Anacephalaeosis [Sp.] (Greek)
The Greek text of Anacephalaeosis [Sp.]. This page has 64 section groups and about 3,292 words. Each row carries its standard reference.
Contents (64)
- Introduction
- Haeresis 1
- Haeresis 2
- Haeresis 3
- Haeresis 4
- Haeresis 5: Ἑλλήνων διαφοραί·
- Haeresis 6
- Haeresis 7
- Haeresis 8
- Haeresis 9
- Haeresis 10
- Haeresis 11
- Haeresis 12
- Haeresis 13
- Haeresis 14: Ἱουδαίων αἱρέσεις ἑπτὰ·
- Haeresis 15
- Haeresis 16
- Haeresis 17
- Haeresis 18
- Haeresis 19
- Haeresis 20
- Haeresis 21
- Haeresis 22
- Haeresis 23
- Haeresis 24
- Haeresis 25
- Haeresis 26
- Haeresis 27
- Haeresis 28
- Haeresis 29
- Haeresis 30
- Haeresis 31
- Haeresis 32
- Haeresis 33
- Haeresis 34
- Haeresis 35
- Haeresis 36
- Haeresis 37
- Haeresis 38
- Haeresis 39
- Haeresis 40
- Haeresis 41
- Haeresis 42
- Haeresis 43
- Haeresis 44
- Haeresis 45
- Haeresis 46
- Haeresis 47
- Haeresis 48
- Haeresis 49
- Haeresis 50
- Haeresis 51
- Haeresis 52
- Haeresis 53
- Haeresis 54
- Haeresis 55
- Haeresis 56
- Haeresis 57
- Haeresis 58
- Haeresis 59
- Haeresis 60
- Haeresis 61
- Haeresis 62
- Haeresis 63
Τάδε ἔνεστι καὶ ἐν τῷ τρίτῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς·
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ τοῦ πρώτου βιβλίου τοῦ κατὰ τῶν εἴκοσι] αἱρέσεων ἐλέγχου, <ἐν ᾡ εἰσιν αἱρέσεις κݲ
Πρῶτον μὲν αἰ τῶν αἰρέσεων πασῶν μητέρες τε καὶ πρωτότυποι ὀνομασίαι, ἐξ ὡν μητέρων πέντε αἱ ἄλλαι ἐφύησαν, καὶ εἰσὶν αὗται αἱ πρῶται τέσσαρες·
<αݲ.> Πρώτη Βαρβαρισμός, ἥτις καθ’ ἑαυτήν ἐστι, διαρκέσασα ἀφ᾿ ἡμερῶν τοῦ Ἀδὰμ ἐπὶ δέκα γενεαῖς ἕως τοῦ Νῶε.
Βαρβαρισμὸς δὲ κέκληται ἀπὸ τοῦ μὴ τοὺς τότε ἀνθρώπους ἀρχηγόν τινα ἔχειν ἢ μίαν συμφωνίαν, ἀλλ᾿ ὅτι πᾶς τις ἐαυτῷ ἐστοίχει καὶ νόμος ἐαυτῷ κατὰ τὴν προτίμησιν τοῦ ἰδίου βουλήματος ἐγίνετο.
<β.> Δευτέρα Σκυθισμός, ἀπὸ τῶν ἡμερῶν τοῦ Νῶε καὶ μετέπειτα ἄρχι τῆς τοῦ πύργου οἰκοδομῆς καὶ Βαβυλῶνος καὶ μετὰ τὸν τοῦ πύργου χρόνον ἐπὶ ὀλίγοις ἔτεσι τουτέστιν ἕως Φαλὲκ καὶ Ῥαγαῦ·
οἵτινες ἐπὶ τὸ τῆς Εὐρώπης κλίμα νενευκότες τῷ τῆς Σκυθίας μέρει καὶ τοῖς αὐτῶν ἔθνεσι προσεκρίθησαν ἀπὸ τῆς τοῦ Θάρρα ἡλικίας καὶ ἐπέκεινα, ἐξ οὑπερ οἱ Θρᾷκες γεγόνασι.
<γݲ.> Τρίτη Ἑλληνισμός, ἀπὸ τῶν χρόνων τοῦ Σεροὺχ ἐναρξάμενος διά τοι τῆς εἰδωλολατρείας καὶ ὡς ἐστοίχουν τὸ τηνικαῦτα ἕκαστος κατὰ τινα δεισιδαιμονίαν ἐπὶ τὸ μᾶλλον πολιτικώτερον καὶ ἐπὶ ἔθη καὶ θεσμούς.
εἰδώλων μέντοι γε ἐναρξαμένων τάττεσθαι, τὰ τῶν ἀνθρώπων γένη οἷς τότε στοιχήσαντες * ἐθεοποίουν, διὲ μὲν χρωμάτων διαγράφοντες τὴν ἀρχὴν καὶ ἀπεικονίαζοντες τοὺς πάλαι παρ’ αὐτοῖς τετιμημένους ἢ τυράννους ἢ γόητας ἤ τινάς τι δράσαντας ἐν βίῳ μνήμης δοκοῦν ἄξιον , δι᾿ ἀλκῆς τε ἢ σωμάτων εὐρωστίας ·
ἔπειτα δὲ ἀπὸ τῶν χρόνων τοῦ Θάρρα πατρὸς Ἀβραὰμ καὶ δι᾿ ἀγαλμάτων τὴν πλάνην τῆς εἰδωλολατρείας εἰσηγησάμενοι, τοὺς ἑαυτῶν προπάτορας δι᾿ ἀπεικονισμῶν τετιμηκότες καὶ τοὺς πρὸ αὐτῶν τετελευτηκότας τεχνησάμενοι ἐκ κεραμικῆς ἐπιστήμης τὸ πρῶτον, ἔπειτα δι’ ἑκάστης τέχνης μιμησάμενοι, οἰκοδόμοι μὲν λίθον ξέσαντες, ἀργυροκόποι δὲ καὶ χρυσοχόοι διὰ τῆς ἰδίας ὕλης τεκτηνάμενοι, οὕτω καὶ τέκτονες καὶ οἱ καθεξῆς·
Αἰγύπτιοι δὲ ὁμοῦ καὶ Βαβυλώνιοι καὶ Φρύγες καὶ Φοίνικες ταύτης τῆς θρῃσκείας πρῶτοι εἰσηγηταὶ γεγόνασιν, ἀγαλματοποιίας τε καὶ μυστηρίων, ἀφ᾿ ὡν τὰ πλεῖστα εἰς Ἕλληνας μετηνέχθη ἀπὸ τῆς Κέκροπος ἡλικίας καὶ καθεξῆς), μετέπειτα δὲ καὶ ὑστέρῳ πολὺ τοὺς περὶ Κρόνον καὶ Ῥέαν,
Δία τε καὶ Ἀπόλλωνα καὶ τοὺς καθεξῆς θεοὺς ἀναγορεύσαντες.
Ἕλληνες δὲ κέκληνται ἀπὸ Ἕλληνος τινος ἀνδρὸς τῶν ἐν τῇ Ἑλλάδι κατῳκηκότων καὶ τὴν προσωνυμίαν τῇ χώρᾳ παρεχομένου, ὡς δὲ ἕτεροί φασιν ἀπὸ τῆς ἐλαίας τῆς ἐν Ἀθήναις βλαστησάσης.
Ἴωνες δὲ τούτων ἀρχηγοὶ γεγόνασιν, ὡς ἔχει ἡ ἀκρίβεια, ἀπὸ τοῦ Ἰωυάν *, ἐνὸς ἀνδρὸς τῶν τὸν πύργον οἰκοδομησάντων, ὅτε αἱ γλῶσσαι διεμερίσθησαν τῶν ἀνθρώπων, δι᾿ ἥν αἰτίαν καὶ Μέροπες πάντες κέκληνται διὰ τὴν μεμερισμένην φωνήν.
ὕστερον δὲ ὁ Ἑλληνισμὸς εἰς αἱρέσεις κατέστη κατωτέρω τῷ χρόνῳ, φημὶ δὲ Πυθαγορείων καὶ Στωϊκῶν καὶ Πλατωνικῶν καὶ Ἐπικουρείων καὶ λοιπῶν.
θεοσεβείας δὲ χαρακτὴρ ὑπῆρχεν ἅμα καὶ ὁ κατὰ φύσιν νόμος, πολιτευόμενος ἀπὸ τούτων τῶν Μνῶν, ἐαυτὸν ἀφορίζων ἀπὸ τῆς τοῦ κόσμου καταβολῆς καὶ δεῦρο, μέσος τυγχάνων Βαρβαρισμοῦ καὶ Σκυθισμοῦ καὶ Ἑλληνισμοῦ, ἴως ὅτου συνήφθη τῇ τοῦ Ἀβραὰμ θεοσεβείᾶ.
<δ.> Καὶ μετέπειτα Ἰουδαϊσμός , ἀπὸ τῶν χρόνων Ἀβραὰμ τὸν χαρακτῆρα διὰ περιτομῆς εἰληφὼς καὶ ἐν Μωυσῇ, ἑβδόμῳ ἀπὸ Ἀβραάμ, διὰ τοῦ δι᾿ αὐτοῦ δοθέντος νόμου ὑπὸ τοῦ θεοῦ πλατυνθείς, ἀπὸ δὲ τοῦ Ἰούδα, τετάρτου υἱοῦ τοῦ Ἰακὼβ τοῦ ἐπικληθέντος Ἰσραήλ, διὰ Δαυὶδ τοῦ πρώτου βασιλεύσαντος ἀπὸ τῆς τοῦ αὐτοῦ Ἰούδα φυλῆς τὸ τέλειον τοῦ Ἰουδαϊαμοῦ ὅνομα κεκληρωμένος.
σαφῶς γὰρ περὶ τούτων τῶν τεσσάρων αἱρέσεων ὁ ἀπόστολος ἐπιτιμῶν ἔφη ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ βάρβαρος, οὐ Σκύθης, οὐχ Ἕλληνι οὐκ Ἰουδαῖος, ἀλλὰ καινὴ κτίσις«.
<εݲ.> Πυθαγόρειοι εἴτ᾿ οὖν Περιπατητικοί· τὴν μονάδα καὶ τὴν πρόνοιαν καὶ τὸ κωλύειν θύεσθαι τοῖς δῆθεν θεοῖς Πυθαγόρας ἐδογμάτισεν, ἐμψύχων τε μὴ μεταλαμβάνειν, ἀπὸ οἴνου δὲ ἐγκρατεύεσθαι.
διώριζεν δὲ ἅμα τὰ ἀπὸ σελήνης καὶ] ἄνω ἀθάνατα λέγων, τὰ δὲ ὐποκάτω θνητά· μεταγγισμούς τε ψυχῶν ἀπὸ σωμάτων εἰς σώματα ἄχρι ζῴων καὶ κνωδάλων, σιωπὴν δὲ ἅμα ἀσκεῖν ἐπὶ χρόνον πέντε ἐτῶν ἐδίασκε. τὸ τελευταῖον δὲ ἐαυτὸν θεὸν ὠνόμασε.
ݲ. Πλατωνικοὶ θεὸν καὶ ὕλην καὶ εἶδος, καὶ τὸν κόσμον γενητὸν καὶ φθαρτὸν ὑπάρχειν, τὴν ψυχὴν δὲ ἀγένητον καὶ ἀθάνατον καὶ θείαν· εἶναι δὲ αὐτῆς τρία μέρη, λογικὸν θυμικὸν καὶ ἐπιθυμητικόν·
τὰς δὲ γυναῖκας κοινὰς τοῖς πᾶσι γίνεσθαι καὶ μηδένα μίαν ἔχειν γαμετὴν ἰδίαν, ἀλλὰ τοὺς θέλοντας ταῖς βουλομέναις συνεῖναι· μεταγγισμὸν δὲ ὡσαύτως ψ·υχῶν εἰς σωμάτων διαφορὰς ἄχρι κνωδάλων, ὁμοῦ δὲ καὶ θεοὺς ἐκ τοῦ ἑνὸς πολλοὺς ἐδογμάτισαν.
ζݲ. Στωϊκοὶ σῶμα τὸ πᾶν δογματίζοντες καὶ τὸν αἰσθητὸν τοῦτον κόσμον θεὸν νομίζοντες, τινὲς δὲ ἐκ τῆς τοῦ πυρὸς οὐσίας τὴν φύσιν ἔχειν αὐτὸν ἀπεφήναντο.
καὶ τὸν μὲν θεὸν νοῦν ὁρίζουσι καὶ ὡς ψυχὴν παντὸς τοῦ ὄντος κύτους οὐρανοῦ καὶ γῆς· σῶμα δὲ αὐτοῦ τὸ πᾶν, ὡς ἔφην, καὶ ὀφθαλμοὺς τοὺς φωστῆρας. τὴν δὲ σάρκα πάντων ἀπόλλυσθαι καὶ τὴν ψυχὴν πάντων μεταγγίζεσθαι ἀπὸ σώματος ματος εἰς σῶμα.
θݲ. Σαμαρειτισμὸς καὶ οἱ ἀπ᾿ αὐτοῦ Σαμαρεῖται, ὅς ἐστιν ἀπὸ Ἰουδαϊσμοῦ, πρὸ μὲν τοῦ καταστῆναι αἱρέσεις εἰς Ἕλληνας καὶ πρὸ τοῦ συστῆναι αὐτῶν τὰ δόγματα, μετὰ δὲ τὸ εἶναι Ἑλλήνων τὴν θρῃσκείαν καὶ μέσον τοῦ Ἰουδαίσμοῦ τὴν πρόφασιν εἰληφὼς ἀπὸ τῶν χρόνων Ναβουχοδονόσορ καὶ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας·
μέτοικοι δὲ ὄντες ἀπὸ Ἀσσυρίων εἰς τὴν Ἰουδαίαν καὶ λαβόντες τὴν πεντάτευχον μόνην Μωυσέως, τοῦ βασιλέως αὐτοῖς ἀποστείλαντος ἀπὸ Βαβυλῶνος διὰ ἱερέως Ἔσδρα καλουμένου,
Σαμαρειτῶν ἔθνη τέσσαρα·
ιݲ. Γοροθηνοί, οἱ ἄλλοις καιροῖς τὰς ἑορτὰς ἄγοντες παρὰ τοὺς Σεβουαίους.
ιݲγݲ. Δοσίθεοι, τοῖς αὐτοῖς ἔθεσιν οἷς καὶ Σαμαρεῖται ἐμπολι- τευόμενοι, περιτομῇ τε καὶ σαββάτῳ καὶ τοῖς ἄλλοις, χρώμενοί τε τῇ πεντατεύχῳ, περιττότερον δὲ τῶν ἄλλων φυλάττοντες τὸ ἀπέχεσθαι ἐμψύχων καὶ ἐν νηστείαις δὲ συνεχέστατα βιοῦντες.
ἔχουσι δὲ καὶ παρθενίαν τινὲς αὐτῶν, ἐγκρατεύονται δὲ ἄλλοι. πιστεύουσι δὲ νεκρῶν ἀνάστασιν, ὅπερ ξένον ἐστὶ Σαμαρείταις.
ιݲεݲ. Φαρισαῖοι, ἑρμηνευόμενοι ἀφωρισμένοι, οἱ τὸ ἀκρότατον βιοῦντες καὶ δῆθεν τῶν ἄλλων δοκιμώτεροι· παρ᾿ οἷς καὶ νεκρῶν ἀνάστασις ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι καὶ ἡ περὶ ἀγγέλων καὶ πνεύματος ἁγίου, ὅτι ἔστι, συγκατάθεσις, πολιτεία τε διάφορος, ἐγκράτεια ἕως χρόνου καὶ παρθενία, νηστεία δὲ δὶς τοῦ σαββάτου, ζεστῶν καθαρισμοὶ καὶ πινάκων καὶ ποτηρίων, ὡς καὶ παρὰ τοῖς Γραμματεῦσι,
ἀποδεκατώσεις καὶ ἀπαρχαὶ καὶ ἐνδελεχὴς εὐχὴ καὶ σχήματα ἐθελοθρῃσκευτικὰ τῆς ἐνδυμενίας διά τοι τῆς ἀμπεχόνης καὶ τῶν δαλματικῶν ἤγουν κολοβιώνων καὶ τοῦ πλατυσμοῦ τῶν φυλακτηρίων τουτέστι σημάτων τῆς πορφύρας καὶ κρασπέδων καὶ ῥοίσκων ἐπὶ τὰ πτερύγια τῆς ἀμπεχόνης, ἅτινα ταῦτα ἐτύγχανε σημεῖα τῆς παρ αὐτοῖς ἕως καιροῦ ἐγκρατείας· οἳ καὶ παρεισέφερον γένεσιν καὶ εἱμαρμένην.
ιݲθݲ. Νασαραῖοι, ἑρμηνευόμενοι ἀφηνιασταί, οἵ πᾶσαν σαρκοφαγίαν 5 ἀπαγορεύουσιν, ἐμψύχων οὐδ᾿ ὅλως μεταλαμβάνουσιν, ἄχρι δὲ Μωυσέως καὶ Ἰησοῦ τοῦ Ναυῆ τοῖς ἐν τῇ πεντατεύχῳ ἁγίοις ὀνόμασι πατριαρχῶν κεχρημένοι τε καὶ πιστεύοντες,
φημὶ δὲ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τῶν ἀνωτάτω καὶ αὐτοῦ Μωυσέως καὶ Ἀαρὼν καὶ Ἰησοῦ. τὰς δὲ τῆς πεντατεύχου γραφὰς οὐκ εἶναι Μωυσέως δογματίζουσιν, ἄλλας δὲ παρ’ αὐτὰς ἔχειν διαβεβαιοῦνται.
κݲ. Ἡρῳδιανοί, οἳ Ἰουδαῖοι μὲν ἦσαν κατὰ πάντα, Ἡρῴδην δὲ Χριστὸν προσεδόκων καὶ τούτῳ τὸ τοῦ Χριστοῦ ἀπεδίδοσαν γέρας καὶ ονομα.
Οὑτος ὁ πρῶτος τόμος, περιέχων κατὰ πασῶν τῶν εἴκοσι τούτων αἱρέσεων· ἐν αὐτῷ δὲ καὶ ἡ περὶ τῆς Χριστοῦ ἐνδημίας ὑπόθεσις καὶ ἡ τῆς ἀληθείας ὁμολογία.
Τάδε ἔνεστι καὶ ἐν τούτῳ τῷ δευτέρῳ τόμῳ τοῦ πρώτου βιβλίου, ἐν ᾧ εἰσιν αἱρέσεις δεκατρεῖς οὕτως·
κݲαݲ. Σιμωνιανοί, οἱ ἀπὸ Σίμωνος τοῦ μάγου τοῦ ἐπὶ Πέτρου τοῦ ἀποστόλου, κώμης Γιτθῶν τῆς Σαμαρείας. οὗτος ἀπὸ Σαμαρειτῶν ὡρμᾶτο, Χριστοῦ δὲ ὑπέδυ ὄνομα μόνον.
ἐδίδαξε δὲ αἰσχροποιίαν, τὴν μίξιν μολυσμοῦ γυναικῶν ἀδιάφορον· σωμάτων δὲ ἀποβάλλεται τὴν ἀνάστασιν καὶ τὸν κόσμον μὴ εἶναι θεοῦ φάσκει.
εἰκόνα δὲ ἑαυτοῦ ὡς Διὸς καὶ τῆς σὺν αὐτῷ πόρνης, ὀνόματι Ἑλένης, Ἀθηνᾶς τύπον * τοῖς ἑαυτοῦ μαθηταῖς παρεδίδου εἰς προσκύνησιν. ἔλεγεν δὲ ἑαυτὸν Σαμαρείταις μὲν τὸν πατέρα, Ἰουδαίοις δὲ τὸν Χριστόν.
κݲβݲ.
Μενανδριανοί, οἱ ἀπὸ τούτου τοῦ Σίμωνος διὰ Μενάνδρου τινὸς ἐναρξάμενοι, διαφερόμενοι δὲ πρὸς τοὺς Σιμωνιανοὺς κατά τι· ὃς ἀπὸ ἀγγέλων ἔλεγε τὸν κόσμον γεγενῆσθαι.
κݲγݲ.
Σατορνιλιανοί, οἱ κατὰ τὴν Συρίαν τὴν τῶν Σιμωνιανῶν κρατύναντες αἰσχρολογίαν, ἕτερα δὲ παρὰ τοὺς Σιμωνιανοὺς εἰς ἔκπληξιν περισσοτέραν κηρύσσοντας, ἀπὸ δὲ Σατορνίλου τὴν ἀρχὴν ἐσχηκότες,
ὃς καὶ αὐτὸς κατὰ Μένανδρον ὑπὸ ἀγγέλων τὸν κόσμον γεγενῆσθαι ἔφασκεν, μόνων δὲ ἑπτά, παρὰ τὴν τοῦ ἄνω πατρὸς γνωμην.
κݲδݲ.
Βασιλειδιανοί, τῆς αὐτῆς αἰσχρουργίας τελεσταί, ἀπὸ Βασιλείδου τοῦ ἅμα Αατορνίλῳ τοῖς Σιμωνιανοῖς καὶ Μενανδριανοῖς με- μαθητευμένου, τὰ ὅμοια μὲν φρονοῦντος, κατὰ τι δὲ διαφερομένου.
λέγει δὲ τριακοσίους ἐξήκοντα πέντε οὐρανοὺς εἰναι καὶ τούτοις ὀνόματα ἀγγελικὰ ἐκτίθησιν. διὸ καὶ τὸν ἐνιαυτὸν τοσούτων ἡμερῶν εἶναι, καὶ τὸ Ἀβρασὰξ ὄνομα τῆς αὐτῆς ψήφου εἶναι καὶ εἶναι τξε. καὶ εἶναι τοῦτο τὸ ἅγιον ὄνομά φησιν.
κݲεݲ. ΑBBREV ἀπὸ Νικολάου τοῦ ἐπὶ ταῖς χήραις υπὸ τῶν τῶν ἀποστόλων ταχθέντος, ὃς διὰ ζῆλον τῆς ἰδίας γαμετῆς τὴν αἰσχρουρ- γίαν ἅμα τοῖς ἄλλοις ἐπιτελεῖν τοὺς αὐτοῦ μαθητὰς ἐδίδαξεν,
καὶ περὶ τοῦ Καυλακαῦ καὶ Προυνίκου καὶ ἄλλων βαρβαρικῶν ἀνομάτων εἰσηγησάμενος.
κݲςݲ Γνωστικοί, τὰς αὐτὰς αἱρέσεις διαδεξάμενοι, πλέον δὲ αὐτῶν πάντων τὴν αἰσχρότητα ἐμμανῶς ἐργαζομενοι, ἐν Αἰγύπτῳ δὲ Στρατιωτικοὶ καλούμενοι καὶ Φιβιωνῖται, ἐν δὲ τοῖς ἀνωτερικοῖς μέρεσι Σεκουνδιανοί, ἐν ἄλλοις μέρεσι Σωκρατῖται, παρὰ δὲ ἑτέροις Ζακχαῖοι·
ἄλλοι δὲ Κοδδιανοὺς αὐτοὺς λέγουσιν, ἄλλοι δὲ Βορβορίτας αὐτοὺς καλοῦσιν. οὑτοι <τὴν> Βαρβηλὼ τὴν καὶ Βαρβηρὼ
κݲςݲ Καρποκρατιανοί, ἀπὸ Καρποκράτους τινὸς τῶν ἐν τῇ Ἀσίᾳ, ὃς ἐδίδασκε πᾶσαν αἰσχρουργίαν ἐκτελεῖν καὶ πᾶν ἐπιτήδευμα ἀμαρτίας. καὶ εἰ μή τις διὰ πάντων, φησί, παρέλθοι καὶ τὸ θέλημα πάντων δαιμόνων καὶ ἀγγέλων ἐκτελέσῃ, οὐ δύναται ὑπερβῆναι εἰς τὸν ἀνώτατον οὐρανὸν οὐδὲ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας παρελθεῖν.
ἔλεγε δὲ τὸν Ἰησοῦν ψυχὴν νοερὰν εἰληφέναι, εἰδότα δὲ τὰ ἄνω ἐνταῦθα καταγγέλλειν, καὶ ὡς εἴ τις πράξειεν ὅμοια τῷ Ἰησοῦ, κατ’ αὐτὸν εἶναι.
τὸν δὲ νόμον σὺν τῇ τῶν νεκρῶν ἀναστάσει ἀπαγορεύει, ὡς αἱ ἁπὸ Σίμωνος καὶ δεῦρο αἱρέσεις.
τούτου γέγονεν ἡ ἐν Ῥώμῃ Μαρκελλίνα. εἰκόνας δὲ ποιήσας ἐν κρυφῇ Ἰησοῦ καὶ Παύλου καὶ Ὁμήρου καὶ Πυραγόρου ταύταις ἐθυμία καὶ κροσεκύνει.
κݲηݲ Κηρινθιανοί, οἱ καὶ Μηρινθιανοί. οὗτοι οἱ ἀπὸ Κηρίνθου κοὶ Μηρίνθου Ἰουδαῖοί τινες περιτομὴν αὐχοῦντες, τὸν δὲ κόσμον ὑπὸ ἀγγέλων γεγενῆσθαι Ἰησοῦν δὲ κατὰ προκοπὴν Χριστὸν καλεῖσθαι λέοντες.
κݲθݲ.
λݲ. Ἐβιωναῖοι, παραπλήσιοι τῶν προειρημένων Κηρινθιανῶν καὶ Ναζωραίων, οἷς συνήφθη κατά τι ἡ τῶν Σαμψαίων τε καὶ Ἑλκεσαίων αἵρεσις,
οἳ Χριστόν φασιν ἐκτίσθαι ἐν τῷ οὐρανῷ καὶ τὸ ἅγιον πνεῦμα, ἐνδημήσαντα δὲ τὸν Χριστὸν ἐν τῷ Ἀδάμα πρῶτον καὶ κατὰ καιρὸν ἐκδυόμενον αὐτὸν τὸν Ἀδὰμ καὶ πάλιν ἐνδυόμενον· τοῦτο γάρ φασιν ἐπιτετελεκέναι αὐτὸν ἐν τῇ ἐνσάρκῳ αὐτοῦ παρουσίᾳ.
Ἰουδαῖοι δὲ ὄντες εὐαγγελίοις κέχρηνται, σαρκοφαγίαν βδελύττονται, τὸ ὥδωρ Τε ἀντὶ θεοῦ ἔχουσι, τὸν δὲ Χριστὸν ἄνθρωπον ἐν τῇ ἐνσάρκῳ παρουσίᾳ ἐνδεδύσθαι, ὡς ἔφην.
λݲαݲ. Οὐαλεντῖνοι, οἳ σαρκὸς μὲν ἀπαγορεύουσιν ἀνάστασιν, παλαιὰν δὲ ἀθετοῦσι διαθήκην καὶ προφήτας ἀναγινώσκοντες μὲν καὶ ὅσα εἰς ὁμοίωσιν δύναται τροπολογεῖσθαι τῆς αὐτῶν αἱρέσεως δεχόμενοι, ἑτέρας δὲ τινας μυθολογίας παρεισφέροντες,
τριάκοντα αἰώνων ὁνομασίας λέγοντες ἀρρενοθηλείων, ὁμοῦ τε ἐκ τοῦ πατρὸς τῶν ὅλωνκ γεγεννημένων, οὓς καὶ θεοὺς ὴγοῦνται καὶ αἰῶνας.
τὸν δὲ Χριστὸν ἀπ’ οὐρανοῦ σῶμα ἐνηνοχέναι καὶ ὡς διὰ σωλῆνος τὴν Μαρίαν διαπεπερακεναι.
λݲβݲ. Σεκουνδιανοί, οἷς συνάπτονται Ἐπιφάνης καὶ Ἰσίδωρος, ταῖς αὐταῖς κεχρημένοι καὶ οὑτοι συζυγίαις, τὰ ὅμοια Οὐαλεντίνῳ πεφρονηκότες, ἕτερα δὲ παρ' αὐτὸν ποσῶς διηγούμενοι.
προστιθέασι δὲ τὴν αἰσχρουργίαν διδάσκοντες· ἀπαγορεύουσι δὲ καὶ οὑτοι τὴν σαρκα.
λݲγݲ. Πτολεμαῖοι, μαθηταὶ ὄντες καὶ αὐτοὶ Οὐαλεντίνου, οἷς συνάπτεται ἡ Φλώρα. τὰ αὐτὰ δὲ περὶ τῶν συζυγιῶν καὶ αὐτοὶ λέγουσι καθάπερ Οὐαλεντῖνος καὶ Σεκουνδιανοί· κατά τι δὲ καὶ οὗτοι διαφέρονται.
Αὕτη καὶ ἡ τοῦ δευτέρου τόμου τοῦ πρώτου βιβλίου τῶν δεκατριῶν αἱρέσεων ἀνακεφαλαίωσις.
λݲδݲ. Μαρκώσιοι. Μάρκος τις γεγένηται Κλορβάσου συμφοιτητής, δύο ἀρχὰς καὶ αὐτὸς παρεισάγων. ἀθετεῖ δὲ νεκρῶν ἀνάστασιν, φαντασίας δέ τινας δέ ἐκπομάτων ἐξ ἐπαοιδῆς εἰς κυάνεον χρῶμα καὶ πορφύρεον † μεταβαλὼν μυσταγωγεῖ τὰς ἀπατωμένας γυναῖκας.
καὶ αὐτὸς δὲ τῶν εἰκοσιτεσσάρων στοιχείων βούλεται τὰ πάντα † ἡγεῖσθαι ὁμοίως Οὐαλεντίνῳ.
λݲςݲ. Ἡρακλεωνῖται καὶ αὐτοὶ τῇ τῶν ὀγδοάδων φέρονται μυθολογίᾳ, ἑτέρως δὲ παρὰ τὸν Μόρκον καὶ Πτολεμαῖον καὶ Οὐαλεντῖνον καὶ τοὺς ἄλλους.
ἀλλὰ καὶ πρὸς τῇ τελευτῇ τοὺς παρ᾿ αὐτοῖς τελευτῶντας ὁμοίως τῷ Μάρκῳ λυτροῦνται δι᾿ ἐλαίου, ὀποβαλσάμου καὶ ὕδατος, ἐπικλήσεις τινὰς Ἑβραϊκαῖς λέξεσιν ἐπιλέγοντες ἐπὶ τῇ κεφαλῇ τοῦ δῆθεν λυτρουμένου.
λݲηݲ. Καϊανοὶ ὡσαύτως ἃμα τοῖς πρότερον τὸν νόμον καὶ τὸν λαλήσαντα ἐν νόμῳ ἀθετοῦντες σαρκός τε ἀνάστασιν ἀρνούμενοι τὸν Κάϊν δοξάζουσι, λέγοντες αὐτὸν τῆς ἰσχυροτέρας εἶναι δυνάμεως.
ἅμα δὲ καὶ τὸν Ἰούδαν ἐκθειάζουσιν, ὁμοῦ τε καὶ τοὺς περὶ Κορὲ καὶ Δαθὰν καὶ Ἀβειρών, ἀλλὰ καὶ τοὺς Σοδομίτας.
λݲθݲ. Σηθιανοί. οὗτοι πάλιν τὸν Σὴθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι ἐκ τῆς ἄνω Μητρός, μεταμεληθείσης ἐφ᾿ ᾧ τοὺς περὶ τὸν Κάϊν προεβάλετο, εἶτα συνελθούσης μετὰ τὸ τὸν Κάϊν ἀποβληθῆναι καὶ τὸν Ἄβελ ἀποκτανθῆναι τῷ ἄνω Πατρὶ καὶ καθαρὸν σπέρμα τὸν Σὴθ ποιησάσης· ἐξ οὑπερ λοιπὸν κατήχθη τὸ πᾶν τῶν ἀνθρώπων γένος.
καὶ αὐτοὶ δὲ ἀρχὰς καὶ ἐξουσίας καὶ ὅσα οἱ ἄλλοι δογματίζουσιν ἐδογμάτισαν.
μݲ. Ἀρχοντικοί. οὗτοι πάλιν εἰς πολλοὺς ἄρχοντας τὸ τὸ πᾶν φέρουσι καὶ τὰ γενόμενα ἐκ τούτων γεγενῆσθαι λέγουσιν· ἁλίσκονται δὲ καὶ ἐπὶ αἰσχρότητί τινι.
σαρκὸς δὲ ἀνάστασιν ἀθετοῦσιν καὶ παλαιὰν διαθήκην διαβάλλουσιν. κέχρηνται δὲ καὶ παλαιᾷ καὶ νέᾳ διαθήκῃ, ἑκάστην λέξιν εἰς τὸν ἑαυτῶν νοῦν μεθοδεύοντες.
μݲαݲ. Κερδωνιανοί, οἱ ἀπὸ Κέρδωνος(tov) <τοῦ> ἀπὸ Ἡρακλέωνος διαδεξαμένου τὴν μετοχὴν τῆς πλάνης, προσθέντος δὲ τῇ ἀπάτῃ· ὃς ἀπὸ τῆς Συρίας εἰς Ῥώμην μεταναστὰς τὸ κήρυγμα αὐτοῦ ἐξέθετο ἐν χρόνοις Ὑγίνου ἐπισκόπου.
δύο δὲ ἀρχὰς κηρύττει οὗτος ἐναντίας ἀλλήλαις, μὴ εἶναι δὲ τὸν Χριστὸν γεννητόν· ὁμοίως τε νεκρῶν ἀνάστασιν ἀθετεῖ καὶ τὴν παλαιὰν διαθήκην.
μݲβݲ. Μαρκιωνισταί. Μαρκίων ὁ ἀπὸ Πόντου ὁρμώμενος ἐπισκόπου μὲν ἦν υἱός, φθείρας δὲ παρθένον ἀπέδρα διὰ τὸ ἐξεῶσθαι ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς ἐκκλησίας,
ἀνελθών τε εἰς Ῥώμην καὶ αἰτήσας μετάνοιαν τοὺς κατ᾿ ἐκεῖτο καιροῦ * καὶ μὴ τυχών, ἐπαρθεὶς κατὰ τῆς πίστεως ἐδογμάτισε, τρεῖς ἀρχὰς εἰσηγησάμενος, ἀγαθόν τε καὶ δίκαιον καὶ φαῦλον, εἶναί τε τὴν καινὴν διαθήκην ἀλλοτρίαν τῆς παλαιᾶς καὶ τοῦ ἐν αὐτῇ λαλήσαντος.
ἀνάστασιν σαρκὸς ἀθετεῖ, βάπτισμα δίδωσιν οὐ μόνον ἕν, ἀλλὰ καὶ δύο καὶ τρία μετὰ τὸ παραπεσεῖν· ὑπὲρ δὲ τῶν τεθνεώτων κατηχουμένων ἄλλοι παρ᾿ αὐτοῖς βαπτίζονται. ἀδεῶς δὲ καὶ γυναιξὶν ἐπιτρέπει δῆθεν λουτρὸν διδόναι.
μݲδݲ. Ἀπελληϊανοί. καὶ οὑτος ὁ Ἀπελλῆς τὰ ὅμοια Μαρκίωνι καὶ Λουκιανῷ κακίζει τὴν πᾶσαν ποίησιν καὶ τὸν πεποιηκότα.
οὐχ ὁμοίως δὲ τούτοις τρεῖς ἀρχὰς εἰσηγήσατο, ἀλλὰ μίαν μὲν ἀρχὴν καὶ ἕνα θεόν, ὄντα ἀνώτατον καὶ ἀκατονόμαστον, αὐτὸν δὲ τὸν ἕνα πεποιηκέναι ἄλλον. καὶ οὑτος ὁ γεγονώς, πονηρὸς εὑρεθείς, ἐποίησεν ἐν τῇ αὑτοῦ φαυλότητι τὸν κόσμον.
μݲεݲ. Σευηριανοί. Σευῆρος πόλιν τις τῷ Ἀπελλῇ συνεπόμενος τὸν μὲν οἶνον ἀποβάλλεται καὶ τὴν ἄμπελον, ἔκ τε τοῦ δρακοντοειδοῦς Σατανᾶ καὶ γῆς μυθολογῶν πεφυκέναι, συνελθόντων ἀλλήλοις.
τήν τε γυναῖκα παραιτεῖται, φάσκων ἀριστερᾶς δυνάμεως αὐτὴν ὑπάρχειν. ὀνομασίας τέ τινας ἀρχόντων καὶ βίβλους τινὰς ἀποκρύφους παρειςάγει. 3 D217 τὰ ὅμοια δὲ ταῖς ἄλλαις τὴν σαρκὸς ἀνάστασιν ἀθετεῖ καὶ παλαιὰν διαθήκην.
μݲςݲ. Τατιανοί. οὑτος συνήκμασεν Ἰουστίνῳ τῷ μάρτυρι τῷ ἁγίῳ, τῷ καὶ φιλοσόφῳ. μετὰ δὲ τὴν τοῦ μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου τελευτὴν προσεφθάρη τοῖς τοῦ Μαρκίωνος δόγμασιν μαθητευθεὶς τῷ αὐτῶ, τά τε ἴσα αὐτῶ ἐδογμάτισεν καὶ ἕτερα προσθεὶς παρ’ ἐκεῖνον. ἐλέγετο δὲ ἀπὸ Μεσοποταμίας ὁρμᾶσθαι.
Ταῦτα τὰ κεφάλαια τοῦ πρώτου βιβλίου τῶν τριῶν τόμων τοῦ κατὰ τεσσαράκοντα ἓξ αἱρέσεων.
Τάδε ἔνεστι καὶ ἐν τῷ πρώτῳ τόμῳ τούτῳ τοῦ δευτέρου βιβλίου, τετάρτῳ δὲ ὄντι κατὰ τὴν ἀπ’ἀρχὴς τῶν τόμων τοῦ ἀριθμοῦ ἀκολουίαν, ἐν ᾧ εἰσιν αἱρέσεις ιݲηݲ·
μݲζݲ. Ἐγκρατῖται, οἱ ἀπόσπασμα τυγχάνοντες Τατιανοῦ, τὸν γάμον ἀποβάλλοντες, τοῦ Σατανᾶ φάσκοντες τοῦτον εἶναι, πᾶσαν δὲ ἀπαγορεύοντες ἐμψυχοφαγίαν.
μݲθݲ. Πεπουζιανοί, οἱ καὶ Κυϊντιλλιανοί, οἷς συνάπτονται Ἀρτοτυρῖται, ἐκ τούων μέν εἰσι τῶων κατὰ Φρίγας, ἕρεαρα δὲ παρ’ ἐκείνους δογματίζουσι, Πέπουζάν τινα πόλιν ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας καὶ Φρυγίας ἐκθειάζουζα), γυναιζί τε ἀποδιδόντες λὴμ ἡγούμενοι (ἕστιν δὲ καὶ ἄλλη Πέπουζα), γυναιξί τε ἀποδιδόντες τὸ ἄρχειν τε καὶ ἱερατεύειν.
μυοῦνται δέ τινα παῖδα κατακεντῶντες Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας μυθολογοῦσι.
κέχρνται δὲ ὡσαύμενοι.
νݲβݲ. Ἀδαμιανοί, παρὰ δέ τισιν Ἀδαμίζοντες καλούμενοι, χλεύης ἤ τε καὶ γυναῖκες τὸ δόγμα ἔχοντες.
γυμνοὶ γὰρ ὡς ἐκ μητρὸς ἄνδρες καὶ εὐχὰς καὶ πᾶν γάμον μὴ δεχόμενοι, τὴν αὐτῶν ἐκκλησίαν παράδεισον ἡγούμενοι.
νݲγݲ. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν κατοικοῦντες, καθύπερθεν τῆς νεκρᾶς θαλάσσης κειμένην χώραν·
οἵτινες τοῦ γένους ὐπῆρχον Μαρθοῦς καὶ Μαρθάνα, γυναῖκες δόο προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως ὡς θεαί, παραπλησίως τοῖς Ἐβιωναίοις τὰ πάντα ἔχουσιν.
νݲζݲ. Νοητιανοί. Νόητος οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. ἐπάρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι <λέγων> πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα.
ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωυσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.
νݲηݲ. Οὐαλήσιοι. οὗτοι, καθὼς ὑπειλήφαμεν, [οἱ] τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας καὶ ἐπιξενουμένους παρ’ αὐτοῖς εὐνουχίζοντες· οἱ πλείους δὲ καὶ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι.
τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλε, ἀφανίζοντες <τὰ> τοῦ νόμου καὶ τῶν προφητῶν καί τινας ἑτρας αἰσχρουργίας παρεισφέροντες.
ξݲγݲ. Ὠριγενιανοί, τινὸς Ὠριγένους. αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀρρητοποιοῦντες καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.
ξݲδ. ݲ Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι, Χριστὸν δὲ κτίσμα καὶ τὸ ἅγιον πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς καὶ τὸ ἅγιον πάντα ἀλληγοροῦντες, Χριστοῦ δὲ τὴν βασιλείαν παυθήσεσθαι ληροῦντες.
Αὗται πάλιν αἱ τοῦ δευτέρου βιβλίου, πρώτου δὲ τόμου αἱρέσεις ιݲηݲ.
Source. Greek text from the First Thousand Years of Greek project of the Open Greek and Latin project (digital edition of Epiphanius edited by Karl Holl (Leipzig, J. C. Hinrichs'sche Buchhandlung: 1915-1933) Die griechischen christlichen Schriftsteller 25, 31, 37), encoded in EpiDoc TEI XML. Digitised and corrected by the Open Greek and Latin team (University of Leipzig and partners); the text is taken from the printed edition by OCR with correction, so some errors may remain. SermonIndex has only divided it into short sections for reading; the critical notes, margin notes and apparatus of the printed edition are not shown here but are kept in the XML download.
Licence. Creative Commons Attribution-ShareAlike 4.0 International (CC BY-SA 4.0). You may share and adapt this text if you credit the Open Greek and Latin project and release your version under the same licence.
