our Savior, who said, “among those born of women there is no one greater than John the Baptist.” Do not be afraid to say that he went down to Hades, proclaiming my Lord beforehand, so as to announce in advance that he would come down there.
διὰ τοῦτο, ὅτε ἦν ἐν τῇ φυλακῇ καὶ ᾔδει τὴν ἔξοδον τὴν ἐπικειμένην αὐτῷ, πέμψας δύο τῶν μαθητῶν ἐπυνθάνετο, οὐχί· »σὺ εἶ ὁ ἐρχόμενος;« ᾔδει γάρ), ἀλλά· »σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;« εἶδεν αὐτοῦ τὴν δόξαν, ἐλάλησεν πολλὰ περὶ τῆς θαυμασιότητος αὐτοῦ, ἐμαρτύρησεν αὐτῷ πρῶτος· »ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν«, εἶδεν αὐτοῦ τὴν δόξαν, δόξαν ὡς μονογενοῦς παρὰ πατρὸς πλήρης χάριτος καὶ ἀληθείας«. τηλικαῦτα ἰδὼν περὶ Χριστοῦ ὀκνεῖ πιστεῦσαι, ἀμφιβάλλει καὶ οὐ λέγει· εἴπατε αὐτῷ· σὺ εἶ ὁ Χριστός; νῦν μὴ νοήσαντες γάρ τινες τὰ εἰρημένα λέγουσιν· Ἰωάννης ὁ τηλικοῦτος οὐκ ᾔδει Χριστόν, ἀλλ’ ἀπέστη ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον. καὶ ᾔδει τοῦτον, ᾡ ἐμαρτύρησεν πρὸ γενέσεως καὶ ἐφ’ ᾡ ἐσκίρτησεν, ἡνίκα ἠλθεν καὶ ἡ Μαρία πρὸς αὐτόν, ὡς ἐμαρτύρησεν αὐτῶ ἡ μήτηρ αὐτοῦ λέγουσα· »ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου«. οὑτος οὐν ὁ σκιρτήσας πρὸ γενέσεως Ἰωάννης, ὁ εἰπών· »οὗτός ἐστι περὶ οὑ ἐγὼ εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν« καί· »ὁ πέμψας με εἶπέ μοι· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον, οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ«, οὑτος, φασίν, οὐκέτι ᾔδει Ἰησοῦν Χριστόν; ἐν κοιλίᾳ ᾔδει γὰρ αὐτόν.
For this reason, when John was in prison and knew the departure that lay before him, he sent two of his disciples to ask, not “Are you the one who is coming?” (for he knew that), but “Are you the one who is coming, or are we to look for another?” He had seen Christ’s glory. He had spoken much of his wonder. He was the first to testify to him: “The one who comes after me has come to be before me.” He had seen his glory, “glory as of the only-begotten from the Father, full of grace and truth.” Having seen such great things about Christ, he hesitates to believe. He doubts, and he does not say, “Tell him, ‘You are the Christ.’” Some people today do not understand what was said, and they claim: “John, great as he was, did not know Christ, but the Holy Spirit had departed from him.” But he did know him. He had testified to him before he was born, and he had leaped for joy at him when Mary came to him, as his mother testified to Mary, saying, “For behold, as soon as the sound of your greeting came to my ears, the baby in my womb leaped with gladness.” So then, this John, who leaped before his birth, who said, “This is the one of whom I said, ‘The one who comes after me has come to be before me,’” and “The one who sent me said to me, ‘The one on whom you see the Spirit descending and remaining, this is the Son of God,’” does he, they say, no longer know Jesus Christ? He knew him even in the womb.
ἀλλὰ δι’ ὑπερβολὴν δόξης ὅμοιόν τι τῷ Πέτρῳ πεποίηκεν. τί ὅμοιον; οὑτος μέγα τι ᾔδει περὶ τοῦ Χριστοῦ. τίς εἰμι; »τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι«; ὁ δέ· τόδε καὶ τόδε. σὺ δὲ τί; »σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«· ἐφ’ ᾡ καὶ μακαρίζεται, ὅτι »σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψεν« αὐτῷ, »ἀλλ’ ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. ἐπεὶ οὖν μεγάλα ἤκουσεν περὶ Χριστοῦ καὶ μεγάλα ὑπελάμβανεν καὶ οὐ παρεδέξατο τὴν Ε; θείαν τὴν πρὸς αὐτόν· »ἰδοὺ ἀναβαίνομεν εἰς Ἱερουσαλήμ, καὶ τελειωθήσεται« καί· »δεῖ τὸν υὁὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, καὶ ἀποκταν- θῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι«, φησίν· »ἵλεώς σοι, κύριε«. μεγάλα ᾔδει περὶ Χριστοῦ, οὐκ ἠθέλησεν παραδέξασθαι τὸ ταπεινότερον περὶ αὐτοῦ. τοιοῦτόν τινά μοι νόει καὶ τὸν Ἰωάννην. έν φυλακῇ ἦν μεγάλα εἰδὼς περὶ Χριστοῦ, εἶδεν οὐρανοὺς ἀνεῳγότας, εἶδεν πνεῦμα ἅγιον ἐξ οὐρανοῦ κατερχόμενον ἐπὶ τὸν σωτῆρα καὶ μένον ἐπ’ αὐτόν· ἰδὼν τὴν τηλικαύτην δόξαν ἀμφέβαλλεν καὶ τάχα ἠπίστει, εἰ ὁ οὕτως ἔνδοξος καὶ μέχρις ᾅδου καὶ μέχρι τῆς ἀβύσσου κατελεύσεται· διὰ τοῦτο ἔλεγεν· »σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;«
But because of the excess of his glory, he did something like what Peter did. What was like it? Peter knew something great about Christ. “Who am I?” “Who do people say that I am?” And Peter answered: this and that. “And you, what do you say?” “You are the Christ, the Son of the living God.” For this he is called blessed, because “flesh and blood did not reveal” it to him, “but the Father in heaven.” So because he had heard great things about Christ and had grand ideas of him, he did not accept the word spoken to him: “Look, we are going up to Jerusalem, and it will be fulfilled,” and “The Son of man must suffer many things, and be rejected by the chief priests and elders, and be killed, and on the third day rise again.” He says, “God forbid it, Lord.” He knew great things about Christ, and was unwilling to accept the humbler side of him. Think of John as something like this. He was in prison, knowing great things about Christ. He had seen the heavens opened. He had seen the Holy Spirit coming down from heaven upon the Savior and remaining on him. Having seen such great glory, he wavered, and perhaps doubted whether one so glorious would come down even as far as Hades, as far as the abyss. For this reason he said, “Are you the one who is coming, or are we to look for another?”
Section 8
Οὐ παρεξέβην οὐδὲ ἐπελαθόμην τοῦ προκειμένου, ἀλλὰ τοῦτο θέλομεν κατασκευάσαι ὅτι, εἰ πάντες εἰς ᾅδου καταβεβήκασι πρὸ τοῦ Χριστοῦ πρόδρομοι Χριστοῦ οἱ προφῆται Χριστοῦ, οὕτως καὶ Σαμουὴλ ἐκεῖ καταβέβηκεν· οὐ γὰρ ἁπλῶς, ἀλλ’ ὡς ἅγιος. ὅπου ἐὰν ᾖ ὁ ἅγιος, ἅγιος. ἅγιος. μήτι Χριστὸς οὐκέτι Χριστός ἐστιν, ἐπεὶ ἐν ᾅδου ποτὲ ἠν; οὐκέτι ἠν υἱὸς θεοῦ, ἐπεὶ έν τῷ καταχθονίῳ γεγένηται τόπῳ »ἵνα πᾶν γόνυ κάμψῃ ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων«; οὕτως Χριστὸς Χριστὸς ἦν καὶ κάτω ὤν, καὶ; ἕνα οὕτως εἴπω, έν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄνω ἠν. οὕτως καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ αἱ κάτω. κάτω μὲν δύνανται εἶναι τόπῳ. κάτω δέ εἰσιν τῇ προαιρέσει. πυνθάνομαι δέ· † ἐπροφήτευσαν τὰ ὑπερουράνια. ἐγὼ δὲ οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ὅτι προφητεύει περὶ Σαοὺλ Σαμουὴλ] καὶ τοῦ λαοῦ τοῦ θεοῦ, καὶ προφητεύει περὶ βασιλείας Δαβὶδ ὅτι μέλλει βασιλεύειν. εἴσονται οἱ ταῦτα λέγοντες τὰ τῆς ἀληθείας τῆς κατὰ τὸν τόπον· οὐχ εὑρήσουσιν παραστῆσαι πῶς οὐκ ἂν καὶ ἅγιος γένοιτο ὑπὲρ τῶν κακῶς ἐχόντων εἰς τὸν τόπον τῶν κακῶς ἐχόντων. ἰατροὶ γινέσθωσαν εἰς τοὺς τόπους τῶν καμνόντων στρατιωτῶν, καὶ εἰσίτωσαν ὅπου αἱ δυσωδίαι τῶν τραυμάτων αὐτῶν· τοῦτο ὑποβάλλει ἡ ἰατρικὴ φιλανθρωπία. οὕτω τοῦτο ὑποβέβληκεν τῷ σωτῆρι ὁ λόγος καὶ τοῖς προφήταις, καὶ ἐνθάδε ἐλθεῖν καὶ εἰς ᾅδου καταβῆναι.
I have not wandered off the subject or forgotten what lies before us. What we want to establish is this: if all went down to Hades before Christ, and the prophets of Christ were Christ’s forerunners, then Samuel also went down there. He did not go down as just anyone, but as a holy man. Wherever the holy person is, he is holy. Is Christ no longer Christ because he was once in Hades? Was he no longer Son of God because he came to be in the place beneath the earth, “so that every knee should bow in the name of Jesus Christ, of those in heaven, on earth, and under the earth”? So Christ was Christ even when he was below. To put it another way, though he was in the lower place, in his purpose he was above. So it is also with the prophets and Samuel, even if they go down to where the souls below are. They may be below in place, but they are below in purpose. I ask: [text corrupt, perhaps: did they prophesy the things above the heavens?] For my part, I cannot grant a demon such power that he prophesies about Saul, [about Samuel] and about the people of God, and prophesies about the kingdom of David, that he is going to reign. Let those who say these things consider what is true about the matter of place. They will not be able to show why a holy person could not go, for the sake of those in a bad state, into the place of those in a bad state. Let doctors go to the places where the soldiers lie sick, and let them enter where the stench of their wounds is. Love for people, which is the physician’s calling, lays this duty on them. In the same way the Word laid this duty on the Savior and on the prophets: to come here, and to go down into Hades.
Section 9
Καὶ τοῦτο δὲ προσθετέον τῷ λόγῳ ὅτι εἰ Σαμουὴλ ἦν, καὶ ἐξελθόντος ἀπέστη ἀπ’ αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἀπέστη ἀπ’ αὐτοῦ ἡ προφητεία, οὐκ ἄρα ἀληθεύει ὁ λέγων ἀπόστολος· »ἄρτι προφητεύω ἐκ μέρους, καὶ ἐκ μέρους γινώσκω· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται«. οὐκοῦν τὸ τέλειον μετὰ τὸν βίον ἐστίν. καὶ εἴ τι ἐπροφήτευσεν Ἡσαΐας, ἐκ μέρους προεφήτευσεν μετὰ πάσης παρρησίας· μεμαρτύρηται δὲ τὰ ἐνθάδε ὁ Δαβὶδ ἐπὶ τὸ τέλειον τῆς προφητείας. οὐκ ἀπέβαλεν οὖν τὴν χάριν τὴν προφητικὴν Σαμουήλ. ὅτι δὲ οὐκ ἀπέβαλεν, οὕτως αὐτῇ ἐχρῆτο, ὡς οἱ γλώσσαις λαλοῦντες, ὥστε ἂν εἰπεῖν· »τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν«; καίτοι ἐκκλησίαν οὐκ οἰκοδομεῖ ὀ γλώσσῃ λαλῶν· καὶ γὰρ λέγει ὁ Παῦλος ὅτι ἐκκλησίαν οἰκοδομεῖ ὁ προφητεύων, αὐταῖς λέξεσι λέγων· »ὁ δὲ προφη- τεύων ἐκκλησίαν οἰκοδομεῖ«. εἰ δὲ »ὁ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ«, εἶκεν δὲ χάριν προφητικήν οὐ γὰρ ἀπολωλέχει αὐτὴν μὴ ἁμαρτήσας· μόνος γὰρ ἀπόλλυσι χάριν προφητικήν, ὃς μετὰ τὸ προφητεῦσαι πεποίηκεν ἀνάξια τοῦ πνεύματος τοῦ ἁγίου, ὥστ’ ἐγκα- ταλιπεῖν αὐτὸν καὶ φυγεῖν ἀπὸ τοῦ ἡγεμονικοῦ αὐτοῦ· ὅπερ ἐφοβεῖτο τότε μετὰ τὴν ἁμαρτίαν καὶ ὁ Δαβίδ, καὶ ἔλεγεν· »καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ«), εἰ τοίνυν τὸ πνεῦμα τὸ ἅγιον προφητεύει, καὶ Σαμουὴλ προφήτης ἦν, »ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ«, τίνα οἰκοδομεῖ; εἰς οὐρανὸν προφητεύει; τίνι; ἀγγέλοις, τοῖς μὴ χρείαν ἔχουσιν; »οὐ χρείαν ἒχουσιν] οἱ ἀλλ’ οἱ κακῶς ἔχοντες«. δέονταί τινες τῆς προφητείας αὐτοῦ· οὐ γὰρ ἀργεῖ χάρις προφητική, οὐδὲν χάρισμα ἀγρεῖ τῶν έν τῷ ἁγίῳ. τῆς οὖν χάριτος τῆς προφητικῆς αἱ ψυχαὶ τῶν κοιμωμένων (ἳνα καὶ εἴπω) ἐδέοντο. ἀλλ’ ἐνθάδε μὲν χρείαν εἶχεν τοῦ προφήτου Ἰσραήλ· καὶ ὁ κοιμώμενος δέ, ὁ ἀπηλλαγμένος τοῦ βίου, χρείαν εἶχεν τῶν προφητῶν, ἵνα πάλιν οἱ προφῆται αὐτῷ κηρύξωσιν τὴν Χριστοῦ ἐπιδημίαν.
One more thing must be added to the argument. Suppose it was Samuel, and suppose that when he came up the Holy Spirit left him and prophecy left him. Then the apostle is not telling the truth when he says: “For now I prophesy in part, and I know in part; but when the perfect comes, then the partial will be done away.” So the perfect comes after this life. And whatever Isaiah prophesied, he prophesied in part, with all boldness. [As for what is said here, David has been attested as having reached the perfection of prophecy; the sense of this sentence is uncertain.] So Samuel did not lose the prophetic grace. Did he, then, use it as those who speak in tongues do, so as to say, “My spirit prays, but my mind is unfruitful”? Yet the one who speaks in a tongue does not build up the church. Paul says that the one who prophesies builds up the church, and he says it in these very words: “The one who prophesies builds up the church.” Now if “the one who prophesies builds up the church,” and Samuel had the prophetic grace (for he had not lost it, since he had not sinned; the only person who loses the prophetic grace is the one who, after prophesying, has done things unworthy of the Holy Spirit, so that the Spirit abandons him and flees from his ruling center. David feared this after his sin, and said, “Do not take your Holy Spirit away from me”), then, if the Holy Spirit prophesies, and Samuel was a prophet, and “the one who prophesies builds up the church,” whom does he build up? Does he prophesy in heaven? To whom? To angels, who have no need? “Those who are well have no need, but those who are ill.” Some people do need his prophecy, for prophetic grace is never idle, and none of the gifts in the Holy Spirit is idle. So the souls of those who have fallen asleep (if I may put it so) needed the prophetic grace. Here, Israel had need of the prophet. But the one who has fallen asleep, who has been set free from this life, also had need of the prophets, so that the prophets in turn might proclaim to him the coming of Christ.
ἄλλως τε καὶ πρὸ τῆς τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ἐπιδημίας ἀδύνατον ἦν τινα παρελθεῖν ὅπου τὸ ξύλον τῆς ζωῆς, ἀδύνατον ἦν παρελθεῖν τὰ τεταγμένα φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς· »ἔταξεν τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς«. τίς ἠδύνατο ὁδοποιῆσαι; τίς ἠδύνατο τὴν φλογίνην ῥομφαίαν ποιῆσαι διελθεῖν τινα; ὥσπερ θάλασσαν οὐκ ἦν οὐδενὸς ὁδοποιῆσαι ἢ τοῦ καὶ τοῦ στύλου τοῦ πυρίνου, τοῦ στύλου τοῦ φωτὸς τοῦ ἀπὸ τοῦ θεοῦ, ὥσπερ τὸν Ἰορδάνην οὐκ ἦν οὐδενὸς ὁδοποιῆσαι ἢ Ἰησοῦ τοῦ ἀληθινοῦ θεοῦ τύπος ἦν ἐκεῖνος ὁ Ἰησοῦς)· οὕτω διὰ τῆς φλογίνης ῥομφαίας Σαμουὴλ οὐκ ἠδύνατο διελθεῖν, οὐκ Ἀβραάμ. διὰ τοῦτο καὶ Ἀβραὰμ βλέπεται ὑπὸ τοῦ κολαζομένου, καὶ ὑπάρχων ἐν βασάνοις ὁ πλούσιος ἐπάρας τοὺς ὀφθαλμοὺς ὁρᾷ , εἰ καὶ ἀπὸ μακρόθεν , ἄλλ’ ὁρᾷ, καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις . περιέμενον οὖν τὴν τοῦ κυρίου μου Ιησοῦ Χριστοῦ ἐπιόημίαν καὶ πα- τριáρχαι καὶ προφῆται καὶ πάντες, ἵν ουττος τὴν ὁδὸν a̓νοίξῃ. ψώ εἰμι ἡ ὁόόςς, Πrώ έͅμι ὴ θύραa. ὁδός ἐστιν ἐπὶ τὸ ξύλον τῆς ςωῆς, ἕνα γένηται Ἀν όιΜῃς όιà πυρός, φλὸξ οὐ κατακαύσει σε: ποίου δ πυρός; Α)ταξεν τὰ Χερουβὶμ καὶ. τὴν φλογίνην ῥομφαίαν τὴν στρε- φομένην φυλάσσειν τὴν όδὸν τοῦ ξύλου τῆς ζωής« ’ ὥστε όιὰ τοῦτο περιέμενον οἱ μακáριοι ἐκεῖ, οἐκονομίαν Ι ποιοῦντες καὶ μὴ δυνάμενοι ὅπου τὸ ξύλον τῆς ζωῆς, ὅπου ό παρáδεισος ό τοῦ θεοῦ, οοπου θεὸς rεωργός, ὸ́που οἱ μακάριοι καὶ ἐκλεκτοὶ καὶ ἅγιοι θεοῦ Πνώθαι.

⚑ Possible scanning error in the digital Greek (a̓νοίξῃ., Πrώ, θύραa., rεωργός,). Check it against the printed edition.

Besides, before the coming of my Lord Jesus Christ, it was impossible for anyone to go to where the tree of life is. It was impossible to get past those appointed to guard the way to the tree of life. “He appointed the cherubim and the flaming sword that turns every way to guard the way of the tree of life.” Who could make a road there? Who could make anyone pass through the flaming sword? No one could make a road through the sea except [the pillar of fire, the pillar of light from God]. No one could make a road through the Jordan except Jesus. That Jesus was a type of the true God. In the same way, Samuel could not pass through the flaming sword, and neither could Abraham. This is why Abraham is seen by the one who is being punished. The rich man, being in torments, lifts up his eyes and sees. It is from far off, but he sees, and he sees Lazarus in [Abraham’s] bosom. So the patriarchs and prophets and all the others were waiting for the coming of my Lord Jesus Christ, so that he might open the way. “I am the way.” “I am the door.” He is the way to the tree of life, so that when you pass through fire, the flame will not burn you up. What fire is that? “He appointed the cherubim and the flaming sword that turns every way to guard the way of the tree of life.” For this reason the blessed ones waited there, [carrying out the arrangement] but unable to go where the tree of life is, where the paradise of God is, where God is the gardener, where the blessed and chosen and holy ones of God [are planted].
Section 10
Οὐόὲν οὖν πρόσκομμα κατὰ τὸν τόπον ἐστίν, a̓λλὰ πáντα θαυμασίως γέγραπται καὶ νενόηται οτͅς ἂν ό θεὸς όποκαλύψῃ. πε- ρισσὸν όέ τι ἔχομεν ἡμεῖς οἱ έπὶ συντελείᾳ τῶν αἰώνων ἐληΜότες- τί περισσόν; ἐὰν ἀπαλλαrῶμεν ἐντεῦθεν, rενόμενοι καλοὶ καὶ Λrαθοίι μὴ ἐπαγόμενοι τὰ τῆς ἁμαρτίας φορτία, όιελευσόμεθα καὶ αὐτοὶ τὴν φλογίνην ῥομφαίανb καὶ ου) κατελευσόμεθα εἰς τὴν χώραν ὅπου περιέμενον τὸν Χριστὸν οἱ πρὸ τῆς παρουσίας αὐτοῦ κοιμώμενοι· διελευσόμεθα δέ, μηδὲν βλαπτόμενοι ὑπὸ τῆς φλογίνης ῥομφαίας. U̔κάστου όὲ τὸ ὲ́ρrον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ όοκιμάσει. έͅ τινος τὸ ἔργον κατακαήσεται, ςημιωθήσεται, αὐτὸς όὲ οωθήσεται ουοτως ὡς όιà πυρΑ. όιελευσόμεθα οὖν· καὶ πλέον ἔχομέν τι, καὶ οὐχὶ όυνάμεθα καλῶς βιώσαντες κακῶς όπαλλάξαι. οὐκ ὲ́λεrον οἱ ἀρ- χαῖοι οὐδὲ οἱ πατριά·ρχαι οὐόὲ οἱ προφῆται, ὸ̀ όυνάμεθα ἡμεῖς ἐὰν καλῶς βιώσωμεν· 〉κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺ̀ν Χρωτῷ εἐ͂ναμ. όιόπερ οὕτως ἴχοντές τι πλέον καὶ πολὺ κέρδος ἐν τῷ ἐπὶ συντε- - λείᾳ τῶν αἰώνων ἐληΜέναι, πρῶτοι τὸ όηνάριον λαμβάνομεν· ὸ́κουF γὰρ τῆς παραβολῆς, ὅτι pἀρΘ́μενος ἐδίόου τὸ όηνάριον ἀπὸ τῶν ἐσχάτων· οἱ όὲ πρῶτοι ᾤοντο οοτι πλεῖόν τι λήψοντα“. σὺ οὖν πρῶτος, ό ἔσχατος ἐλθὼν , λαμβάνεις τοὺς μισθοὺς a̓πὸ τοῦ οἰ- κοδεσπότου ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ῳτ ἡ όόζα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

⚑ Possible scanning error in the digital Greek (a̓λλὰ, ἀπαλλαrῶμεν, rενόμενοι, Λrαθοίι, ῥομφαίανb, U̔κάστου). Check it against the printed edition.

So there is no stumbling block in this passage. Everything in it is written wonderfully, and it is understood by whomever God reveals it to. But we who have come at the end of the ages have something extra. What is that extra? If we leave this life as good and upright people, not carrying the burdens of sin with us, we too will pass through the flaming sword. We will not go down to the place where those who fell asleep before Christ’s coming waited for him. We will pass through, and the flaming sword will not harm us at all. “The fire itself will test what sort of work each person has done. If anyone’s work is burned up, he will suffer loss, but he himself will be saved, yet only as through fire.” So we will pass through. We have something more, and having lived well we cannot depart badly. The ancients did not say this, nor did the patriarchs or the prophets, but we can say it if we live well: “It is far better to depart and be with Christ.” So, since we have something more and a great gain in having come at the end of the ages, we receive the denarius first. For you hear in the parable that he began to give out the denarius starting with the last, while the first supposed they would receive more. So you, who came last, are first, and you receive your wages from the master of the house, in Christ Jesus our Lord, to whom be glory and power forever and ever. Amen.

Sources. Greek text: Erich Klostermann’s edition (Origenes Werke, Leipzig: J. C. Hinrichs'Sche Buchhandlung, 1901), digitised by Open Greek and Latin and the First Thousand Years of Greek project (CC BY-SA 4.0). The English is a new translation made by SermonIndex with AI directly from the Greek, as a first reading version; it has not been checked line by line by a person and may contain mistakes. No older English translation was used. Where the digital Greek is flagged as damaged, the English is a best reading. Released under CC BY-SA 4.0.

Everything we make is available for free because of a generous community of supporters.

Donate